---
title: On the Gospel According to John Two Excerpts
title_greek: Περὶ τοῦ Κατὰ Ἰωάννην Εὐαγγελίου Δύο Ἐξαίρετα
author: John of Caesarea in Palestine
eul_wid: uxw-ab
eul_aid: uxw
canonical: "https://eulogikon.org/works/john-caesarea-palestine-gospel-john-excerpts-uxw-ab"
period: Late Antique
dialect: Christian Koine
domain: Grammar
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Gospel According to John Two Excerpts

*Περὶ τοῦ Κατὰ Ἰωάννην Εὐαγγελίου Δύο Ἐξαίρετα*

**Author:** John of Caesarea in Palestine

**eul_wid:** `uxw-ab` · [HTML page](https://eulogikon.org/works/john-caesarea-palestine-gospel-john-excerpts-uxw-ab)

## Text

### 1

In Ioh. 8, 44 Ἰωάννου γραμματικοῦ· Ὥσπερ ὁ Κάϊν φθόνῳ τηκόμενος φόνου πρωτουργὸς γέγονεν, οὕτως καὶ Ἰουδαῖοι φθόνῳ φερόμενοι τὸν Χριστὸν ἀνελεῖν ἐπιθυμοῦσιν. Διάβολον γὰρ ἐνταῦθα τὸν Κάϊν ἐκάλεσεν, ὃν καὶ πατέρα αὐτῶν ὠνόμασεν ὡς εἰς τύπον αὐτῶν ὄντα. Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ἐρωτώμενος γὰρ παρὰ τοῦ θεοῦ· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ψευδοεπεῖ ὁ δείλαιος, οἰόμενος ἀποκρούσασθαι τὸν πάντα γινώσκοντα.

### 2

In Ioh. 10, 18 Ἰω〈άννου〉 γραμματικοῦ· Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου, τοῦ ὑπὲρ τῶν ἰδίων προβάτων ἔχειν ἐξουσίαν τιθέναι τὴν ψυχὴν καὶ πάλιν λαμβάνειν αὐτήν, ἐπεί με ὁ πατὴρ ἀγαπᾷ· τοῦτο δὲ ἀναγκαστικῶς πρὸς τὴν τῶν Ἰουδαίων εἴρηται ἀπείθειαν, λεγόντων αὐτὸν ἀντίθεον καὶ ὡς οὐκ ὄντα ἐξ αὐτοῦ· ἀναμιμνήσκεται δὲ αὐτοὺς ἐκείνην τὴν ἐντολὴν πληροῦν, ἣν ὁ πατήρ φησι τῷ Μωσῇ· Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uxw-ab`.
