---
title: In Defense of Euphiletus
title_greek: Υπὲρ Εὐφιλήτου
author: Isaeus the Orator
eul_wid: fge-af
eul_aid: fge
canonical: "https://eulogikon.org/works/isaeus-defense-euphiletus-fge-af"
period: Classical
dialect: Attic
domain: Oratory
format: Oration
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# In Defense of Euphiletus

*Υπὲρ Εὐφιλήτου*

**Author:** Isaeus the Orator

**eul_wid:** `fge-af` · [HTML page](https://eulogikon.org/works/isaeus-defense-euphiletus-fge-af)

## Text

### Or12 1

Ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν, ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. Σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκα ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ ὑὸν εἰσεποιεῖτο. Πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὐτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπ’ αὐτῶν δι’ αὐτοὺς Ἀθηναίων γεγονότων. [5]

### Or12 2

Τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει· γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο ὑεῖς ἐσμεν, ὥστε οὐκ ἄν γε δι’ ἐρημίαν τοῦτον εἰσεποιεῖτο. Ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος· ἔστι γὰρ αὐτῷ 〈βίοσ〉 ἱκανός, καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παιδίου τρέφων καὶ ἀσκῶν καὶ εἰς 〈τοὺσ〉 φράτερας εἰσαγαγών, καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. [5]

### Or12 3

Ὥστε τόν γε πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι. Ἀλλὰ μὴν οὐδ’ ἐμέ γε οὐδεὶς ἀνθρώπων οὕτως τελέως ἂν ἄφρονα ὑπολάβοι ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι.

### Or12 4

Καὶ γὰρ οὐδ’ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτ’ ἂν ὕστερον ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος ἐμοῦ· οὐδεὶς γὰρ ἂν ὑμῶν τὴν φωνὴν ἀνάσχοιτ’ ἂν ἀκούων, 〈εἰ〉 νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων. Οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι, ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. [5]

### Or12 5

Ἐνθυμήθητε γὰρ πρῶτον μὲν ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ· μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς, εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ πρόγονοι· ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν εἴασαν καὶ ἐπέτρεψαν. Καὶ μὴν οὐδ’ ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, δι’ ἣν ἡμῖν γίγνεται βλάβη περιφανής, εἴ περ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. [5]

### Or12 6

Ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις 〈πῶσ〉 ἄν τις ὑμῶν καταγνοίη ψευδομαρτυρίων Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου, οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δ’ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας μεμαρτυρήκασιν Εὐφιλήτῳ τουτῳὶ τὴν αὑτοῦ συγγένειαν ἕκαστος; Ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν. [10]

### Or12 7

Ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν 〈εἰπεῖν〉 ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ 〈γαμετὴ καὶ ἀστὸσ〉 ὁ πατήρ, καὶ ὡς ταῦτ’ ἀληθῆ λέγει, παρέχοιτ’ ἂν αὑτῷ τοὺς συγγενεῖς μάρτυρας. Εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις· νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτερσι καὶ πάσῃ τῇ ἡμετέρᾳ συγγενείᾳ; Καὶ μὴν οὗτοι μὲν οὐδὲν οὐδενὶ κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα 〈ταῦτα〉 ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς αὐτοὺς καθιστάντες μαρτυροῦμεν. [10]

*[crux: οὐδὲν οὐδενὶ]*

### Or12 9

Καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ ἦ μὴν τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. Καίτοι τίνα προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτ’ εἰδέναι; Ἔπειτα, ὦ ἄνδρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν αὑτοῦ ὑὸν γιγνώσκειν, οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι ἦ μὴν Εὐφίλητον τουτονὶ ὑὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός. Πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαετὴς ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δέ εἰμι ὀμόσαι ἦ μὴν Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. [5]

### Or12 10

Ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε ἢ τοὺς τούτων λόγους· ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες λέγουσι. Πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφ’ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν· οὗτοι δέ, ἐπειδὴ ἔλαχεν Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἐδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. [5]

### Or12 11

Τοῖς δὲ διαιτῶσι μέγιστα 〈ταῦτα〉 σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. Καί μοι λαβὲ τῆς προτέρας διαίτης τὴν μαρτυρίαν. Μαρτυρία Ὡς μὲν τοίνυν καὶ τότε ὦφλον τὴν δίαιταν, ἀκηκόατε. [10]

### Or12 12

Ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα τοῦτ’ ἂν ἔφασαν εἶναι σημεῖον ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν, οὕτω τὸ νῦν ἡμῖν τοιοῦτον εἶναι μαρτύριον, ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοῖς ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες. Ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος, καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἴομαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι. [10]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: fge-af`.
