---
title: On the Triadic Physis of Things
title_greek: Ἀποσπάσματα
author: Ion of Chios
eul_wid: ccg-ag
eul_aid: ccg
canonical: "https://eulogikon.org/works/ion-chios-on-triadic-physis-things-ccg-ag"
lang: grc
period: Classical
dialect: Ionic
domain: Philosophy
genre: Treatise
content_hash: "sha256:fac366e04a1063e9651c0a07d17b5ef83ed3268ad16893091f107e4aaee7da56"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Triadic Physis of Things

*Ἀποσπάσματα*

**Author:** Ion of Chios

**eul_wid:** `ccg-ag` · [HTML page](https://eulogikon.org/works/ion-chios-on-triadic-physis-things-ccg-ag)

## Text

`1-2`

ΙΩΝΟΣ ΤΡΙΑΓΜΟΣ

`1`

<cite>Οὐαλέριος Ἁρποκρατίων</cite>

Ἴων ἀναγράφουσι δὲ ἐν αὐτῷ τάδε· ἀρχὴ δέ μοι τοῦ λόγου· πάντα τρία καὶ οὐδὲν πλέον ἢ ἔλασσον τούτων τῶν τριῶν. ἑνὸς ἑκάστου ἀρετὴ τριάς· σύνεσις καὶ κράτος καὶ τύχη.

`2`

<cite>Λαέρτιος Διογένης</cite>

Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς φησιν αὐτὸν ἔνια ποιήσαντα ἀνενεγκεῖν εἰς Ὀρφέα. Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ. Ἐπιγένης δὲ κτλ. Ὀρφεύς: ἔγραψε Τριαγμούς, λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα.

`3`

<cite>Πλούταρχος</cite>

Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῇ σοφίαι τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν. ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστα αὐτῇ ὅμοια ποιεῖ.

`3b`

<cite></cite>

αὐτοφρόνων· Ἴων εἴρηκεν· αὐτοφρόνων καὶ ὁμοσπόνδων.

`4`

<cite>Λαέρτιος Διογένης</cite>

φησὶ δὲ Δοῦρις ἐν τῷ δευτέρῳ τῶν Ὥρων Σαμίων ἐπιγεγράφθαι αὐτῷ τὸ ἐπίγραμμα τόδε·

  
τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δʼ ἔτι πλεῖον,  
  
Πυθαγόρῃ τὠμῷ λέγε  <span class="gap">…</span> ταῦθʼ, ὅτι πρῶτος ἁπάντων  
  
ἔστιν ἀνʼ Ἑλλάδα γῆν· οὐ ψεύδομαι ὧδʼ ἀγορεύων.  
Ἴων δʼ ὁ Χῖός φησι περὶ αὐτοῦ·

  
ὣς ὁ μὲν ἠνορέῃ τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ  
  
καὶ φθίμενος ψυχῇ τερπνὸν ἔχει βίοτον,  
  
εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων  
  
ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν ...  

`5`

<cite>Κλεονείδης ὁ μουσικός</cite>

ἐπὶ μὲν οὖν τοῦ φθόγγου χρῶνται τῷ ὀνόματι τόνος οἱ λέγοντες ἑπτάτονον τὴν φόρμιγγα καθάπερ Τέρπανδρος καὶ Ἴων. ὁ μὲν γάρ φησιν· «ἡμεῖς τοι ... ὕμνους», ὁ δέ·

  
ἑνδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχοισα  
  
εἰς  <span class="gap">…</span> συμφωνούσας ἁρμονίας τριόδους,  
  
πρὶν μέν σʼ ἑπτάτονον ψάλλον διὰ τέσσαρα πάντες  
  
Ἕλληνες σπανίαν μοῦσαν ἀειράμενοι ...

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ccg-ag`.
