---
title: On Scolia
title_greek: Περὶ Σκολιῶν
author: Introductions to Comedy
eul_wid: xam-aq
eul_aid: xam
canonical: "https://eulogikon.org/works/introductions-to-comedy-scolia-xam-aq"
lang: grc
content_hash: "sha256:4d6f217dca85c0b767a77ff5a9a154d802119ae5629973e2815233f0183b7716"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Scolia

*Περὶ Σκολιῶν*

**Author:** Introductions to Comedy

**eul_wid:** `xam-aq` · [HTML page](https://eulogikon.org/works/introductions-to-comedy-scolia-xam-aq)

## Text

σκολιὰ λέγεται τὰ παροίνια μέλη τὰ ἐπὶ τοῖς συμποσίοις ᾀδόμενα, καί, ὡς  

μὲν ἔνιοί φασιν, ἐκ τοῦ ἐναντίου προσηγορεύθησαν· ἁπλᾶ γὰρ αὐτὰ ἐχρῆν εἶναι  

καὶ εὔκολα ὡς παρὰ πότον ᾀδόμενα. οὐκ εὖ δὲ τοῦτο· τὰ γὰρ δύσφημα ἐπὶ τὸ  

εὐφημότερον μεταλαμβάνεται, οὐ μὴν τὸ ἔμπαλιν. τί οὖν; ἐπάναγκες ἦν τοῖς ἐν  

συμποσίοις ἅπασιν ᾄδειν μετὰ λύρας· ὅσοι δὲ οὐκ ἠπίσταντο λύρᾳ χρῆσθαι,  

δάφνης ἢ μυρρίνης κλῶνας λαμβάνοντες ᾖδον. ἐπὶ τοῖς οὖν οὐκ ἐπισταμένοις  

μέλη πρὸς λύραν ᾄδειν σκολιὰ ἐδόκει· ὅθεν καὶ σκολιὰ ὠνομάσθησαν. τινὲς δὲ  

οὕτως· οὐ κατὰ τὸ ἑξῆς φασι δίδοσθαι τὴν λύραν, ἀλλʼ ἐναλλάξ. διὰ τὴν σκολιὰν  

οὖν καὶ μὴ ἐπʼ εὐθείας τῆς λύρας περιφέρειαν σκολιὰ ἐλέγετο.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xam-aq`.
