title: "From Hephaestion's Compendium of the Nine Meters"
title_greek: Ἐκ τοῦ Ἡφαιστίωνος ἐπιτομὴ τῶν ἐννέα μέτρων
author: Introductions to Comedy
eul_wid: xam-aa
eul_aid: xam
canonical: "https://eulogikon.org/works/introductions-to-comedy-hephaestion-epitome-xam-aa"
lang: grc
content_hash: "sha256:23f8c30acb5b04fb348b4f2fbf36baf4786dbecea1748f22ae98f9bb667392bd"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# From Hephaestion's Compendium of the Nine Meters

*Ἐκ τοῦ Ἡφαιστίωνος ἐπιτομὴ τῶν ἐννέα μέτρων*

**Author:** Introductions to Comedy

**eul_wid:** `xam-aa` · [HTML page](https://eulogikon.org/works/introductions-to-comedy-hephaestion-epitome-xam-aa)

## Text

ΕΚ ΤΟΥ ΗΦΑΙΣΤΙΩΝΟΣ

ΕΠΙΤΟΜΗ ΤΩΝ ΕΝΝΕΑ ΜΕΤΡΩΝ

αʹ. τὸ ἰαμβικὸν μέτρον δέχεται κατὰ μὲν τὰς περιττὰς χώρας, τουτέστι

πρώτην, πέμπτην, ἴαμβον  … · τρίβραχυν  … , σπονδεῖον  … , δάκτυλον

… , ἀνάπαιστον  … · κατὰ δὲ τὰς ἀρτίους, τουτέστι δευτέραν, τετάρτην,

ἕκτην, ἴαμβον  … καὶ τρίβραχυν  … καὶ ἀνάπαιστον  … ·

τοῦτον δὲ παρὰ τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς

σπανιώτερον. ὅτε μὲν οὖν ἀκατάληκτόν ἐστιν, ἐπὶ τῆς τελευταίας τὸν ἴαμβον

δέχεται μόνον ἢ πυρρίχιον  … διὰ τὴν ἀδιάφορον· ὅτε δὲ καταληκτικόν,

τὸν ἴαμβον παραλήγοντα ἢ σπανίως τρίβραχυν, ὥστε γίνεσθαι τὴν

κατακλεῖδα ἤτοι ἀμφίβραχυν  … ἢ βακχεῖον  … .

βʹ. τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται τροχαῖον  … ,

τρίβραχυν  … , ἴαμβον  … καὶ δάκτυλον  … , κατὰ δὲ τὰς ἀρτίους

τούτους τε καὶ σπονδεῖον  … καὶ ἀνάπαιστον  … . καταληκτικὸν δὲ

ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον  … δέχεται, ἔστι δὲ ὅτε

καὶ τρίβραχυν  … . ἐὰν δὲ ᾖ βραχυκατάληκτον, οὐ βούλεται τὸν παραλήγοντα

τετράσημον ἔχειν.

γʹ. τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν

τῆς τελευταίας· ἐπὶ ταύτης δὲ εἰ μὲν καταληκτικὸν εἴη,

δάκτυλον  … ἕξει ἢ διὰ τὴν ἀδιάφορον κρητικόν  … , εἰ δὲ καταληκτικόν,

τὰ ἀπʼ αὐτοῦ μεμειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς· καὶ τὸ μὲν

καλεῖται καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ καταληκτικὸν εἰς δισύλλαβον. τὰ δὲ

αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβων

ἀδιάφορον ἤτοι σπονδεῖον  … ἢ ἴαμβον  … ἢ τροχαῖον  … ἢ

πυρρίχιον  … , τοὺς δὲ ἐν μέσῳ δακτύλους πάντας. ἔστι δέ τινα καὶ λογαοιδικὰ

καλούμενα δακτυλικά, ἅπερ ἐν μὲν ταῖς ἄλλαις χώραις δακτύλους ἔχει,

τελευταίαν δὲ τροχαϊκὴν συζυγίαν. ἴστεον, ὅτι τὰ μὲν ἄνω εἰρημένα κατὰ

συζυγίαν μετρεῖται, τοῦτο δὲ μόνον κατὰ μονοποδίαν.

δʹ. τὸ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται σπονδεῖον  … , ἀνάπαιστον

… , σπανίως δὲ καὶ προκελευσματικόν  … · παρὰ δὲ τοῖς δραματοποιοῖς

ἴαμβον  … καὶ δάκτυλον  … . εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἕξ, κατὰ

συζυγίαν διαιρουμένου· ὑπερκατάληκτον εἰς δισύλλαβον, ὑπερκατάληκτον εἰς

συλλαβήν, ἀκατάληκτον, καταληκτικὸν εἰς δισύλλαβον, καταληκτικὸν εἰς

συλλαβήν, βραχυκατάληκτον. ὥσπερ δὲ ἐν τῷ δακτυλικῷ ἦν τι λογαοιδικόν,

οὕτω κἀν τοῖς ἀναπαιστικοῖς τὸ εἰς βακχεῖον  … περαιούμενον,

οὗ ἐστιν ἐπισημότατον τὸ μετὰ τέσσαρας πόδας αὐτὸν ἔχον τὸν βακχεῖον· ὧν ὁ

πρῶτος γίνεται καὶ σπονδεῖος καὶ ἴαμβος.

εʹ. τὸ χοριαμβικὸν  … συντίθεται μὲν καὶ καθαρόν, συντίθεται

δὲ καὶ ἐπίμικτον πρὸς τὰς ἰαμβικάς  … · ὡς ἐπίπαν δέ, ὅτε καταληκτικόν

ἐστιν, ἐς τὴν ἰαμβικὴν κατακλεῖδα περαιοῦται, τουτέστιν εἰς ἀμφίβραχυν

… ἢ βακχεῖον  … διὰ τὴν ἀδιάφορον· περαιοῦται μὲν γὰρ καὶ εἰς

τὴν ἰδίαν, τὸν δάκτυλον ἢ κρητικόν, ἀλλὰ τῷ ταῦτα συνεχέστερα εἶναι ἀπρεπέστερά

εἰσιν.

ϛʹ. τὸ ἀντισπαστικὸν  … τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένην

κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλάβου σχήματα, τὰς δʼ

ἐν μέσῳ καθαρὰς ἀντισπατικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκατάληκτον,

ἰαμβικήν, ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς, οὐ μόνον τὴν πρώτην

συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς ἰαμβικαῖς

ἑπομένην. ἔστι δὲ ὅτε καὶ λύεται ὁ πρότερος ποὺς εἰς τρίβραχυν.

ζʹ. τὸ ἀπὸ μείζονος ἰωνικὸν  … συντίθεται μὲν καὶ καθαρόν, συντίθεται

δὲ καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον· ὅτε μέντοι ἀκατάληκτόν ἐστι, καθόλου

σπανίως εἰς τὴν ἰωνικὴν περαιοῦται διὰ τὸ ἀπρεπῆ εἶναι τὴν ἰωνικὴν ἐπὶ τέλους

οὖσαν.

ηʹ. τὸ ἀπʼ ἐλάσσονος ἰωνικὸν  … συντίθεται μὲν καὶ καθαρόν,

συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς τροχαϊκὰς διποδίας οὕτως, ὥστε τὴν πρὸ

τῆς τροχαϊκῆς ἀεὶ γίνεσθαι πεντάσημον, τουτέστι τρίτην παιωνικήν  … ,

καὶ τὴν τροχαϊκήν, ὁπόταν προτάττοιτο τῆς ἰωνικῆς, γίνεσθαι ἑπτάσημον

τροχαϊκήν, τὸν καλούμενον δεύτερον ἐπίτριτον  … . ἔσθʼ ὅτε δὲ ἡ μὲν

τρίτη παιωνικὴ συναιρεῖται εἰς παλιμβάκχειον  … , τῆς δὲ ἐπιφερομένης

τροχαϊκῆς ὁ πρότερος λύεται εἰς τρίβραχυν. ἐμπίπτουσι δὲ καὶ οἱ μολοττοὶ

… ἐπὶ τῶν περιττῶν χωρῶν ἐν τοῖς ἀπʼ ἐλάττονος

ἰωνικοῖς, ὥσπερ ἐν τοῖς ἀπὸ μείζονος ἐπὶ τῶν ἀρτίων.

θʹ. τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικόν  … , τὸ βακχειακὸν

… καὶ τὸ παλιμβακχειακόν  … , ὃ καὶ ἀνεπιτήδειόν ἐστι πρὸς

μελοποιίαν· τὸ δὲ κρητικὸν ἐπιτήδειον, δέχεται δὲ καὶ λύσεις τὰς εἰς τοὺς

καλουμένους παίωνας· καλεῖται δὲ καὶ ὑπʼ αὐτῶν τῶν ποιητῶν κρητικόν.

τοσαῦτα περὶ τῶν ἐννέα μέτρων τῶν μονοειδῶν καὶ ὁμοιοειδῶν.

παντὸς δὲ μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλλαβή, ὥστε δύνασθαι εἶναι

αὐτὴν καὶ βραχεῖαν καὶ μακράν· καὶ πᾶν δὲ μέτρον εἰς τελείαν περατοῦται

λέξιν, ὅθεν ἐπίληπτά ἐστι τὰ μὴ οὕτως ἔχοντα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xam-aa`.