---
title: Coislinian Treatise
title_greek: Κοισλινιανὴ Πραγματεία περὶ Κωμῳδίας
author: Introductions to Comedy
eul_wid: xam-af
eul_aid: xam
canonical: "https://eulogikon.org/works/introductions-to-comedy-coislinian-treatise-xam-af"
lang: grc
content_hash: "sha256:bd552c5046252f726a5b0e67dd63983ac4c3cf497f226123ee22446660871da9"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Coislinian Treatise

*Κοισλινιανὴ Πραγματεία περὶ Κωμῳδίας*

**Author:** Introductions to Comedy

**eul_wid:** `xam-af` · [HTML page](https://eulogikon.org/works/introductions-to-comedy-coislinian-treatise-xam-af)

## Text

`1–18`

Τῆς ποιήσεως ἡ μὲν ἀμίμητος ἱστορική παιδευτική ὑφηγητική θεωρητική ἡ δὲ μιμητική τὸ μὲν ἀπαγγελτικόν τὸ δὲ δραματικὸν καὶ πρακτικόν κωμῳδία τραγῳδία μίμους σατύρους ἡ τραγῳδία ὑφαιρεῖ τὰ φοβερὰ παθήματα τῆς ψυχῆς διʼ οἴκτου καὶ δέους· συμμετρίαν θέλει ἔχειν τοῦ φόβου· ἔχει δὲ μητέρα τὴν λύπην. κωμῳδία ἐστὶ μίμησις πράξεως γελοίας καὶ ἀμοίρου μεγέθους, τελείας, ἡδυσμένῳ λόγῳ χωρὶς ἑκάστῳ τῶν μορίων ἐν τοῖς εἴδεσι, δρώντων καὶ οὐ διʼ ἀπαγγελίας, διʼ ἡδονῆς καὶ γέλωτος περαίνουσα τὴν τῶν τοιούτων παθημάτων κάθαρσιν. ἔχει δὲ μητέρα τὸν γέλωτα. γίνεται δὲ ὁ γέλως —ἀπὸ τῆς λέξεως —ἀπὸ τῶν πραγμάτων κατὰ ὁμωνυμίαν κατὰ συνωνυμίαν κατὰ ἀδολεσχίαν κατὰ παρωνυμίαν, παρὰ πρόσθεσιν καὶ ἀφαίρεσιν, παρὰ ὑποκόρισμα, παρὰ ἐξαλλαγήν. —φωνῇ —τοῖς ὁμογενέσι κατὰ παρῳδίαν κατὰ μεταφοράν —φωνῇ —τοῖς ὁμογενέσι κατὰ σχῆμα λέξεως. ὁ ἐκ τῶν πραγμάτων γέλως· ἐκ τῆς ἀπάτης ἐκ τῆς ὁμοιώσεως, χρήσει ἢ πρὸς τὸ βέλτιον ἢ πρὸς τὸ χεῖρον. ἐκ τοῦ ἀδυνάτου ἐκ τοῦ δυνατοῦ καὶ ἀνακολούθου ἐκ τῶν παρὰ προσδοκίαν ἐκ τοῦ κατασκευάζειν τὰ πρόσωπα πρὸς τὸ μοχθηρόν ἐκ τοῦ χρῆσθαι φορτικῇ ὀρχήσει ὅταν τις τῶν ἐξουσίαν ἐχόντων παρεὶς τὰ μέγιστα τὰ φαυλότατα λαμβάνῃ. ὅταν ἀσυνάρτητος ὁ λόγος ᾖ καὶ μηδεμίαν ἀκολουθίαν ἔχων. διαφέρει ἡ κωμῳδία τῆς λοιδορίας, ἐπεὶ ἡ μὲν λοιδορία ἀπαρακαλύπτως τὰ προσόντα κακὰ διέξεισιν, ἡ δὲ δεῖται τῆς καλουμένης ἐμφάσεως. ὁ σκώπτων ἐλέγχειν θέλει ἁμαρτήματα τῆς ψυχῆς καὶ τοῦ σώματος. συμμετρία τοῦ φόβου θέλει εἶναι ἐν ταῖς τραγῳδίαις καὶ τοῦ γελοίου ἐν ταῖς κωμῳδίαις. κωμῳδίας εἴδη· μῦθος, ἦθος, διάνοια, λέξις, μέλος, ὄψις. μῦθος κωμικός ἐστιν ὁ περὶ γελοίας πράξεις ἔχων τὴν σύστασιν. ἤθη κωμῳδίας τά τε βωμολόχα καὶ τὰ εἰρωνικὰ καὶ τὰ τῶν ἀλαζόνων. διανοίας μέρη δύο, γνώμη καὶ πίστις. πίστεις πέντε· ὅρκοι, συνθῆκαι, μαρτυρίαι, βάσανοι, νόμοι. κωμική ἐστι λέξις κοινὴ καὶ δημώδης. δεῖ τὸν κωμῳδοποιὸν τὴν πάτριον αὐτῶν γλῶσσαν τοῖς προσώποις περιτιθέναι, τὴν δὲ ἐπιχώριον αὐτῷ ἐκείνῳ. μέλος τῆς μουσικῆς ἐστιν ἴδιον· ὅθεν ἀπʼ ἐκείνης τὰς αὐτοτελεῖς ἀφορμὰς δεήσει λαμβάνειν. ἡ ὄψις μεγάλην χρείαν τοῖς δράμασι τὴν συμφωνίαν παρέχει. ὁ μῦθος καὶ ἡ λέξις καὶ τὸ μέλος ἐν πάσαις κωμῳδίαις θεωροῦνται, διάνοιαι δὲ καὶ ἦθος καὶ ὄψις ἐν οὐκ ὀλίγαις. μέρη τῆς κωμῳδίας τέσσαρα· πρόλογος, χορικόν, ἐπεισόδιον, ἔξοδος. πρόλογός ἐστιν μόριον κωμῳδίας τὸ μέχρι τῆς εἰσόδου τοῦ χοροῦ. χορικόν ἐστι τὸ ὑπὸ τοῦ χοροῦ μέλος ᾀδόμενον, ὅταν ἔχῃ μέγεθος ἱκανόν. ἐπεισόδιόν ἐστι τὸ μεταξὺ δύο χορικῶν μελῶν. ἔξοδός ἐστι τὸ ἐπὶ τέλει λεγόμενον τοῦ χοροῦ. τῆς κωμῳδίας· —παλαιά, ἡ πλεονάζουσα τῷ γελοίῳ —νέα, ἡ τοῦτο μὲν προϊεμένη, πρὸς δὲ τὸ σεμνὸν ῥέπουσα —μέση, ἡ ἀπʼ ἀμφοῖν μεμιγμένη.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xam-af`.
