---
title: "Defense for Euxenippus' Impeachment to Polyeuctus"
title_greek: Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς
author: Hypereides the Orator
eul_wid: fci-aa
eul_aid: fci
canonical: "https://eulogikon.org/works/hypereides-euxenippus-defense-fci-aa"
period: Classical
dialect: Attic
domain: Oratory
format: Oration
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Defense for Euxenippus' Impeachment to Polyeuctus

*Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς*

**Author:** Hypereides the Orator

**eul_wid:** `fci-aa` · [HTML page](https://eulogikon.org/works/hypereides-euxenippus-defense-fci-aa)

## Text

### Philip t

ΚΑΤΑ ΦΙΛΛΙΠΠΙΔΟΥ.] .

### Philip 1

.... ἐν] ἐλευθέρᾳ πόλει τὰ τ]οῖς τυράννοις συμφέρο]ντα πράττοντ[ . ....... ν εἰς δουλεία[ν ——— —θη— —γα— —γο— —ς μοι κατ— —ν τῶν ψηφ[ισμάτων —ἐ]κείνοις— —πάντα— —ν σὺ δὲ— —δικαστ— —ουσηλω— —δικα— —αλλο— —σωτ— —τι σοι— —τας τε— —νιασε— —το]ῦ δήμο[υ— —οὐκ— —κ]αιρὸν . [15]

### Philip 2b

.. —ἡμᾶς ἀ ... —ἀπαιτ... —παντὸ[ς ... —Ἀ]θηναί[οις ἀποδιδό]ναι χάριν —τις π[α]ρὰ —χ]άριτας —τ εἰλήφοι —πό]λει τῇ ἀν —ν —ωι —ε —ην —ν —τα πρα— —ὑπ]ὲρ αὐτ[οῦ— —ορ— . [15]

### Philip 6

.............. π]ρὸ[ς ............... καλῶ[ν πραγμάτων καὶ τῆι] πόλε[ι κ]αὶ τοῖς Ἕλλησ[ιν αἴτι]ος ἐ γένετο. τοι[γαροῦν] καὶ παρ’ ἡμῖν κα[ὶ παρὰ] το[ῖς ἄλλοις πᾶσιν [τῶν μεγίστων δωρεῶ[ν ἔτυχεν ... δ]ικαίως ............. γ]ὰρ [ὡς] ὑπὸ .......... —πο— —εριας ει— —νου το— . [10]

### Philip 8

...... οὐδ]εμιᾷ πόλει ........... δύνα]μιν ......... ας ἀν[άγ]κηι ........ τ]ῶν ἐπιθυ[μιῶν ..... ] ἐφ’ ἑκάστωι ......... σίαις ὀνει[δ ........ ]ειν .... ν ..... δεῖ χάρι[ν ἡμᾶ]ς ἀποδιδ]όναι Ἀλεξ[άνδ]ρωι διὰ τοὺ]ς τελευτή[σαντ]ας ........ ἐγὼ δὲ [οἶμ]αι ——— ἐκεῖνος. [10]

### Philip 10

ἔπ[ε]ιθ’ [οὗτοι ἐπεμβαίνουσιν τ[ῶι δήμωι ἐν ταῖς ἀτυχ[ίαις. διόπερ καὶ πολὺ μᾶ[λλον ἄξιοί εἰσιν [μ]ισεῖσθ[αι. ὥσπερ γὰρ τ[ὰ] σώματ[α πλείστης ἐπ[ιμ]ελείας ἐν [ταῖς ἀρρωσ[τί]αις [δ]εῖται, οὕτως καὶ [αἱ] π[ό]λεις πλείστης θερ[απ]εί[α]ς ἐν ταῖς ἀ τυχίαις δ[έο]ντ[αι]. μόνοις [δ]ὲ τούτο[ις ........ τ]ο ——— ............... [δη μοκρ[ατία . [10]

### Philip 11

...... ἀλλὰ περὶ ............ ρει Φιλι[ππ .. καὶ ἐστρατεύσατ[ο ....... ἐπὶ τὴν χώ[ραν .......... τοῦτο δ[ .......... Φίλιππο[ς .... ἐστρατεύσατο ἐφ’ [ἡμᾶς καὶ τοὺς συμμάχους ........ [ἀκριβῶς γε δ ............ ——— —ου— —νιν— —του— —τοις— —ουδι— —ο— —θρ— —τοθ— —γ]υναι— —ομη— —οντ— —γιν— [δίδ[ω]σιν ἕκαστος αὐτῶν, ὁ μ[ὲ]ν ἐν Θή[β]αις, ὁ δ’ ἐν Τα[ν]άγραι, ὁ [δ’] ἐν τῆι ἐλευθε[ρ . [5]

### Philip 15a

....... τ]ατα τῶν —των. η —κρατησαν —ον τὴν —τες. καὶ —αιων τα —ιει του —ἔχοντες —ωκεν —νος —να —ς ἐξ —ουσε —αυ —χω —ειρι —θε —τον — — —κτήτ[ο]υς —νειν ο —ουτ . ἀ παλλα[γ]έντα; ἢ οὐκ εὔχεσθαι κα[ὶ τ]ἆλλα πάντα τὰ ἐν τῆι [Ἑλ]λάδι ἀνατραπῆναι, οἵ γ’ ἀπὸ τῶν ἀναιρουμένων πό[λ]εων ἀπαρχὰς [λα]μ[βά]νουσιν; καὶ ὑμ[ᾶς μὲν ἀ]εὶ βούλεσθαι ἐν φ[όβωι καὶ] κινδύνοις εἶν[αι . [5]

### Philip 15b

........ ] ἀναβ[η ... α ......... του ουν . τ . τι ......... η ταῖς ... αι ......... πόλει ... μ ......... μεθ ... κλ ........ ντω ... .................. β ....... ων ἤδη φι ... τ ..... ἀκρ]ιβεῖ χαι ... αζω ..... ματα ...... σουδε .... ἀ]μφοτερ ... μεις ........ μοι .... οιεις ............ ηγων .............. μι αὐτο ............ ὡς παρ ............. οι αὐτῷ ............ νων π .............. ——— κατηγορίας ποιοῦνται. [25]

### Philip 15b,1

καὶ φανερὸν ποιοῦσιν, ὅτι οὐδὲ τότε φίλοι ὄντες Λακεδαιμονίων ὑπὲρ ἐκείνων ἔλεγον, ἀλλὰ τὴν πόλιν μισοῦντες καὶ τοὺς ἰσχύοντας ἀεὶ] καθ’ ὑμῶν θεραπεύ οντες. ἐπεὶ δὲ νῦν ἡ ἐ]κείνων δύναμις εἰς τοῦτ]ον μετέστη, τότε [δ]ὴ κο]λακεύειν προείλοντο κ]αὶ Δημοκράτη[ς αὐτ]οῖς ὁ Ἀφιδναῖος [ἀεὶ παρ]ακαθήμενος καὶ .. ον ἱστὰς γελωτοπ[οιεῖ ἐ]πὶ τοῖς τῆς πόλεω[ς ἀ]τυχήμασιν καὶ λοι[δορεῖθ’ ὑμῖν μεθ’ ἡμέρα[ν ἐν τ]ῆι ἀγορᾶι, εἰς ἑσπέρα[ν δὲ δε]ιπν[ή]σων ὡς ὑμ[ᾶς ἔ]ρχεται. καίτοι ὦ Δημ[όκρα]τες μόνωι σοὶ οὐκ [ἔνι λέγ]ειν περὶ τοῦ δήμου φλα]ῦρον οὐδέν. διὰ τί; [ὅτι πρ]ῶτον μὲν οὐ παρ’ ἑτέρου ς’ ἔδει μαθεῖν, ὅτι ὁ δῆμος χάριτας ἀποδίδωσιν τοῖς εὐεργέταις, ἀλλὰ παρὰ σαυτοῦ· α[ὐ]τὸς γὰρ ὑπὲρ ὧν ἕτερο[ι] εὐεργέτησαν νῦν τὰς [τ]ι μὰς κομίζει. [5]

### Philip 15b,2

ἔπε[ι]θ’ ὅτι ἐν νόμωι γράψας [ὁ] δῆμος ἀπεῖπεν μήτε [λ]έγειν ἐξεῖναι [μηδενὶ] κακῶς Ἁρμόδιον καὶ Ἀρ[ιστογείτονα μήτ’ ἆισα[ι ἐ πὶ τὰ κακίονα. ᾗ κ[αὶ δεινόν ἐστιν, [ε]ἰ το[ὺ]ς μὲν σοὺς προγόνους ὁ] δῆμος οὐδὲ μεθυσθέντ]ι ᾤετο δεῖν ἐξεῖναι κακ]ῶς εἰπεῖν, σὺ δὲ νήφω[ν τ]ὸν δῆμον κακ[ῶς] λέγεις. Βρ]αχέα δ’ ἔτι πρὸς ὑμᾶς εἰπ]ὼν ὦ ἄνδρες δικ[α]σταὶ καὶ] ἀναλογισάμενος κα ταβ]ήσομαι. γραφὴ παρα]νόμων ἐστίν, ὑπὲρ ἧς τ]ὴν ψῆφον μέλλετε φέρ]ειν, τὸ δὲ ψήφισμα τὸ κρινόμενον ἔπαινος προέδρων. [25]

### Philip 15b,3

ὅτι δὲ προσήκει τοὺς προέδρους κατὰ τοὺς νόμους προεδρεύειν, οὗτοι δὲ παρὰ τοὺς νόμους προηδρεύκασιν, αὐτῶν τῶν νόμων ἠκούετε ἀναγιγνωσκο μένων. τὸ λοιπὸν ἤδη ἐστὶν παρ’ ὑμῖν· δείξετε γὰρ πότερα τοὺς παράνομα γράφοντας τ[ιμ]ωρήσεσθε, ἢ τὰς τοῖς εὐε[ργέ]ταις ἀποδεδειγμένας [τι]μάς, ταύτας δώσετε [το]ῖς ἐναντία τοῖς νόμοι[ς πρ]οεδρεύουσιν, καὶ ταῦτα ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσ θ]αι. ἀλλὰ μὴν οὐδ’ ἐξαπατηθ[ῆ]ναι ὑμῖν ἔνεστ[ι]ν ὑπὸ τοῦ λόγου αὐτῶν, ἂν φῶσιν ἀναγκαῖα εἶνα[ι τ]ῶι δήμωι τὰ περὶ τῶν ἐπα[ίν]ων ψηφίζεσ θα[ι]· το[ὺς γ]ὰρ προέδρους οὐκ ἔνεστιν εἰπεῖν ὡς ἀνάγκη τις ἦν στεφανῶσαι. [25]

### Philip 15b,4

πρὸ[ς δ]ὲ τούτοις αὐτὸς ὑμῖν ο[ὗ]τος ῥαιδίαν πεποίηκ[εν] τὴν γνῶσιν· ἔγραψεν γ[ὰρ] ὧν ἕνεκα ἐστεφάνω[σε]ν τοὺς προέδρους, δι[κα]ιοσύνης τε τῆς εἰς τὸν δ[ῆμ]ον τὸν Ἀθηναίων, κα[ὶ δι]ότι κατὰ τοὺς νόμο[υς π]ροηδρεύ κασιν. ἐπὶ δ[ὴ τ]αῦτ’ ἄγετ’ αὐτὸν ἀπολ[ογη]σόμενον, καὶ σὺ ὦ Φ[ιλι]ππίδη δείξας ἀληθῆ εἶ[ν]αι τὰ περὶ τῶν προέδρω[ν], ἃ ὑπέθου ἐν τῷ ψηφ[ίσ]ματι, ἀπόφευγε. εἰ δ’ ο[ἴει] κορδακίζων καὶ γελ[ωτ]οποιῶν, ὅπερ ποι[εῖν] εἴωθας ἐπὶ τῶν δικαστη[ρί]ων, ἀποφεύξεσθαι, ε[ὐήθ]ης εἶ, ἢ παρὰ τούτ[ο]ις συγγνώμην ἢ ἔ[λεόν] τινα παρὰ τὸ δίκαι[ον ὑπ]άρχ]ειν. πολλοῦ γε δ[εῖ· οὐ γ]ὰρ ἀπέθου σαυτῶι εὔνοιαν παρὰ τῶι δήμωι, ἀλλ’ ἑτέρωθι, οὐδὲ τοὺς σῶσαί σε δυναμένους ὤιου δεῖν κολακεύειν ἀλλὰ τοὺς τῶι δήμωι φοβεροὺς ὄντας. [5]

### Philip 15b,5

καὶ ἓν μὲν σῶμα ἀθάνατον ὑπείληφας ἔσεσθαι, πόλεως δὲ τηλικαύτης θάνα τον κατέγνως, οὐδ’ ἐκεῖνο συνιδών, ὅτι τῶν μὲν τυράννων οὐδεὶς πώποτε τελευτήσας ἀνεβίωσεν, πόλεις δὲ πολλαὶ ἄρδην ἀναιρεθεῖσαι πάλιν ἴσχυσαν. οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἐλογίσασθε, οὐδ’ ὡς καὶ τῶν ἐπιστρατευσάντων καὶ τῶν ἔνδοθεν συνεπιθεμένων αὐτῆι περιεγένετο, ἀλλὰ φανεροὶ ἐγένεσθε καιροφυλακοῦντες τὴν πόλιν, εἴ ποτε δοθήσεται ἐξουσία λέγειν τι ἢ πράττειν κατὰ τοῦ δήμου. εἶτα περὶ καιρῶν αὐτίκα δὴ τολμήσετε λέγειν τοὺς κατὰ τῆς πόλεως καιροὺς παραφυλάξαντες; καὶ τὰ παιδία ἥκεις ἔχων εἰς τὸ δικαστήριον, καὶ ἀναβιβάσας αὐτίκα δὴ ἀξιώσεις ὑπὸ τούτων ἐλεεῖσθαι; ἀλλ’ οὐ δ[ί]καιον. [5]

### Philip 15b,6

ὅτε γὰρ ἡ πόλις ὑπὸ τῶν ἄλλων ᾠκ[τ]ίρετο διὰ τὰ συμβάντα], τόθ’ ὑφ’ ὑμῶν ἐξυβρί ζ[ε]το. καίτοι οὗτοι μὲν τὴν Ἑλλάδα σῴζειν προελόμενοι ἀνάξια τῶν φρονημάτων ἔπασχον, σὺ δὲ τὴν πόλιν εἰς τὰς ἐσχάτας αἰσχύνας ἀδίκως καθιστὰς νυνὶ δικαίως τιμωρίας τεύξῃ. διὰ τί γὰρ 〈ἂν〉 τούτου φείσαισθε; πότερα διότι δημοτικός ἐστιν; ἀλλὰ ἴστ’ αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῶι δὲ δήμωι προστάττειν ἀξιοῦντα. ἀλλ’ ὅτι χρηστός; ἀλλὰ δὶς αὐτοῦ ἀ[δικί]αν κατέγνω τε. [25]

### Philip 15b,7

ναί, ἀ[λλ]ὰ χρήσιμος. ἀλλ’ εἰ χρήσ[εσ]θε τῷ ὑφ’ ὑμῶν ὁμολ[ογ]ουμένως πονηρῶι [κρ]ιθέντι, ἢ κρίνειν κα[κ]ῶς δόξετε ἢ πονηρῶν [ἀν]θρώπων ἐπιθυμ[εῖν. ο]ὐκοῦν οὐκ ἄξιον τὰ [τούτ]ου ἀδικήματα αὐτ[οὺς ἀν]αδέχεσθαι, ἀλλὰ [τ]ιμωρεῖ[σθ]αι τὸν ἀδικοῦν[τα]. καὶ ἂ[ν ἄρα λέγῃ τις ἀναβὰς ὡς δὶς ἥλωκεν πρότερον παρανόμων, [κ]αὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀποψηφίσασθαι, τοὐναντ[ί]ον ποι εῖτε κατ’ ἀμφότερα. π[ρ]ῶτον μέν, ὅ[τι ε]ὐτύχημά ἐστιν τὸν ὁμ[ο]λογουμένως τὰ παράνομα γράφοντα τὸ τρίτον κρινό μενον λαβεῖν· οὐ γὰρ ὥσπερ ἀγαθοῦ τινος φείδεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γ[ε] τοῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν βάσανον δέδωκεν. [25]

### Philip 15b,8

ἔπειτα δὲ ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμε[ῖ]ς τὸ τρίτον μὴ μαρτυρεῖν, μηδ’ οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλ’ αὐτ[ὸ]ς αὑτῶι, ἂν μὴ παύη ται τὰ ψεύδη μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν· ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰ σιν, ἀλλὰ τιμωρίας. Ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, ὁ μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν, ὑμεῖς δὲ τῶν τε κατηγορημένων μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τά τε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε. [5]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: fci-aa`.
