---
title: Hymn 32 To Selene
title_greek: Ὕμνος πρὸς Σελήνην
author: Hymnic Collection  Anonymous
eul_wid: upu-ax
eul_aid: upu
canonical: "https://eulogikon.org/works/hymnic-anon-selene-upu-ax"
period: Classical
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hymn 32 To Selene

*Ὕμνος πρὸς Σελήνην*

**Author:** Hymnic Collection  Anonymous

**eul_wid:** `upu-ax` · [HTML page](https://eulogikon.org/works/hymnic-anon-selene-upu-ax)

## Text

### unit_1

Μήνην ἀείδειν τανυσίπτερον ἔσπετε Μοῦσαι ἡδυεπεῖς κοῦραι Κρονίδεω Διὸς ἵστορες ᾠδῆς· ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος κρατὸς ἀπ’ ἀθανάτοιο, πολὺς δ’ ὑπὸ κόσμος ὄρωρεν αἴγλης λαμπούσης· στίλβει δέ τ’ ἀλάμπετος ἀὴρ χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ’ ἐνδιάονται, εὖτ’ ἂν ἀπ’ Ὠκεανοῖο λοεσσαμένη χρόα καλὸν εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη ζευξαμένη πώλους ἐριαύχενας αἰγλήεντας ἐσσυμένως προτέρως’ ἐλάσῃ καλλίτριχας ἵππους ἑσπερίη διχόμηνος· ὅ τε πλήθει μέγας ὄγμος, λαμπρόταταί τ’ αὐγαὶ τότ’ ἀεξομένης τελέθουσιν οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται. τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·

### unit_2

ἡ δ’ ὑποκυσαμένη Πανδείην γείνατο κούρην ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι. Χαῖρε ἄνασσα θεὰ λευκώλενε δῖα Σελήνη πρόφρον ἐϋπλόκαμος· σέο δ’ ἀρχόμενος κλέα φωτῶν ᾄσομαι ἡμιθέων ὧν κλείους’ ἔργματ’ ἀοιδοὶ Μουσάων θεράποντες ἀπὸ στομάτων ἐροέντων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: upu-ax`.
