---
title: Hymn 29 To Hestia
title_greek: Ὕμνος εἰς Ἑστίαν
author: Hymnic Collection  Anonymous
eul_wid: upu-av
eul_aid: upu
canonical: "https://eulogikon.org/works/hymnic-anon-hestia-upu-av"
period: Classical
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hymn 29 To Hestia

*Ὕμνος εἰς Ἑστίαν*

**Author:** Hymnic Collection  Anonymous

**eul_wid:** `upu-av` · [HTML page](https://eulogikon.org/works/hymnic-anon-hestia-upu-av)

## Text

### unit_1

Ἑστίη ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων ἕδρην ἀΐδιον ἔλαχες πρεσβηΐδα τιμὴν καλὸν ἔχουσα γέρας καὶ τιμήν· οὐ γὰρ ἄτερ σοῦ εἰλαπίναι θνητοῖσιν ἵν’ οὐ πρώτῃ πυμάτῃ τε Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον· καὶ σύ μοι Ἀργειφόντα Διὸς καὶ Μαιάδος υἱὲ ἄγγελε τῶν μακάρων χρυσόρραπι δῶτορ ἐάων, ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε Ἑστίῃ· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων εἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ. Χαῖρε Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς.

### unit_2

αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: upu-av`.
