---
title: Hymn 30 To Earth
title_greek: Ὕμνος εἰς Γῆν
author: Hymnic Collection  Anonymous
eul_wid: upu-ba
eul_aid: upu
canonical: "https://eulogikon.org/works/hymnic-anon-earth-upu-ba"
period: Classical
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hymn 30 To Earth

*Ὕμνος εἰς Γῆν*

**Author:** Hymnic Collection  Anonymous

**eul_wid:** `upu-ba` · [HTML page](https://eulogikon.org/works/hymnic-anon-earth-upu-ba)

## Text

### unit_1

Γαῖαν παμμήτειραν ἀείσομαι ἠϋθέμεθλον πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθ’ ὁπός’ ἐστίν· ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδ’ ὅσα πόντον ἠδ’ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου. ἐκ σέο δ’ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι πότνια, σεῦ δ’ ἔχεται δοῦναι βίον ἠδ’ ἀφελέσθαι θνητοῖς ἀνθρώποισιν· ὁ δ’ ὄλβιος ὅν κε σὺ θυμῷ πρόφρων τιμήσῃς· τῷ τ’ ἄφθονα πάντα πάρεστι. βρίθει μέν σφιν ἄρουρα φερέσβιος, ἠδὲ κατ’ ἀγροὺς κτήνεσιν εὐθηνεῖ, οἶκος δ’ ἐμπίπλαται ἐσθλῶν· αὐτοὶ δ’ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα κοιρανέους’, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ· παῖδες δ’ εὐφροσύνῃ νεοθηλέϊ κυδιόωσι, παρθενικαί τε χοροῖς φερεσανθέσιν εὔφρονι θυμῷ παίζουσαι σκαίρουσι κατ’ ἄνθεα μαλθακὰ ποίης, οὕς κε σὺ τιμήσῃς σεμνὴ θεὰ ἄφθονε δαῖμον. Χαῖρε θεῶν μήτηρ, ἄλοχ’ Οὐρανοῦ ἀστερόεντος, πρόφρων δ’ ἀντ’ ᾠδῆς βίοτον θυμήρε’ ὄπαζε·

### unit_2

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: upu-ba`.
