---
title: Hymn 33 To the Dioscuri
title_greek: Ὕμνος πρὸς Διοσκούρους
author: Hymnic Collection  Anonymous
eul_wid: upu-ae
eul_aid: upu
canonical: "https://eulogikon.org/works/hymnic-anon-dioscuri-upu-ae"
period: Classical
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hymn 33 To the Dioscuri

*Ὕμνος πρὸς Διοσκούρους*

**Author:** Hymnic Collection  Anonymous

**eul_wid:** `upu-ae` · [HTML page](https://eulogikon.org/works/hymnic-anon-dioscuri-upu-ae)

## Text

### unit_1

Ἀμφὶ Διὸς κούρους ἑλικώπιδες ἔσπετε Μοῦσαι Τυνδαρίδας Λήδης καλλισφύρου ἀγλαὰ τέκνα, Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα, τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο μιχθεῖς’ ἐν φιλότητι κελαινεφέϊ Κρονίωνι σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἱ δ’ ἀπὸ νηῶν εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο ἄρνεσσιν λευκοῖσιν ἐπ’ ἀκρωτήρια βάντες πρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης θῆκαν ὑποβρυχίην, οἱ δ’ ἐξαπίνης ἐφάνησαν ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀΐξαντες, αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,

### unit_2

κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, ναύταις σήματα καλὰ πόνου σφίσιν· οἱ δὲ ἰδόντες γήθησαν, παύσαντο δ’ ὀϊζυροῖο πόνοιο. Χαίρετε Τυνδαρίδαι ταχέων ἐπιβήτορες ἵππων· αὐτὰρ ἐγὼν ὑμέων καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: upu-ae`.
