---
title: Hymn 1 to Dionysus
title_greek: Ὕμνος εἰς Διόνυσον
author: Hymnic Collection Anonymous
eul_wid: upu-am
eul_aid: upu
canonical: "https://eulogikon.org/works/hymnic-anon-dionysus-1-upu-am"
lang: grc
period: Classical
dialect: Homeric
domain: "Poetry, Mythology"
genre: Hymn
content_hash: "sha256:d3d8a5a17d6d22d5800e75d02eaf49a8f7571ba076ad1eaaab58aaf3bf6bed1d"
content_modified_at: "2026-09-24"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hymn 1 to Dionysus

*Ὕμνος εἰς Διόνυσον*

**Author:** Hymnic Collection Anonymous

**eul_wid:** `upu-am` · [HTML page](https://eulogikon.org/works/hymnic-anon-dionysus-1-upu-am)

## Text

### 1

οἱ μὲν γὰρ Δρακάνῳ ς’, οἱ δ’ Ἰκάρῳ ἠνεμοέσσῃ

### 2

φάς’, οἱ δ’ ἐν Νάξῳ, δῖον γένος εἰραφιῶτα,

### 3

οἱ δέ ς’ ἐπ’ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι

### 4

κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ,

### 5

ἄλλοι δ’ ἐν Θήβῃσιν ἄναξ σε λέγουσι γενέσθαι

### 6

ψευδόμενοι· σὲ δ’ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε

### 7

πολλὸν ἀπ’ ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην.

### 8

ἔστι δέ τις Νύση ὕπατον ὄρος ἀνθέον ὕλῃ

### 9

τηλοῦ Φοινίκης σχεδὸν Αἰγύπτοιο ῥοάων

### 10

καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ’ ἐνὶ νηοῖς.

### 11

ὡς δὲ τάμεν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ

### 12

ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.

### 13

ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων·

### 14

ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος

### 15

κρατὸς ἀπ’ ἀθανάτοιο, μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον.

### 16

ὣς εἰπὼν ἐκέλευσε καρήατι μητίετα Ζεύς.

### 17

ἵληθ’ εἰραφιῶτα γυναιμανές· οἱ δέ ς’ ἀοιδοὶ

### 18

ᾄδομεν ἀρχόμενοι λήγοντές τ’, οὐδέ πῃ ἔστι

### 19

σεῖ’ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.

### 20

καὶ σὺ μὲν οὕτω χαῖρε Διώνυς’ εἰραφιῶτα,

### 21

σὺν μητρὶ Σεμέλῃ ἥν περ καλέουσι Θυώνην.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: upu-am`.
