---
title: Hymn 28 To Athena
title_greek: Ὕμνος εἰς Ἀθηνᾶν
author: Hymnic Collection  Anonymous
eul_wid: upu-au
eul_aid: upu
canonical: "https://eulogikon.org/works/hymnic-anon-athena-upu-au"
period: Classical
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hymn 28 To Athena

*Ὕμνος εἰς Ἀθηνᾶν*

**Author:** Hymnic Collection  Anonymous

**eul_wid:** `upu-au` · [HTML page](https://eulogikon.org/works/hymnic-anon-athena-upu-au)

## Text

### unit_1

Παλλάδ’ Ἀθηναίην κυδρὴν θεὸν ἄρχομ’ ἀείδειν γλαυκῶπιν πολύμητιν ἀμείλιχον ἦτορ ἔχουσαν παρθένον αἰδοίην ἐρυσίπτολιν ἀλκήεσσαν Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς σεμνῆς ἐκ κεφαλῆς, πολεμήϊα τεύχε’ ἔχουσαν χρύσεα παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας ἀθανάτους· ἡ δὲ πρόσθεν Διὸς αἰγιόχοιο ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου σείσας’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος, ἀμφὶ δὲ γαῖα σμερδαλέον ἰάχησεν, ἐκινήθη δ’ ἄρα πόντος κύμασι πορφυρέοισι κυκώμενος, ἔσχετο δ’ ἅλμη ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς ἵππους ὠκύποδας δηρὸν χρόνον εἰσότε κούρη εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς. Καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς τέκος αἰγιόχοιο·

### unit_2

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: upu-au`.
