---
title: Hymn 27 To Artemis
title_greek: Ὕμνος εἰς Ἄρτεμιν
author: Hymnic Collection  Anonymous
eul_wid: upu-an
eul_aid: upu
canonical: "https://eulogikon.org/works/hymnic-anon-artemis-upu-an"
period: Classical
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hymn 27 To Artemis

*Ὕμνος εἰς Ἄρτεμιν*

**Author:** Hymnic Collection  Anonymous

**eul_wid:** `upu-an` · [HTML page](https://eulogikon.org/works/hymnic-anon-artemis-upu-an)

## Text

### unit_1

Ἄρτεμιν ἀείδω χρυσηλάκατον κελαδεινὴν παρθένον αἰδοίην ἐλαφηβόλον ἰοχέαιραν αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος, ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει πέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηνα ὑψηλῶν ὀρέων, ἰαχεῖ δ’ ἔπι δάσκιος ὕλη δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα πόντος τ’ ἰχθυόεις· ἡ δ’ ἄλκιμον ἦτορ ἔχουσα πάντῃ ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην. αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα εὐφρήνῃ δὲ νόον χαλάσας’ εὐκαμπέα τόξα, ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο Φοίβου Ἀπόλλωνος Δελφῶν ἐς πίονα δῆμον Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα. ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα, ἐξάρχουσα χορούς· αἱ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι ὑμνεῦσιν Λητὼ καλλίσφυρον ὡς τέκε παῖδας

### unit_2

ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους, Χαίρετε τέκνα Διὸς καὶ Λητοῦς ἠϋκόμοιο· αὐτὰρ ἐγὼν ὑμέων καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: upu-an`.
