---
title: Hymn 6 To Aphrodite
title_greek: Ὕμνος εἰς Ἀφροδίτην
author: Hymnic Collection  Anonymous
eul_wid: upu-al
eul_aid: upu
canonical: "https://eulogikon.org/works/hymnic-anon-aphrodite-upu-al"
period: Classical
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hymn 6 To Aphrodite

*Ὕμνος εἰς Ἀφροδίτην*

**Author:** Hymnic Collection  Anonymous

**eul_wid:** `upu-al` · [HTML page](https://eulogikon.org/works/hymnic-anon-aphrodite-upu-al)

## Text

### unit_1

Αἰδοίην χρυσοστέφανον καλὴν Ἀφροδίτην ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν, κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν καλὴν χρυσείην, ἐν δὲ τρητοῖσι λοβοῖσιν ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος, δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν ὅρμοισι χρυσέοισιν ἐκόσμεον οἷσί περ αὐταὶ Ὧραι κοσμείσθην χρυσάμπυκες ὁππότ’ ἴοιεν ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν ἦγον ἐς ἀθανάτους· οἱ δ’ ἠσπάζοντο ἰδόντες χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι, εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης. Χαῖρ’ ἑλικοβλέφαρε γλυκυμείλιχε, δὸς δ’ ἐν ἀγῶνι

### unit_2

νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: upu-al`.
