---
title: "Odyssey: Book VII"
title_greek: "Ὀδύσσεια, Ζʹ"
author: Homer
eul_wid: abe-abg
eul_aid: abe
canonical: "https://eulogikon.org/works/homer-odyssey-book-7-abe-abg"
lang: grc
period: Archaic
dialect: Homeric
content_hash: "sha256:33f01d0f8671ac38e846fb8aa1bc75149240efdd1e507fc3a427d10a6c883835"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Odyssey: Book VII

*Ὀδύσσεια, Ζʹ*

**Author:** Homer

**eul_wid:** `abe-abg` · [HTML page](https://eulogikon.org/works/homer-odyssey-book-7-abe-abg)

## Text

<!-- 7 -->

ΟΔΥΣΣΕΙΑΣ Η

  

Ὣς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,  

κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν.  

ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,  

στῆσεν ἄρʼ ἐν προθύροισι· κασίγνητοι δέ μιν ἀμφὶς  

<!-- 5 -->ἵσταντʼ ἀθανάτοισʼ ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης  

ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.  

αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤϊε· δαῖε δέ οἱ πῦρ  

γρηῢς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,  

τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι,  

<!-- 10 -->Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσι  

Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·  

ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.  

ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.  

καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη  

<!-- 15 -->πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆϊ,  

μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας  

κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.  

ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,  

ἔνθα οἱ ἀντεβόλησε θεὰ γλαυκῶπις Ἀθήνη  

<!-- 20 -->παρθενικῇ εἰκυῖα νεήνιδι κάλπιν ἐχούσῃ.  

στῆ δὲ πρόσθʼ αὐτοῦ· ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·  

«ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο  

Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισιν ἀνάσσει;  

καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω  

<!-- 25 -->τηλόθεν ἐξ ἀπίης γαίης· τῶ οὔ τινα οἶδα  

ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα νέμονται.»  

τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·  

«τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,  

δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.  

<!-- 30 -->ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,  

μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.  

οὐ γὰρ ξείνους οἵ γε μάλʼ ἀνθρώπους ἀνέχονται  

οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ, ὅς κʼ ἄλλοθεν ἔλθῃ.  

νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι  

<!-- 35 -->λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·  

τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.»  

ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη  

καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.  

τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν  

<!-- 40 -->ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη  

εἴα ἐϋπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν  

θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.  

θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐΐσας,  

αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρά,  

<!-- 45 -->ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.  

ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,  

τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·  

«οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις  

πεφραδέμεν. δήεις δὲ διοτρεφέας βασιλῆας  

<!-- 50 -->δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε μηδέ τι θυμῷ  

τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων  

ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.  

δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·  

Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων  

<!-- 55 -->τῶν αὐτῶν, οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.  

Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων  

γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,  

ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,  

ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.  

<!-- 60 -->ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·  

τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα  

Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·  

Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.  

τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων  

<!-- 65 -->νυμφίον, ἐν μεγάρῳ μίαν οἴην παῖδα λιπόντα,  

Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν  

καί μιν ἔτισʼ ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,  

ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.  

ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν  

<!-- 70 -->ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο  

καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες  

δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.  

οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ,  

οἷσί τʼ ἐῢ φρονέῃσι, καὶ ἀνδράσι νείκεα λύει.  

<!-- 75 -->εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,  

ἐλπωρή τοι ἔπειτα φίλους ἰδέειν καὶ ἱκέσθαι  

οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.»  

ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη  

πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,  

<!-- 80 -->ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,  

δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς  

Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ  

ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.  

ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης  

<!-- 85 -->δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.  

χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,  

ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·  

χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·  

ἀργύρεοι δὲ σταθμοὶ ἐν χαλκέῳ ἕστασαν οὐδῷ,  

<!-- 90 -->ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.  

χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,  

οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι  

δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,  

ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.  

<!-- 95 -->ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα  

ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι  

λεπτοὶ ἐΰννητοι βεβλήατο, ἔργα γυναικῶν.  

ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο  

πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.  

<!-- 100 -->χρύσειοι δʼ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν  

ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,  

φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.  

πεντήκοντα δέ οἱ δμῳαὶ κατὰ δῶμα γυναῖκες  

αἱ μὲν ἀλετρεύουσι μύλῃσʼ ἔπι μήλοπα καρπόν,  

<!-- 105 -->αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν  

ἥμεναι, οἱά τε φύλλα μακεδνῆς αἰγείροιο·  

καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.  

ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν  

νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες  

<!-- 110 -->ἱστὸν τεχνῆσσαι· περὶ γάρ σφισι δῶκεν Ἀθήνη  

ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.  

ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων  

τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.  

ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθάοντα,  

<!-- 115 -->ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι  

συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.  

τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει  

χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ  

ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.  

<!-- 120 -->ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,  

αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.  

ἔνθα δέ οἱ πολύκαρπος ἀλῳὴ ἐρρίζωται,  

τῆς ἕτερον μέν θʼ εἱλόπεδον λευρῷ ἐνὶ χώρῳ  

τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,  

<!-- 125 -->ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν  

ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.  

ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον  

παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι.  

ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα  

<!-- 130 -->σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι  

πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.  

τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.  

ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.  

αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,  

<!-- 135 -->καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.  

εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας  

σπένδοντας δεπάεσσιν ἐϋσκόπῳ Ἀργεϊφόντῃ,  

ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.  

αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς  

<!-- 140 -->πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,  

ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.  

ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,  

καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.  

οἱ δʼ ἄνεω ἐγένοντο δόμον κάτα φῶτα ἰδόντες,  

<!-- 145 -->θαύμαζον δʼ ὁρόωντες· ὁ δʼ ἐλλιτάνευεν Ὀδυσσεύς·  

«Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,  

σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας,  

τούσδε τε δαιτυμόνας, τοῖσιν θεοὶ ὄλβια δοῖεν,  

ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος  

<!-- 150 -->κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ, ὅ τι δῆμος ἔδωκεν.  

αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι  

θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.»  

ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσι  

πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.  

<!-- 155 -->ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,  

ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν  

καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·  

ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν·  

«Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε  

<!-- 160 -->ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν·  

οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.  

ἀλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου  

ἕσσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον  

οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ  

<!-- 165 -->σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·  

δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.»  

αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,  

χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην  

ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,  

<!-- 170 -->υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,  

ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε.  

χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα  

καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,  

νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.  

<!-- 175 -->σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,  

εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.  

αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.  

καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·  

«Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον  

<!-- 180 -->πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ  

σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.»  

ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,  

νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.  

αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θʼ, ὅσον ἤθελε θυμός,  

<!-- 185 -->τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·  

«κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,  

ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.  

νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,  

ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες  

<!-- 190 -->ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσι  

ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς  

μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης  

πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται  

χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,  

<!-- 195 -->μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι  

πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα  

πείσεται, ἅσσα οἱ αἶσα κατὰ Κλῶθές τε βαρεῖαι  

γεινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.  

εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,  

<!-- 200 -->ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.  

αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς  

ἡμῖν, εὖθʼ ἕρδωμεν ἀγακλειτὰς ἑκατόμβας,  

δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.  

εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,  

<!-- 205 -->οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,  

ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.»  

τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·  

«Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε  

ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,  

<!-- 210 -->οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.  

οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀϊζὺν  

ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην·  

καὶ δʼ ἔτι κεν καὶ πλείονʼ ἐγὼ κακὰ μυθησαίμην,  

ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.  

<!-- 215 -->ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·  

οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο  

ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ  

καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,  

ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ  

<!-- 220 -->ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων  

ληθάνει, ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.  

ὑμεῖς δʼ ὀτρύνεσθε ἅμʼ ἠόϊ φαινομένηφιν,  

ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης,  

καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν  

<!-- 225 -->κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.»  

ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον  

πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.  

αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θʼ, ὅσον ἤθελε θυμός,  

οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,  

<!-- 230 -->αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,  

πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς  

ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.  

τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·  

ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα  

<!-- 235 -->καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·  

καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·  

«ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·  

τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;  

οὐ δὴ φῂς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;»  

<!-- 240 -->τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·  

«ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι,  

κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·  

τοῦτο δέ τοι ἐρέω, ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.  

Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·  

<!-- 245 -->ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψώ,  

ναίει ἐϋπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ  

μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.  

ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων  

οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ  

<!-- 250 -->Ζεὺς ἐλάσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.  

ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,  

αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης  

ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ  

νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ  

<!-- 255 -->ναίει ἐϋπλόκαμος, δεινὴ θεός· ἥ με λαβοῦσα  

ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε  

θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·  

ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.  

ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ  

<!-- 260 -->δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·  

ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,  

καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι  

Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.  

πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,  

<!-- 265 -->σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,  

οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.  

ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,  

ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα  

γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ,  

<!-- 270 -->δυσμόρῳ· ἦ γὰρ μέλλον ἔτι ξυνέσεσθαι ὀϊζυῖ  

πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,  

ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,  

ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα  

εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.  

<!-- 275 -->τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε  

νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ  

ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.  

ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,  

πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέϊ χώρῳ,  

<!-- 280 -->ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, εἷος ἐπῆλθον  

ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,  

λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.  

ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ  

ἤλυθʼ· ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο  

<!-- 285 -->ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα  

ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.  

ἔνθα μὲν ἐν φύλλοισι, φίλον τετιημένος ἦτορ,  

εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ·  

δύσετό τʼ ἠέλιος, καί με γλυκὺς ὕπνος ἀνῆκεν.  

<!-- 290 -->ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς  

παιζούσας, ἐν δʼ αὐτὴ ἔην εἰκυῖα θεῇσι.  

τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,  

ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα  

ἑρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.  

<!-- 295 -->ἥ μοι σῖτον δῶκεν ἅλις ἠδʼ αἴθοπα οἶνον  

καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.  

ταῦτά τοι, ἀχνύμενός περ, ἀληθείην κατέλεξα.»  

τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·  

«ξεῖνʼ, ἦ τοι μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε  

<!-- 300 -->παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν  

ἦγεν ἐς ἡμετέρου· σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.»  

τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·  

«ἥρως, μή μοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·  

ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,  

<!-- 305 -->ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,  

μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·  

δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.»  

τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·  

«ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ  

<!-- 310 -->μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.  

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,  

τοῖος ἐών, οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,  

παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι,  

αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,  

<!-- 315 -->εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει  

Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.  

πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐῢ εἰδῇς,  

αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ  

λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι  

<!-- 320 -->πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,  

εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης·  

τὴν γὰρ τηλοτάτω φάσʼ ἔμμεναι οἵ μιν ἴδοντο  

λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν  

ἦγον ἐποψόμενον Τιτυόν, Γαιήϊον υἱόν.  

<!-- 325 -->καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν  

ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.  

εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσίν, ὅσσον ἄρισται  

νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.»  

ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,  

<!-- 330 -->εὐχόμενος δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·  

«Ζεῦ πάτερ, αἴθʼ, ὅσα εἶπε, τελευτήσειεν ἅπαντα  

Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν  

ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.»  

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,  

<!-- 335 -->κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισι  

δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ  

πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,  

χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.  

αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·  

<!-- 340 -->αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,  

ὤτρυνον Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·  

«ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.»  

ὣς φάν· τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.  

ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς  

<!-- 345 -->τρητοῖσʼ ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·  

Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,  

πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: abe-abg`.
