---
title: Fourth Life
title_greek: Τέταρτος Βίος
author: Homer Life-anonymous
eul_wid: jho-ah
eul_aid: jho
canonical: "https://eulogikon.org/works/homer-fourth-life-jho-ah"
period: Hellenistic
dialect: Mixed Dialects
domain: Biography
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fourth Life

*Τέταρτος Βίος*

**Author:** Homer Life-anonymous

**eul_wid:** `jho-ah` · [HTML page](https://eulogikon.org/works/homer-fourth-life-jho-ah)

## Text

### 1

Ὅμηρος ὁ ποιητὴς υἱὸς ἦν κατὰ μέν τινας Μαίονος καὶ Ὑρνηθοῦς, κατὰ δ’ ἐνίους Μέλητος τοῦ ποταμοῦ καὶ Κριθηίδος νύμφης. ἄλλοι δ’ αὐτοῦ τὸ γένος εἰς Καλλιόπην τὴν Μοῦσαν ἀναφέρουσιν. φασὶ δ’ αὐτὸν Μελησιγένη ἢ Μελη σιάνακτα κεκλῆσθαι, τυφλωθέντα δ’ αὐτὸν ὕστερον Ὅμηρον κληθῆναι· οἱ γὰρ Αἰολεῖς τοὺς τυφλοὺς ὁμήρους καλοῦσιν. πατρίδα δ’ αὐτοῦ οἱ μὲν Σμύρναν, οἱ δὲ Χίον, οἱ δὲ Κολοφῶνα, οἱ δ’ Ἀθήνας λέγουσιν. περιιὼν δὲ τὰς πόλεις ᾖδε τὰ ποιήματα. ὕστερον δὲ Πεισίστρατος αὐτὰ συνή γαγεν, ὡς τὸ ἐπίγραμμα τοῦτο δηλοῖ· τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο, τὸν μέγαν ἐν βουλαῖς Πεισίστρατον ὃς τὸν Ὅμηρον ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον· ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης εἴπερ Ἀθηναῖοι Σμύρναν ἐπῳκίσαμεν. φασὶ δ’ αὐτὸν ἐν Ἴῳ τῇ νήσῳ διὰ λύπην ἀποκαρτερήσαντα τελευτῆσαι διὰ τὸ μὴ λῦσαι τὸ ζήτημα τὸ ὑπὸ τῶν ἁλιέων αὐτῷ προτεθέν. ὁ μὲν γὰρ ἐπιστὰς ἤρετο· ἄνδρες ἀπ’ Ἀρκαδίης ἁλιήτορες ἦ ῥ’ ἔχομέν τι; οἱ δ’ ἀπεκρίναντο· ὅσς’ ἕλομεν λιπόμεσθ’, ὅσα δ’ οὐχ ἕλομεν φερόμεσθα. ἐπιγέγραπται δ’ ἐν τῷ μνήματι αὐτοῦ ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: jho-ah`.
