---
title: "Scholia on the Iliad: Book IX"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, Θʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-aei
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-scholia-book-9-vta-aei"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:cf357b3ce38ae50455e1816796e87a3db8c8611a1dfcdd857a8e1883304aad72"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on the Iliad: Book IX

*Σχόλια εἰς Ἰλιάδα, Θʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-aei` · [HTML page](https://eulogikon.org/works/homer-comm-scholia-book-9-vta-aei)

## Text

Part of [Scholia on the Iliad](/works/homer-comm-scholia-vta-ae)

`9,7a.129?`

.......... [ ]α̣σ̣α.[ ] [ ] πεποιη[ ] [ ] .εναυτο̣[ ] [ ]ως λέγοντ̣α̣ [ ] τ̣α̣[ς γ]υ̣ναῖ̣κ̣α̣ς. ⸏μή ποτε τῆς] ε̣ὐνῆς ἐπιβήμεναι:

`9,7a.133`

οὐδεμίαν χ]ώραν ἔχει νῦν̣ τὸ

ἄρθρον τὸ τῆ]ς ἀλλʼ οὕτω λέγει

ἀν(τὶ) τοῦ τῆς τα]ύ̣της τῆς προδεδηλωμένης τῆ]ς Βρισ̣ηίδος ἐπιβῆ⸏ναι εὐνῆς.

`9,7a.141`

εἰ δ]έ κεν Ἄργος ἱκώμεθʼ Ἀχαιϊκόν, ο]ὖθαρ ἀρούρης: [ ]. τον [ ].[

.........

.......

⸏β̣[

ω.[

τα.[

του[

⸏το̣υ.  <span class="gap">…</span>

`9,7a.147`

πρὸς οἶκον Πηλῆος· ἐγὼ δ[' ἐπιμείλια δώσω:

μελ̣[

τω[

τω[

τω[

ελα[

τει̣[

καυ̣[

⸏πο[ ........

.......... [ ]ο̣υφο[

`9,7.447`

οἷον ὅτε πρ]ωτον λίπ[ον Ἑλλάδα: Φοῖνιξ ὁ Ἀμύ]ν̣τορος κα[ .......]εις ὑπὸ τ.[ .... ὅπω]ς μισῇ του[ ...... κ]α̣τὰ τοῦ Φο[ίνικος ....... γ]εννῆσαι̣[ .......]ς παραγει̣[ .......]σ̣μενως[ ........]τίθεται[

.........

`9.0a`

Λιτὰς μὲν τὴν ῥαψῳδίαν καλοῦσιν. ἐπειδὴ δὲ οἱ Τρῶες ἐκ παραδόξου νικῶσι βέλεσι Διός, οὐκ οἰκείᾳ δυνάμει, παντὶ πόνῳ τὴν τύχην φυλάττουσιν, παρεμβολὴν ἐπὶ τῷ ναυστάθμῳ ποιούμενοι. τοῖς δὲ Ἕλλησιν ἅπαντα δυσχερῆ, πρῶτα μὲν ἐν καιρῷ μὴ παρόντος ἀγαθοῦ συμμάχου, εἶτα καὶ μετὰ παράβασιν τοσοῦτον εὐτυχούντων τῶν Τρώων· εἶτα οἱ κεραυνοὶ τοῦ Διός. μάλιστα δὲ πάντων ὁ τὴν αἰτίαν ἔχων Ἀγαμέμνων ἄχθεται. ὅταν δὲ ἄλλων πραγμάτων ἄρχεσθαι μέλλῃ, παραγραφὰς ἐμβάλλει, ὡς οἱ νόμοι τῶν ἱστοριογράφων· μεταβαίνων γὰρ ἐπὶ τὰ Ἑλλήνων ἀπεκορύφωσε τὸν λόγον.

`9.0b`

ἡ Ι τῆς Ἰλιάδος ἐπιγράφεται Λιτή, ὅτι Ἀγαμέμνων Νέστορος συμβουλεύσαντος πρὸς τὸν Ἀχιλλέα ἄνδρας λίσσεσθαι ἔπεμψεν ἀρίστους, Φοίνικα Ὀδυσσέα Αἴαντα.

`9.1-2`

Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιούς ... ἔχε φύζα: ὅρα τὸ ἀντίθετον πῶς ἐδήλωσεν ἑνὶ ῥήματι, Τρῶες ἔχον, Ἀχαιοὺς ἔχε

ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: καλῶς εἶπεν· οἱ μὲν γὰρ Τρῶες—ὑπὸ τοῦ δέους.

`9.2a`

θεσπεσίη: ἡ βουλήσει θεῶν προγεγενημένη, ὡς καὶ ἀλλαχοῦ «ἢ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶν κακότητι».

`9.2b`

θεσπεσίη ἔχε φύζα, φόβου κρυόεντος ἑταίρη: φύζα σημαίνει τὴν μετὰ δέους φυγήν, ὅθεν καὶ «φυζακινῇς ἐλάφοισι»· νῦν δὲ ἔκπληξις. ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν. κρυόεις δὲ φόβος ὁ ψυχρός· τὸ θερμὸν γὰρ ἐπιλείπει τοὺς δεδιότας.

`9.2c`

ὀκρυόεντος: φρικτοῦ, φοβεροῦ· συμβαίνει γὰρ τοὺς δεδιότας συγκρούειν τοὺς ὀδόντας.

`9.3a`

πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι: οἱ μὲν ἄλλοι περὶ φυγήν, οἱ δὲ ἄριστοι ἐν πένθει· ἀνάξιον γὰρ Ἑλληνικῶν ἀρχηγῶν ἡ φυγή. μάλιστα δὲ αὐτῶν ἅπτονται αἱ συμφοραί, ἐπεὶ καὶ τὴν αἰτίαν τῶν κατορθωμάτων ἐπὶ τούτους ἀνάγομεν. τὸ μὲν οὖν βεβολήατο ἐπὶ ψυχῆς, τὸ δὲ «βεβλήατο» ἐπὶ σώματος.

`9.3b`

ἀτλήτῳ: ἀνυπομονήτῳ, ἀφορήτῳ.

`9.3c`

βεβολήατο: ὅτι ἔνιοι «βεβλήατο», καὶ Ζηνόδοτος οὕτως. ἐπὶ δὲ τῆς κατὰ ψυχὴν τρώσεως καὶ ἀλγηδόνος ἀεὶ τοῦτο τάττει, ἐπὶ δὲ τῆς κατὰ σῶμα πληγῆς οὐκέτι οὕτως. τὸ βεβολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ «πεφοβήατο δινήεντα» καὶ τὸ «ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν».

`9.4a1`

ὡς δʼ ἄνεμοι δύο: διττὰ γὰρ αὐτοὺς ἐλύπει, ἔκπληξις τῶν παρόντων καὶ δέος τῶν μελλόντων. οἱ δὲ «Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοί».

`9.4a2`

καὶ γὰρ καὶ τὰ τούτους λυποῦντα διττά, ἡ τῶν παρελθόντων ἔκπληξις καὶ δέος τῶν μελλόντων.

ὡς δʼ ἄνεμοι δύο: καλῶς δύο ἀνέμους παρέλαβεν—λύπης τε καὶ φόβου.

`9.4b1`

ἄνεμοι: ἡ Ἀριστοφάνειος «ἀνέμω» δυϊκῶς.

`9.4b2`

ὡς δʼ ἄνεμοι: ἢ ὡς Ἀριστοφάνης «ὡς δʼ ἀνέμω  <span class="gap">…</span> ἐλθόντʼ ἐξαπίνης».

`9.5-6a`

Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον ἐλθόντʼ ἐξαπίνης: ἤτοι συναπτέον ἄητον ἐλθόντʼ ἐξαπίνης, ἢ ὑποστικτέον ἀνυποκρίτως ἐπὶ τὸ ἄητον, ἵνʼ ᾖ τὸ ἑξῆς· Βορέης καὶ Ζέφυρος ἐξελθόντες ἐξαπίνης. πῶς δὲ ἀμφοτέρους —ἀπὸ Θρᾴκης πνεῖ.

`9.5-6b`

τώ τε Θρῄκηθεν ἄητον ἐλθόντʼ ἐξαπίνης: οἱ μὲν συνεκδοχικῶς, ὡς «ὅσοι βεβλήατο χαλκῷ». οἱ δὲ ὅτι οἰκητήριον τῶν ἀνέμων ἡ Θρᾴκη· εὐωχοῦνται γοῦν παρὰ Ζεφύρῳ ἐν Θρᾴκῃ· ἔστιν οὖν ἐλθόντε ἀπὸ Θρᾴκης ἄητον, ὅθεν ἑκάτερος εἴωθε πνεῖν. ἢ ὅτι ἡ τῶν Θρᾳκῶν γῆ σιγματοειδῶς κεῖται καὶ ἐπὶ πολὺ διήκει μέχρι τῆς δύσεως· ἀφʼ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον.

`9.5`

Ζέφυρος: ὁ τὰ πρὸς τὸ ζῆν φέρων· ἔαρος γὰρ ἄρχεται πνεῖν.

`9.6a`

ἐξαπίνης: σφοδρότεραι γὰρ αἱ αἰφνίδιοι τῶν ἀνέμων ἐμβολαί.

`9.6b1`

ἄμυδις: Νικίας καὶ Πάμφιλος δασύνουσι τὸ αμυδις, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον, καθότι, φασί, φιλεῖ πως τὰ ἀπὸ δασέων πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα «ἦμαρ», ἡδονὴ «ἦδος». πρόδηλον δὲ κἀκ τῆς συναλιφῆς· «πάντʼ ἄμυδις κεφαλῆς». ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο ὡς ὅτι τὸ «ἄλλυδις» καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τὸ υ ἐξηνέχθησαν. ἐχρῆν οὖν ἁμάδις τι εἶναι ὡς «χαμάδις». τροπὴ δὲ τοῦ α ἐγένετο εἰς τὸ υ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα.

`9.6b2`

ἄμυδις: ψιλωτέον τὸ ἄμυδις· Αἰολικὸν γὰρ καὶ πνεῦμα καὶ τόνον ἀνεδέξατο ὁμοίως τῷ «ἄλλυδις»·

`9.6c`

ἄμυδις: ἅμα τῷ πνεῦσαι τοὺς ἀνέμους.

`9.6d`

κελαινόν: μέλαν ἢ φοβερόν.

`9.7a`

πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν: τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις· διὸ καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ ἔξ· «παρὲκ μέγα τειχίον αὐλῆς». ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἔξ προθέσεως, ἔσθʼ ὅτε καὶ τῆς παρά· «ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον», «ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ». ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά, ἵνʼ ᾖ ἐξ ἁλός. ἄλλοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρʼ ἅλα φῦκος, καὶ τὴν ἔξ συντάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρʼ ἁλὶ φῦκος ἐξέχευαν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἔξ οὐ τρέπει τὸ ξ· «διὲξ σωλῆνος εἰς ἄγγος». Τυραννίων δὲ ἓν μέρος λόγου ἤκουσεν, ἵνʼ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδοτος ἐν δʹ· «πάρεξ τοῦ Σκυθικοῦ ἔθνους». παρὰ δὲ τῷ ποιητῇ τὸ παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις.

`9.7b`

παρέξ: δύο εἰσὶ προθέσεις. ἀμέλει καὶ τρέπεται τὸ ξ εἰς κ, «παρὲκ μέγα», «παρὲκ νόον», «παρὲξ ὁδοῦ», «παρὲξ εἴποιμι», «παρὲξ ἀγορευέμεν». τινὲς δὲ ἓν μέρος λόγου, ὅπερ ἐστὶν ἐπίρρημα. ἔστι δὲ καὶ πάρεξ, ὃ γενικῇ θέλει συντάσσεσθαι. μετὰ τὴν διά δὲ οὖσα ἡ ἔξ οὐδέποτε τρέπει τὸ ξ. τὸ δὲ ἑξῆς οὕτω· πολλὸν δὲ παρὰ τὴν ἅλα φῦκος ἐξέχευαν.

`9.7c`

ἔχευεν: διχῶς, καὶ διὰ τοῦ α.

`9.8`

ἐδαΐζετο: ἐταράσσετο, διεκόπτετο.

`9.9a`

ἄχεϊ μεγάλῳ: τῇ ἀλάλῳ λύπῃ. καὶ ἑξῆς· «ἷζον δʼ εἰν ἀγορῇ τετιηότες»· πένθους γὰρ ὄψιν γράφει τοῦ στρατοῦ.

`9.9b`

βεβολημένος ἦτορ: ὅτι πάλιν τὸ βεβολημένος τὸ διὰ τοῦ ο ἐπὶ ψυχῆς λέγει.

`9.11`

κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον: τὸ μὲν πλῆθος οὐ συνάγει, ἐπεὶ ἐν ταῖς δυσπραγίαις ὀργίζονται τοῖς ἄρχουσιν, ἐπʼ ἐκείνους τὴν αἰτίαν τῆς συμφορᾶς ἀναφέροντες, ἄλλως τε, εἰ μηδὲν δυστυχήσαντες οὕτω πρώην ἐδέξαντο τὴν φυγήν, πολλῷ μᾶλλον νῦν δυστυχήσαντες· κατʼ ὄνομα δὲ τοὺς ἀρίστους συνάγει, ἵνα μὴ ἔκπυστα γένηται τοῖς πολεμίοις τὰ πρασσόμενα, ἢ καὶ πρὸς τὸ μὴ ταράξαι τοὺς οἰκείους. οὐδὲ ἐν ταῖς δυσπραγίαις οὖν ἐξίσταται τῶν πρακτέων ὁ βασιλεύς.

`9.12a`

μηδὲ βοᾶν: ἀντὶ τοῦ μὴ βοᾶν δέ, ὡς «δόλῳ οὐδὲ βίηφιν» ἀντὶ τοῦ βίᾳ δὲ οὔ.

`9.12b`

μετὰ πρώτοισι πονεῖτο: ταὐτὰ ποιεῖ τοῖς κήρυξι πρὸς τὸ δυσωπεῖν ἐκείνους, καὶ εἰκότως· ἡ γὰρ συμφορὰ ταπεινοῖ καὶ τὰ μεγάλα φρονήματα.

`9.12c`

πονεῖτο: ὅτι τὸ πονεῖν ἀεὶ ἐπὶ τοῦ ἐνεργεῖν τίθησιν. νυκτὸς δὲ οὔσης—καλεῖ, ἵνα μή τις ταραχὴ γένηται.

`9.13`

τετιηότες: τετιμωρημένοι ἢ λυπούμενοι.

`9.14a`

ἵστατο δακρυχέων: ἵνα ἐλεεινὸς γεγονὼς μὴ καταλειφθῇ παρʼ αὐτῶν.

`9.14b`

ὥστε κρήνη μελάνυδρος: ὅτι Ζηνόδοτος γράφει «μετὰ δʼ Ἀργείοισιν ἔειπεν ὦ φίλοι Ἀργείων». περιῄρηκε δὲ πάντα τὰ κατὰ τὴν παράθεσιν ἀναγκαῖα δέ ἐστιν εἰς αὔξησιν.

μελάνυδρος: πολύυδρος. φύσει γὰρ—τὸ βάθος.

`9.15a`

αἰγίλιπος: ὑψηλῆς, ἣν καὶ αἲξ ἂν ἀπολίπῃ διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον· ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται. ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν.

`9.15b`

δνοφερόν: μέλαν. ἢ μετὰ δονήσεως φερόμενον· τῷ δὲ ψόφῳ ὁ στεναγμὸς εἴκασται.

`9.16a`

ὣς ὁ βαρὺ στενάχων: ὅτι τινὲς γράφουσιν «ὣς ὅγε δακρυχέων» διὰ τὸ ἀκαταλλήλως πρὸς τὰ δάκρυα τὸ στενάχων ἀποδεδόσθαι. ἔστιν δὲ ἐν τῷ στενάχειν καὶ δακρύειν ἀπὸ προηγουμένου νοούμενον.

`9.16b`

ὣς ὁ βαρὺ στενάχων: ἀλλʼ εἶπε «δάκρυ χέων ὥς τε κρήνη», εἰ μὴ λέγοις ὅτι διὰ τοῦ βαρέως στενάζειν τὸ δακρυχέειν δηλοῦται, ὡς τὸ «ἑζόμενοι λεύκαινον ὕδωρ».

`9.17a`

ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: ἡ διπλῆ, ὅτι ἐνθάδε οὕτως γραπτέον· πρὸς γὰρ τοὺς ἀρίστους, οὐ πρὸς τὸ πλῆθος ὁ λόγος. ὅταν δὲ ἀπόπειραν τῷ πλήθει προσάγῃ, προσφυέστερον γράφεται «ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος». διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμφασιν· ἑαυτῷ μὲν γὰρ προσφιλεῖς, Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει.

`9.17b`

ὦ φίλοι, Ἀργείων ἡγήτορες: οὐ πρὸς τὸ πλῆθος ἀποτείνεται, ἐπεὶ καὶ ἡγεμόνες μόνοι εἰσὶν οἱ παρόντες. τὴν μὲν πρώτην πεῖραν ὁ Ἀγαμέμνων σύμπαντος τοῦ πλήθους ἐποιεῖτο καὶ «ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος» ἔλεγεν. νῦν δὲ ταύτην δευτέραν πεῖραν εἰς τοὺς Ἀργείων ἡγεμόνας φέρει δεδοικὼς μὴ καὶ τούτων τὴν γνώμην ἡ γενομένη ἧττα καὶ ὁ παρὰ τοῦ Διὸς φόβος ἀνέτρεψεν· ὅτι γὰρ ἀποπειρωμένου καὶ ἡ σύνοδος αὕτη, δῆλον μὲν καὶ ἐξ ὧν Ἀγαμέμνων τὴν τοῦ Διομήδους ἐπίπληξιν φέρει οὐκ ἐνεγκὼν τὴν τοῦ κρείττονος Ἀχιλλέως δικαιολογίαν, δῆλον δὲ καὶ ἐξ ὧν ὁ Νέστωρ, ὡς τὴν τοῦ βασιλέως γνώμην ἐπιστάμενος, τὸν Διομήδην ἐπαινεῖ πρότερον ἐπιτιμήσας Ἀχιλλεῖ

`9.18a1`

μέγα: Ἀρίσταρχος σὺν τῷ ς «μέγας».

`9.18a2`

μέγα: σὺν τῷ ς «μέγας».

`9.18b`

μέγα: ὅτι μέγα δεῖ γράφειν ἀντὶ τοῦ μεγάλως ὡς «σάφα». ἀδόκιμος δὲ πάνυ ἡ μετὰ τοῦ ς, «μέγας».

`9.18c`

ἄτῃ ἐνέδησε: ἀπαλλάσσει τῶν κατηγοριῶν ἑαυτόν.

`9.19a`

ὃς πρὶν μέν μοι: Ἀρίσταρχος «ὃς τότε μέν μοι».

`9.19b`

ὃς πρὶν μέν μοι: ὅτι νῦν οὕτως γραπτέον «ὃς τότε μέν μοι»· ἀναφέρει γὰρ ἐπὶ τὸ πρώην κατὰ τὸν ὄνειρον. ἐν ἐκείνοις μέντοι «ὃς πρὶν μέν μοι»· χρόνια γὰρ ἐσήμαινε τὰ κατὰ τὴν πρώτην ἔξοδον τῶν Ἑλλήνων.

`9.19c1`

ὃς πρὶν μέν μοι: «ὃς τότε μέν μοι» οὕτως Ἀρίσταρχος· ὅτε τὸν ὄνειρον ἔπεμψεν. ἐκεῖ δὲ «πρίν» διὰ τὸ «ἀστράπτων ἐπιδέξια». γράφεται δὲ καὶ ἐνταῦθα ὃς πρὶν μέν μοι.

`9.19c2`

τότε δέ μοι, φησίν, ὑπέσχετο καὶ κατένευσε τὴν Ἴλιον ἐκπορθήσαντα ἀναστρέψαι, ὅτε αὐτῷ ἐν Αὐλίδι τὰς θυσίας ἐποιοῦμεν καὶ τὸ τέρας ἡμῖν ὑπέφηνεν ἀκριβῶς.

`9.21`

καί με κελεύει: κελεύει διὰ τοῦ κεραυνοῦ

`9.23-5a`

οὕτω που Διῒ μέλλει—τοῦ γὰρ κράτος ἐστὶ μέγιστον: παρὰ Ζηνοδότῳ οὐκ ἐφέροντο. καὶ Ἀριστοφάνης δὲ ἠθέτει.

`9.23-5b`

οὕτω που Διῒ μέλλει—τοῦ γὰρ κράτος ἐστὶ μέγιστον: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ Ἀποπείρᾳ νῦν δὲ οὐκ ἀποπειρᾶται, ἀλλὰ περὶ ἀποστάσεως ἀληθῶς λέγει ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν.

`9.25a1`

ἠδʼ ἔτι καὶ λύσει: ὑπόψυχρον διστάζειν περὶ τῆς ἁλώσεως τῆς Τροίας ἐν τοιαύτῃ περιστάσει ὄντα.

`9.25a2`

ὑπόψυχρόν ἐστι τὸ διστάζειν περὶ τῆς ἁλώσεως Τροίας ἐν τοιαύτῃ δεινῇ συγκεκλεισμένον τῇ περιστάσει.

`9.26-31`

ἀλλʼ ἄγεθʼ—ἀγαθὸς Διομήδης: ὅτι Ζηνόδοτος ἦρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον, ἀλλʼ ἕνεκα τοῦ κατʼ ἄλλους τόπους φέρεσθαι. τοιοῦτος δέ ἐστιν ἐπὶ τῶν διφορουμένων. τὴν δὲ συνέπειαν οὕτως ποιεῖ· «δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. ἤτοι ὅγʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο θυμὸν ἀχεύων. τοῖσι δʼ ἀνιστάμενος μετέφη κρατερὸς Διομήδης».

`9.29a`

ἀκήν: ἄγη τίς ἐστιν· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ «βῆ δʼ ἀκέων» ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχή τίς ἐστι παρὰ τὴν ἀχανίαν, «οὔτʼ ἄν τι χανεῖν δέον», ὅθεν καὶ «προχάνα»

`9.29b`

ἀκὴν ἐγένοντο: τὸ εὐσταθὲς καὶ ἐν ταῖς συμφοραῖς τῶν Ἀχαιῶν δεδήλωται.

`9.30`

δὴν δʼ ἄνεῳ ἦσαν: οὔτε γὰρ μένοντες χρηστὴν εἶχον ἐλπίδα οὔτε φεύγειν εὐκλεὲς ἡγοῦντο. ἅμα δὲ καὶ τὴν προτέραν πεῖραν εἰδότες ὑποπτεύουσι, τίς ὁ νοῦς τοῦ λέγοντος. ἔοικε δὲ αὐτὸς ὁ ποιητὴς διστάζειν, τίνα ἀντιτάξει τῇ ῥητορείᾳ Ἀγαμέμνονος εὖ ἐχούσῃ καὶ κηδεμονικῶς.

`9.31`

ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης: οἰκεία Διομήδους ἡ ῥητορεία· τὸν γὰρ παραιβάτην Ἕκτορος ἐφόνευσε τὴν σώσασαν Ἀλέξανδρον ἔτρωσε τοὺς Αἰνείου ἵππους ἔλαβε χρύσεα ὅπλα ἔσχεν Ἰδαίῳ μόνος ἀντεῖπε τοὺς κεραυνοὺς μόνος ὑπέμεινεν ἔφυγεν ὕστερος ὑπέστρεψε πρῶτος ὀνειδισθείς τε ὑπὸ Ἀγαμέμνονος εὐκαίρως αὐτῷ νῦν ἀντονειδίζει μετὰ τὴν ἀριστείαν, ἀρετῇ δὲ καὶ θυμῷ καὶ φιλοδοξίᾳ παρώξυνται. εἰ δὲ ἦν γέρων, ἐδόκει ἐκγελᾶν ἀλλοτρίους πόνους· εἰ δὲ ἀσύνετος ἐτύγχανεν, ὑπωπτεύετο πάντως τῆς ἀσφαλείας καταφρονῶν.

`9.32a`

μαχήσομαι: Ἀρίσταρχος διὰ τοῦ η, μαχήσομαι.

`9.32b1`

σοὶ πρῶτα μαχήσομαι: δῆλον ὡς καὶ τοῖς ἄλλοις μέμφεται ὡς συναινοῦσι τῇ φυγῇ διὰ τοῦ σιωπᾶν. μάχην δέ φησι τὴν ἐναντίωσιν τοῦ λόγου.

`9.32b2`

εἰπὼν τὸ πρῶτα δηλοῖ ὡς καὶ τοῖς ἄλλοις ἐπιμέμφεται τῇ φυγῇ διὰ τῆς σιωπῆς συναινοῦσι. μάχην δέ φησι τὴν τοῦ λόγου ἐναντίωσιν.

`9.33a`

ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ: ὡς νόμος ἐστὶν—ἐν δημοκρατίᾳ. ἐπὶ δὲ τὸ ἀγορῇ στικτέον, ὡς νόμος ἐστὶν ἐκκλησίας μετὰ παρρησίας λέγειν. Σέλευκον μέντοι φασὶν ἐπὶ τὸ ἄναξ διαστέλλειν.

`9.33b`

  
ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς:  
προδιόρθωσις, ἐπειδὴ σφοδρότερον αὐτοῦ μέλλει καθάπτεσθαι ὡς ἐφιεμένου μὴ ἄλλοτε, ἐν δὲ ταῖς ἐκκλησίαις ἀντιλέγειν τοῖς βασιλεῦσιν. προπαραιτεῖται δὲ τὴν ὀργήν, ἀξιῶν δέξασθαι τὴν πρὸς τὸ συμφέρον ἀλήθειαν καὶ δηλῶν ὡς τοῖς εἰρημένοις, οὐκ αὐτῷ ἀπέχθεται.

`9.33c1`

ἣ θέμις ἐστὶν ... ἀγορῇ: τὸ παρρησιάζεσθαι τὸ δοκοῦν.

`9.33c2`

θέμις δὲ τῆς δημηγορίας τὸ τὸ δοκοῦν παρρησιάζεσθαι.

`9.33d1`

σὺ δὲ μή τι χολωθῇς: ἀξιοπίστως. εἰ καὶ οἶδε καταθύμια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ «στυγέει δὲ καὶ ἄλλος».

`9.33d2`

εὖ δὲ καὶ τὸ μή τι χολωθῇς ἀξιοπίστως εἰρημένον· εἰ γὰρ καὶ οἶδε τὰ καταθύμια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ «στυγέει δὲ καὶ ἄλλος».

`9.34a`

ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν: ὅτι τῶν κατὰ τὴν ἐπιπώλησιν πληκτικῶς εἰρημένων μέμνηται.

`9.34b1`

ἀλκὴν μέν μοι πρῶτος ὀνείδισας ἐν Δαναοῖσιν: πρῶτος ἀντὶ τοῦ εἷς καὶ μόνος. ὃν δὲ βαρύτατα φέρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον ἔρρηξε φωνήν· ὁ θυμὸς γὰρ καὶ ἡ φιλοδοξία τοιοῦτον· παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ παρρησίαν πρῶτος εἰσήγαγεν.

`9.34b2`

οὐ «πρῶτον», ἀλλὰ πρῶτος. δηλοῖ δὲ τὸ μόνος, οἷον μετὰ σεαυτοῦ μὴ ἔχων ἕτερον· οὐ γὰρ τίς με, φησί, καὶ ἄλλος ὕβρισεν, ἀλλὰ σὺ πρῶτος ἤτοι μόνος αὐτὸς καὶ τέλος καὶ ἀρχή. ὃν δὲ βαρύτατα φέρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον ἔρρηξε φωνήν· ἐκ γὰρ θυμοῦ καὶ φιλοδοξίας τὰ συμβουλευόμενα παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ παρρησίαν πρῶτον εἰσήγαγεν. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας: περὶ τῆς δυνάμεώς μου ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενεστάτου. ἤτοι δὲ ἐν—πτώσσεις;

`9.34c`

ἐν Δαναοῖσι: τὸ ἐν Δαναοῖσιν ἴσως τις ἀξιώσει τοῖς ἑξῆς συνάπτειν. ἀλλʼ οὐ κατεπείγει.

`9.36a`

ἠμὲν νέοι ἠδὲ γέροντες: οὕτως Ἀρίσταρχος ἠμὲν νέοι ἠδὲ γέροντες. γράφεσθαι δέ φησι καὶ «ἡγήτορες ἠδὲ μέδοντες».

`9.36b`

ἠμὲν νέοι ἠδὲ γέροντες: ὅτι Ζηνόδοτος γράφει «ἡγήτορες ἠδὲ μέδοντες». βέλτιον δὲ καθολικώτερον γεγράφθαι· καταλείπεται γὰρ ἐν πᾶσιν ἡ δόξα τἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθʼ ἡλικίαν, ἐπεὶ μικρῷ πρότερον τὸν Νέστορα αὐτὸς ἐσεσώκει ἐν τῷ πολέμῳ

`9.36c`

ἠμὲν νέοι ἠδὲ γέροντες: ἀνεπαχθῶς διὰ τὸ σῶσαι Νέστορα· διό φησι· «πολέμῳ ἔνι καρτερός ἐσσι». νέοι δὲ διὰ τὸν Σθένελον· ὅτι δὲ ἡνίοχος ἦν τοῦ Διομήδους καὶ τὰς ἀριστείας ἑώρα αὐτοῦ· καὶ γάρ φησι· «μήτι φόβον δʼ ἀγόρευε».

`9.37a`

σοὶ δὲ διάνδιχʼ ἔδωκε: τὴν τιμὴν εἰς δύο διελὼν καὶ μερίσας τὸ ἕτερόν σοι ἔδωκε· λέγει δὲ τὸ βασιλεύειν.

`9.37b`

διάνδιχα: διῃρημένως τὸ ἕτερον τῶν δυεῖν, οὐχ ἑκάτερον.

`9.38`

σκήπτρῳ μέν τοι: προθεραπεύει μέλλων ὡς δειλοῦ καθάπτεσθαι.

`9.39a`

ἀλκὴν δʼ οὔ τοι δῶκεν: καὶ Ἀχιλλεὺς ταῦτα ὀνειδίζει οὐ πειστέοι δὲ ἀντιπολιτευόμενοι· τὰ δὲ ἀπαθῆ τῶν προσώπων ἱκανὰ πρὸς μαρτύρησιν, «ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής» καὶ «ἢ αὐτὸν βασιλῆα».

`9.39b`

ὅ τε κράτος ἐστὶ μέγιστον: τὸ ἄμφω κεκτῆσθαι, ὡς οὐ τέλειος εἴη βασιλεὺς ὁ μὴ ἔχων τὰ δύο· καὶ ὅτι ἡ μὲν δύναται βασιλείαν περιποιεῖν, ἡ δὲ βασιλεία πρὸς κτῆσιν ἀλκῆς ἀδύνατος. δύο δέ εἰσι, τὸ μὲν ἐκ τύχης, τὸ δὲ ἐξ ἀρετῆς, ὅπερ ἀποδέχεται ὁ ποιητής, ὡς μὴ δεήσοντος πόνου.

`9.39c`

ὅ τε: τὸ ὅ τε ἀντὶ τοῦ ὅπερ.

`9.40`

δαιμόνιʼ: εὔκαιρος ὁ ἔπαινος διὰ τὰ εἰρημένα κατʼ αὐτοῦ.

`9.41`

καὶ ἀνάλκιδας ὡς ἀγορεύεις: προενεχυριάζων αὐτῶν τὴν ἀλκήν φησιν.

`9.43-5`

ἔρχεο· πάρ τοι ὁδός <span class="gap">…</span> ἀλλʼ ἄλλοι μενέουσι: πικρὰ μὲν τῷ ἀκούεσθαι, ἥδιστα δέ ἐστι τῷ νοεῖν· ταῦτα γὰρ ἀκούειν ἐθέλει Ἀγαμέμνων παρὰ τῶν Ἀχαιῶν ὡς ἐθελονταὶ τὸν κίνδυνον ἀναδέχονται ὡς δημοκρατούμενοι, οὐ βιαζόμενοι.

`9.43a`

πάρ τοι ὁδός: εὐμαρής ἐστί σοι ὁδός.

`9.43b`

νῆες δέ τοι ἄγχι θαλάσσης: ὅτι ἀπὸ κοινοῦ τοῦ πάρ τοι ὁδός τὸ πάρεισί σοι· ὅπερ οὐ συνέντες τινὲς προστεθήκασι τὸν ἑξῆς.

`9.44a`

  
ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί:  
ἀθετεῖται, ὅτι περισσός ἐστι καὶ μὴ προσκειμένου αὐτοῦ ἐμφαντικώτερος ὁ λόγος γίνεται· ἐφορμοῦσιν αἱ νῆες πορευσόμεναι. οἱ δὲ γράφουσιν «νῆες μέν τοι ἀμφιέλισσαι» ὥστε παντελῶς ἀποκρίνεσθαι τὸν στίχον.

`9.44b`

αἵ τοι ἕποντο Μυκήνηθεν: τούτων γὰρ ἄρχει μόνων, οὐχ Ἑλλήνων. πῶς δὲ οὐκ αἰσχρὸν ἐλθόντα πολλῷ στόλῳ μάταιον ὑποχωρεῖν;

`9.45`

ἀλλʼ ἄλλοι μενέουσι: ῥητορικῶς προενεχυριάζει αὐτῶν τὴν γνώμην.

`9.46-7a1`

εἰ δὲ καὶ αὐτοί φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν: ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζήτηται. καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν ὑποστίζοντες ἐπὶ τὸ αὐτοί. οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ «ἐπέσσυται ὥστε νέεσθαι», εἶτα φευγόντων σὺν νηυσί ἀντὶ τοῦ φευγέτωσαν. ἄμεινον δὲ ὑφʼ ἓν ἀναγινώσκειν, εἰ δὲ καὶ αὐτοί φευγόντων, στίζειν δὲ ἐπὶ τὸ γαῖαν, ἵνα λέγηται μὲν ἀποφαντικῶς, τὸ δὲ λεγόμενον τοιοῦτον ᾖ· «ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδας»· εἴρηται γὰρ ὡς ὁ εἴ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικήν, ὡς ἐκεῖ «ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν» τοῦ εὐκτικοῦ ἀντὶ προστακτικοῦ κειμένου, ὡς κἀκεῖ «ἐξελθών τις ἴδοι» ἀντὶ τοῦ ἰδέτω· ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία. τάχα δὲ καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς παρακελευστικὸν ἐπίρρημα εἶα ἀπὸ τούτου γέγονε περιττεύοντος τοῦ α. ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιρρήματι· «εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε»· οὐδὲν γὰρ πλέον τοῦ ἄγε δή. καὶ ἐνθάδε «ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν».

`9.46-7a2`

τὸ εἴ παρακελευστικόν φησιν ὁ Νικάνωρ. ὡς τὸ «εἰ δὲ σὺ μέν μευ ἄκουσον», «ἀλλʼ εἴ τις καλέσειε», «εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε»· φησὶν οὖν «ἄγε δὴ καὶ αὐτοὶ φευγέτωσαν· ἐγὼ γὰρ καὶ Σθένελος μαχούμεθα»

`9.46-7b`

ἄλλως· εἰ δὲ καὶ αὐτοί φευγόντων: ὑποστικτέον εἰς τὸ αὐτοί, καὶ λείπει τὸ θέλουσι φυγεῖν. ἢ κοινὸν τὸ «ἐπέσσυται ὥστε νέεσθαι.» κομματικῶς δὲ εἶπε μιμούμενος τὸν θυμούμενον.

`9.47a`

φευγόντων: ὅτι Ἀττικῶς ἀντὶ τοῦ φευγέτωσαν.

`9.47b`

φευγόντων: αἰσχρῷ ὀνόματι αὐτὸ εἶπεν.

`9.48a1`

ἐγὼ Σθένελός τε μαχησόμεθʼ: οὐκ ἐδίστασε προτρεπόμενος.

`9.48a2`

προτρεπόμενος αὐτοὺς οὐκ ἐδίστασεν, ἀλλὰ προθύμως φθέγγεται ταῦτα.

`9.49`

σὺν γὰρ θεῷ εἰλήλουθμεν: τῶν λόγων τὸ ὑψηλὸν τῇ θείᾳ ῥοπῇ λύει. ἔστι δὲ ὅμοιον τῷ «πειθόμενοι τεράεσσι θεῶν».

`9.50-1`

ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες— μῦθον ἀγασσάμενοι: θαυμαστὴ τῶν λόγων ἡ δύναμις συγχέουσα καὶ διαστέλλουσα τὴν ψυχήν.

`9.52a`

τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν: «τοῖσι δὲ καὶ μετέειπε Γερήνιος».

`9.52b`

μετεφώνεεν ἱππότα Νέστωρ: καλῶς μετὰ τὸ μαθεῖν τὴν γνώμην τῶν Ἀχαιῶν ἐπάγει τὸν λόγον ὁ Νέστωρ.

`9.52c`

μετεφώνεεν <span class="gap">…</span> Νέστωρ: ἡ σιωπὴ Ἀγαμέμνονος ἀπόπειραν δευτέραν ἔχει τῶν Ἑλλήνων. οὔτε δὲ ἀντιπράσσει Διομήδει — θυμήρη γὰρ εἶπεν — οὔτε ὡς ἡδόμενος συναινεῖ, ἵνα μὴ πρὸς τὸ μέλλον ἄπιστον ἑαυτὸν καταστήσῃ τοιοῦτόν τι τεχνάσασθαι.

`9.53-4a1`

περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι καὶ βουλῇ παρὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος: οἷς ἀμφοῖν ἐλοιδόρησε τὸν βασιλέα, τούτοις αὐτὸν προὔχειν φησίν, ἀλλʼ οὐκ ἄκρως· οὔτε γὰρ «καρτερώτατος» εἶπεν, ἵνα μὴ τοὺς ἄλλους τοὺς τῆς ἀνδρίας ἀντιποιουμένους λυπήσῃ, ἀλλὰ μετὰ πάντας ὁμήλικας, ἵνα μὴ τοὺς πρεσβυτέρους ἀνιάσῃ. ἄλλως τε καὶ ἀνατρέψαι αὐτοῦ τὸν λόγον βούλεται· διὸ οὐ συνετώτατον αὐτὸν καλεῖ.

`9.53-4a2`

οἷς ἀμφοῖν τὸν βασιλέα ἐλοιδόρησε, τούτοις αὐτὸν προὔχειν εἰπών, ἀλλʼ οὐ καθʼ ὑπεροχήν· οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὐδὲ συνετώτατον.

`9.53`

περί: ὅτι τὸ περί ἀντὶ τοῦ περισσῶς.

`9.55a1`

οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται: δύο γὰρ ἀκυροῦσι λόγον, ἐναντίωσις καὶ μέμψις.

`9.55a2`

δύο γὰρ τὰ ἀκυροῦντα πάντα, ἥ τε τῶν λόγων ἐναντίωσις καὶ ἡ μέμψις.

οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται: οὐδείς σου τὸν λόγον —κἀκεῖνος εἰσηγεῖται.

`9.56-7`

οὐδὲ πάλιν ἐρέει— ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης: ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι λέγειν «ἐμὸς ἂν παῖς εἴης» κατὰ τὴν ἡλικίαν. πρὸς ἐπιτίμησιν τοῦ πολέμου. τὸ δὲ πάλιν οὐκ ἔστιν ἐκ δευτέρου, ὡς ἡμεῖς, ἀλλʼ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ, ἐναντίως.

`9.56`

οὐδὲ πάλιν ἐρέει. ἀτὰρ οὐ τέλος ἵκεο μύθων: οὐδὲ ἀντερεῖ. τὸ δὲ τέλος οὐκ ἐπέθηκας τοῖς λόγοις.

ἀτὰρ οὐ τέλος ἵκεο μύθων: οὐ μὴν τέλος—ἅτινα αὐτὸς ἀναπληροῖ.

`9.57-8`

ἦ μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης ὁπλότερος γενεῆφιν: ἡ συνήθεια στίζει μετὰ τὸ ἐσσί, τὸ δὲ ἑξῆς συνάπτει. ἐπεὶ δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν ἦ μὴν καὶ νέος ἐσσὶ ὁπλότερος γενεῆφι, δῆλον ὅτι τὰ διὰ μέσου λεγόμενα ἐμὸς δέ κε καὶ πάϊς εἴης τῆς ἐοικυίας διορθώσεως τεύξεται.

`9.57a`

ἦ μήν: διὰ τοῦ ε αἱ Ἀριστάρχου, «ἦ μέν».

`9.57b`

νέος ἐσσί: ἀπολογεῖται τοῦ μὴ τελέσαι τὸν λόγον.

`9.57c`

ἐμὸς δέ κε καὶ πάϊς εἴης: τῷ τῆς συγγενείας ὀνόματι τὴν ἐξ αὐτοῦ ἐπισπᾶται εὔνοιαν.

`9.58a1`

ὁπλότατος: γράφεται «ὁπλότερος».

`9.58a2`

ὁπλότερος: γράφεται «ὁπλότατος».

`9.58b`

ἀτὰρ πεπνυμένα βάζεις: ὁρᾷς ὅσοι οἱ ἔπαινοι· σχεδὸν γὰρ αὐτῷ ἀπονέμει τὸ πᾶν τῆς συμβουλῆς, ὀλίγα αὐτὸς προσθήσειν ἐρῶν.

`9.58-9a1`

ἀτὰρ πεπνυμένα βάζεις Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες: τὸ Ἀργείων βασιλῆας δύναται καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ τοῖς ἑξῆς. καὶ τὸ αὐτὸ μὲν σχῆμα ἐν ἀμφοτέροις· τοὺς Ἀργείων βασιλεῖς εἶπεν ἢ περὶ βασιλέων ἢ εἰς βασιλεῖς. εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο, γίνεται βασιλεῖς βάζεις, εἴτε τοῖς ἑξῆς, γίνεται βασιλεῖς ἔειπες.

`9.58-9a2`

τοῦτο ἀμφοῖν δύναται συνάπτεσθαι.

`9.60`

ὃς σεῖο γεραίτερος: ἀνεπιφθόνως οὐ τὴν σύνεσιν, ἀλλὰ τὴν ἡλικίαν προβάλλεται, διὰ ταύτης κρεῖσσον ἔχειν ἀξιῶν, οὐ λογιώτερον.

`9.61a`

διΐξομαι: διελεύσομαι τὰ πράγματα ἀπʼ ἀρχῆς μέχρι τέλους.

`9.61b1`

διΐξομαι: δασυντέον τὸ διΐξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο. ἐπιφέρει γοῦν «ἀτὰρ οὐ τέλος ἵκεο μύθων».

`9.61b2`

δασυντέον δὲ τὸ διΐξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο ἀντὶ τοῦ «διεξέλθω πάντα».

`9.61c`

ἐξείπω καὶ πάντα διΐξομαι: πρὸς τὸ «ἀτὰρ οὐ τέλος ἵκεο μύθων».

`9.61-2`

οὐδέ κέ τίς μοι μῦθον ἀτιμήσει οὐδὲ κρείων Ἀγαμέμνων: πρὸς τὸ μὴ ἀντειπεῖν Διομήδην τοῖς λεχθησομένοις. οἶδε δὲ Ἀγαμέμνονα εἰπόντα «εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν».

`9.63-4`

ἀφρήτωρ—ὀκρυόεντος: ὁ μὲν μένειν παρήγγειλεν, ὁ δὲ τοὺς συμμάχους ὁμονοοῦντας ἔχει. διδάσκει δὲ ὡς εἶναι μὲν πολεμικὸν δεῖ, διʼ ὧν φησιν «οἷς οὔτι μέλει πολεμήϊα ἔργα», οὐ μὴν φιλοπόλεμον· ἀνατρέπει γὰρ τοῦτο πᾶσαν πολιτείαν. Διομήδης δὲ νῦν μὲν οὐκ ἀντεῖπεν, ἵνα μὴ ἀφρήτωρ δοκῇ. ὅτι δὲ οὐκ ἠρέσθη τῇ γνώμῃ, δηλοῖ διὰ τοῦ «μὴ ὄφελες λίσσεσθαι». καὶ τὸ μὲν κεφάλαιον τῆς συμβουλῆς ἐπὶ τοῦ πλήθους εἶπεν, μὴ ὑπέρθηται τὰς λιτὰς ὁ Ἀγαμέμνων, τὸ δὲ κατὰ μέρος ἐπὶ τῶν δείπνων καὶ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ, τῶν ῥητόρων συμβουλευόντων πλεῖν ἐπὶ Ἀσίαν, ἔλεγε πρῶτον διαλλάσσειν τὰς Ἑλληνίδας πόλεις καὶ κοινῇ τὴν ὁρμὴν ποιεῖσθαι. διὰ δὲ τῆς τῶν ὀνομάτων ὑπερβολῆς δυσωπεῖ Ἀγαμέμνονα, μηδὲ βασιλέα ἔσεσθαι αὐτὸν καλὸν στρατοῦ, ἀλλʼ οὐδὲ κοινῆς ἑστίας, εἰ ἀντείποι ταῖς λιταῖς.

`9.63a`

ἀφρήτωρ: κοινῶς ὁ φρατρίας καὶ συγγενείας μὴ μετέχων, ἀπάνθρωπος.

ἀφρήτωρ: ἄπολις καὶ συγγένειαν οὐκ ἔχων· φρατρία γὰρ ἡ συγγένεια. κυρίως δέ ἐστι τρίτον μέρος φυλῆς.

`9.63b1`

ἀθέμιστος: θηριώδης, ἄνομος, ὅπου καὶ Κύκλωπες θεμιστεύουσι «παίδων ἠδʼ ἀλόχων», οἱονεὶ τὸ περὶ τὴν συγγένειαν φυλάσσουσι δίκαιον.

`9.63b2`

ἄδικος καὶ ἄνομος καὶ θηριώδης, ὅπου καὶ οἱ Κύκλωπες θεμιστεύουσι καὶ νόμοις χρῶνται τοῖς τῶν θεῶν.

`9.63c`

ἀνέστιος: ὁ γὰρ ἑστίαν νέμων καὶ βίον ἑδραῖον τιμῶν τῆς πρὸς τοὺς οἰκείους ἀπέχεται στάσεως· ἐπιδήμιος γὰρ πόλεμος ὁ ἐμφύλιος.

`9.64`

ἔραται: ἐπιθυμεῖ. ἡ λέξις Ἰωνική.

`9.65`

ἀλλʼ ἤτοι νῦν μέν—μελαίνῃ: τοῦ καιροῦ στοχάζεται καὶ προδείξας τὸ ὠφελοῦν σιωπᾷ τέως τὴν θεραπείαν.

`9.66a`

δόρπα τʼ ἐφοπλισόμεσθα: ἄξιον γὰρ προνοεῖν τῆς θεραπείας τοῦ σώματος τοὺς κάμνοντας. οἱονεὶ δὲ ὅπλα τῆς μάχης ποιησώμεθα τὰ δόρπα.

`9.66b`

φυλακτῆρες: Ἀρίσταρχος διὰ τοῦ α «φυλακτῆρας», τοὺς φύλακας.

`9.67a`

λεξάσθων: διαταγήτωσαν.

`9.67b`

λεξάσθων: ὅτι ἀντὶ τοῦ λεξάσθωσαν.

`9.67c`

παρὰ τάφρον: γράφεται καὶ «περὶ τάφρον».

`9.67d`

τείχεος ἐκτός: ἵνα ὁρμώμενοι τοῖς πολεμίοις καταπλήσσοιεν αὐτούς, ἔσω δὲ ὄντες τῆς τάφρου ἀσφαλῶς ὦσιν.

`9.69`

ἄρχε: ἀντὶ τοῦ σύναγε ἡμᾶς.

`9.70a`

  
δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές:  
ἔθος μὲν ἦν. ἀλλʼ οἴεται αὐτὸν παραλείψειν τῇ ἐπιπλήξει τὸ ἔθος. ἄριστος δὲ ὁ καιρὸς ἐπὶ ὀλίγων, ἔνθα τὸν ἔλεγχον προσδέξεται· νῦν μὲν γὰρ οἱ τῶν Ἀργείων ἡγήτορες καὶ μέδοντές εἰσι συνειλεγμένοι, ἐπὶ δὲ τὸ δεῖπνον οἱ γέροντες μόνοι συνάγονται, ἐφʼ ὧν ἤνεγκεν ἂν τὴν τοῦ γέροντος παρρησίαν ὁ Ἀγαμέμνων. καὶ ἄλλως· ἐν οἴνῳ ῥᾴους ἑαυτῶν ἐσμεν, ἥ τε ὁμοτράπεζος κοινωνία πάντας φίλους ποιεῖ· διὸ καὶ Πέρσαι μεθύοντες συμβουλεύονται, νήφοντες δʼ ἐπικρίνουσιν. καὶ τὸ μὲν πλῆθος ἀπαλλάσσει χρηστὰς ὑπογράψας ἐλπίδας περὶ τῶν λιτῶν, οὐ μὴν ἀναγκάσας ἐπʼ αὐτῶν τὸν βασιλέα ἀντιφωνῆσαι περὶ τῶν δώρων· πιέζοντος γὰρ ἦν τὸν καιρόν. καὶ ὁ Ῥοδίων δὲ νόμος κελεύει ταῖς μεγίσταις ἀρχαῖς συσσιτεῖσθαι τοὺς ἀρίστους, περὶ τῶν ἕωθεν πρακτέων βουλευομένους.

`9.70b`

δαίνυ δαῖτα γέρουσι: παρασκεύαζε τὴν εὐωχίαν τοῖς ἐντίμοις ἢ ἐφʼ ἑστίασιν ἄγε τοὺς πρωταγωνιστάς.

`9.71`

πλεῖαι: ὅτι πλεῖαι ἀντὶ τοῦ πλήρεις. πρὸς τὸ «παρῴχηκεν δὲ πλέω νύξ» ἀντὶ τοῦ πλήρης.

`9.72`

ἠμάτιαι: ἀνὰ ἑκάστην ἡμέραν ἢ διὰ μιᾶς ἡμέρας.

`9.73a1`

ὑποδεξείη, πολέεσσι δʼ ἀνάσσεις: ὑποδεξείη ὡς «Ἀργείη». τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι κοινὸν ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία. ταῦτα ἐν τῇ Προσῳδίᾳ. ἐν μέντοι τῇ Καθόλου οὕτως· «“πᾶσά τοί ἐσθʼ ὑποδεξίη” ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν γραφὴν ποιοῦνται». καὶ οὕτως ἔχει ἡ τῶν ἀντιφάνους παράδοσις. αἱ δὲ Ἀριστάρχου οὕτως εἶχον διὰ τοῦ γάρ, «πολέσιν γὰρ ἀνάσσεις». ἔχει δέ τι Ὁμηρικὸν καὶ ἡ διὰ τοῦ δέ.

`9.73a2`

Ἀρίσταρχος «πολέσιν γὰρ ἀνάσσεις».

`9.73b1`

πᾶσά τοί ἐσθʼ ὑποδεξίη: ἡ πρὸς ὑποδοχὴν χορηγία. τινὲς δὲ οὕτως, ὅτι καὶ πάντας, ἢν θέλῃς, εὐχερῶς ὑποδέξῃ.

`9.73b2`

πᾶσά τοί ἐσθʼ ὑποδεξείη: πρὸς ὑποδοχὴν ηὐτρέπισταί σοι χορηγία.

`9.73c`

πολέεσσι δʼ ἀνάσσεις: ἐπαίρει τὸν βασιλέα, εἰς τὸ μετέπειτα αὐτὸν ὑπήκοον σχήσων.

`9.74-5`

πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ: μετρίως οὐκ ἀποδίδωσιν «ἑαυτῷ». διδάσκει δὲ τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, αἱρεῖσθαι δὲ τὸ κράτιστον.

`9.75-6a`

μάλα δὲ χρεὼ πάντας Ἀχαιούς ἐσθλῆς καὶ πυκινῆς: πρὸς τὸ πεῖσαι Ἀχιλλέα· οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον.

`9.75-6b`

χρεὼ <span class="gap">…</span> Ἀχαιούς ἐσθλῆς: «χρεὼ βουλῆς ἐμὲ καὶ σέ» ἀντὶ τοῦ δεῖ.

`9.75`

χρεώ: χρεία καταλαμβάνει.

`9.76`

ὅτι δήϊοι: οὕτως γράφεται ὅτι δήϊοι.

`9.76-7`

ἐγγύθι νηῶν καίουσιν πυρά: δέδια σκοπῶν ἐγγὺς νεῶν πυρά. ἐπὶ δὲ Ἑλλήνων «ἔνθα δὲ πῦρ κήαντο».

`9.77a`

τίς ἂν τάδε γηθήσειεν: προσυπακουστέον τὸ ὁρῶν καὶ βλέπων γελάση καὶ οὐ μὴ μᾶλλον θρηνήσει καὶ κόψεται; καὶ ὅτι ἔξωθεν τὸ ἰδών.

`9.77b1`

τίς ἂν τάδε γηθήσειεν: οὐ λείπει τὸ ὁρῶν, ἀλλʼ ἔστι παλαιὰ συνήθεια· «ἀλλʼ ἕτερον ἥσθην» καὶ ἐν Πανόπταις Κρατῖνος· «γέγηθα τὸν ἄνδρα». καὶ ἔστιν ἐξ ἀντικειμένου· τίς οὐκ ἂν κλαύσειεν; ἔοικε δὲ προσκρούειν Διομήδει λέγοντι «νῶϊ δʼ, ἐγὼ Σθένελός τε».

`9.77b2`

οὐ λείπει τὸ ὁρῶν, ἀλλʼ ἔστι παλαιὰ συνήθεια ἡ ἐξ ἀντικειμένου, οἷον τίς οὐκ ἂν κλαύσειε;

`9.78a`

διαρραίσει: διʼ ἑνὸς ρ αἱ Ἀριστάρχου.

`9.78b`

ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει: ἐν τῷ πεῖσαι Ἀχιλλέα τὴν σωτηρίαν τίθεται· τί γὰρ ἕτερον πράσσειν νυκτὸς ἠδύναντο;

`9.80`

ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο: ἄτοπον γὰρ περὶ πρώτου λέγειν τοῦ συμποσίου.

`9.81`

ἀμφί τε Νεστορίδην: εὖ τοῦ περὶ φυλακῆς εἰσηγησαμένου πρῶτος ἀριθμεῖται ὁ υἱός. καὶ ὅτι ὁ παρὼν καιρὸς οὐκ εὐτελεῖς ἄνδρας ἐπέτρεπε φυλάσσειν.

`9.86`

ἅμʼ ἔστειχον: Ἰακῶς τὸ «στεῖχον» αἱ Ἀριστάρχου, «ἅμα στεῖχον».

`9.88a`

πῦρ κήαντο: πυρκαϊὰν τοῦ δεῖπνον ποιῆσαι· ἀσφαλέστερον γὰρ ἦν αὐτοῖς τὸ ἀπὸ σκότους ὁρᾶν τοὺς πολεμίους.

`9.88b`

ἄλλως· ἐνθάδε πῦρ κήαντο, τίθεντο δὲ δόρπον ἕκαστος: ἐπὶ μὲν τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ δείπνου παρασκευή, καὶ ἑνικῶς πῦρ φησιν, ἐπὶ δὲ τῶν εὐημερούντων βαρβάρων καὶ τὰ τῆς εὐωχίας μετὰ πολλῆς ἐπεξεργασίας δεδήλωται, «ἐκ πόλιος δʼ ἄξαντο βόας καὶ ἴφια μῆλα», καὶ λαμπρότερα τὰ τῆς φυλακῆς, «μέγα φρονέοντες ἀνὰ πτολέμοιο γεφύρας εἵατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά». ἔστι δὲ ὅλα γραφικά.

`9.88c1`

τίθεντο δὲ δόρπον ἕκαστος: διὰ τοῦ α «δόρπα» αἱ Ἀριστάρχου. ἄκαιρος δὲ Ζηνόδοτος γράφων «τίθεντο δὲ δαῖτα θάλειαν»· ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ τὴν ψυχὴν βεβλημένους.

`9.88c2`

Ἀρίσταρχος μετὰ τοῦ α «δόρπα».

δόρπον: ἄριστον μὲν τὸ πρωϊνὸν ἔμβρωμα, δόρπος δὲ τὸ νῦν ἄριστον, ἢ δεῖπνον, μεθʼ ὃ τὰ δόρατα ἔπαυον.

`9.89`

γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν: Ἀρίσταρχος «γέροντας ἀριστέας ἦγεν Ἀχαιῶν».

`9.92`

ἐξ ἔρον ἕντο: τὴν ἐπιθυμίαν ἐπλήρουν.

`9.93`

πάμπρωτος: οἷον προφθάσας τοὺς ἀπαιτοῦντας αὐτοῦ τὴν γνώμην.

`9.94`

  
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:  
ὅτε παρῄνει Ἀγαμέμνονι παύσασθαι τῆς πρὸς Ἀχιλλέα ὀργῆς· «Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένος» ὃ καὶ νῦν φησιν· «οὔτι καθʼ ἡμέτερόν γε νόον». καὶ ὅτε τὸ μονομάχιον ἦν καὶ ἤγειρε τοὺς ἀρίστους

`9.97-9a1`

ἐν σοὶ μὲν λήξω—βουλεύῃσθα: καταπτήξαντα ἀνακτᾶται τοῖς ἐγκωμίοις καὶ πρὸς πειθὼ παρακαλεῖ.

`9.97-9a2`

καταπτήξαντα αὐτὸν τῇ τῶν πολεμίων ὁρμῇ καὶ τῇ τῶν συμμαχικῶν λόγων ταραχῇ καὶ συγχύσει ἀνακτᾶται καὶ πρὸς πειθὼ παρακαλεῖ διὰ τῶν ἐγκωμίων.

`9.97-9a3`

σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν γενήσῃ. ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις, πρότερον καταπτοήσας.

`9.97-9b`

ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι—βουλεύῃσθα: πρὸς τὸ μὴ δοκεῖν ἐπιτάσσειν κύριον αὐτὸν τῆς ἁπάντων ἀποφαίνει γνώμης, προσεκτικόν τε αὐτὸν ἀπεργάζεται ὡς ὅλου τοῦ πράγματος ἐπʼ αὐτῷ κειμένου. ἢ ἐπεὶ τότε εἰς αὐτὸν ἔληξε λέγων· «λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον», ἐκείνην τὴν λῆξιν ἀρχὴν ποιεῖται τοῦ νῦν διαλόγου.

`9.98`

ἐγγυάλιξε: ἐνεχείρισεν.

`9.99a`

σκῆπτρόν τʼ ἠδὲ θέμιστας: σκῆπτρον διὰ τὸ κράτος, θέμιστας διὰ τὸ δίκαιον· οὔπω γὰρ εἶχον γραπτοὺς νόμους, ἀλλὰ τὸ πᾶν ἦν ἐν τοῖς κρατοῦσιν· ὅθεν καὶ «δικασπόλοι, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται». εὐγενῆ δʼ αὐτὸν ποιεῖ τὰς εὐτυχίας ἐξαριθμούμενος, καὶ ἄξια δὲ τῆς ἰδίας δόξης ποιεῖν ὑποτίθεται. καὶ ὅτι πρώτη ἀρετῶν ἐστιν ἡ φρόνησις.

`9.99b`

σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσθα: ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασιλέως δὲ καὶ τῶν θεμίστων κρατοῦντος· οὐδέπω γὰρ ἐχρῶντο γραπτοῖς νόμοις.

`9.100`

περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι: ἵνα ἐξ ἁπάντων αἱροῖτο τὸ χρήσιμον. ἅμα δὲ καὶ ἀναιρεῖ τὴν δόξαν τῆς ἥσσης, καθʼ ἥν τινες οἴονται ἀδοξεῖν τοῖς πλησίον πειθόμενοι.

`9.101`

κρηῆναι δὲ καὶ ἄλλῳ: καὶ ἄλλου δέ τινος ἐπιτελέσαι καὶ βεβαιῶσαι τὴν γνώμην.

`9.102a`

σέο δʼ ἕξεται, ὅττι κεν ἄρχῃ: ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ —ἀνενεχθήσεται. τὸ ἕξεται δασυντέον· ἀπὸ γὰρ τοῦ ἕξω μέλλοντος δασυνομένου μέσος ἐστίν.

`9.102b`

σέο δʼ ἕξεται, ὅττι κεν ἄρχῃ: ἴσον ἀπέφηνε τῷ συμβούλῳ τὸν βασιλέα λέγων κυροῦντα τὸ τέλος, ὅπως μὴ φθονοίη ταῖς ἀγαθαῖς ὑποθήκαις· οἶδε γὰρ φθόνῳ καὶ θυμῷ καὶ ζηλοτυπίαις ἀδίκοις πολλὰς πράξεις ἀγαθὰς ἀνῃρημένας. τὸ πέρας οὖν τῶν λεγομένων ἐπὶ τὸν κορυφοῦντα ἀναφέρει.

`9.102c`

ἄλλως· ὅττι κεν ἄρχῃ: ὃ δή ποτε τῆς παραινέσεως πρωτεύῃ καὶ ἐπικρατυνθῇ, ἐκ σοῦ γίνεται. καὶ ἀλλαχοῦ «Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε».

`9.103`

ὥς μοι δοκεῖ εἶναι ἄριστα: προσεκτικὸν μὲν τὸν ἀκροατὴν ποιεῖ, διʼ ὧν ἄριστα ὑπισχνεῖται ἐρεῖν, εὔνουν δέ, ὅτι μεθʼ ὑποστολῆς τὸ δοκεῖ προσέθηκεν.

`9.104a`

  
οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει:  
ἐπὶ διαλλαγὰς τὸν βασιλέα φέρων οὐκ ἐν ἐπιτιμήσεως μέρει τὴν Ἀχιλλέως ἔχθραν προφέρει, ἀλλὰ μόνον ἄριστα συνεωρακέναι φησὶν ἑαυτόν· φησὶ γοῦν «πολλάκι δή μοι τοῦτον». τὸ δὲ νοήσει ἀντὶ τοῦ νοήσειεν.

`9.104b`

ἄλλος: γράφεται καὶ «ἄλλον».

`9.105`

οἷον ἐγὼ νοέω, ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν: εἰ τὰ μέλλοντα προέγνω Νέστωρ, πῶς περὶ τῶν ἐνεστώτων οὐκ ὀφείλει πείθειν;

`9.106`

διογενεῦς: περισπωμένως ἀναγνῶμεν· συναίρεσιν γὰρ ἔπαθε τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογενεῦς· γενικῆς γάρ ἐστι πτώσεως.

`9.108-13a1`

οὔ τι καθʼ ἡμέτερόν γε νόον—μειλιχίοισι: προτρεπτικῶς δὲ αὐτῷ διαλέγεται καὶ τὴν πειθὼ τοῖς χείλεσι συνεπάγεται· τοῦτο γὰρ τῆς φρονήσεως ἴδιον.

`9.108-13a2`

ἐντρεπτικῶς· εἰ γὰρ καὶ τότε προέγνω τὰ μέλλοντα, πῶς οὐχ ὑπὲρ τῶν παρόντων πείσει;

`9.108-9`

  
οὔτι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε  
πόλλʼ ἀπεμυθεόμην: εὐμάθειαν ἐργάζεται· ὁμολογῶν γὰρ ὅτι οὐκ ἠρέσκετο τῇ εἰς τὸν Ἀχιλλέα ἀτιμίᾳ δῆλός ἐστι τὸν λόγον ὑπὲρ τοῦ τιμῆσαι τοῦτον συνιστάς. οὐκ ὀνειδίσαι δὲ τὴν ἁμαρτίαν θέλει, ἀλλὰ παρακελεύεται μὴ δεύτερον ἐξαμαρτάνειν.

`9.108`

οὔτι καθʼ ἡμέτερόν γε νόον: ἀντὶ τοῦ οὐ κατὰ τὴν ἐμὴν γνώμην.

`9.109`

ἀπεμυθεόμην: οὕτως Ἀρίσταρχος ἀπεμυθεόμην.

ἀπεμυθεόμην: ἀπηγόρευον, ἐκώλυον. γράφεται δὲ καὶ «ἀπεμυθευόμην», ἵνʼ ᾖ ἀπελογιζόμην.

`9.109-10`

σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας: δεξιῶς ὑπήλλαξε τὰ ὀνόματα, τὴν αὐθάδειαν μεγαλοφροσύνην καλῶν καὶ τὸ προπετὲς εἶξαι λέγων.

`9.110a`

  
εἴξας ἄνδρα φέριστον ὃν ἀθάνατοί περ ἔτισαν:  
ὁ λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ εἴξας, ὑποστίζειν δὲ ἐν ὑποκρίσει ἐπὶ τὸ ἔτισαν.

`9.110b1`

ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν: συνθέμενος ἐν συντόμῳ τὰ κατορθώματα Ἀχιλλέως εἶπεν.

`9.110b2`

ἐν συντόμῳ δὲ καὶ τὰ Ἀχιλλέως εἰσφέρει κατορθώματα.

`9.111-2`

ἀλλʼ ἔτι καὶ νῦν φραζώμεσθʼ, ὥς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν: προσποιεῖται τὴν παράκλησιν, ὅπως μὴ αἰσχυνθῇ ὁ βασιλεύς — τὸ γὰρ φράζου πικρότερον ἦν καὶ προστάξεως ἐχόμενον, καλαὶ δὲ αἱ λιταὶ διὰ τὸ ὁμοειδές —, καὶ ἵνα προμαλαχθῇ Ἀχιλλεύς.

`9.112a1`

πεπίθοιμεν: Ἀρίσταρχος «πεπίθωμεν»· ἔστιν γὰρ πείθωμεν.

`9.112a2`

διὰ τοῦ ω ἡ γραφή.

`9.112b`

φραζώμεσθʼ—πεπίθοιμεν: δεῖ γὰρ τὸν προαδικήσαντα παρακαλεῖν.

`9.113a1`

δώροισίν τε  <span class="gap">…</span> ἔπεσσί τε: ἴσην ὑποτίθησι κτῆσιν χρημάτων καὶ λόγων πρὸς πειθώ.

`9.113a2`

ἴσην τῶν χρημάτων καὶ μείζονα πρὸς πειθὼ τὴν τῶν λόγων ὑποτίθησι κτῆσιν.

`9.113b`

μειλιχίοισι: δεητικοῖς, οὐ δικαιολογουμένοις· τὰ γὰρ τοιαῦτα ἀνάπτει τὸν θυμόν.

`9.115a`

ὦ γέρον, οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας: ὦ γέρον, φησίν, οὐδὲν ψευσάμενος τὰς ἐμὰς ἀδικίας ἀπηριθμήσω, βλάψαι με βουλόμενος, ὡς ᾠήθης. ἐπὶ δὲ τὸ τέλος τοῦ στίχου στικτέον· τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ψευδῶς.

`9.115b`

οὔτι ψεῦδος ἐμὰς ἄτας: ὁμολογεῖ πρᾶξαι, ἵνα μὴ αἰσχύνοιτο παρακαλῶν· διὸ ἡμαρτηκέναι φησὶ οὐκ ἀδικεῖ τε εὔνοιαν ποριζόμενος ἑαυτῷ. ἁπλοῦς δὲ ὁ τρόπος· τὸ μὲν γὰρ ἐπίκαιρον ἔχειν νοῦν μακάριον, τὸ δὲ χρόνῳ μετανοῆσαι οὐκ ἄχαρι.

`9.115c1`

ἄλλως· οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας: συναπτέον ὅλον.

`9.115c2`

τὸ δὲ ψεῦδος ἀντὶ τοῦ ψευδῶς. τὸν ὅλον δὲ συναπτέον στίχον. μὴ στικτέον εἰς τὸ ψεῦδος, ὥς τινες κακῶς.

`9.116a`

ἀντί νυ πολλῶν: ὅτι τὸ ἀντί ἐπὶ τοῦ ἴσου ἐστί· τὸ γὰρ λεγόμενον· ἴσος ἐστὶ πολλοῖς ὁ εἷς ἀνήρ, ὅταν ᾖ θεοφιλής.

`9.116b`

ἀντί νυ πολλῶν: ἀντὶ τοῦ ἶσος. προτρεπτικὸν δὲ εἰς εὐσέβειαν.

`9.118`

ἔτισεν, ὄλεσσε δὲ λαὸν Ἀχαιῶν: γράφεται «ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν».

`9.119a`

λευγαλέῃσι: ὅτι οἱ νεώτεροι λευγαλέον τὸ δίυγρον ἐπὶ τοῦ Ἀχιλλέως· «νῦν δέ με λευγαλέον θάνατον». ἔστι δὲ λευγαλέον τὸ ὀλέθριον παρὰ τὸν λοιγόν.

`9.119b1`

φρεσὶ λευγαλέῃσι πιθήσας: ὅ ἐστιν ὀργῇ πεισθείς· ὀλοθρεύει γὰρ αὕτη τὰς φρένας· «φρένας ἔφθιεν».

`9.119b2`

οἱονεὶ λοιγαλέῃσιν ἀπὸ τοῦ λοιγός. λέγει δὲ τῇ ὀργῇ πεισθείς· ὀλεθρεύειν γὰρ ὁ θυμὸς τὰς φρένας εἴωθεν.

`9.120a`

ἐθέλω ἀρέσαι: ἐλευθερίως ὁμολογεῖ, ὃ Νέστωρ ἐκοινοποιήσατο.

`9.120b`

ἀπερείσια: ἵνα μὴ σμικροψυχίας ἕνεκεν δοκῇ τὸν στρατὸν ἀποστερεῖν συμμαχίας.

`9.121`

ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω: δῆλον ὡς καὶ προεσκέπτετο τὰς Λιτάς.

`9.122-56`

ἕπτʼ ἀπύρους τρίποδας—θέμιστας: διῄρηται ἡ ὑπόσχεσις εἰς δύο τόπους καὶ χρόνους. διὰ δὲ τῆς ποικιλίας τῶν δώρων θηρεύειν οἴεται Ἀχιλλέα, εἴτε φιλότιμος, διὰ τῶν ἵππων, εἴτε φιλοχρήματος, πολὺν χρυσὸν καὶ χαλκὸν διδούς, εἴτε φιλογύνης εἴη, θυγατέρα πρὸς γάμον.

`9.122-3`

ἀπύρους— αἴθωνας: ὡς πρὸς σύγκρισιν τῶν ἐμπυριβητῶν. αἴθωνας δὲ τοὺς εἰς πῦρ βαλλομένους· «ὡς δὲ λέβης ζεῖ ἔνδον». αἴθων δὲ ἀπὸ τοῦ ὑπαίθεσθαι ἤτοι ὑποκαίεσθαι.

`9.122`

ἕπτʼ ἀπύρους: τοὺς μὴ εἰς πῦρ—ἐν τῷ οἴκῳ.

τάλαντα: τὰ νῦν ἑξακισχιλίων λέγει παρὰ—ταῦτα δὲ χρυσίου τάλαντα.

`9.123a1`

δώδεκα δʼ ἵππους: ἱπποτρόφοι Θεσσαλοί. καλῶς δὲ ὁ ἄρτιος τῶν ἵππων ἀριθμὸς ἱκανὸς πρὸς ἐπίζευξιν.

`9.123a2`

καλῶς δὲ καὶ τὸν ἄρτιον τῶν ἵππων ἀριθμὸν τίθησιν· ἱκανῶς γὰρ ταῦτα πρὸς ἐπίζευξιν τυγχάνει. ἱπποτρόφοι δὲ οἱ Θεσσαλοὶ ἀεί.

`9.124a`

πηγούς: μέλανας· τούτους γὰρ ἀρίστους φασὶν οἱ περὶ ἵππων γράψαντες. ὁμοίως καὶ «κύματι πηγῷ», εἴγε ἀλλαχοῦ φησι «μέλαν τέ ἑ κῦμʼ ἐκάλυψεν». τινὲς δὲ μεγάλους, εὐτραφεῖς, ὑψαύχενας.

`9.124b`

οἳ ἀέθλια ποσσὶν ἄροντο: οὐκ ἐν Πελοποννήσῳ εἰσὶν οἱ ἵπποι ἠγωνισμένοι — εἶεν γὰρ ἂν ἤδη γέροντες —, ἀλλʼ ἐν Ἰλίῳ νενικήκασιν ἐπιταφίους ἀγῶνας ἀγωνιζόμενοι.

`9.125-7`

οὔ κεν ἀλήϊος εἴη—μώνυχες ἵπποι: διακόπτει τὸ ὁμοειδὲς τοῦ καταλόγου, τῶν δώρων τὸ ὁμοειδὲς ἐκκλίνων. ἅμα δὲ καὶ ἑκάστην μερίδα σπουδαίαν ἀποδείκνυσι καὶ δῶρα δώροις προστίθησι καὶ τὴν ἔπειτα χάριν αὔξει.

`9.125a1`

ἀλήϊος: πένης, ἄπορος· ἤτοι δὲ ἀπὸ τοῦ μὴ ἔχειν χώραν σιτόσπορον, ἣν λήϊον καλεῖ, ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν· λείας δὲ λέγει τὰς ἀγέλας τῶν θρεμμάτων.

`9.125a2`

ἀλήϊος δὲ λέγεται ὁ μὴ ἔχων λήϊα.

`9.128a`

δώσω δʼ ἑπτὰ γυναῖκας: ἐντέχνως τῶν δώρων μέσας ἔταξε τὰς γυναῖκας, ἵνα μὴ ὑπόνοιαν παράσχῃ ὡς ἀκρασίαν καταψηφιζόμενος αὐτοῦ. καὶ περὶ μὲν ὧν οἶδε, μαρτυρεῖ· περὶ δὲ τῶν Ἰλιάδων «αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν».

`9.128b`

ἀμύμονα: ὅτι χωρὶς τοῦ ς γραπτέον· οὐ γάρ ἐστι κατὰ τῶν γυναικῶν, ἀλλὰ κατὰ τῶν ἔργων. ὕστερον δὲ ἐπὶ τῶν γυναικῶν, «αἳ κάλλει ἐνίκων».

`9.128c1`

ἀμύμονα: οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ «ἀμύμονας».

`9.128c2`

Ἀρίσταρχος μετὰ τοῦ ς «ἀμύμονας».

`9.129-30`

ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτός ἐξελόμην: τὸ αὐτός βέλτιον ἐπὶ τοῦ Ἀχιλλέως ἄκουσον καὶ τοῖς ἄνω συναπτέον. Λεσβίδας: παρὰ Λεσβίοις ἀγὼν—μιθύμνην πυρίαν μιτυλήνην.

`9.129`

ἃς ὅτε Λέσβον: πιθανῶς ἔπαινον Ἀχιλλέως παρέμιξε καὶ μόνον οὐχὶ παραχωρήσειν αὐτῷ τῶν αὐτοῦ σκύλων φησίν. ἅμα δὲ καὶ ὑπʼ ὄψιν αὐτῷ τὴν δωρεὰν ἄγει, ἐμφαίνων ὅτι ἃ οἶδεν ἐκεῖνος δίδωσιν. ἁπλοῦν δὲ τὸ ἦθος, καὶ πάντα πρὸς πειθώ.

`9.130a`

ἐξελόμην: Ἀρίσταρχος ψιλοῖ καὶ πρόθεσιν παραδέχεται ὥστε εἶναι ἓν μέρος λόγου.

`9.130b`

ἐξελόμην: Ζηνόδοτος δασύνει τὸ εξ, ἀριθμὸν αὐτὸ ἐκδεχόμενος, οὐχ ὑγιῶς· φησὶ γὰρ «ἀτὰρ ὀγδοάτην». ἄλλως τε οὐ δῶρον Βρισηΐς.

`9.131`

μετὰ δʼ ἔσσεται: ὅτι ἐντεῦθεν πλανηθεὶς Ζηνόδοτος συναριθμεῖσθαι ἐν ταῖς ἑπτὰ καὶ τὴν Βρισηΐδα ἔδοξεν· καὶ ἐν ἄλλοις γράφει «ἐκ δʼ ἄγεν ἑπτὰ γυναῖκας ἀμύμονα ἔργʼ εἰδυίας ἕξ, ἀτὰρ ἑβδομάτην Βρισηΐδα καλλιπάρῃον» ἔστι δὲ ἐκτὸς ἡ Βρισηΐς.

`9.132a1`

κούρην Βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι: Ἀρίσταρχος «κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι».

`9.132a2`

κούρην Βρισῆος: Αὐτόχθων δίχα τοῦ ν «κούρη Βρισῆος».

`9.132a3`

δίχα τοῦ ν τὸ «κούρη».

`9.132b`

ὅρκον ὀμοῦμαι: διὰ τοῦ ὅρκου τὸν ζῆλον τοῦ ἔρωτος τοῦ Ἀχιλλέως θεραπεύει καὶ τὸ σῶφρον ἑαυτοῦ ἐνδείκνυται, διὰ φιλοτιμίαν, οὐκ ἀκρασίας ἕνεκεν ἀφελόμενος Βρισηΐδα.

`9.133a1`

μήποτε τῆς εὐνῆς ἐπιβήμεναι: ὅτι ἔξωθεν δεῖ λαβεῖν τὸ ἄρθρον· τὸ γὰρ τῆς νῦν ἀντὶ τοῦ ταύτης παρείληπται, καὶ ἔστιν ὁ λόγος «μήποτε τῆς ταύτης εὐνῆς ἐπιβήμεναι».

`9.133a2`

λείπει τὸ ἄρθρον. καὶ «εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν».

`9.134a1`

  
ἣ θέμις ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναικῶν:  
τὸ η τὸ πρῶτον δασυντέον· ἔστι γὰρ ἰσοδυναμοῦν τῷ ὥς· διὸ καὶ ὁ τέ προστίθεται σύνδεσμος πολλάκις· ὡς γὰρ λέγομεν «ὥς τε γὰρ ἢ παῖδες νεαροί», οὕτως «ἥ τε ξείνων θέμις ἐστίν». τὸ δὲ ἠδέ ψιλωτέον· σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τῷ καί, ὁμοίως τῷ «ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι». βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ πέλει· σαφέστερος γὰρ γίνεται ὁ νοῦς· «ὅπερ ἐστὶν ἔθος ἀνθρώποις, ἀνδράσιν τε καὶ γυναιξίν».

`9.134a2`

δασυντέον τὸν η καὶ ὀξυντέον, ἰσοδυναμοῦντα τῷ ὥς.

`9.134b`

ἣ θέμις ἀνθρώπων: θαυμασίως φύσεως νόμῳ τὴν αἰσχρὰν λέξιν ἐκάλυψε, τὰ τῆς συμπλοκῆς ταπεινὰ καὶ ἀνθρώπινα τιμιωτάταις προσηγορίαις ἐπισκιάζων.

`9.135-41a1`

ταῦτα μὲν αὐτίκα—ἱκοίμεθʼ: εἰς τρεῖς δὲ χρόνους ἡ διαίρεσις γέγονεν, εἰς τὸ αὐτίκα πάντα, εἰς τὸ εἰ δέ κεν αὖτε ἄστυ μέγα καὶ εἰς τὸ εἰ δέ κεν Ἄργος ἱκοίμην

`9.135-41a2`

ὥστε εἰς τρεῖς καιροὺς ἡ διαίρεσις.

`9.137a`

νῆα ἅλις χρυσοῦ—νηησάσθω: ὅτι παρετυμολογεῖ τὴν ναῦν ἀπὸ τοῦ νῆσαι, ὅ ἐστι σωρεῦσαι. καὶ ἐν Ὀδυσσείᾳ τὰ ὀνόματα ἀπὸ τοῦ ἐτύμου λαμβάνει, Τερπιάδην τὸν Φήμιον ἀπὸ τοῦ τέρπειν τὸν κιθαρῳδόν· ὁ αὐτὸς ἄρα ποιητής.

`9.137b`

νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω: ἄδηλον, πότερον δύο ἢ μίαν. πολύχρυσοι δὲ ἐξ ἀρχῆς οἱ βάρβαροι.

`9.139`

αὐτὸς ἑλέσθω: τὴν δωρεὰν ἡ ἐκλογὴ ποιεῖ μείζω μακράν τε αὐτὸν τίθησι τοῦ γυναικείου πόθου.

`9.140a`

αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν: ὅτι ἔνιοι ὑποτάσσουσι στίχον «τὴν γὰρ ἀπʼ αὖτις ἐγὼ δώσω ξανθῷ Μενελάῳ», εὐήθως πάνυ.

`9.140b`

αἴ κε: τὸ αἴ κεν ἀντὶ τοῦ ἐάν, ἐπεὶ καὶ τὸ ἔωσιν ὑποτακτικόν.

`9.140c`

  
αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν:  
οὐχ ὡς αἰχμάλωτον, ἀλλʼ ὡς πρεσβεύουσαν ἁπασῶν ἐν κάλλει.

`9.141a`

εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκόν: ὅτι τὴν Πελοπόννησον Ἀχαιϊκὸν Ἄργος λέγει καὶ Ἴασον, «εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος», «Πελασγικὸν» δὲ «Ἄργος» τὴν Θεσσαλίαν.

`9.141b1`

οὖθαρ ἀρούρης: τρόφιμον τῆς γῆς.

`9.141b2`

τῆς γῆς τὸ τροφιμώτερον.

`9.143a`

τηλύγετος: μονογενής, ἢ μεθʼ ὃν οὐ παιδοποιεῖ τις. τινὲς δέ φασι λείπειν τὸ ὥς.

`9.143b`

τηλύγετος: ὅτι ἀγαπητὸς μόνος ἐπὶ ταῖς θηλείαις. τηλύγετος: ἀγαπητός, —Κλυταιμνήστρας. θαλίῃ ἔνι πολλῇ: ἐν πολλῇ—τοὺς εὐωχουμένους.

`9.144`

τρεῖς δέ μοί εἰσι θύγατρες: εἰς ὃ μάλιστα λυπεῖ αὐτὸν λέγων· «κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος».

`9.145a`

Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα: ὅτι οὐκ οἶδε τὴν παρὰ τοῖς νεωτέροις σφαγὴν Ἰφιγενείας.

`9.145b`

Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα: οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία γὰρ συνέχει τὴν ἀρχήν, νόμος ὀρθός, ἔπειτα κρίσις καὶ ἰσχύς.

`9.146a`

τάων ἥν κε θέλῃσι—ἀγέσθω: διὰ τῆς ἐπιγαμίας πιστοῦται τὴν φιλίαν, ὅπως μὴ δοκῇ πρὸς τὴν χρείαν κολακεύειν ὑπούλως ἔχων.

`9.146b`

ἀνάεδνον: ὅτι ἕδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθένοις.

`9.147a1`

ἐπιμείλια: Ἀρίσταρχος ἓν μέρος λόγου παρέλαβεν ὡς ἐπιφέρνια. Ἀπολλόδωρος δὲ διαλύει, «ἐπί», εἶτα «μείλια»· οὕτως δὲ καὶ Ἀλεξίων. καὶ ἔστι τὸ ἑξῆς ἐπιδώσω μείλια. Τρύφων δὲ ζητεῖ περὶ τοῦ τόνου, πότερον ὡς ποίμνια ἢ ὡς παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον πλέον εἶναι, σπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτως ὁρισαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους φύσει μακρὰν διὰ τοῦ ι ἐκφερομένην ἤτοι μόνου ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, «Ἴλιον», ποίμνιον σίγιον λείριον αἴτιον· οὕτως καὶ μείλιον. σπάνια δὲ τὰ παροξυνόμενα, ὥσπερ τὸ «ἰνίον»· τὸ γὰρ «τειχίον» ὑποκοριστικὸν καὶ τὸ κλειδίον.

`9.147a2`

Ἀρίσταρχος ὑφʼ ἓν ὡς ἐπιφέρνια, Ἀπολλόδωρος κατὰ διάλυσιν.

`9.147b`

ἐγὼ δʼ ἐπὶ μείλια δώσω: ὅτι καὶ ὑπὸ τῶν πατέρων ἐπεδίδοτο ταῖς θυγατράσιν, οὐχ ὑπὸ τῶν ἀνδρῶν μόνον ἐπέμπετο, ἃ λέγει  <span class="gap">…</span> μείλια δέ εἰσιν, οἷς μειλίσσονται τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν. Ἀρίσταρχος δὲ  <span class="gap">…</span> ἐπιφέρνια.

`9.148`

ὅσσʼ οὔ πώ τις ... ἐπέδωκε: ὅτι οὐ λέγει «ὅ τι πρῶτος ἐπιδέδωκα».

`9.149`

ἑπτὰ δέ οἱ δώσω <span class="gap">…</span> πτολίεθρα: ἄδηλον, εἴτε φερνὴν ἐπὶ τῇ θυγατρὶ καὶ ταύτας δίδωσι τὰς πόλεις, ἢ ἔξωθεν, ὡς καὶ τὰ ἄλλα δῶρα. ἄμεινον δὲ ἀντὶ φερνῆς αὐτὰς ἡγεῖσθαι.

`9.150-2`

Καρδαμύλην Ἐνόπην τε—Πήδασον ἀμπελόεσσαν: Μεσσηνίδες αὗται πόλεις, ἡ δὲ Μεσσήνη εἰς τὸν Λακεδαιμονίων νόμον πάλαι συνετέλει. πῶς οὖν, φασίν, Ἀγαμέμνων ταύτας δίδωσιν οὐκ οὔσας ἑαυτοῦ; καὶ οἱ μὲν Κλυταιμνήστρας εἶναι, ἢ ὅτι κοινὰ ἡγεῖται τὰ τοῦ ἀδελφοῦ ὡς κἀκεῖνος τὴν Αἴθην εἰ δὲ ὑπὸ Μενελάῳ εἰσί, καὶ Μενέλαος αὐτὸν ἱκετεύει. διὰ τί δὲ οὐ μέμνηται αὐτῶν ἐν τῷ Καταλόγῳ; ὅτι νεωστὶ ὑπὸ τῶν Διοσκούρων ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ συμμαχίαν, ὡς οὐδὲ Νηρίκου· φύσει γάρ εἰσι πολέμιοι τοῖς πορθήσασιν· ἢ περὶ αὐτῶν φησιν, ἐν οἷς λέγει «Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν». μεγάλη δὲ ἡ δόξα Ἀχιλλεῖ, ὅταν καὶ τῶν πόρρω χωρίων ἄρχῃ, διὰ δὲ τῶν ἐπιθέτων σεμνοποιῶν μικροῦ δεῖν τῆς Πηλέως ἀρχῆς μείζους φησὶν αὐτάς· διάφοροι μὲν γάρ εἰσι τοῖς καρποῖς, ποικίλαι δὲ ταῖς φύσεσι τῶν ζώων, φιλάνθρωποι ταῖς κατοικίαις, εὐνομώταται ταῖς ἀγωγαῖς

`9.150a1`

Ἱρήν: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ «ἱρήν». εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα, ὥσπερ ἐδηλώσαμεν ἐπὶ τοῦ «Ῥίπην τε Στρατίην τε», «Ὄρθην». ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος· καὶ πάλιν ἐπʼ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καὶ ἔστιν ὁρίσασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή, «Ἀρήτη», τῶν δὲ μεινάντων Πινυτή· «μήτηρ πινυτή», «Ἀγαυή». οὕτως καὶ Ἱρή.

`9.150a2`

Ἀρίσταρχος ὀξύνει τὸ Ἱρήν ὁμοίως τῷ ἐπιθέτῳ.

`9.153a1`

πᾶσαι δʼ ἐγγὺς ἁλός: ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀπολαύσειεν ἀγαθῶν παραλίων οὐσῶν.

`9.153a2`

παράλιοι δέ εἰσιν, ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀγαθῶν ἀπολαύωσι παρακείμεναι αὐτῇ.

`9.153b`

νέαται: ὅτι ἀντὶ τοῦ ναίονται. ἔνιοι δὲ ἀντὶ τοῦ ἔσχαται, οὐκ εὖ.

`9.153c`

νέαται: ὡς «κέαται». σημαίνει δὲ τὸ ναίονται, γενόμενον παρὰ τὸ νῶ, οὗ παράγωγον ναίω. ὅσοι δὲ παροξύνουσιν, ὡς ἐπὶ τοῦ ἔσχαται κατὰ τὸ νοητὸν παραλαμβάνουσιν· οὐδʼ ἐνθάδε δὲ ὑγιῶς παροξύνουσιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι. Ἀπολλώνιος δὲ διὰ τοῦ κ γράφει «κέαται».

`9.153d1`

νέαται: ὡς «κέαται». καὶ σημαίνει τὸ οἰκοῦνται ἀπὸ τοῦ νῶ γεγονός, οὗ παράγωγον τὸ νεάω. ὁ δὲ Νικάνωρ ὄνομά φησι τὸ νέαται καὶ πρὸς ἄμφω χωρεῖν δύνασθαι, ὡς «τηλοῦ ἐπʼ Ἀλφειῷ νεάτη Πύλου ἠμαθόεντος». Ἀπολλόδωρος δὲ γράφει «κέαται»·

`9.153d2`

ὁμοίως τῷ «κέαται». σημαίνει δὲ τὸ οἰκοῦνται ἀπὸ τοῦ νῶ τοῦ δηλοῦντος τὸ οἰκῶ, οὗ παράγωγον νέω καὶ πλεονασμῷ νεάω.

`9.154`

πολύρρηνες: διὰ τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ Ἀριστάρχου.

`9.155a1`

θεὸν ὣς τιμήσουσιν: ὡς θεῷ τὰς τῶν ὄντων προσάγοντες ἀπαρχάς.

`9.155a2`

ὡς θεῷ, φησί, προσάγοντες τὰς ἀπαρχὰς τῶν ὄντων.

`9.155`

τιμήσουσι: Ἀρίσταρχος «τιμήσονται».

`9.156a`

καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας: καὶ ὑπʼ αὐτοῦ βασιλευόμενοι εἰρηνικῶς βιώσονται. ὅσα δεῖ βασιλέα —λαμπροὺς φόρους τελέσουσιν. ἡ διπλῆ δέ, ὅτι χρόνος ἐνήλλακται, τελέουσι ἀντὶ τοῦ τελέσουσιν.

`9.156b`

καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας: οὐ στασιαζόντων, ἀλλὰ πειθαρχούντων ἀνδρῶν ἄρξει. τελέουσι δὲ ἀντὶ τοῦ τελέσουσιν. λιπαρὰς δὲ τὰς θέμιστας καλῶν τοῦτο δηλοῖ ὅτι τὸ κρίνειν καλῶς εὐδαιμονίαν ἄγει.

`9.158a1`

δμηθήτω: παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει «καμφθήτω».

`9.158a2`

Ἀριστοφάνης «καμφθήτω».

`9.158b`

  
δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος:  
διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται τὸν δὲ Ἅιδην ἀνελεήμονά φησιν; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημάτων — διὸ καὶ συγγινώσκουσιν —, ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων· διὸ ἀνελεής ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου βωμός ἐστιν. Αἰσχύλος· «μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ, οὐδʼ ἄν τι θύων οὐδʼ ἐπισπένδων λάβοις, οὐδʼ ἔστι βωμός, οὐδὲ παιωνίζεται».

`9.158c`

ἀμείλιχος ἠδʼ ἀδάμαστος: ἀμείλιχος ἀγοήτευτος, ἀδάμαστος ἀτεράμων, ὅ ἐστιν ἀκαμπής· δύο γάρ εἰσιν, οἷς πείθομεν, λόγῳ καὶ βίᾳ. διὰ δὲ τοῦ Ἅιδου ἐδήλωσεν ὡς, ἐάν τίς ἐστιν ἀμείλιχος, βδελυρὸς ἔσται πᾶσιν.

`9.158-60`

δμηθήτω— καί μοι ὑποστήτω: ἀναγκαῖον μετὰ τὰ δῶρα παράκλησιν ἐπαγαγεῖν διὰ τὸ ὑπεκκλίνειν τὸ ἀλαζονικόν. τὸ ἑξῆς δμηθήτω καί μοι ὑποστήτω, τὸ δὲ Ἅιδης τοι ἀμείλιχος—ἁπάντων διὰ μέσου.

`9.159`

  
τούνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων:  
φησὶν ὁ Ἀρίσταρχος ὅτι ἔνιοι ὑποτάσσουσι τούτῳ «οὕνεκʼ ἐπεί κε λάβῃσι πέλωρ ἔχει οὐδʼ ἀνίησιν»· οὐκ εἶναι δὲ ἀναγκαῖον.

`9.160-1`

καί μοι ὑποστήτω, ὅσσον βασιλεύτερός εἰμι ἠδʼ ὅσσον γενεῇ προγενέστερος: ὡσανεὶ δέησιν προσάγει τὴν ἡλικίαν καὶ τὸ σκῆπτρον, οἷς εἴκουσι καὶ μεγαλόφρονες. ἐξέφυγε δὲ τὸ ἐλεεινόν, εἴκειν αὐτὸν ἀξιῶν τοῖς μείζοσιν ἀξιώμασιν.

`9.160`

ὅσσον βασιλεύτερός εἰμι: ὅτι τὸ ὅσσον οὐκ ἔστι πλήθους, ἀλλʼ ἀντὶ τοῦ καθʼ ὅσον εἰμὶ βασιλικώτερος.

`9.161`

ἠδʼ ὅσσον γενεῇ προγενέστερος: καὶ ὁ Νέστωρ «ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο».

`9.164`

διδοῖς: ὡς ὀρθοῖς. οὕτως καὶ Ἀρίσταρχος· καὶ γὰρ τὸ τρίτον «εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ».

`9.165a`

κλητοὺς ὀτρύνομεν: ὅτι τοὺς ἀπὸ τοῦ καλεῖσθαι αἱρουμένους. καὶ ἐν Ὀδυσσείᾳ· «οὗτοι γὰρ κλητοί γε». καὶ τὸ ὀτρύνομεν ἀντὶ τοῦ ὀτρύνωμεν.

`9.165b1`

κλητοὺς ὀτρύνομεν: τοὺς ἐξ ὀνόματος πρέσβεις. καλῶς δὲ πρέσβεις πέμπει, ὅπως ἢ πείσωσιν ἢ πρᾳότερον αὐτὸν ἀπεργάσωνται.

`9.165b2`

πρέσβεις ἐπιλέκτους ἢ ἐξ ὀνόματος καλέσαντες.

`9.165c`

τάχιστα: διὰ τὸν ἐπείγοντα καιρὸν τῆς νυκτός.

`9.167a`

ἐγώ: Ἀρίσταρχος ἐγώ, ἄλλοι δὲ «ἐγών».

`9.167b`

ἐπιόψομαι: φησὶν ἐπικρινῶ τοὺς ἀποσταλησομένους.

`9.167c`

οἱ δέ: βαρυτονητέον· δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗτοι δέ. εἰσὶ δὲ οἳ προπεριέσπασαν, οὐκ εὖ· χρεία γάρ ἐστι τοῦ δέ συνδέσμου. ἐζήτηται δέ, πῶς μᾶλλον—ἕνα καὶ δύο.

`9.167d`

  
εἰ δʼ ἄγε, τοὺς ἂν ἐγὼ ἐπιόψομαι, οἱ δὲ πιθέσθων:  
αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ τὸ γῆρας—«Νεστορέῃ» γοῦν «παρὰ νηΐ»—, ἢ καὶ ὑποπτεύεσθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζει ὡς ἐκπληρῶν τὴν αὐτοῦ ἀπουσίαν, τοῦτο μὲν τῇ διατάξει τοῦ στρατοῦ, «ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ», τοῦτο δὲ τάφρον περιβαλλόμενος καὶ τεῖχος, ὃ καὶ Ἀχιλλεὺς ὀνειδίζει «ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, καὶ δὴ τεῖχος ἔδειμε» ἢ ὅτι εἶπεν «τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο». εἰ δὲ ἐν τῷ ἐπιταφίῳ φιάλην αὐτῷ ἐδωρήσατο, οὐδὲν θαυμαστόν, εἰ τὴν ἔχθραν καταθέμενος τὴν πρὸς τὸν Ἀγαμέμνονα λύει καὶ τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου ὄντος, εἰ πείσειε, καλῶς ἑτέρους ἔπεμψεν· πεισάντων γὰρ ἤμελλεν αὐτὸς ἔχειν τὴν δόξαν ὡσεὶ ἡγησάμενος, ἀποτευχθείσης δὲ τῆς ἱκεσίας αἰτίαν εἶχον οἱ πρέσβεις ἐνδεῶς διειλεγμένοι. ἢ συμπεριλαμβάνοι ἑαυτὸν Ἀγαμέμνονι ἐντευξόμενον. τὸ δὲ ἐγὼ ἄνευ τοῦ ν. δύο δὲ μέρη λόγου τὸ οἱ δέ, ἵνʼ ᾖ οὗτοι δέ.

`9.167e`

οἱ δὲ πιθέσθων: λεληθότως ἑαυτὸν τῆς πρεσβείας ὑπεξέκλεψεν.

`9.168a`

Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω: ὅτι ὁ Φοῖνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα ὥστε μὴ συγχεῖσθαι διὰ τῶν ἑξῆς τὰ δυϊκά.

`9.168b`

Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω: ἀπὸ τῆς Ἀχιλλέως σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν Φοίνικα ὡς ἐπὶ θέαν τῆς μάχης, ὅτι ἐδόκουν ἐν ἐσχάτοις εἶναι κινδύνοις συνελασθέντες εἰς τὸ τεῖχος, κἀνταῦθα γενόμενον κατασχεθῆναι ὑπὸ τῶν ἀριστέων εἰς τὴν εὐωχίαν· ἐθεράπευον γὰρ αὐτὸν ὡς τροφέα Ἀχιλλέως. ἴσως δὲ καὶ συμβιβάσαι αὐτοὺς θέλων παρῆν καὶ ἰάσασθαι τὴν ὀργὴν Ἀχιλλέως. πέμπεται οὖν ὁ Φοῖνιξ οὐχ ὡς πρεσβευτής—δύο γὰρ ἦν ἔθος πρεσβεύειν, ὡς «ἄνδρε δύω κρίνας» καὶ «ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι»—, ἀλλʼ ἵνα τοῖς πρεσβευταῖς συλλάβηται· διό φησιν Φοῖνιξ ἡγησάσθω, ὡς ἐκεῖθεν ἥκοντος αὐτοῦ καὶ πάλιν ἐπανελθεῖν ἀνάγκην ἔχοντος, ὅπου καὶ μὴ πρεσβεύσαντός φησιν· «Ἀτρείδῃ ἥρωϊ φέρων χάριν» καὶ «Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω», ὡς μέλλοντος αὐτοῦ ἐπανιέναι πρὸς Ἀγαμέμνονα καὶ ἀπαγγεῖλαι, ἃ ἤκουσεν.

`9.169a`

αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς: ἡ διπλῆ, ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντὶ χρονικοῦ παραλαμβάνει, ἀντὶ τοῦ μετὰ ταῦτα, ὡς καὶ «Ἑρμείας μὲν ἔπειτα»· βούλεται γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα, εἶτα τὸν Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντὶ τοῦ δή συνδέσμου λαμβάνει.

`9.169b`

Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς: καὶ τούτων ἠπείλησεν Ἀγαμέμνων τὸ γέρας λαβεῖν, «ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος». πρεσβεύουσιν οὖν οἱ συνυβρισθέντες καὶ μὴ μνησικακήσαντες, ἵνα δυσωπήσωσιν αὐτόν.

`9.169c`

Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς: ἕκαστον ὑποθωπεύει τῶν ἀπιόντων.

`9.170a`

κηρύκων δʼ Ὁδίος τε καὶ Εὐρυβάτης: ἵνα δηλωθῇ ὅτι δημοσία ἡ πρεσβεία. Ταλθύβιος δὲ οὐ πέμπεται ὡς Ἀγαμέμνονος ὤν.

`9.170b`

Εὐρυβάτης: ὅτι οὐ τὸν Ἀγαμέμνονος ὑποληπτέον νῦν λέγεσθαι, ἀλλὰ τὸν Ὀδυσσέως ἐπεὶ κἂν ἐξωργίσθη τῆς διʼ αὐτοῦ γενομένης ἀφαιρέσεως ὑπομνησθείς.

`9.170c`

ἑπέσθων: ἀντὶ τοῦ ἑπέσθωσαν. γράφεται δὲ καὶ χωρὶς τοῦ ν.

`9.171`

φέρτε: ὅτι συγκέκοπται ἀντὶ τοῦ φέρετε.

`9.172`

ὄφρα Διῒ <span class="gap">…</span> ἀρησόμεθα: ὅτι δεῖ ἐν παντὶ καιρῷ ἐκ θεῶν ἄρχεσθαι, μάλιστα δὲ ἐν κινδύνοις· οὕτω γὰρ ἥδιον ἐπὶ τὴν πρᾶξιν ὁρμῶμεν καὶ οὐδὲν ἑαυτοῖς ἀποτυχόντες ἐγκαλοῦμεν. ὕψωσε δὲ τὸ πρᾶγμα, εἴ γε συμπρεσβευτὴν αἱροῦνται Δία.

`9.180a`

δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα: ὅτι παρόντος τοῦ Φοίνικος ἔτι ταῦτα ὁ Νέστωρ ποιεῖ· διὸ καὶ ἁρμόσει τὸ ἐς ἕκαστον πληθυντικῶς εἰσενηνεγμένον — καὶ οὐκ εἰς ἑκάτερον, ὅπερ ἐπὶ δύο τίθεται — καὶ τὸ μάλιστα ὑπερθετικῶς εἰρημένον.

`9.180b`

δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα: ἀντὶ τοῦ ἑκάτερον· οὐ γὰρ παρῆν Φοῖνιξ, ἐπεὶ καταισχύνεται διὰ τοῦ Ὀδυσσῆϊ δὲ μάλιστα.

`9.180c`

ἄλλως· δενδίλλων: κατὰ τὸ δέον διαστρέφων τοὺς ὀφθαλμοὺς καὶ οἷον τῇ ὄψει ἱκετεύων ὡς ἐπὶ σωτηρίᾳ τοῦ παντὸς στελλομένους.

δενδίλλων: διανεύων τοῖς ὀφθαλμοῖς.

`9.182`

τὼ δὲ βάτην: ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολήν, οὗτοι δὲ μετὰ ταῦτα. ζητοῦμεν δὲ εἰ καὶ Φοῖνιξ—«τὼ κούρω κριθέντε δύο καὶ πεντήκοντα».

`9.183a`

εὐχομένω γαιηόχῳ: τὸ γὰρ παρὸν εἰς μνήμην ἕτοιμον. καὶ Εὔμαιος θύει ταῖς Νύμφαις καὶ Ἕλληνες ἐπικαλοῦνται τὸν Ἰδαῖον Δία καὶ νῦν δὲ Ποσειδῶνα, ὅτι ἐπίκουρος τῶν Ἀχαιῶν· ἢ ὅτι Νηρηΐδος παῖς ἐστιν Ἀχιλλεύς, τῶν δὲ ἐναλίων θεῶν οὗτός ἐστι βασιλεύς.

`9.182b`

εὐχομένω γαιηόχῳ: ἐπεὶ παρὰ θάλασσαν ἐβάδιζον, διὰ τοῦτο τῷ Ποσειδῶνι εὔχονται.

`9.184`

ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο: περισπαστέον· δεύτερος γὰρ ἀόριστός ἐστιν. τὸ δὲ μεγάλας φρένας εὐκαίρως· οὐ γὰρ ἔπεισαν.

`9.185`

ἱκέσθην: γράφεται «ἵκοντο».

`9.186`

φρένα τερπόμενον φόρμιγγι λιγείῃ: οὐκ ἀνοίκειον τῷ ἥρωϊ νυκτὸς οὔσης γυμνάζεσθαι μᾶλλον τὰ μουσικὰ καὶ μὴ διαπαννυχίζειν· παραμυθία γὰρ τοῦτο θυμοῦ καὶ λύπης. ἔστι δὲ νέος καὶ φιλόμουσος καὶ λάφυρον ἔχων τὴν κιθάραν· καὶ οὐ θηλυδριώδη μέλη, ἀλλὰ κλέα ἀνδρῶν ᾄδει, καὶ ἑσπέρας καιρός. ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβαρεύεται. καλῶς δὲ ἀπούσης τῆς ἐρωμένης ᾄδει, ὅπως μὴ δοκοίη κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆς τῶν Ἑλλήνων ἀσφαλείας, προσποιεῖται δὲ καταφρονεῖν· φησὶ γοῦν· «δῖε Μενοιτιάδη, νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιούς», καὶ πάλιν· «ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε. λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἐρωήν». οὐκ ἤθελε δὲ ἀργῶν σώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλʼ ἡτοίμαζεν αὐτὴν πρὸς τὰς πράξεις καὶ ἐπʼ εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ Μυρμιδόνες

`9.187`

ζυγόν: ζυγὸς ὁ πῆχυς—παρὰ τὸ κεκολλῆσθαι.

`9.188a`

τὴν ἄρετʼ ἐξ ἐνάρων: ὅτι ἀστεῖον τὸ μὴ οἴκοθεν κομίσαι ὥσπερ μέλλοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν, ἀλλʼ ἐκ τῶν λαφύρων ἀνῃρῆσθαι ἁρμόνιον καὶ οὐκ ἄμουσον.

`9.188b`

ἄλλως· πιθανῶς ἔφη ἐκ λαφύρων κεκτῆσθαι τὴν κιθάραν τὸν Ἀχιλλέα· ἀνοίκειον γὰρ εἰς πόλεμον ἥκοντα κιθάραν ἐπικομίζεσθαι. εὑρόντα οὖν, φησίν, παρελθεῖν ὡς ἄμουσον ἀπρεπὲς ἦν.

`9.188c`

τὴν ἄρετʼ ἐξ ἐνάρων: ἵππον διὰ πόλεμον, δίσκον καὶ κιθάραν πρὸς σωματικὴν καὶ ψυχικὴν γυμνασίαν εἶχεν. σύντροφον δὲ ὄργανον εὑρὼν οὐ παρῆκεν· οὐ γὰρ οἴκοθεν εἵλετο. καὶ ἴσως Ἑλληνικὸν ἄνδρα εὑρὼν Ἠετίωνα σὺν τοῖς ὅπλοις ἐκήδευσε καὶ τοῖς ἐκείνου χρῆται.

`9.189a`

ἔτερπεν: ἀντὶ τοῦ ἔτρεπεν.

`9.189b`

κλέα ἀνδρῶν: ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους.

`9.190a`

Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ: ὅτι οὐ μόνος ἐν τῇ κλισίᾳ, ἀλλὰ μόνος Αἰακίδην δεδεγμένος ἀντίος ἧστο· καὶ γὰρ Αὐτομέδων ἐπὶ τῆς κλισίας ἦν ὁμοίως καὶ ὁ Φοῖνιξ

`9.190b`

Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ: ἡδεῖα γὰρ ἐπίδειξις ἡ ἐπὶ τῶν φίλων. ἤτοι δὲ μόνον αὐτὸν καθέζεσθαι λέγει ἢ μόνον ἐναντίον παρὰ τοὺς ἄλλους Μυρμιδόνας. καὶ ὅτι ἐν ἡσυχίᾳ δεῖ ἀκροᾶσθαι μουσικῆς.

`9.191`

δέγμενος: γράφεται καὶ «δέχμενος» διὰ τοῦ χ.

`9.192a`

τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς: ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· παρόντος γὰρ τοῦ Φοίνικος ἀπίθανον λέγειν ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς.

`9.192b`

βάτην προτέρω: καὶ ἐπὶ χρόνου «καί νύ κʼ ἔτι προτέρω». δίχα τοῦ ι δὲ τὸ προτέρω· ἀπὸ γὰρ τοῦ προσωτέρω συγκέκοπται.

`9.193a`

ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς: ἢ διὰ τὸ φίλον ἢ διὰ τὸ χαίρειν ἐπὶ τῇ προσδοκωμένῃ πρεσβείᾳ ἢ διὰ τὸ νυκτὸς αὐτοὺς παρεῖναι.

`9.193b`

ταφών: Ἰωνικῶς λέγεται κατὰ τροπὴν τοῦ θ εἰς τὸ τ· αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν, οἷον θαπών ταφών, δευτέρου ἀορίστου ἀπὸ τοῦ θήπω ἐνεστῶτος, καὶ τὰ ψιλὰ εἰς δασέα, ὡς τὸ ἐπιορκῆσαι φησίν. οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας κατʼ ἀφαίρεσιν τοῦ α καὶ τροπῇ τοῦ θ εἰς τὸ τ, Τάμμας λέγουσι· «Τάμμεω θυγατέρος» Καλλίμαχος ἐν δευτέρῳ Αἰτίων. ἐκ τῶν τάφων δὲ ἡ—τὸ μέλλον δεινόν.

`9.194a`

αὐτῇ σὺν φόρμιγγι: στικτέον μετὰ τὸ φόρμιγγι ὡς ἔκπληξιν Ἀχιλλέως ὁρᾶσθαι ἀναπεπηδηκότος σὺν τῇ κιθάρᾳ. τὸ ἡμιστίχιον δὲ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς προσδίδοσθαι, τό τε ἀναπηδῆσαι σὺν αὐτῇ τῇ κιθάρᾳ καὶ ἀπολιπόντα τὴν καθέδραν καὶ τὴν κιθάραν συναντῆσαι. βέλτιον δὲ τὸ πρότερον ὥστε τοῖς ἄνω συνάπτειν.

`9.194b1`

αὐτῇ σὺν φόρμιγγι: ὧδε στικτέον· ὑπὸ γὰρ φιλοφροσύνης ἀπήντησεν αὐτοῖς οὕτως ὡς εἶχε, σὺν τῇ κιθάρᾳ. τινὲς δὲ ὑφʼ ἓν αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος, καὶ τὴν φόρμιγγα λιπὼν ὡς αἰδούμενος.

`9.194b2`

διχῶς ἡ στιγμή.

`9.195`

ἐπεὶ ἴδε: ὅτε εἶδεν Ἀχιλλεύς.

`9.196a`

τώ: γράφεται καὶ «τούς».

`9.196b`

τὼ καὶ δεικνύμενος: δεξιούμενος λόγοις. ἐν ἄλλοις δὲ ἀντὶ τοῦ δεικνύς, «δεικνύμενος Δαναοῖσι».

`9.196c`

δεικνύμενος: δεξιούμενος, φιλοφρονούμενος.

`9.197a`

χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον· ἦ τι μάλα χρεώ: ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ. ἡ διπλῆ δέ, ὅτι χωρὶς τοῦ δυϊκῶς ἐσχηματίσθαι πρὸς Ὀδυσσέα καὶ Αἴαντα, καὶ τὰ τῆς διαθέσεως οὐκ ἐμφαίνει συμπαρόντα τὸν Φοίνικα· οὐ γὰρ ἂν οὕτως ἐκπλαγεὶς ἀνεπήδησεν, ἢ ἐδεξιοῦτο ὡς αἰφνιδίως παραγενομένους.

`9.197b`

ἱκάνετον· ἦ τι μάλα χρεώ: Παρμενίσκος προφέρεται «ἱκάνετον ἡμέτερον δέ».

`9.197c`

ἦ τι μάλα χρεώ: ἀντὶ τοῦ τινά. «τί νύ μοι μήκιστα;» ἀντὶ τοῦ τίνα.

`9.197d`

ἄλλως· ἦ τι μάλα χρεώ: τί ἀντὶ τοῦ τινός. οἱ δὲ ἀντὶ τοῦ ὄντως. δυσωπεῖ δὲ αὐτοὺς ὡς παρὰ τὸν τῶν φίλων θεσμὸν διʼ ἀνάγκην ἐλθόντας. οὐχ ὁμολογεῖ δὲ εἰδέναι τὰ περὶ τῆς ἐντεύξεως ἐναβρυνόμενος.

`9.198a`

  
οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον:  
εἴωθε γὰρ ὁ θυμὸς παρορᾶν καὶ τὸ πρὸς φίλους δίκαιον.

`9.198b`

φίλτατοι: καὶ ἐνθάδε τινὲς δυϊκῶς, «φιλτάτω».

`9.199`

  
ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς:  
Ἑλληνικὰ πάντα, καὶ τὸ μὴ ἐκείνους πρῶτον ἐνάρξασθαι.

`9.202a`

καθίστα: ὡς καθίστανε τὸ πλῆρες, οὕτως καὶ ἐπὶ τῆς ἀποκοπῆς. εἰσὶ δὲ οἳ ἐκτείνουσιν, ἀπὸ τοῦ ἱστῶ τὴν κλίσιν παραλαμβάνοντες.

`9.202b`

καθίστα: κίρνα, ὅμοιον τῷ «κρητῆρα στήσασθαι ἐλεύθερον». φιλοφρονεῖται δὲ αὐτοὺς καταισχύνων Ἀγαμέμνονα.

`9.203a`

ζωρότερον: ἀκρατότερον, παρὰ τὸ ζῆν. οἱ δὲ ἀντὶ τοῦ ταχύτερον. ἢ ἴσως, ἐπεὶ οἱ ξένοι ὕδωρ μὲν αἰτοῦσιν, οὐκέτι δὲ οἶνον, ἢ ὡς μουσικὸς καὶ ὑδαρέστερον πίνων, ἀφʼ ὧν ὀνειδίζει Ἀγαμέμνονι οἰνοφλυγίαν ἢ τὸν ἀκρατότερον, ὃν εἶχεν ἐν τῷ ἀμφορεῖ Διονύσου· οὐ γὰρ εἰκὸς δεδόσθαι κενόν, ἀπαρχὴν δὲ ἔχοντα τῶν ἐκείνου εὑρημάτων οἶνον θαυμάσιον. τοῦτον δὲ οἱ ἥρωες ἀπεδέχοντο· «ἓν δέπας ἐμπλήσας».

`9.203b`

ζωρότερον: τὸ ἄκρατον, παρὰ τὸ μηδέπω ἐσβέσθαι τὴν ἰσχὺν τοῦ οἴνου ὑπὸ τῆς τοῦ ὕδατος κράσεως.

`9.203c`

ζωρότερον δὲ κέραιε: δίχα τοῦ ρ Ἀριστοφάνης, κέραιε. οὐκ ἄτοπον δὲ νυκτὸς οὔσης ζωρότερον πίνειν.

`9.203d`

κέραιε: οὕτως κέραιε χωρὶς τοῦ ρ. μέμνηται καὶ Ἡρωδιανός

`9.204`

μελάθρῳ: νῦν σκηνῇ, κυρίως δὲ οἴκῳ.

`9.206a1`

αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ: ὅτι Εὐφορίων κρεῖον τὸ κρέας ἐξεδέξατο, Ὅμηρος δὲ τὸ κρεοδόχον ἀγγεῖον. καὶ πρὸς τὸ ἐν πυρὸς αὐγῇ τὸ ἀπὸ τοῦ πυρὸς φωτιζόμενον. κρεῖον δὲ ὡς «θεῖον». γέγονε δὲ παρὰ τὸ κρέας.

`9.206a2`

ὡς «θεῖον». οἱ νεώτεροι κρεῖον τὸ κρέας φασίν.

`9.206b`

αὐτὰρ ὅ γε κρεῖον μέγα κάμβαλεν: εἰς ταπεινὴν τάξιν μαγειρικὴν κατερχόμενος οὐδὲν ἧττον τὴν ἡρωϊκὴν διαφυλάττει σεμνότητα. αἰτία δὲ ἡ ἐκλογὴ τῶν ὀνομάτων· πρῶτον μὲν οὐκ εἶπε κατέθηκεν, ἀλλὰ κάμβαλεν ἔπειξιν ἐμφαίνων τοῦ διακονουμένου, ἔπειτα τροπικὸν εἰσήνεγκεν ὄνομα τὸ «τεθαλυῖα»

`9.206c`

ἐν πυρὸς αὐγῇ: καὶ «Ἠελίου τʼ αὐγή»· ἥλιος δὲ τὸ ἄστρον· ἡμεῖς δὲ ἀφυῶς φαμεν ἐν ἡλίῳ καθῆσθαι. ἐνταῦθα οὖν ἐν τῇ αὐγῇ τοῦ λύχνου τέθεικε τὸ κρεῖον, ἐπεὶ νὺξ ἦν, οἷον «παρὰ τῷ λύχνῳ».

`9.207`

ὄϊος: ὡς «πόλιος»· εἰ μὴ διὰ μέτρον γάρ, οὔ φησιν «οἰός».

`9.208a1`

σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ: ἐντροφίου, «ἁπαλοτρεφέος σιάλοιο» «αἰεὶ ζατρεφέων σιάλων».

`9.208a2`

ἐντροφίου, ἁπαλοτρεφοῦς, ὡς «ζατρεφέων σιάλων». ἢ σεσιτευμένου.

`9.209a`

τῷ δʼ ἔχεν Αὐτομέδων: ὅτι Αὐτομέδοντος ὄντος κατὰ τὴν κλισίαν ἄνω εἶπεν· «Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο».

`9.209b`

τῷ δʼ ἔχεν Αὐτομέδων: τούτῳ δὲ — τῷ Ἀχιλλεῖ — ὑπηρέτει τὰ κρέα ὁ Αὐτομέδων, οἷον ὑπεῖχεν αὐτά, ἐκεῖνος δὲ διέτεμνεν. ἐν σχήματι ἔδειξεν ὡς καὶ Αὐτομέδων ἔνδον ἦν μετὰ Πατρόκλου, ὡς καὶ αὐτὸς φίλτατος

`9.209c`

τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς: τὸν τῦφον ἡμῶν ἐκβάλλει ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς.

`9.210`

μίστυλε: διὰ τοῦ ἑτέρου λ τὸ μίστυλε. γίνεται δὲ παρὰ τὸ μεῖον ἢ μεῖστον.

`9.212a`

αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη: εἰς ταπεινὴν ἀπαγγελίαν οὐδεὶς ἂν τοσαύτην ἐπέθηκε σεμνότητα καὶ λέξεις τοιαύτας.

`9.212b`

αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη: ὅτι ἔν τισι γράφεται «αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλόξ». γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος, τοῦ ποιητοῦ τὸ πῦρ δεινοποιήσαντος.

`9.212c`

ἄλλως· αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη: ἔνιοι γράφουσιν «αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλόξ». ὁ δὲ Ἀρίσταρχος ταύτην προέκρινεν. ἔνιοι δὲ γράφουσιν «αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐμαρήνατο, παύσατο δὲ φλόξ». γράφεται δὲ καὶ ἐκάη.

`9.214a`

πάσσε δʼ ἁλὸς θείοιο: ἢ ὅτι τὰ ἁλίπαστα διαμένει, ἢ ὅτι τὰς φιλίας συνάγει. θείους δὲ λέγει τοὺς ἅλας διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασσόμενα.

`9.214b1`

ἄλλως· πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας: ἵνα μὴ εἰς τὸ πῦρ πάττων ἐνοχλῇ. τὸ δὲ ἑξῆς· κρατευτάων ἐπαείρας πάσσε.

`9.214b2`

ἐκβάλλει δὲ ἐκ τοῦ πυρός, ἵνα μὴ ἐκεῖσε πάττων ἐνοχλῇ.

`9.214c1`

κρατευτάων: οἱ μὲν τῶν ἁλοθηκῶν, τουτέστι τῶν ἀγγείων, ἐν οἷς οἱ ἅλες εἰσίν. οἱ δὲ τῶν ἐξοχῶν τῆς ἐσχάρας, αἷς ἐπιτίθενται οἱ ὀβελοί.

`9.214c2`

κρατευτάων δὲ τῶν ἢ ἁλοθηκῶν ἢ τῶν ἐξοχῶν τῆς ἐσχάρας.

κρατευτάων: τῶν βάσεων—εἶπον, κακῶς.

`9.214d1`

ἐπαείρας: Ἀρίσταρχος «ἀπαείρας», ἀπὸ τῶν κρατευτάων ἄρας.

`9.214d2`

διὰ τοῦ α.

`9.215a`

εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις ἐξ ἑλείων ῥάβδων πεπλεγμένοις. δασύνεται δὲ τὸ «ἑλεοῖσιν»· τινὲς γὰρ παρὰ τὸ ἑλεῖν.

`9.215b`

εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις ἤτοι μαγειρικοῖς. δασύνεται δέ· ἀπὸ γὰρ τοῦ ἑλεῖν. ἢ ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πεπλεγμέναι. ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πιμελῆς.

`9.215c1`

ἔχευεν: διχῶς, καὶ «ἔθηκεν».

`9.215c2`

ἐν ἄλλῳ «ἔθηκεν».

`9.217`

κανέοισιν: ὡς ὀστέοισιν.

`9.218`

ἀντίον ἷζεν Ὀδυσσῆος: ὡς διαλεξόμενος· οἶδε γὰρ ὡς αὐτὸς τὴν πρεσβείαν πεπίστευται.

`9.219a`

τοίχου τοῦ ἑτέροιο: ὡς «ὀΐστευσον Μενελάου».

`9.219b`

θῦσαι: ὅτι θῦσαι οὐ σφάξαι, ὡς ὁ Τιμόθεος ὑπέλαβεν καὶ Φιλόξενος ὁμοίως τῇ ἡμετέρᾳ συνηθείᾳ, ἀλλὰ θυμιᾶσαι. καὶ ὅτι «θυηλάς» τὰς ἐπιθυομένας ἀπαρχάς. καὶ ἐν Ὀδυσσείᾳ· «ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖσʼ αἰεὶ γενέτῃσιν».

`9.219c`

θεοῖσι δὲ θῦσαι ἀνώγει: ἀπάρξασθαι. δεισιδαίμων, ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται καὶ ἀποπλεύσεσθαι λέγει «αὔριον ἱρὰ Διῒ ῥέξας», καὶ «χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγεν».

`9.219d`

θῦσαι: ἀπάρξασθαι, ὡς τὸ «ἦ ῥα καὶ ἄργματα θῦσε», ἢ θυμιᾶσαι, ὡς τὸ «πῦρ κήαντες ἐθύσαμεν». Καλλίμαχος δὲ κακῶς «τὸ μὲν θύος ἤρχετο βάλλειν». Ὅμηρος δὲ «θύου» τοῦ θυμιάματος.

`9.220`

θυηλάς: ὡς ἀπαρχάς. τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ ὑπὲρ δύο συλλαβὰς καὶ ὀξύνεται, ὥσπερ τὸ γαμφηλή θυηλή, καὶ βαρύνεται, ὡς τὸ ἀνθήλη.

`9.221`

οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα: πῶς παρʼ Ἀγαμέμνονι δεδειπνηκότες νῦν πάλιν ἐσθίουσιν; ἢ οὖν τὸ Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμβεβηκὸς συλληπτικῶς περὶ πάντων φησίν, ἢ πάλιν ἐσθίουσιν εἰς ἔνδειξιν τοῦ ἥδεσθαι τῇ παρʼ αὐτῷ ἑστιάσει.

`9.222a`

  
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:  
κυκλικώτερον κατακέχρηται τῷ στίχῳ δεδειπνηκότων αὐτῶν πρὸ ὀλίγου· οὐ γὰρ ἤρων δαιτός.

`9.222b1`

  
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:  
φαίνονται καὶ παρʼ Ἀγαμέμνονι πρὶν ἐπὶ τὴν πρεσβείαν στείλασθαι δειπνοῦντες· φησὶ γοῦν «αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός, ὡρμῶντʼ ἐκ κλισίης». ἄμεινον οὖν εἶχεν ἄν, φησὶν ὁ Ἀρίσταρχος, εἰ ἐγέγραπτο «ἂψ ἐπάσαντο» ἢ «αἶψʼ ἐπάσαντο», ἵνʼ ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ εἰς κόρον ἐσθίειν καὶ πίνειν λέγωνται. ἀλλʼ ὅμως ὑπὸ περιττῆς εὐλαβείας οὐδὲν μετέθηκεν, ἐν πολλαῖς οὕτως εὑρὼν φερομένην τὴν γραφήν.

`9.222b2`

ἄμεινον, φησίν, εἶχεν, Ἀρίσταρχος, εἰ ἐγέγραπτο «ἂψ ἐπάσαντο».

`9.222b3`

Ἀρίσταρχος γράφει «ἂψ ἐπάσαντο»· ἤδη γὰρ ἦσαν παρʼ Ἀγαμέμνονι κορεσθέντες· οὐ μετέθηκε δὲ τὴν γραφήν.

`9.223`

νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς: οὐχ ἵνα εἴπῃ, ἀλλʼ εἰ καιρός ἐστιν· Ὀδυσσεὺς γὰρ προσκεπτόμενος, τί δεῖ λέγειν, τὸν καιρὸν οὐχ ὁρᾷ. συνεὶς δὲ ταῦτα Ὀδυσσεὺς αὐτὸς λέγειν ἄρχεται, οὐχ ὑπὸ βασκανίας τοῦ Φοίνικος τὸν λόγον προαρπάζων, ἀλλὰ τὸ δυσχερὲς ἐφʼ ἑαυτὸν φέρων· οἶδε γὰρ δυνησόμενος ἀντιτάξασθαι Ἀχιλλεῖ. ἴσως δὲ οὐδὲ ἐπιτήδειον εἶναι τὸν Φοίνικα ἐλογίζετο ἄρχειν τοῦ λόγου, ὅπως μὴ ὡς οἰκείῳ ἀπιστήσας Ἀχιλλεὺς ἀναστείλῃ καὶ τὸν αὐτῶν λόγον. Αἴας δὲ οὐ λέγει· βραδὺς γάρ ἐστι καὶ μεμψίμοιρος. νεῦσʼ Αἴας Φοίνικι: διενεύσατο—λόγων. ἐνόησε δὲ Ὀδυσσεύς. ζητεῖται δέ, διὰ τί—τοῖς οἰκείοις προσδοθῆναι χάριτος.

`9.224`

πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα: πρὸς τὸ ἔθος, ὅτι πλήρη καὶ οὐ κενὰ προὔπινον ὀρέγοντες τὰ ποτήρια. δεῖ δὲ νοῆσαι ὅτι κατὰ τὸ σιωπώμενον ἐδέξατο ὁ Ἀχιλλεύς. ἰδίως δὲ οὐχ ὑπέθηκε «καί μιν φωνήσας»

`9.225-9`

χαῖρʼ, Ἀχιλλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο ἠδὲ καὶ ἐνθάδε νῦν—ἀλλὰ λίην μέγα πῆμα: τὸ ἑξῆς ἐστι δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα· ἐκεῖνα γὰρ μεταξὺ τέθειται ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο ἠδὲ καὶ ἐνθάδε νῦν. οὕτως ἡρωδιανός.

`9.225a`

χαῖρʼ, Ἀχιλλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς: πρὸς τὸ διαχέαι τὸ σκυθρωπὸν αὐτοῦ, ὃν ἦν σκεψάμενος λόγον, ἀφῆκε καὶ ἀπὸ τοῦ καιροῦ ἔλαβε τὸ προοίμιον, ὡς τὸ «ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, ὃς λαὸν ἤγειρα, μητρί τʼ ἐμῇ μνηστῆρες».

`9.225b`

οὐκ ἐπιδεύῃ: ὅτι προστιθέασι τὸ ς, «οὐκ ἐπιδευεῖς», κακῶς. οὗτοι δὲ καὶ τὸ ἑξῆς περισπῶσιν «ἦμεν ἐνὶ κλισίῃ», ἵνʼ ᾖ ἦμεν ἐτυγχάνομεν. Ἀρίσταρχος δὲ χωρὶς τοῦ ς.

`9.225c`

ἐπιδεύῃ: γράφεται «ἐπιδευεῖς».

`9.225d`

δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδεύῃ: οὐκ ἐπιδεύῃ δαιτός, ὡς τὸ «ἀποιχομένου Ὀδυσῆος δεύῃ»· τὸ γὰρ ἕτερον ὑβριστικόν. ἔνιοι δὲ προστιθεῖσι τὸ ς. οὗτοι δὲ καὶ τὸ «ἠμέν» ῥῆμά φασιν.

`9.226`

ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος: λεληθότως ἐσήμανεν ὡς ἐξ αὐτοῦ ἐπέμφθησαν, οὐ διαρρήδην, ὅπως μὴ τραχὺς γένηται Ἀχιλλεύς. καλῶς δὲ τὰ περὶ τὴν ἑστίασιν ὅμοια τῇ παρʼ ἐκείνῳ λέγει, ἐν ᾗ οὐδεμίαν ἑώρα φιλοτιμίαν, τὴν δὲ σωτηρίαν ἐν Ἀχιλλεῖ κεῖσθαι μόνῳ φησίν τοῦτο γάρ φησιν ἥκομεν αἰτοῦντες, ὃ ἐξ ἄλλου λαβεῖν οὐ δυνάμεθα. ὅτι διὰ φιλίαν ἠνέσχοντο τῆς παρʼ αὐτῷ ξενίας.

ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο: διὰ τί τὸν ἐχθρὸν—μετεσχήκαμεν τραπέζης.

`9.228`

ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν: εἰς δύο στάσεις διεῖλε τὸν λόγον, τὴν παρορμητικήν, τραγῳδήσας τὰς συμφοράς, εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν παρόρμησιν, καὶ εἰς τὴν ἀλλοιωτικήν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ γὰρ Ἀγαμέμνονος τὴν στρατείαν ἔλαβεν.

`9.230a`

ἐν δοιῇ: ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. περισπαστέον δέ· δοτικὴ γὰρ ἀκόλουθος εὐθείᾳ τῇ δοιός, οὗ τὸ θηλυκὸν δοιή.

`9.230b1`

ἐν δοιῇ: παρὰ τὸ δύο· καὶ «δοιάσατο» τὸ ἓν τῶν δύο ἐξελέξατο.

`9.230b2`

παρὰ τὸ δέω τὸ διαχωρίζω δοή καὶ δοιή· ἐξ οὗ καὶ τὸ «δοάσσατο θυμῷ» ἀντὶ τοῦ τῶν δύο τὸ ἓν ἐξελέξατο.

`9.230-1`

σαωσέμεν ἢ ἀπολέσθαι νῆας: τὸ πρῶτον κεφάλαιον τὸν κίνδυνον τῶν νεῶν περιέχει, ὃ καὶ τῷ Ἀχιλλεῖ ἐλογίζετο πᾶν δέος· ὅθεν καὶ πολλάκις ἐπὶ τοῦτο καταφέρεται· «ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο», «ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι», «στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα». τεχνικῶς ἐξαίρει δεικνὺς ὡς ἐπὶ τηλικούτοις τὴν χάριν τίσουσιν Ἕλληνες.

`9.231a1`

εἰ μὴ σύ γε δύσεαι ἀλκήν: ὡς νῦν ἐκδεδυμένου αὐτὴν δυσωπεῖ· «θόρε φρεσὶν εἱμένος ἀλκήν». τὴν δὲ πάντων σωτηρίαν εἰς αὐτὸν ἀνάγει, ἵνα μᾶλλον ἁπάντων ὁ φιλότιμος ἕλοιτο.

`9.231a2`

ὡς νῦν ἐκδεδυμένου αὐτήν. λέγει δὲ τὴν εἰς τὸν πόλεμον ὁρμήν. τὴν δὲ πάντων σωτηρίαν εἰς αὐτὸν ἀνάγει, ἵνα πεισθῆναι ὡς φιλότιμος ἕλοιτο.

`9.232a`

ἐγγὺς γὰρ νηῶν: ἔνθεν ἡ διήγησις. τῷ δὲ τόπῳ τὸν κίνδυνον ηὔξησεν, ὃ περιέμενεν Ἀχιλλεύς· «τοὺς δὲ κατὰ πρύμνας».

`9.232b`

αὖλιν ἔθεντο: ὡς ἐπὶ ἀγρίων, ἴσως ὑποφαίνων ὅτι ὁ ποιμὴν Πάρις ἀριστεύει. διʼ ὧν δὲ οἱ ἱκέται μείζονα τὴν χρείαν ποιοῦνται, τὴν προθυμίαν αὔξουσι τῶν ἐπικούρων.

`9.233`

τηλεκλειτοί τʼ ἐπίκουροι: ὀνειδίζει ὅτι καὶ ἀδικοῦσιν αὐτοῖς παραμένουσιν οἱ σύμμαχοι, ὁ δὲ Ἀχιλλεὺς τῆς Ἑλλήνων συμμαχίας ἀπέστη, καὶ διὰ λόγον μόνον.

`9.235a`

  
σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι:  
ὅτι ἐπὶ τῶν Τρώων ἐστίν· ἐμπεσοῦνται ταῖς ναυσίν, ἐνσείσουσι.

`9.235b`

ἀλλʼ ἐν νηυσὶ—πεσέεσθαι: ἀλλʼ ἐμπεσεῖσθαι ταῖς ναυσὶ διώκοντες ἡμᾶς.

`9.236a`

Ζεὺς δέ σφιν Κρονίδης ἐνδέξια σήματα φαίνων: θεραπεύων τὸν Ἀχιλλέα φησὶν ὅτι μηνίσαντος αὐτοῦ καὶ τὸ θεῖον τοῖς ὑβρίσασιν αὐτὸν συνωργίσθη. τὸ δὲ «σφί» δίχα τοῦ ν.

`9.236b`

ἐνδέξια σήματα φαίνων: Ἀρίσταρχος ὑφʼ ἓν μέρος λόγου τὸ ἐνδέξια ἐπὶ τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν. ὁ δὲ Ἀσκαλωνίτης κατὰ παρολκὴν παραλαμβάνει τὴν ἔν πρόθεσιν ὥστε εἶναι δεξιὰ σήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον.

`9.237-9`

Ἕκτωρ δὲ μέγα—λύσσα δέδυκεν: ὀνομάζων αὐτὸν κινεῖ τὸν Ἀχιλλέα. τὸ δὲ μαίνεται καὶ λύσσα δηλοῖ εὐχερῶς κρατηθήσεσθαι τὸν ἀπροαιρέτως κινδυνεύοντα.

`9.237`

βλεμεαίνων: βρέμω βρεμαίνω βλεμαίνω, ὡς κρίβανος κλίβανος.

`9.238-9`

οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς: εὐτελίζει, φησίν, οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ θεούς. τῇ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν.

`9.238`

πίσυνος Διΐ: αὐτὸς γάρ φησι «γιγνώσκω δʼ ὅτι μοι Κρονίδης Ζεὺς κῦδος».

`9.239a`

ἀνέρας οὐδὲ θεούς: βραχὺ διασταλτέον ἐπὶ τὸ ἀνέρας, ἵνα μείζων ἔμφασις γένηται.

`9.239b1`

κρατερὴ δέ ἑ λύσσα δέδυκεν: τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. πολλὴ δὲ ἡ τοῦ θράσους ἔμφασις, ἐρεθισμός τε ἱκανὸς ὁ τῶν ἐχθρῶν ἔπαινος. λύσσα δὲ παρὰ τὸ λύειν τὸν νοῦν.

`9.239b2`

λύσσα· μανία. τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν. ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν ἔπαινος.

`9.240`

ἠῶ: τὴν ἠῶ κατʼ αἰτιατικὴν πτῶσιν περισπαστέον καὶ τὴν «αἰδῶ», οὐ μὴν καὶ τὸ «Λητώ» καὶ τὰ τοιαῦτα πάντα. ἀλλὰ τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπʼ εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνόμενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἕξει ἐπʼ αἰτιατικῆς τὴν περισπωμένην τάσιν.

`9.241a`

στεῦται: διορίζεται· στάσιν γὰρ ψυχῆς σημαίνει ἡ λέξις. ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ· «στεῦτο δὲ διψάων».

`9.241b`

ἀποκόψειν ἄκρα κόρυμβα: οὐκ ἀγαπᾶν αὐτόν φησιν, εἰ μόνον ἐμπρήσειε τὰς ναῦς, ἀλλὰ καὶ τὰ κόρυμβα ἀποκόψαι θέλειν, ὥσπερ τρόπαιον τῆς κατὰ τῶν Ἑλλήνων νίκης ἀναθεῖναι θέλοντα. ἵνα γοῦν καὶ αὐχῇ ὡς τηλικούτων ῥυσάμενος καὶ τὸν πολέμιον μεγάλης ἐλπίδος ἀποκόψῃ. καὶ ἄλλως δὲ τὰ ἄκρα ἀποκόπτει Ἕκτωρ διὰ τὸ ἔχειν θεοὺς ἐντετυπωμένους, ὅπως μὴ κατακαέντες ὑπὸ τοῦ πυρὸς ὀργισθῶσιν αὐτῷ.

ἄκρα κόρυμβα: τὰ τῶν νεῶν ἀκροστόλια. διὰ τί δὲ— τοῦτο ποιεῖ.

`9.242a`

ἐμπρήσειν: Ἀρίσταρχος «ἐμπλήσειν».

`9.242b`

μαλεροῦ πυρός: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ μαλερῷ πυρί.

`9.243`

ὀρινομένους ὑπὸ καπνοῦ: δίκην σφηκῶν.

`9.244-5`

ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλάς ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη: διασταλτέον βραχὺ φρένα καὶ θεοί

`9.245`

ἡμῖν δὲ δὴ αἴσιμον εἴη: ἀπὸ κοινοῦ τὸ «δέδοικα» καὶ τὸ «μή».

`9.246`

Ἄργεος ἱπποβότοιο: σημειοῦνταί τινες, ὅτι τὴν ὅλην Πελοπόννησον οὐκ οἶδεν ὁ ποιητής, Ἡσίοδος δέ

`9.247`

καὶ ὀψέ περ: καλῶς τὸ ὀψέ· εἰ γὰρ καὶ δύο γεγόνασιν αἱ ἡμέραι τῆς μάχης, ἀλλʼ οὖν γε τοῖς κεκακωμένοις ὁ τῆς δυστυχίας χρόνος, κἂν ἐπʼ ὀλίγον γένηται, πολὺς εἶναι δοκεῖ. καὶ τοῦ χρόνου ἡ αὔξησις ἔνδειξίς ἐστιν ὡς ἱκανῶς ποινηθέντων Ἑλλήνων. τάχα δὲ καὶ τοιοῦτός ἐστιν ὁ λόγος· εἰ μέλλεις ὀψὲ ἀμύνειν, νῦν ἄμυνον. συνᾴδει καὶ τὸ ἑξῆς ὅτι νῦν μὴ ἐπαμύνας οὐχ εὑρήσεις τοῦ κακοῦ ἴασιν.

`9.249-50a`

οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν: οὐδεμία ἐστὶ μηχανὴ τοῦ κακοῦ ῥεχθέντος θεραπείαν εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως τυγχάνει. ἐπὶ τὸ μῆχος βραχὺ διασταλτέον· σαφέστερον γὰρ οὕτω παρίσταται.

`9.249-50b`

οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν: τὸ «οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω» ἐντέχνως αὐτῷ προβάλλεται· τοῦτο γὰρ περὶ Ἀγαμέμνονος ἔλεγε τοῖς κήρυξιν. ἐφʼ ἕτερον δὲ κεφάλαιον ἔρχεται ὡς καὶ αὐτῷ συμφέρον καὶ ὠφέλιμον τὸ μὴ παριδεῖν τὸν νῦν καιρόν.

`9.251`

Δαναοῖσιν: οὐκ Ἀγαμέμνονι· τοῦτο γὰρ κατακρύπτει διὰ τὸ μὴ αἴφνης παροξῦναι αὐτόν.

`9.252a`

ὦ πέπον: ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ δὲ τὸν προσηνῆ, ἀπὸ τοῦ πεπείρου καὶ ἁπαλοῦ.

`9.252b`

πατὴρ ἐπετέλλετο Πηλεύς: τοῦτο δεύτερον κεφάλαιον, εἰς ἐπιείκειαν καὶ πραότητα προκαλούμενον. τὸ δὲ στασιαστικὸν θέλων ὀνειδίζειν οὐδὲ τοῖς ῥήμασιν ἀνακεκαλυμμένως χρῆται οὔτε ἐξ ἰδίου προσώπου τὴν ἐπιτίμησιν ποιεῖ, ἀλλʼ ἐν ἠθοποιΐᾳ ἐξ ἀπόντων προσώπων ταύτην εἰσήγαγεν. ἔστιν οὖν ἀνεπαχθὴς ὡς οὐκ ἰδίας ὑποθήκας εἰσάγων, ἀλλʼ ὑπομιμνῄσκων τοῦ πατρός. καὶ ὁ Νέστωρ ὁμοίως πρὸς Πάτροκλον

`9.253a`

ἐκ Φθίης Ἀγαμέμνονι πέμπε: ὡσανεὶ δευτέρῳ πατρί. ἐντέχνως οὖν οὐκ εἶπε «σὺν Ἀγαμέμνονι».

`9.253b`

Ἀγαμέμνονι πέμπε: ἔνδοξόν τι· καὶ πρὸς πειθὼ γὰρ ἐπιτήδειον τοῦτο.

`9.254`

τέκνον ἐμόν: σημειοῦνταί τινες, ὅτι παρεῖται τὸ «τάδε λέγων».

`9.254-8`

τέκνον ἐμόν—νέοι ἠδὲ γέροντες: συνετῶν τὸ τὰς φύσεις τῶν υἱῶν καταμαθόντας πρὸς ταύτας ἁρμόττεσθαι τοὺς λόγους, ὡς καὶ ὁ Πηλεὺς εἰδὼς Ἀχιλλέα ἀνδρεῖον μέν, ὀργίλον δὲ καὶ πλήρη φιλοτιμίας, παραινεῖ αὐτῷ ἀποθέσθαι τοῦ ἤθους τὸ φιλόνεικον, ὡς ἐκ τούτου μάλιστα τιμῆς τευξόμενον, ἧς ὀρεγόμενον ἑώρα τὸν Ἀχιλλέα. ἔστι δὲ πιστὸς ὡς πατὴρ καὶ ἐν πολέμοις πολλάκις εὐδοκιμήσας.

`9.255`

δώσουσʼ, αἴ κʼ ἐθέλωσι: καλῶς τὸ ἐθέλωσι, ὡς οὐ δωσόντων, εἰ ἀνάξιος ὀφθείη τῆς δωρεᾶς.

`9.256a`

ἴσχειν ἐν στήθεσσι: ἴσχειν· ἐπέχειν, παύειν. τὸ ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν· αὕτη γὰρ ἐν τῷ στήθει κεῖται οὖσα αἰτία τῆς ὀργῆς, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι, φησί, ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς ὄρεξιν ἀντιλυπήσεως.

`9.256b`

ἴσχειν ἐν στήθεσσι: διδασκαλία καὶ ἡμῖν, κρατεῖν ὀργῆς.

`9.257`

ἔριδος κακομηχάνου: πρὸς τὴν ἀγαθὴν διέστειλεν. ἐπείπερ οἱ ἐρίζοντες κακὰ τοῖς πλησίον μηχανῶνται. δείκνυσι δέ, ὅτι οὐ τοσοῦτον ὀνίνησιν ἰσχύς, ὅσον ἡ πρὸς τοὺς φίλους ἔρις βλάπτει.

`9.257-8`

ὄφρα σε μᾶλλον τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες: εἰ μὴ ὑποθήκη πατρὸς ἐδόκει τὸ πρασσόμενον, κἂν ἠρέθισεν Ἀχιλλέα ὑποσημαίνων ὡς ἀσχημονεῖ νῦν καὶ παρὰ νέοις καὶ παρὰ γέρουσιν.

`9.259`

σὺ δὲ λήθεαι: πρᾴως καθήψατο, οὐκ ἀμελεῖν αὐτὸν φήσας, ἀλλʼ ἐπιλελῆσθαι. ὄνομα οὖν ἐξελέξατο συγγνώμης ἀξιούμενον.

`9.259-60`

ἀλλʼ ἔτι καὶ νῦν παῦε: καλῶς νῦν, ἵνα δηλώσῃ τὸν ἱκέτην. ἅμα δὲ καὶ ὑποφαίνει ὡς οὗτος αὐτῷ ὑποτάττεται, ᾧ ὁ πατὴρ αὐτὸν ὑπέταξεν. μετὰ δὲ τὸ τοὺς τοῦ πατρὸς λόγους πεπᾶναι αὐτὸν προφέρει τὰ δῶρα· αἰσχροκερδὲς γὰρ ἦν τὸ ἀπʼ ἀρχῆς.

`9.261a`

ἄξια δῶρα δίδωσι: τρίτον κεφάλαιον τὸ περὶ τῶν δώρων.

`9.261b`

χόλοιο: ὅτι ἀντιφράζει τῇ μήνιδι τὸν χόλον.

`9.262a`

εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω: οἱ ὑποστίζοντες ἐπὶ τὸ εἰ δέ, ὡς λείποντος τοῦ θέλεις, διηλέγχθησαν ἐν τοῖς ἐπάνω καὶ νῦν δέ ἐστιν ὁ λόγος· «ἄγε δὴ σὺ μέν μου ἄκουσον». ἡ διπλῆ δὲ πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐγὼ δʼ ἄν σοι καταλέξαιμι, ἢ περισσὸς ὁ κέ. τὸ εἴ παρακελευστικὸν ἐπίρρημά ἐστιν, ὃν τρόπον ἐπὶ τοῦ Διὸς «ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν». καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπὸ τούτου γεγονέναι τοῦ συνδέσμου τοῦ α περιττεύοντος, τοῦ τόνου ἀλλαγέντος εἰς περισπώμενον ἀναγκαίως καὶ τῆς δασείας Ἀττικῶς προσελθούσης.

`9.262b`

εἰ δέ, σὺ μέν μευ ἄκουσον: ἀντὶ τοῦ ἄγε δή. δυσχεραίνοντος δὲ αὐτοῦ πρὸς τοὔνομα τῶν δώρων δεῖται ἀκουσθῆναι. ἢ τάχα ἔμφασίς ἐστι τοῦ πλήθους τῶν δοθησομένων.

`9.265`

αἴθωνας δὲ λέβητας: διαιρεῖ τῶν ἀναθεματιαίων, ἐμπυριβήτας καὶ αἴθωνας αὐτοὺς καλῶν.

`9.270`

ἀμύμονας: οὕτως Ἀρίσταρχος μετὰ τοῦ ς «ἀμύμονας».

`9.271`

Λεσβίδας: ὅτι τὰς ἑπτὰ Λεσβίδας ὑπισχνεῖται, οὐχ ὡς ὁ Ζηνόδοτος ἐν ταῖς ἑπτὰ καὶ τὴν Βρισηΐδα τάττει· ἔστι γὰρ Λυρνησσία.

`9.274`

κούρην Βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖται: Ἀρίσταρχος γράφει «κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται».

`9.279`

νηήσασθαι: ἀντὶ προστακτικοῦ.

`9.292`

Ἱρήν: οὕτως Ἱρήν ὀξυτόνως, ὡς ἐν τῇ Καθόλου

`9.297`

οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσονται: ἡ διπλῆ, ὅτι τῷ παθητικῷ ἀντὶ τοῦ ἐνεργητικοῦ ἐχρήσατο· οὕτως γὰρ Ἀρίσταρχος τιμήσονται ὡς ἐλεύσονται.

`9.299`

μεταλλήξαντι: διὰ τοῦ ἑτέρου λ τὸ μεταλλήξαντι αἱ Ἀριστάρχου.

`9.300a`

εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο: τέταρτον κεφάλαιον δεητικὸν ὑπὲρ τῶν Ἑλλήνων. ὑποφορᾷ δὲ χρῆται, προλαμβάνων αὐτοῦ τὴν ἀντίρρησιν καὶ τῇ Ἀγαμέμνονος ἔχθρᾳ ἀντιτιθεὶς τὸν ἁπάντων ἔλεον καὶ μόνον οὐχὶ πᾶσαν ἱκετεύουσαν παράγων Ἑλλάδα. ἐπὶ τὴν δευτέραν δὲ μεταβέβηκε στάσιν καὶ πανταχόθεν πείθει· ὑποσχέσει, δεήσει, ὠφελίμῳ, ἐλέῳ.

`9.300b`

κηρόθι μᾶλλον: κηρὸς μᾶλλον. εἰς δύο δὲ μερίζει τὴν ἱκετείαν, Ἀγαμέμνονα καὶ Ἕλληνας.

`9.300c`

κηρόθι μᾶλλον: ἤτοι θανάτου πλέον, παρὰ τὴν κῆρα, τουτέστι θανατηφόρον μοῖραν. ἢ ἐν τῇ ψυχῇ μισεῖται μᾶλλον, παρὰ τὸ κῆρ, ὅ ἐστι ψυχή.

`9.302-3a`

τειρομένους ἐλέαιρε κατὰ στρατὸν οἵ σε θεὸν ὥς τίσουσι: τὸ κατὰ στρατόν ἀμφοτέροις δύναται συνάπτεσθαι τοῖς μέρεσιν. εἰ μὲν οὖν τοῖς ἄνω συνάπτοιτο, ἔσται τὸ ἑξῆς· τειρομένους κατὰ στρατόν, οἷον καταπονουμένους ἤδη ἐν τῷ στρατοπέδῳ καὶ δεδιωγμένους μέχρι θαλάσσης. εἰ δὲ τοῖς ἑξῆς, ἔσται ὁ λόγος· οἵτινές σε κατὰ πᾶν τὸ στράτευμα τιμήσουσιν ὡς θεόν, οἷον πάντες ὁμοίως.

`9.302-3b`

τειρομένους ἐλέαιρε κατὰ στρατὸν οἵ σε θεὸν ὥς τίσουσι: τὸ κατὰ στρατόν δύναται πρὸς ἄμφω εἶναι. αὔξων τὴν εὔκλειαν δείκνυσιν ὡς πρὸς αὐτούς ἐστιν ἡ πρᾶξις.

`9.303`

ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο: ὡς «πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος» ἀντὶ τοῦ παρὰ πάντων ἢ ἐκ πάντων.

`9.304a`

νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις: τρία ποιεῖ· τῷ μὲν καλῷ τῆς ἐπικουρίας τὸ φιλότιμον συνάπτει, ἀντὶ δὲ τῆς κατὰ τοῦ ἀδικήσαντος ὀργῆς τὴν τῶν ἀτυχούντων ἱκετείαν οἰκτίζεται, τὸ δὲ ἀνθέλκον τοῦ θυμοῦ ἐπιρρεπὲς ποιεῖ φθόνῳ τῶν περὶ τοὺς ἐχθροὺς εὐτυχημάτων.

`9.304b`

νῦν: καλῶς εἶπε νῦν, ὡς πρώην αὐτοῦ πτήσσοντος ἐν τῷ τείχει· ὥστε μὴ ἀπολέσῃς τὸν καιρόν, ἐν ᾧ μεγάλα δυνήσῃ ἐπιδείξασθαι κατὰ τῶν πολεμίων.

`9.305`

οὔτινα: οὐδὲ σέ. ἐρεθιστικὰ δὲ ταῦτα.

`9.307-9`

τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς  <span class="gap">…</span> χρὴ μέν: τὸν Ἀχιλλέα παραδίδωσι φιλότιμον, ἁπλοῦν, φιλαλήθη, βαρύθυμον, εἴρωνα. καὶ ὅσα μὲν φθέγγεται συνετά, ταῦτα αὐτῷ ἡ παιδεία δέδωκεν, ὅσα δὲ αὐθάδη καὶ μεγαλόφρονα, ταῦτα ὑπὸ τῆς φύσεως λέγειν προάγεται.

`9.309a`

  
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν:  
γυμνός ἐστιν ὑπὸ τῆς ὀργῆς καὶ περιπλοκὰς οὐκ οἶδε λόγων· ἔδει γὰρ δικαιολογεῖσθαι, εἶθʼ οὕτω τὴν ἀπόφασιν ἐπαγαγεῖν. ὁ δὲ τοὐναντίον φησίν· ἔστι γὰρ θυμὸς μεστὸς ἀκοσμήτου παρρησίας, τοσοῦτον δὲ ἀπέχει πειθοῦς, ὅτι καὶ τῶν ἄλλων προαναστέλλει τοὺς λόγους «ὡς μή μοι τρύζητε παρήμενοι». πάντες δὲ οἱ παρὰ θυμὸν ἀπειλοῦντες πίστιν ἐπάγουσι τοῖς ἰδίοις λόγοις, οἱ μὲν λόγῳ, οἱ δὲ διʼ ἀποδείξεων, οἱ δὲ διὰ γνωμῶν, ὃ νῦν ποιεῖ.

`9.309b`

τὸν μῦθον: τὸν ἀντικείμενον τοῖς ῥηθεῖσιν.

`9.309c`

ἀπηλεγέως: ἀποτόμως, σκληρῶς· ἢ ἀπαγορευτικῶς, κεκριμένως. ἀπαγορευτικῶς, διαρρήδην· ἢ συντόμως ἀπὸ τοῦ λῆξαι, ὅ ἐστιν εἰπόντα παύσασθαι· φιλοσύντομος γὰρ ὁ θυμός. ἢ ἀσυμπαθῶς καὶ ἀπηλγημένως παρὰ τὸ ἀλέγειν· οἱ γὰρ λυπεῖν θέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς πρὸς μὲν Ὀδυσσέα ἀπιέναι φησίν πρὸς Φοίνικα δὲ μένειν μὴ μέντοι πολεμήσειν, πρὸς Αἴαντα δὲ πολεμήσειν, ἀλλʼ ὅταν ἀνάγκη καλῇ τοῦτο δὲ θυμώδους ἀνδρὸς καὶ πρὸς τὸ μὴ καταφρονηθῆναι ἀγωνιζομένου.

`9.310a`

ᾗπερ δὴ κρανέω: Ἀρίσταρχος «ᾗπερ δὴ φρονέω».

`9.310b`

ᾗπερ δὴ κρανέω: αἱ Ἀριστάρχου «φρονέω». τὸ δὲ κρανέω ἀντὶ τοῦ τελειώσω, πληρώσω. ὁ δὲ ᾗ ἀντὶ τοῦ ὥς.

`9.311a`

ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος: αὐθαδῶς ἐπισκώπτει τὴν ἐπιτέχνησιν τῶν λόγων Ὀδυσσέως, καὶ Φοίνικα προανακόπτει, ὃν ὑποπτεύει παρακεκλῆσθαι ὑπὸ τοῦ Ἀγαμέμνονος. τινὲς δὲ διὰ τὸ «καί μʼ ᾐτιάασθε ἕκαστος».

`9.311b1`

τρύζητε: παρὰ τὸ τρυγών ἐστιν· ἢ τρύχητε τὴν ἀκοήν, ἢ τονθορύζητε.

`9.311b2`

τρύζητε ἤτοι τρύχητε τὴν ἀκοὴν καὶ βαρύνητε.

`9.311c`

παρήμενος: γράφεται «παρήμενοι».

`9.312-3`

ἐχθρὸς γάρ μοι κεῖνος <span class="gap">…</span> ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ: πρὸς τὴν ἀλλοιωτικὴν στάσιν Ὀδυσσέως. τὸ δὲ ἄλλο ἐπὶ τῶν ἑτερογενῶν· «ὄρνεον ἄλλο», «φάρμακον ἄλλο». κακῶς οὖν ἔχει νῦν ἀντὶ τοῦ ἕτερον τὸ ἄλλο δὲ εἴπῃ

`9.312`

ὁμῶς Ἀΐδαο πύλῃσιν: πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονέας σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν ἐναντίων ὁ θάνατος;

`9.313`

ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ: ὅτι δοκεῖ συγκεχύσθαι τὸ ἄλλο πρὸς τὸ ἕτερον· ἔδει γὰρ «ἕτερον δὲ εἴπῃ», ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου· τὸ γὰρ ἄλλο ἐπὶ πλειόνων τίθεται.

`9.314-6`

  
αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα·  
οὔτʼ ἐμέγʼ Ἀτρείδην Ἀγαμέμνονα πεισέμεν οἴω οὔτʼ ἄλλους Δαναούς: τὸ καλὸν καὶ ἐλεεινὸν τῶν λόγων Ὀδυσσέως ἐξέκοψεν· καὶ τὸ μὲν κεφάλαιον τῆς ἀντιρρήσεώς ἐστι τὸ μὴ πεισθήσεσθαι τοῖς λεγομένοις. ἀλλʼ ἐπεὶ τὸ ἀτιμασθὲν ἀπλήρωτον πρὸς ἀγανάκτησιν, ἀνθέλκεται πρὸς μῆκος λόγων.

`9.314`

ὥς μοι δοκεῖ εἶναι ἄριστα: ἐν ἄλλῳ «ὡς καὶ τετελεσμένον ἔσται».

`9.316a`

οὔτʼ ἄλλους Δαναούς: πρὸς τὸ «εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο, σὺ δʼ ἄλλους περ Παναχαιούς»· ἀνέτρεψεν οὖν καὶ ταύτην τὴν στάσιν. τάχα δὲ καὶ βουλόμενος εἰπεῖν «οὔτε ὑμεῖς πείσετε οἱ πρέσβεις», εὐπρεπῶς τῷ κοινῷ ὀνόματι τῶν Ἑλλήνων αὐτοὺς περιέλαβεν. καλῶς δὲ οὔ φησιν «οὐκ ἐλεῶ αὐτούς», ἀλλʼ «οὐ πείσουσί με»

`9.316b`

ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν: πρὸς τὸ «οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσιν». χάρις οὖν ἡδονή.

`9.317`

μετʼ ἀνδράσιν: Ἀρίσταρχος «ἐπʼ ἀνδράσι».

`9.318a`

ἴση μοῖρα: παρʼ ὑμῖν δηλονότι.

`9.318b`

ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι: τοῦτο μάλιστα τοὺς χρηστοὺς λυπεῖ, ὅταν μὴ κατʼ ἀξίαν τιμῶνται. ἔφυγε δὲ τὸ ὁμοειδές· οὐ γὰρ εἶπε «πολεμίζοντι».

`9.319a`

ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός: ἐν δὲ τῇ αὐτῇ τιμῇ καὶ ὁ δειλὸς καὶ ὁ ἀνδρεῖος.

`9.319b`

ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός: ἀλλάξας τὸ ὄνομα τὸ αὐτὸ εἶπεν.

`9.320`

  
κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς:  
ὅρον οὐκ ἔχει κατηγορίας θυμός. τοῦτο δὲ πρὸς τὸ «τύμβον δʼ ἀμφὶ πυρήν»· οὐ γὰρ πρὸς τὰς πράξεις ὁ τάφος.

`9.321a`

περίκειται: ὁ Ἀσκαλωνίτης δύο ποιεῖ, «περί» εἶτα «κεῖται», καὶ προπερισπᾷ· σημαίνει δέ, φησί, τὸ περισσῶς κεῖται. εἰσὶ δὲ οἳ ὑφʼ ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται, οἷς συγκατατίθεμαι· τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν;

`9.321b`

περίκειται: περισσὸν τῶν ἄλλων ἀπόκειται.

`9.321-32`

ἐπεὶ πάθον ἄλγεα θυμῷ — Ἀτρείδῃ: διὰ μὲν τοῦ πάθον ἄλγεα τὸ ἐπίπονον ἑαυτοῦ παρίστησι, διὰ δὲ τῆς μάστακος τὸ κηδεμονικόν, διὰ δὲ τοῦ ἀγρυπνεῖν καὶ νύκτας οὐκ ὀλίγας τὴν πρόνοιαν καὶ ἐπιμέλειαν, διὰ δὲ τοῦ τὰ ποριζόμενα ἐκ τῆς μάχης ἐπὶ τὸν βασιλέα ἅπαντα ἀναφέρειν τὸ ἐλεύθερον τῆς ψυχῆς, διὰ δὲ τῶν πόλεων, ὧν ἐχειρώσατο, τὸ ἀνδρεῖον ἑαυτοῦ φησιν.

`9.322`

πολεμίζειν: οὕτως Ἀρίσταρχος πολεμίζειν κατὰ τὸ ἀπαρέμφατον.

`9.323a`

ὡς δʼ ὄρνις ἀπτῇσι νεοσσοῖσι προφέρῃσι: εἰς τὸ ἐπιδεικτικὸν ἐρχόμενος διὰ τῆς κηδεμονίας αὔξει τὴν ῥώμην, τοσοῦτον προὔχειν φάσκων Ἑλλήνων ὅσον μήτηρ νεοσσῶν. εὖ δὲ τὸ μηδὲν τῶν τετραπόδων λαβεῖν εἰς τέκνου φιλοστοργίαν· ταῦτα γὰρ τρέφοντα τῷ γάλακτι οὐδὲν ἧττον ὠφελεῖται τῶν τρεφομένων· εἰ γὰρ μὴ ἀμελχθείη, καὶ ἀνιᾶται· «οὔθατα γὰρ σφαραγεῦντο». ἡ δὲ ὄρνις τὴν ἑαυτῆς τροφὴν εἰς τοὺς νεοσσοὺς ἀναλίσκει· ὅθεν καὶ πιθανῶς ἐπήνεγκε τὸ «κακῶς δέ τέ οἱ πέλει αὐτῇ». εὖ δὲ καὶ τὸ ἀπτῇσιν· οἱ γὰρ πετόμενοι, κἂν ὀλίγον, προσπορίζονται. καὶ διὰ τὸ περιϊέναι καὶ λῃζόμενον πάντα φέρειν  <span class="gap">…</span>

`9.323b`

προφέρῃσι: ὡς τὸ «οἱ δὲ προπεσόντες ἔρεσσον».

`9.324a`

μάστακʼ: ὅτι οἱ Γλωσσογράφοι μάστακα τὴν ἀκρίδα, δέον μάσημα καὶ βρῶμα. ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως, καθάπερ χοίνικα τὸ μετροῦν καὶ τὸ μετρούμενον· «ἀλλʼ Ὀδυσσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν».

`9.324b`

μάστακʼ: Νίκανδρος τὴν ἀκρίδα. ὁμώνυμος δὲ τῷ στόματι, ὡς καὶ χεῖλος.

`9.324c1`

κακῶς δέ τέ οἱ πέλει αὐτῇ: διὰ τοῦ «ἄρα» γράφουσι καὶ αἱ Ἀριστάρχου, «κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ». αἱ δὲ εἰκαιότεραι κακῶς δέ τέ οἱ πέλει αὐτῇ.

`9.324c2`

Ἀρίσταρχος «κακῶς δʼ ἄρα οἱ».

`9.324d`

κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ: ἵνα ἡ εὐεργεσία μὴ ἐξ ἀκινδύνου περιουσίας προσεῖναι δοκῇ.

`9.325a1`

ἴαυον: ἐμονομάχουν. παρὰ τὸ αὔω τὸ κοιμῶμαι ἢ παρὰ τὴν ἴαν τὴν μίαν. ἢ διετέλουν.

`9.325a2`

ἐμονομάχουν· παρὰ τὴν ἴαν.

`9.326a`

  
ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων:  
διὰ φόνων ἦν ὁ βίος, οὐ διʼ ἐμὴν ἡδονήν· «οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον», ἀλλὰ διὰ τὸ γύναιον Μενελάου· τοῦτο γὰρ δηλοῖ τὸ «ὀάρων ἕνεκα σφετεράων». ἢ τολμηρῶς πολεμῶν πρὸς ἄνδρας ὑπὲρ παίδων καὶ γυναίων ῥιψοκινδύνως ἀγωνιζομένους.

`9.326b`

αἱματόεντα: ἐν αἵματι ἢ ἐν μόχθῳ.

`9.327a`

ὀάρων: ὅτι ὄαροι αἱ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁμιλίαι. νῦν δὲ λέγει τῶν γυναικῶν.

`9.327b1`

ὀάρων: γράφεται καὶ «ὠρέων». ὀάρων μὲν σὺν ἄορσιν, ὅ ἐστι τῶν γυναικῶν τῶν αἰχμαλωτίδων, παρὰ τὸ ἄορ, ὅ ἐστι ξίφος, ὅτι διὰ πολέμου καὶ αἰχμῆς καὶ φασγάνου ἐλῄζοντο. «ὠρέων» δὲ τῶν συμβίων παρὰ τὸ ξυνωρεῖν, ὅθεν καὶ ξυνωρίδας τὰς συζυγίας τῶν ἵππων φαμέν.

`9.327b2`

ὀάρων: γράφεται καὶ «ὀρέων». ἓν δὲ ἐξ ἀμφοτέρων τὸ σημαινόμενον, τῶν γυναικῶν. ὀάρων μὲν ἀπὸ τοῦ ὀαρίζειν, «ὠρέων» δὲ ὡς ἄν τις εἴποι συναόρων, ἀπὸ τοῦ συνωρεῖν, καθὸ καὶ συνωρίδας ἐπὶ τῶν ἵππων.

`9.328`

  
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων:  
ἐντέχνως τὰς πράξεις ἐπάγει, πίστιν τοῖς προειρημένοις φέρων. εὖ δὲ καὶ τὸ μὴ κατʼ ἄνδρα τὰ πραχθέντα φράζειν, ἀλλὰ κατὰ πόλεις καὶ ταύτας ἀθρόας. ἅμα δὲ καὶ συμπληροῖ τὴν ὑπόθεσιν. Σηστὸν δὲ καὶ Ἄβυδον οὐ πορθεῖ ὡς ἠσφαλισμένας· λαφύρων γὰρ ἔδει, οὐ κατορθωμάτων.

`9.329`

πεζὸς δʼ ἕνδεκά φημι: ὡς ἐν ἀμφισβητησίμῳ διορίζεται.

`9.332`

ὁ δʼ ὄπισθε μένων: ἐμοῦ ἀποδημοῦντος. τὴν δειλίαν δὲ Ἀγαμέμνονος ἐμφαίνει τὸ ὄπισθε.

`9.333a`

  
δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν:  
ἀμφοτέρωθεν ηὔξηται ἡ ἀχαριστία τοῦ βασιλέως, ὅτι τοιαῦτα καὶ τοσαῦτα λαβὼν καὶ βραχὺ δοὺς γέρας τῷ κομίσαντι καὶ τοῦτο ἀφῄρηται.

δεξάμενος διὰ παῦρα δασάσκετο: ὁ δὲ λαμβάνων ὀλίγα διένειμε καὶ ἐδίδου.

`9.333b`

πολλὰ δʼ ἔχεσκεν: τεχνικῶς ἐνδείκνυται ὅτι καὶ τὰ νῦν αὐτῷ διδόμενα δῶρα μέρος ἐστίν, ὧν Ἀγαμέμνων παρʼ αὐτοῦ λαμβάνων ἀδίκως ἐσφετερίσατο.

`9.334-6`

  
ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·  
τοῖσιν δʼ ἔμπεδα κεῖται, ἐμοῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν εἵλετο: ἐπιφθόνως φησὶ «τοῖς ἄλλοις ἐφύλαξε τὰ γέρα, ἐμοὶ δὲ οὔ, διʼ οὗ καὶ αὐτοὶ ἐλάμβανον» εὐπρεπῶς δὲ οὐκ εἶπεν «ὑμῖν». ἄτοπον δέ, εἰ πολλὰ μὲν ἔχων, μικρὰ δὲ παρέχων οὐδὲ ἐπʼ ἴσης τῶν ἄλλων ἐᾷ αὐτῷ τὰ δοθέντα.

`9.335-6`

ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν εἵλετʼ: καλὰ τὰ μετὰ τὴν καταρίθμησιν τῶν κατορθωμάτων.

`9.336a`

εἵλετʼ, ἔχει δʼ: γράφεται δὲ καὶ «εἵλετʼ ἔχειν» ἀντὶ τοῦ ἠθέλησεν, ὅπερ ὁ Ἡρωδιανὸς ἀποδέχεται ὡς ἄμεινον.

`9.336b`

ἄλοχον θυμαρέα: ηὔξησε τὴν ὕβριν ἄλοχον αὐτὴν εἰπὼν καὶ θυμαρέα.

`9.336c`

θυμαρέα: τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. σύνθετον δέ ἐστι παρὰ τὸ ἄρω θυμαρής, ὀξυτόνως. καὶ οὕτως ἀνέγνωμεν «Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρές» διὰ τοῦ α· οὐ γάρ ἐστι παρώνυμον διὰ τοῦ ηρης· τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύνεται, ξιφήρης ὀλιγήρης τοξήρης ὀνώδης καὶ βοώδης.

`9.336d`

τῇ παριαύων: οὐ συνιαύων, διὰ τὸ βίαιον· φησὶ γοῦν «δμωῇσι δὲ γυναιξὶ παρευνάζεσθαι βιαίως».

`9.337-9`

τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας Ἀτρείδης; ἦ οὐχ Ἑλένης ἕνεκα: πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγαμέμνονα ἢ ἀσύνετον ἢ ἄδικον· εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικηθῆναι περὶ γυναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν ἐστι περὶ μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν ὑπʼ ἀλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν νομίζει; καὶ πρῶτον μὲν ἀπηρίθμηται τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν.

`9.338`

τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ: ὅτι οὕτως εἴωθε λέγειν ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, διὰ τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι.

`9.339`

Ἑλένης: αὐξητικῶς τῇ Διὸς εἴκασε τὴν Βρισηΐδα.

`9.340-3`

ἦ μοῦνοι φιλέουσʼ ἀλόχους—περ ἐοῦσαν: τὸ τοιοῦτον ἐπιμονὴ λέγεται, ὅταν τις ἔχων αἰτίαν ἐπί τινι μὴ φεύγῃ τὸ ἔγκλημα. καὶ Ἀχιλλεὺς οὖν, ἐπεὶ διαβολὴν εἶχεν ὡς γυναικὸς χάριν ὀργισθείς, οὐ φεύγων τὴν ὁμολογίαν εἰς τὸ ὅτι δικαίως ἐχαλέπηνεν ἔρχεται, καὶ πρῶτον μὲν διέστρεψε δυσαπόκριτον προβαλλόμενος

  
ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων  
Ἀτρεῖδαι; εἶτα πανδήμῳ κρίσει τὴν γνώμην ἐπεσφραγίσατο· ἐπεὶ ὅστις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων

`9.341`

ἀγαθὸς καὶ ἐχέφρων: τεχνικῶς τὸ ἄνομον ἰᾶται διὰ τοῦ παρὰ τοῖς σπουδαίοις ἰσότιμον εἶναι τὸν γάμον.

`9.342a1`

τὴν αὐτοῦ φιλέει: ὁ Ἀσκαλωνίτης δασύνει, σύνθετον ἐκδεχόμενος τὴν ἀντωνυμίαν  <span class="gap">…</span> διὸ καὶ τὰς τοιαύτας κατὰ διάλυσιν ἀναγινώσκομεν· «καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ» καὶ «πυκάσασα ἓ αὐτήν»· τί οὖν ἔστιν ἐνθάδε λέγειν ἢ ὅτι λείπει ἡ ἕο; ὡς τὸ «ἕο τʼ αὐτοῦ πάντα κολούει», οὕτως καὶ ἐνθάδε «τὴν ἕο αὐτοῦ φιλέει».

`9.342a2`

Πτολεμαῖος δασύνει νομίζων τὸ πλῆρες εἶναι ἑαυτοῦ, ἀγνοῶν ὅτι Ὅμηρος οὐδέποτε συνθέτῳ κέχρηται ἀντωνυμίᾳ. λείπει οὖν ἡ ἕο, ὡς τὸ «ἕο τʼ αὐτοῦ».

`9.343a1`

δουρικτήτην· δουρικτήτη ὡς «ἀριγνώτη», ἵνα τοῦ δουρίκτητος παρώνυμον ᾖ· οὕτως γὰρ φιλεῖ σχηματίζειν ὁ ποιητής, ἀμφιρύτη, περιξέστη

`9.343a2`

ὡς ἀμφιρύτη, περιξέστη.

`9.344a`

νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο: ὁ νῦν πολλὰ ὑπισχνούμενος καὶ τὸ βραχὺ ἀφῄρηται. ὥσπερ δὲ σπινθὴρ κεκρυμμένος ὕστερον τὸ πᾶν τῆς ὕλης καταναλώσας ἔκδηλος γίνεται, οὕτως ὁ ἥρως τοὺς ἐπιπλάστους λόγους ἀποσειόμενος διάδηλος γίνεται.

`9.344b`

καί μʼ ἀπάτησεν: ἴσως ὑποσχόμενος αὐτὸν ἐντίμως πέμψειν οἴκαδε ἠπάτησεν.

`9.345a`

μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει: τὰ σκυθρωπὰ οὐκ ἐπὶ τὸν Ὀδυσσέα τείνει.

`9.345b`

εὖ εἰδότος: καλῶς ἐπισταμένου μου ὅτι ἀπατεών ἐστιν.

`9.346a`

ἀλλʼ Ὀδυσεῦ: οὔτε γὰρ ἔδει Φοίνικα εἰρωνεύεσθαι ὡς τροφέα οὔτε Αἴαντα ὡς ἀνδρεῖον, Ὀδυσσέα δὲ ὡς φυγόντα.

`9.346b`

σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσιν: διὰ τὸ «παρʼ ἔμοιγε καὶ ἄλλοι».

`9.347a`

φραζέσθω: πρὸς τὸ ἐν Ὀδυσσείᾳ ζητούμενον «νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος», ὅτι ἐμφαίνει καὶ νῦν ἀναιρῶν τὴν ἐπιχείρησιν τῶν περὶ Ὀδυσσέα, λεγόντων βουλῇ καὶ λόγῳ αἱρεθήσεσθαι τὴν πόλιν· νῦν γὰρ οἷον ἐπισαρκάζων λέγει.

`9.347b`

ἀλεξέμεναι: ἀντὶ τοῦ ὅπως ἀλεξήσῃ.

`9.348`

ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο: εἰρωνικὸς ὁ λόγος· ὧν γὰρ καταφρονοῦμεν, ταῦτα αὔξομεν. ἔοικε δὲ τὴν βουλὴν Νέστορος εὐτελίζειν.

`9.349-50`

καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ ... ἐν δὲ σκόλοπας κατέπηξεν: ἐν τῷ Περὶ Ἰλιάδος καὶ Ὀδυσσείας ὁ Ἀρίσταρχος προφέρεται «καὶ ἤλασεν ἔκτοθι τάφρον» καὶ ἐν τῷ ἑξῆς «περὶ δὲ σκόλοπας κατέπηξεν». εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαί.

`9.349`

καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ: ἐξέτεινεν, ἀπὸ τοῦ σιδήρου· ἢ ὤρυξεν, ἀπὸ τοῦ παρεπομένου. Ἀρίσταρχος «καὶ ἤλασεν ἔκτοθι τάφρον».

`9.350a1`

εὐρεῖαν, μεγάλην: βραχὺ διασταλτέον ἐπὶ τὸ εὐρεῖαν πρὸς ἔμφασιν.

`9.350a2`

ὀλίγη διαστολὴ εἰς τὸ εὐρεῖαν.

`9.350b`

ἐν δὲ σκόλοπας: Ἀρίσταρχος «περὶ δὲ σκόλοπας».

`9.351-2`

  
ἀλλʼ οὐδʼ ὣς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο  
ἴσχειν: οὐχ ὅτι περιγράφειν, ἀλλʼ οὐδʼ ἴσχειν.

`9.352-3`

ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον, οὐκ ἐθέλεσκε μάχην ... ὀρνύμεν Ἕκτωρ: μείζων τείχους Ἀχιλλεύς, εἴ γε τούτῳ μὲν ἐπαυλίζεται Ἕκτωρ, ἐκεῖνον δὲ ἔφευγε. Ὀδυσσέως δὲ εἰς Δία φέροντος τὴν αἰτίαν τῆς εὐημερίας τῶν Τρώων Ἀχιλλεὺς ἐπὶ τὴν αὑτοῦ ἀπουσίαν τρέπει.

`9.353a`

οὐκ ἐθέλεσκε μάχην: ἐθέλεσκε ἐδύνατο. καὶ ἀνάπαλιν «οὔτε τελευτήν ποιῆσαι δύναται».

`9.353b`

ἀπό: δύναται τῇ γενικῇ συντάσσεσθαι καὶ μὴ πάντως σημαίνειν τὸ ἄπωθεν.

`9.353c`

ἀπὸ τείχους: τινὲς «ἐπάνω τοῦ τείχους», ὑπερβολή. εἰ δὲ σημαίνει τὸ ἄπωθεν, βαρύνεται ὡς τὸ ἄνα ἔπι.

`9.354a`

Σκαιάς τε πύλας: ὅτι πληθυντικῶς εἶπε τὴν πύλην μίαν οὖσαν. Σκαιαὶ δὲ καὶ Δαρδάνιαι αἱ αὐταί. ἡ δὲ δρῦς πρὸ τῆς Ἰλίου ἦν.

`9.354b`

καὶ φηγὸν ἵκανεν: δύο εἰσὶ φηγοί· ὑφʼ ᾗ μὲν ἱερὸν Διός ὑφʼ ᾗ δὲ Ἴλου τάφος

`9.356a`

νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω: τινὲς εἰρωνικῶς «οὐ δύναμαι διʼ Ἀγαμέμνονα»· «καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ ἔρριγʼ ἀντιβολῆσαι».

`9.356b`

πολεμιζέμεν: γράφεται καὶ «πολεμίζειν».

`9.357-61a1`

αὔριον ἱρὰ Διῒ ῥέξας— νῆας ἐμάς: διδάσκει πρὸ ἁπάσης πράξεως ἡγεμόνας θεοὺς ἐπικαλεῖσθαι. ἵνα δὲ καὶ μὴ λαθραῖον δοκῇ ποιῆσαι τὴν ἀποπομπήν. πρὸς δὲ τὸ «ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν» ἀποκόπτει αὐτῶν τὴν ἐλπίδα. τὸ δὲ ἑξῆς· ἐπὴν αὔριον ἱρὰ Διῒ ῥέξας καὶ νηήσας τὰς ναῦς προερύσω, ὄψεαι ἡμᾶς πλέοντας.

`9.357-61a2`

τὸ ἑξῆς οὕτως· ἐπὴν αὔριον ἱρὰ Διῒ ῥέξας καὶ νηήσας τὰς ναῦς ἅλα δὲ προερύσσω, ὄψεαι, ἢν ἐθέλῃσθα, πλέοντας ἡμᾶς. διδάσκει δὲ πρὸ ἁπάσης πράξεως ἡγεμόνας θεοὺς ἐπικαλεῖσθαι. καὶ ἵνα μὴ λάθρα δοκῇ ὑποχωρεῖν, προλέγει αὐτοῖς καὶ τῶν ἐλπίδων ἀποτειχίζει πασῶν.

`9.358`

ἐπὴν ... προερύσσω: ἀντὶ τοῦ κινήσαντος.

`9.359a1`

ὄψεαι, ἢν ἐθέλῃσθα: ἐθέλῃσθα δυνηθῇς, ἐὰν ὑμῖν ἐπιτρέψωσιν οἱ πολέμιοι. ἠθικῶς δὲ εἰρωνεύεται.

`9.359a2`

δυνηθήσῃ. ἐὰν οἱ πολέμιοι, φησίν, ἐπιτρέπωσί σοι. ἠθικῶς δὲ εἰρωνεύεται.

`9.360-1`

ἦρι μάλα <span class="gap">…</span> πλεούσας νῆας ἐμάς, ἐν δʼ ἄνδρας: πιθανῶς προσέθηκε καὶ τοῦτο, ἵνα ἀπελπίσωσι καὶ τὴν παρὰ τῶν Μυρμιδόνων ἐπικουρίαν ὡς συναχθομένων αὐτοῦ τῇ ἀτιμίᾳ.

`9.360`

Ἑλλήσποντον: ἀντὶ τοῦ διʼ Ἑλλησπόντου. Ἑλλήσποντος δέ ἐστιν—Φρίξου ἀδελφῆς. ἰχθυόεντα: καὶ ἀλλαχοῦ ταῦτα τὰ μέρη ἰχθυώδη ἀναγράφονται, ὅ τε Εὔξεινος πόντος καὶ ὁ Ἑλλήσποντος, ἀλλὰ καὶ ὁ Βόσπορος.

`9.361`

ἐρεσσέμεναι μεμαῶτας: τὸ περὶ τὸν ἀπόπλουν πρόθυμον αὐτῶν δηλοῖ.

`9.363a`

ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην: ἐμπείρως· τοσοῦτος γάρ ἐστιν ὁ ἀπὸ Ἑλλησπόντου εἰς τὴν Φθίαν πλοῦς ἀνέμῳ χρωμένῳ οὐρίῳ.

`9.363b`

ἤματί κε τριτάτῳ—ἱκοίμην: πρὸς τὸ «ἐπειὴ μάλα πολλὰ μεταξύ οὔρεά τε—θάλασσά τε ἠχήεσσα».

`9.364a`

ἔστι δέ μοι μάλα πολλά: ἀντίθεσιν ποιεῖται τῶν δώρων Ἀγαμέμνονος, ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά, τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωϊκῶν λαφύρων ἐδέξατο.

`9.364b`

ἐνθάδε ἔρρων: ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινόμενος, ἀλλὰ δυσαρεστῶν τῇ παρουσίᾳ φησίν, ἐνθάδε μετὰ φθορᾶς παραγινόμενος.

`9.364c`

ἐνθάδε ἔρρων: τοῦτό φησι δυσαρεστῶν τῇ στρατείᾳ.

`9.365`

ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρόν: ταῦτα ἀντιτίθησι πρὸς τὸ «νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω».

`9.366a`

γυναῖκας ἐϋζώνους: πρὸς τὸ «Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω».

`9.366b`

πολιόν: ἢ ἔντιμον διὰ τὰς γεωργίας, ἢ πολιτικὸν διὰ τὰ ὅπλα, ἢ μέλανα κατὰ ἀντίφρασιν. πολιόν: λαμπρόν· ὀξυνθεὶς—γίνεται.

`9.367a`

ἅσσʼ ἔλαχόν γε: ὅτι παραπλησίως καὶ κατʼ ἀρχὴν τῆς μήνιδος λέγει «τῶν δʼ ἄλλων, ἅ μοί ἐστι»· τὰ μὲν γὰρ ἄλλα κατὰ κλῆρον ἔλαβεν, τὴν δὲ Βρισηΐδα ἐξαίρετον παρʼ Ἀγαμέμνονος.

`9.367b`

ἅσσʼ ἔλαχόν γε: γράφεται καὶ «ἅσσα λέλογχα».

`9.367c`

ἅσσʼ ἔλαχόν γε: ἔλαχον ὁμοίως τῷ ψιλῷ πλήθει. λέγει γοῦν «τῶν δʼ ἄλλων, ἅ μοί ἐστι»· ταῦτα γὰρ οὐκ εἰλήφει παρʼ Ἀγαμέμνονος· τὸ γὰρ γέρας ἐξαίρετον καὶ τοῦ διδόντος ἦν. διὰ τοῦτο γοῦν κἀκεῖνος, ὡς ἐξόν, ὃ δέδωκε, λαβεῖν, ἀφαιρεῖται.

`9.367d`

γέρας δέ μοι, ὥσπερ ἔδωκεν: πάλιν τὸ κυμάζον πάθος εἵλκυσεν αὐτοῦ τὴν μνήμην ἐπὶ τὸν Ἀγαμέμνονα. δεινοποιῶν δὲ τὴν ὕβριν Ἀγαμέμνονός φησιν ὥσπερ ἔδωκεν. ἐκεῖ δὲ ἐπανιστὰς τὸ πλῆθος «δόσαν δέ μοι υἷες Ἀχαιῶν» φησιν.

`9.368a1`

ἐφυβρίζων: καὶ «ἐνυβρίζων».

`9.368a2`

ἐφυβρίζων: «ἐνυβρίζων», διχῶς.

`9.369`

Ἀτρείδης· τῷ πάντʼ ἀγορευέμεν, ὡς ἐπιτέλλω: πιθανῶς ἵνα μὴ τὸν Ἀγαμέμνονα εὐφράνωσιν ἀφελόντες τι τῶν τραχύτερον εἰρημένων, αὐτὸν δὲ ταπεινὸν ἀποφήνωσι, πρᾳότερον τῆς ἀπειλῆς ἀποπρεσβεύσαντες. ἔστι δὲ καὶ χαρακτηριστικὸν τῶν ὀργιζομένων τὸ ἀξιοῦν αὐτὰς τὰς φωνὰς τοῖς ἐχθροῖς διακομίζειν καὶ τὸ ἐπὶ πολλῶν ταὐτὰ λέγειν· οὐ γὰρ μόνον τὸ κακόν τι τὸν ἐχθρὸν εἰπεῖν τοῖς ὀργιζομένοις ἡδύ, ἀλλὰ καὶ τὸ παρόντων πολλῶν μαρτύρων. ἴσως δὲ καὶ τῆς παρὰ τοῖς Ἕλλησιν αἰτίας ἀπολυθῆναι θέλει, ἵνα μὴ αὐτῷ δυσχεραίνωσι τὴν συμμαχίαν ἐγκαταλιπόντι, ἀλλὰ τῷ τὸν ἄριστον τῶν Δαναῶν ἀτιμάσαντι. ἅμα δὲ καὶ ὡς δίκαια λέγων ἐπὶ πλειόνων αὐτὰ βούλεται ἐξετάζεσθαι.

`9.371-3`

  
εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν  
—ἰδέσθαι: εἴ γε οἴεται περὶ ἐμοῦ λέγων ἀπατήσειν τοὺς Ἀχαιούς· ἐμὲ γὰρ οὐ πείθειν, ἀλλʼ οὐδὲ ὁρᾶν διὰ τὴν συνείδησιν τῶν μεγίστων ἀδικημάτων ἐκείνων δυνήσεται.

`9.371`

ἐξαπατήσειν: διὰ τί ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀγαμέμνονος, ἀφαιρεθεὶς δὲ τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη ἐχθρός, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι καὶ μὴ προσέχειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν, οὐκ ἐποίησεν.

`9.372a`

αἰὲν ἀναιδείην ἐπιειμένος: δύναται μὲν συνάπτεσθαι τῷ ἐπάνω στίχῳ, ὡς καὶ τέτριπται. βέλτιον δὲ καθʼ αὑτὸ προφέρεσθαι· μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον.

`9.372b`

αἰὲν ἀναιδείην ἐπιειμένος: τοῦτο καθʼ αὑτόν, ἵνʼ ᾖ κομματικὴ ἡ ἀπαγγελία, τὸν θυμούμενον δηλοῦσα.

`9.374-9`

οὐδέ τί οἱ βουλὰς συμφράσσομαι—τόσα δοίη: ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶττον διακοπτόμενοι· ἐν γοῦν τέτρασι στίχοις ὀκτώ εἰσιν αὐτοτελεῖς στιγμαί, ἀπὸ τοῦ ἐκ γὰρ δή με ἕως τοῦ αἴσῃ. τὸ δὲ ἑξῆς· οὐ συμφράσομαι αὐτῷ οὐδὲ ἀπατήσει με, οὐδὲ ἐάν μοι δεκάκις τόσα δοίη. ἐντεῦθεν δὲ δῆλον ὅτι οὐ μόνον τὰ πολεμικὰ ἤσκητο Ἀχιλλεύς, ἀλλὰ καὶ βουλεύειν ἄριστος ἦν· καὶ γοῦν καὶ διδάσκαλον ἔπεμψεν αὐτῷ ὁ πατήρ, «μύθων τε ῥητῆρα ἔμεναι πρηκτῆρά τε ἔργων».

`9.375-8`

ἐκ γὰρ δή μʼ ἀπάτησε, καὶ ἤλιτεν· —ἐν καρὸς αἴσῃ: παρατηρητέον ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον διακοπτόμενοι· ἡ γὰρ ὀργὴ μᾶλλον παρίσταται διὰ τοῦ τοιούτου. ἐν γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτοτελεῖς λόγοι καὶ τοσαῦται αἱ στιγμαί, ἕως τοῦ ἐν καρὸς αἴσῃ

`9.375`

ἀπάτησε: τὴν φιλίαν στρέψας εἰς ἔχθραν.

`9.376`

ἐξαπάφοιτο: ἐξαπατήσειεν. ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονουμένων· εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δέ, ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.

`9.377`

ἐρρέτω: ἱκανὴν οἴεται τιμωρίαν παρὰ τοῦ ἐχθροῦ λαμβάνειν τὸ ἀπαλλάσσεσθαι τῆς φιλίας αὐτοῦ, ὡς εἰώθαμεν λέγειν «ἑαυτὸν ἐχέτω».

`9.378a`

ἐχθρὰ δέ μοι τοῦ δῶρα: πρὸς τὸ δεύτερον κεφάλαιον τὴν παραίνεσιν τὴν τοῦ Πηλέως, οὐδὲν ἀντειπεῖν ἔχων παρῆλθεν αὐτό.

`9.378b`

τίω δέ μιν ἐν καρὸς αἴσῃ: ὅτι συνέσταλται Ἰακῶς ἐν

καρός ἀντὶ τοῦ ἐν κηρός· ὅμοιον γάρ ἐστι τῷ «ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ». οἱ δὲ ἔγκαρ τὸν φθεῖρα. οἱ δὲ ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ λοιδορεῖ ὁ ποιητής. ἢ ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὔτε ἤσθιον οὔτε ὠνόμαζον· «ἔγκαρος» οὖν τοῦ ἐγκεφάλου. ἄλλως· ἢ ὡς ἔνιοι, ἐν τάξει—ἀτιμότατοι.

`9.379-87`

  
οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη  
—λώβην: ἤτοι καθʼ ἑαυτὰ προενεκτέον ταῦτα, ἵνα ἄνωθεν κοιναὶ λαμβάνωνται ἀρνήσεις· «οὐδέ τί οἱ βουλὰς συμφράσσομαι», «οὐδʼ ἂν ἔτʼ αὖτις ἐξαπάφοιτʼ ἐπέεσσιν», οὐδʼ εἴ μοι δεκάκις τε καὶ τὰ ἑξῆς διασταλτέον καθʼ ἕκαστον· ἢ ὑποστικτέον πάντα ἕως τοῦ ψάμαθός τε κόνις τε, ἵνα ἀνταποδίδωται οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσῃ

`9.379-86`

οὐδʼ εἴ μοι δεκάκις τε—θυμὸν ἐμὸν πείσειʼ: πλείσταις ὑπερβολαῖς λόγων εἰώθασιν οἱ ὀργιζόμενοι χρῆσθαι. ἵνα δὲ μὴ ὑπόνοιαν δῷ ὡς πλειόνων ὀρεγόμενος ἢ ὅτι δώροις αὐτὸν πείσουσιν, ἀπεριορίστῳ ἀριθμῷ δώρων ἐχρήσατο καὶ οὐδὲ οὕτω πεισθήσεσθαι ἐπαγγέλλεται.

`9.381a`

ἠδʼ ὅσʼ ἐς Ὀρχομενὸν ... ἠδʼ ὅσα Θήβας: γράφεται «οὐδʼ ὅσʼ ἐς Ὀρχομενόν» καὶ «οὐδʼ ὅσα Θήβας».

`9.381b1`

Ὀρχομενόν: τὸν τῆς Βοιωτίας φησίν, ὃν μηνύαι κατῴκησαν· πολὺ γὰρ τούτῳ παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφορος, πολλὰ δὲ καὶ ταῖς Χάρισι ταῖς αὐτόθι τιμωμέναις δῶρα πέμπεται. κἂν τὸν «πολύμηλον» δὲ λέγῃ, οὐδὲν ἧττον πλούσιον· φησὶ γοῦν «ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται».

`9.381b2`

Ὀρχομενὸν δὲ τὸν τῆς Βοιωτίας φησίν, ὃν μηνυῖαι κατῴκησαν. πολὺ δὲ τούτῳ παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφορος, πλῆρες πολλῶν ἀγαθῶν, ὧν ταῖς ἐκεῖσε τιμωμέναις Χάρισι πέμπουσιν οἱ περίοικοι.

`9.381-2`

οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσσεται οὐδʼ ὅσα Θήβας Αἰγυπτίας: δύο πόλεις συνήγαγεν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κομώσας πλούτῳ καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἐπὶ τὸν ἀόριστον ἀριθμὸν ψάμμου τε καὶ κόνεως τὴν ὑπερβολὴν ἀνήνεγκε τοῦ λόγου ὡς εἰ ἔλεγεν «ὑπὲρ τὰ τῆς οἰκουμένης ἀγαθά».

`9.382`

ὅθι: γράφεται καὶ «ᾗ» ἀντὶ τοῦ ὅθι.

`9.383a`

αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας: ὅτι ἀνʼ ἑκάστας πληθυντικῶς τὰς πύλας, ὡς εἶναι ἑκατὸν τάγματα. οὕτω δὲ ἀνʼ ἑκάστας δεῖ γράφειν· οὐδέποτε γὰρ ἑνικῶς Ὅμηρος πύλην φησίν, ἀλλὰ πύλας.

`9.383b`

αἵ θʼ ἑκατόμπυλοι—ἑκάστην: τὸ ἱστορικὸν τῆς παιδείας ἐνδείκνυται καὶ πρὸς Πρίαμον

`9.383c`

διηκόσιοι δʼ ἀνʼ ἑκάστην: οὐ τὸ πλάτος τῶν πυλῶν θέλει σημαίνειν — οὐδὲ γὰρ ἅμα πάντας ἐξιέναι φησίν —, ἀλλὰ τὸ μέγεθος τῆς πόλεως καὶ τὸ πλῆθος τῶν ἀνδρῶν, εἴ γε πύλας μὲν ἑκατὸν ἔχει, ἄνδρας δὲ ἁρματοφόρους δισμυρίους. ἐν ταύτῃ δὲ ἦν πρότερον τὰ βασίλεια τῆς Αἰγύπτου, εἰς ἃ πολλοὺς ἔφερον φόρους Λίβυες, Αἰγύπτιοι, Αἰθίοπες, νῦν δὲ Διόσπολις ὀνομάζεται. εἶχε δὲ κώμας μὲν τρισμυρίας τρισχιλίας τριάκοντα· τὸ δὲ ἄστυ εἶχεν ἀρούρας τρισχιλίας ἑπτακοσίας καὶ πύλας ἑκατόν, ἀνδρῶν δὲ μυριάδας ἑπτακοσίας. ταύτην ἐτείχισεν ὁ βασιλεὺς Ὄσιρις. ἐξ ἑκάστης δὲ πύλης ἐστράτευον ὁπλῖται μὲν μύριοι, ἱππῆες δὲ χίλιοι, ἁρματηλάται δὲ διακόσιοι. ταύτην Ἕλληνες Θήβην ὠνόμαζον ἀπὸ τῆς Νείλου ἢ Ἀσωποῦ ἢ Πρωτέως θυγατρός. ἐπορθήθη δὲ ὑπὸ Περσῶν.

`9.383d`

διηκόσιοι δʼ ἀνʼ ἑκάστην: ὡς τεταγμένου ἑκάστου τάγματος ἰδίᾳ πύλῃ ἐξιέναι.

`9.383e`

ἑκάστας: Ἀρίσταρχος ἑκάστας, ἄλλοι δὲ «ἑκάστην».

`9.385a1`

οὐδʼ εἴ μοι τόσα δοίη, ὅσα ψάμαθός τε κόνις τε: καὶ οὗτος ὁ στίχος δύναται καθʼ ἑαυτὸν λέγεσθαι, ἢ σὺν τῷ ἑξῆς ὑποστιζόμενος κατὰ τὸ τέλος. ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου καὶ ἀμάθου, ὅτι ἡ παραθαλάσσιος ψάμαθος, κόνις δὲ ἡ πεδιὰς ἄμμος· καὶ οὐ δὶς τὸ αὐτὸ λέγει.

`9.385a2`

δύναται καὶ καθʼ ἑαυτὸν εἶναι ὁ στίχος μὴ ὑποστιζόμενος.

`9.385b`

ὅσα ψάμαθός τε κόνις τε: οὐδὲ ἐπὶ τοῖς προειρημένοις ἔστησε τὸ τίμημα τῆς ὕβρεως. καλῶς δὲ ἀμφοτέρας συμπεριέλαβε τῷ λόγῳ, τήν τε θαλαττίαν καὶ τὴν πεδιάδα.

`9.387`

  
πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην:  
ἠρέμα ὑπώλισθεν εἰς τὸ ἀληθὲς καὶ ἐκκόψας τὴν ἐλπίδα πάλιν ὥρισεν αὐτοῖς πρόστιμον τὴν ποινὴν τοῦ ἐχθροῦ.

`9.388-91`

  
κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο  
— οὐδέ μιν ὧς γαμέω: ἤτοι στικτέον ἐπὶ τὸ Ἀτρείδαο καὶ ἀπʼ ἄλλης ἀρχῆς τὰ ἄλλα ἀναγνωστέον, εἶτα ὑποστικτέον ἐπὶ τὸ ἐρίζοι καὶ ἰσοφαρίζοι, τῆς ἀνταποδόσεως οὔσης οὐδέ μιν ὧς γαμέω· ἢ διασταλτέον βραχὺ ἐπὶ τὸ Ἀτρείδαο

`9.388a`

κούρην δʼ οὐ γαμέω: τοῦτο ἐδόκει ὀχυρὸν ἔχειν ὡς ἀξιῶν γαμβρεύσειν αὐτῷ. τοῦτον δὲ πλεῖον λυπεῖ τὸ εὐτελίζεσθαι τὸν γάμον Βρισηΐδος.

`9.388b`

Ἀγαμέμνονος Ἀτρείδαο: μᾶλλον δεῖ στίζειν εἰς τὸ Ἀτρείδαο· ὁ γὰρ κομματικὸς λόγος τοῖς θυμουμένοις ἁρμόζει.

`9.389-90`

οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δʼ Ἀθηναίῃ: ὑπερβολῇ χρῆται. δύο δὲ οἶδεν ἀρετὰς γυναικός, κάλλος τε καὶ «ἀγλαὰ ἔργʼ εἰδυῖα», ἀνδρὸς δὲ «μύθων τε ῥητῆρα ἔμμεναι πρηκτῆρά τε ἔργων».

`9.392a`

ὅς τις οἷ τʼ: εἰς ἁπλῆν μεταλαμβάνεται ἡ ἀντωνυμία, ὅστις αὐτῷ.  <span class="gap">…</span> περισπασθήσεται οὖν. δείκνυται δὲ ἐν τοῖς Περὶ ἀντωνυμιῶν ὡς ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆς καὶ ἔτι ἡ σοί ὀξύνονται, ἡ δὲ οἷ περιεσπάσθη ἀνακολούθως.

`9.392b1`

οἷ τʼ ἐπέοικε: ἄξιος αὐτοῦ ἐστιν. εἰς μὲν ἁπλῆν μεταλαμβάνεται ἡ οἷ, φυλάσσει δὲ τὸν ἴδιον τόνον διὰ τὸν τέ.

`9.392c1`

βασιλεύτερός ἐστιν: ἐμοῦ ἢ πάντων ἀνθρώπων, ἐπεὶ αὐτὸς ἔλεγε· «καί μοι ὑποστήτω, ὅσον βασιλεύτερός εἰμι». διδάσκει δὲ ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ ἀδίκῳ γνώμῃ.

`9.392b2/c2`

ὅστις ἄξιος, φησίν, αὐτοῦ ἐστι, καὶ ὅστις ἐμοῦ ἢ πάντων ἀνθρώπων βασιλεύτατός ἐστι· ἔλεγε γάρ· «καί μοι ὑποστήτω, ὅσον βασιλεύτερός εἰμι». διδάσκει δὲ ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ γνώμῃ ἀδίκω.

`9.393a1`

σόωσι: Τυραννίων προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεί, φησί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν, «ἥ κέ σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν»· καὶ τὸ δεύτερον «ὅππως κεν νῆάς τε σοῷς καὶ λαὸν Ἀχαιῶν». Ἀπίων δὲ διὰ τοῦ α γράφει, ἐπεὶ καὶ ἐν ἄλλοις οὕτως εὑρίσκεται· «σάωσε δὲ νυκτὶ καλύψας» καὶ «τὸν μὲν ἐγὼν ἐσάωσα» καὶ «ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ». καὶ ἐπὶ μέλλοντος «κερδαλέης, εἴ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει». ἡ δὲ πλείων χρῆσις, ὧν ἐστι καὶ ὁ Ἀσκαλωνίτης, ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· «τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους».

`9.393a2`

ἀπὸ τοῦ σόω, κατὰ συστολήν.

`9.394a1`

  
Πηλεὺς θήν μοι ἔπειτα γυναῖκα γαμέσσεται αὐτός:  
φιλοπάτωρ καὶ σώφρων κἀκεῖνον κυρῶν γάμον, ὃν ὁ πατὴρ ἕλοιτο. ἐντεῦθεν ἔλαβε Μένανδρος τὸ «ἐγάμησεν, ἣν ἐβουλόμην ἐγώ»

`9.394a2`

φιλοπάτορα καὶ σώφρονα ἑαυτὸν ἀποδείκνυσι κἀκεῖνον κρείττονα γάμον, ὃν ὁ πατὴρ ἕλοιτο.

`9.394b1`

γυναῖκα γαμέσσεται: Ἀρίσταρχος «γυναῖκά γε μάσσεται».

`9.394b2`

τὸ δὲ γαμέσσεται πᾶσαι εἶχον «γε μάσσεται», ἀντὶ τοῦ ζητήσει.

`9.395a`

Ἑλλάδα: ὅτι τὴν Θετταλικὴν οὕτως λέγει μόνην, τὴν δὲ ὅλην ἤπειρον οὐκ οἶδεν οὕτως καλουμένην. νόθα οὖν ἐκεῖνα «ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς»· «καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος».

`9.395b`

μόνω παρὰ τῷ Ὁμήρῳ.

Ἑλλάδα: Ἀρίσταρχος παρʼ Ὁμήρῳ Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι—εὐρυχόροιο.

`9.396`

κοῦραι ἀριστήων: μήποτε ὀνειδίζῃ ἀνανδρίαν τῷ Ἀγαμέμνονι, γενναίων κηδεστῶν, οὐχὶ τοιούτων δεῖσθαι λέγων. ἐν ᾧ οὖν προὔχει, τὴν κρίσιν ποιεῖται.

`9.397a`

  
τάων, ἥν κʼ ἐθέλοιμι, φίλην ποιήσομʼ ἄκοιτιν:  
τοῦτό φησιν ὡς πολλῶν ἐπιδικασομένων γαμβρεύσειν αὐτῷ διὰ τὴν ἀρετήν.

`9.397b`

ἐθέλοιμι: Ἀρίσταρχος «ἐθέλωμι».

`9.398`

ἔνθα δέ: δύο μέρη λόγου· «ἔνθα δέ τοι θάνατος», «ἔνθα δέ κʼ αὖθι μένων», «ἔνθα δὲ νῦν τρέψας ἀπὸ τείχεος».

`9.399a`

γήμαντι: οὕτως Ἀρίσταρχος κατὰ δοτικήν. ἄλλοι δὲ «γήμαντα».

`9.399b`

γήμαντι μνηστὴν ἄλοχον εἰκυῖαν ἄκοιτιν: γάμου γὰρ τέλος οὐ κάλλος, οὐ κτῆσις, οὐκ ἄλλο τι τῶν τοιούτων, εἰ μὴ τῶν συνόντων ἡ ὁμόνοια καὶ τὸ ἁρμόδιον, ὅπερ φησὶν «οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, ἢ ὅθʼ ὁμοφρονέοντε». ἢ εἰρωνεύεται ὡς γαμήσων κατὰ τὸ ἑαυτοῦ ἀξίωμα ἤ τι τῷ τῆς Ἀγαμέμνονος· φησὶ γοῦν· «ὁ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω, ὅστις οἷ τʼ ἐπέοικεν».

`9.399c`

γήμαντι μνηστήν: τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστήν, ἐπεὶ δῶρον δίδοται. δοτικὴ δὲ τῷ γήμαντι.

`9.400`

  
κτήμασι τέρπεσθαι, τὰ γέρων ἐκτήσατο Πηλεύς:  
«πατρῷα ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα» φησὶν οὖν ὡς μᾶλλον αἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν κτημάτων ἀπολαύειν ἢ πολεμεῖν.

`9.401a`

οὐ γὰρ ἐμοὶ ψυχῆς: ὅτι τινὲς γράφουσιν «οὐ γὰρ ἐμῆς ψυχῆς». ἀλαζονικὸς δὲ ὁ λόγος, οὐδὲν τῆς ἐμῆς ψυχῆς ἄξιόν ἐστιν. ἄμεινον οὖν ἐμοί γράφειν.

`9.401b`

ἐμοὶ ψυχῆς: ἐνίους φησὶν ὁ Ἀρίσταρχος γράφειν «ἐμῆς ψυχῆς», οὐκ εὖ.

`9.401c`

οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον: δυσωπεῖ τοὺς παρόντας, εἴ γε δώρων προήσεται τὴν ψυχήν, αὐτῶν δῶρα διδόντων ὑπὲρ σωτηρίας τῆς ἑαυτῶν ψυχῆς· καὶ ὅτι πρώην κατεφρόνει ψυχῆς ἀχαρίστῳ χαριζόμενος ἀνδρί. ὅτι δὲ οὐ φιλοψυχεῖ, πρὸς τὴν μητέρα φησίν· «αὐτίκα τεθναίην».

`9.402`

Ἴλιον ἐκτῆσθαι: πρὸς τὸ «νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω».

`9.404a`

οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει: πρὸς τοὺς Γλωσσογράφους ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας. καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται· τὸν γὰρ ἑξῆς μετέγραφε· «νηοῦ Ἀπόλλωνος». ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς, οὐ κοινότερον, ἀλλὰ τὸν Πύθιον, οἷον ὁμοφήτορα, διὰ τὸ εἰς λόγους ἔρχεσθαι τοῖς χρησμῳδουμένοις.

`9.404b1`

ἀφήτορος: οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοῦ στροφέως παρὰ τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους· τινὲς δὲ τοξότου· ἀλλʼ ἐπὶ τοῦ θεοῦ φησιν «ἑκηβόλον» παρὰ τὸ καὶ ἐπιτυγχάνειν, «οὐκ ἔβαλες τὸν ξεῖνον», ὡς καὶ «ποδάρκην» τὸν τοῖς ποσὶν ἐπαρκοῦντα.

`9.404b2`

οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοξότου. ἢ ὁμοφήτορος, ὁμοίως πᾶσι—ἀφέσεως.

`9.405`

Φοίβου Ἀπόλλωνος: ἡ διπλῆ περιεστιγμένη, ὅτι γράφει Ζηνόδοτος «νηοῦ Ἀπόλλωνος». Πυθοῖ ἔνι: πόλις Πυθὼ Φωκίδος, ἧς—σαπῆναι.

`9.406-9`

ληϊστοὶ μὲν γάρ τε—ὀδόντων: ἕκαστον ἀγωνιστὴν δύσθυμον ποιεῖ εἰς τὸν ἐπταισμένον πόλεμον.

`9.406`

ληϊστοί: ἀπὸ λείας κτητοί. λεία δὲ λέγεται κυρίως τὰ τῶν πολεμικῶν λαφύρων κτήματα.

`9.407`

ἵππων ξανθὰ κάρηνα: ἡδεῖα ἡ περίφρασις καὶ πλήρης ἐναργείας.

`9.409`

οὐθʼ ἑλετή: ἀντὶ τοῦ οὐ δεκτική. ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων: ἐπὰν ἅπαξ φθάσῃ—τὸ ψυχικὸν πνεῦμα.

`9.410-6`

μήτηρ γάρ τέ μέ φησι—θανάτοιο κιχείη: τὸ ἀμφίβολον τῆς μοίρας καὶ ἐν ἄλλοις οἶδε, διʼ ὧν Τειρεσίας φησὶν Ὀδυσσεῖ· «τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς  <span class="gap">…</span> εἰ δέ κε σίνηαι» καὶ ἀλλαχοῦ, ὡς ἐπὶ τοῦ Εὐχήνορος· «πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, ἢ μετʼ Ἀχαιῶν νηυσίν», καὶ ἐπὶ Αἰγίσθου· «μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν». εἰπὼν δὲ μήτηρ γάρ τέ μέ φησι δηλοῖ ὅτι ὑπογύως· οὐ γὰρ ἂν Πηλεὺς ηὔξατο «σοί τε κόμην κερέειν». εὖ δὲ τὴν τῆς μητρὸς ἐδήλωσε πρόρρησιν. ἐμφαίνεται δὲ ὡς ἔστιν ἀνοήτου χρημάτων ἕνεκεν εἰς πρόδηλον ἑαυτὸν ἐμβαλεῖν θάνατον καὶ ὅτι ἄφρονές εἰσιν οἱ δεόμενοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ἕτερον ἐπὶ δώροις τελευτᾶν· καὶ ἵνα ἀποπλέοντι αὐτῷ συγγινώσκωσι καὶ βοηθοῦντι μεγίστην ὁμολογοῖεν χάριν.

`9.411`

διχθαδίας κῆρας φερέμεν: ὑπὸ δύο μοιρῶν ἄγεσθαι.

`9.413`

  
ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται:  
ἁπλῶς ἐκφέρει τὰ ὑπὸ τῆς μητρὸς εἰρημένα πρὸς αὐτόν.

`9.416a`

  
ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη:  
ἀθετεῖται, ὅτι νομίσας τις κρέμασθαι τὸν λόγον προσέθηκεν αὐτόν· καὶ γὰρ κατὰ τὸ περισσὸν ἐπιλέγεται οὐδέ κέ μʼ ὦκα. δεῖ οὖν κοινὸν λαβεῖν τὸ ἔσται ἀπὸ τοῦ προκειμένου τοῦ «ἄφθιτον ἔσται».

`9.416b`

  
ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη:  
οὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο.

`9.417a1`

  
καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην:  
τοσοῦτον ἀπέχει πειθοῦς. τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.

`9.417a2`

τοσοῦτον ἀπέχει πειθοῦς ὥστε καὶ τοὺς λοιποὺς ὑποχωρεῖν βούλεται. πιθανῶς δὲ ἀφίστησιν αὐτοὺς τοῦ πολέμου, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.

`9.417b`

παραμυθησαίμην: ὡς τὸ «παρειπεῖν»

`9.418`

ἐπεὶ οὐκέτι δήετε τέκμωρ: τεχνικῶς ἀπέστρεψε πρὸς αὐτὸν τὸν λόγον, ἐπεὶ καὶ ἔλεγε «Ζεὺς δέ σφιν Κρονίδης»· εἰ τοίνυν, ὡς φῄς, πολέμιον ἔχετε τὸν θεόν, ὑπόλοιπον ὑμῖν ἐστιν ἀποπλεῖν.

`9.419a`

Ἰλίου αἰπεινῆς: ὅτι θηλυκῶς τὴν Ἴλιον.

`9.419b`

εὐρύοπα: ἀπὸ τοῦ εὐρυόπης.

`9.420`

χεῖρα ἑὴν ὑπερέσχε: ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ ἀσπίδες. μεγάλη δὲ ἡ φαντασία ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διός, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.

`9.421-2`

ἀριστήεσσιν Ἀχαιῶν ἀγγελίην ἀπόφασθε: νῦν οὐδὲ λόγον ποιεῖ Ἀγαμέμνονος καίτοι πρώην λέγων· «τῷ πάντʼ ἀγορευέμεν, ὡς ἐπιτέλλω». ἢ ὡς μὴ τοῦ Ἀγαμέμνονος μόνου πέμψαντος, ἀλλὰ καὶ τῶν βασιλέων. ἢ τῷ θυμῷ ὑπερκαείς.

`9.425a`

ἐπεὶ οὔ σφισιν ἥδε γʼ ἑτοίμη: ἐπεὶ τό γε τεῖχος νῦν οὐδὲν ἐπήμυνεν αὐτοῖς.

`9.425b`

ἑτοίμη: πρόχειρος. ἑτοίμη: εὔληπτος, φανερά, ἕτοιμος. λέγει δὲ—ὡς δυνάμενος με πεῖσαι.

`9.426`

ἀπομηνίσαντος: ἕν ἐστιν ὡς ἀπομανέντος· καὶ γὰρ τὴν εὐθεῖαν οὕτως οἶδεν «ἀπομηνίσας». οὕτως οἶδεν καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων. καὶ εἰ παρέλκει δὲ ἡ ἀπό, οὕτως ἀναγνωστέον.

`9.427`

  
Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω:  
τοῦτο εἰς πίστιν τοῦ ἦρι ἀποπλεύσεσθαι. προσκρούει δὲ Φοίνικι ὡς παρʼ Ἀγαμέμνονι διατρίψαντι· καὶ ἑξῆς· «Ἀτρείδῃ ἥρωϊ φέρων χάριν». ἅμα δὲ καὶ προεκκόπτει αὐτὸν τῆς λιτῆς.

`9.429a`

ἢν ἐθέλῃσιν: ἢν ἐθέλῃσι προέσθαι Ἀγαμέμνονα· διό φησι· «πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο, φίλον τέκος;».

`9.429b`

ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω: πῶς γὰρ εἰκὸς βιάζεσθαι, ᾧ πειθαρχεῖν ὁ πατὴρ ἐκέλευσεν;

`9.431`

μάλα γὰρ κρατερῶς ἀπέειπεν: ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν· ἄκρως γὰρ διέθηκε τὸν Ἀχιλλέως λόγον, φύσει φρονήματι ἀξιώματι ἤθει.

`9.432`

ὀψὲ δὲ δὴ μετέειπε: φρονίμως τὸ μὴ εὐθέως τοῖς Ὀδυσσέως λόγοις τοὺς ἑαυτοῦ ἐπιβαλεῖν, ἀλλʼ ἀντειπεῖν πρῶτον ἐᾶσαι τὸν Ἀχιλλέα καὶ ἐκχέαι τὸν θυμόν. ἀλλʼ οὐδὲ παυσαμένου Ἀχιλλέως εὐθὺς ἄρχεται οὐδὲ ἀρξάμενος εὐθὺς τὴν συμβουλίαν προσάγει, ἀλλὰ δακρύσας προσοχὴν καὶ ἔλεον ἐπισπᾶται· οἴκτῳ γὰρ τὸ πλέον ἀγωνίζεται καὶ διηγήμασιν οἰκείων ἀτυχημάτων. τὸν δὲ λόγον οὐκ ἐπὶ ἱκετείαν ἀνάγει, ἀλλʼ ἐπὶ τὸ συμφέρον Ἀχιλλεῖ. τὸ ὀψέ δὲ ὡς πάντων ἀπορησάντων ἀντειπεῖν.

`9.433`

δάκρυʼ ἀναπρήσας: καὶ θέλων, φησίν, οὐκ ἔστεξε τὸ δάκρυον.

`9.434-5`

μετὰ φρεσὶ  <span class="gap">…</span> βάλλεαι: κατὰ νοῦν ἔχεις.

`9.434a`

εἰ μὲν δὴ νόστον γε: καὶ οὗτος ἀπὸ τοῦ καιροῦ τὸ προοίμιον δέχεται· οὐ γὰρ ὡς συμβουλεύσων παρελήλυθεν, ἀλλʼ ὡς διδοὺς ἀπόκρισιν πρὸς τὸ «Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων».

`9.434b`

εἰ μὲν δὴ νόστον: συνείκει αὐτῷ ἀπʼ ἀρχῆς, εἶτα ἐπάγει τὴν λιτήν. τὸ δὲ εἰ μὲν δή ὡς παραδόξου τῆς κρίσεως οὔσης· «προσεδόκων γάρ», φησίν, «ὡς παρακληθεὶς μενεῖς.» ὥσπερ δὲ Ὀδυσσεὺς ἐκ τοῦ παρόντος ἔλαβε τὸ προοίμιον οὕτω καὶ οὗτος.

`9.434c`

φαίδιμʼ Ἀχιλλεῦ: ἀποσπῶν τῆς φυγῆς φαίδιμʼ Ἀχιλλεῦ φησίν.

`9.435-6`

οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι πῦρ ἐθέλεις ἀΐδηλον: τὸ ἀνεπίφθονον τῶν ὀνομάτων καὶ τὸ ἔσχατον τῶν κινδύνων ἐδήλωσε, τὸ τοῦ Ἀγαμέμνονος πρόσωπον σιωπήσας ὡς καὶ Ὀδυσσεύς.

`9.435`

ἀμύνειν νηυσί: τοῦτο γὰρ ἦν δίκαιον.

`9.436`

ἐπεὶ χόλος ἔμπεσε θυμῷ: ὅτι διὰ θυμὸν καταφρονεῖ τοῦ δικαίου, οὗ μάλιστα δεῖ τὸν πεπαιδευμένον κρατεῖν.

`9.437a`

πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο: φάσκων ἀποπλευσεῖσθαι μετʼ αὐτοῦ, διότι ὁ Πηλεὺς ὡς διδάσκαλον συνέπεμψεν αὐτόν, τεχνικῶς ἐνέφηνεν ὅτι προσῆκόν ἐστι τὸ μὴ ἀπιστεῖν τῷ διδασκάλῳ. εἰ δὲ ὡς διδασκάλῳ ἐκέλευσε πείθεσθαι, χαλεπῶς ἂν ἤνεγκεν Ἀχιλλεύς. νῦν δέ, διʼ ἃς αἰτίας ἐκεῖνον τὸ κελευόμενον ποιεῖν ἔδει, διὰ ταύτας αὐτὸς ἀκολουθήσειν φησίν, ὡς ἂν τὸ μὴ φάναι ὡς οὐ χωρισθείη τοῦ Ἀχιλλέως, ἀλλʼ ὡς πυνθανόμενον λέγειν· διαγανακτοῦντος γὰρ ἦθος ἐμφαίνεται. ἅμα δὲ καὶ τὸν Ἀχιλλέα εὐμενῆ ἀπεργάζεται, οὐδεμίαν ἄλλην λέγων ὑπολείπεσθαι αὐτῷ ἐλπίδα.

`9.437b`

φίλον τέκος: προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστοργίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται.

`9.438a`

σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεύς: ἔδει εἰπεῖν διδάσκαλον. ἀλλʼ ἵνα μὴ ἀγριάνῃ ὡς διδασκάλου δεόμενον, σιωπᾷ, τῇ δὲ νεότητι προσῆψε τὴν διδασκαλίαν.

`9.438b`

σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεύς: ὡς ὀπάων οὖν, φησίν, οὐκ ὀφείλω ἀπολείπεσθαι. διὰ τοῦτο δὲ δυσωπεῖ αὐτόν· τὸν γὰρ διδάσκαλον δεῖ κελεύειν.

`9.439`

ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε: λεληθότως δείκνυσιν ὅτι ἀπειθεῖ τῷ πατρὶ τούτου ἀποστάς, ᾧ καὶ πόρρωθεν αὐτὸν ἀπέστειλεν.

`9.440`

νήπιον: εἰ νηπίου ὄντος οὐ προπεφάσισται πρὸς τὴν αἴτησιν ὁ πατήρ, πῶς νῦν, φησί, τελειωθεὶς οὐ πολεμεῖς;

`9.441`

ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι: ἄμφω τὰς ἀρετὰς κυδιανείρας φησί. νῦν δὲ μᾶλλον ἐχρῆν ἐπαινεῖν τὰ ψυχικά.

`9.442a`

διδασκέμεναι τάδε πάντα: εἰ οὖν σύμβουλος ἐπέμφθη, νῦν δὲ βοᾷ τὸ πρᾶγμα δεόμενον συμβουλῆς, πῶς αὐτῷ πείθεσθαι οὐ δεῖ;

`9.442b`

διδασκέμεναι τάδε πάντα: τάδε, εἰς ἃ νῦν ἁμαρτάνεις. καὶ ὅτι οὔπω τετέλεσται τὴν μάθησιν, διὰ τῆς παρατάσεως ἐδήλωσεν· οὐ γὰρ εἶπε διδάξαι.

`9.442c`

διδασκέμεναι: ἰᾶται τῇ ἡλικίᾳ τὸ τρανὸν τῆς λέξεως.

`9.442d`

τάδε πάντα: ἐπὶ δύο· «προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες».

`9.443a`

μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων: ὅτι διδακτὸν ἡ ἀρετή. εἵπετο δὲ αὐτῷ Φοῖνιξ ὑποδείξων ἅ τε λεκτέον καὶ ἃ χρὴ πράττειν. φαίνεται οὖν καὶ τὸ τῆς ῥητορικῆς ὄνομα εἰδώς· φησὶ γοῦν «ὅτε κοῦροι ἐρίσσειαν περὶ μύθων», ἀλλὰ καὶ «βουλῇ καὶ μύθοισι» καὶ «δικαζόμενος παρὰ νηυσίν». οἱ περὶ Κόρακα δὲ καὶ Τισίαν ὕστερον ἐξεκόσμησαν τὴν ῥητορικήν. εἰ ὑπὸ Φοίνικος οὖν πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δηλονότι δικαιοσύνην καὶ ἰατρικήν.

`9.443b`

μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων: τὸ τῶν λόγων ῥήτορα διδάσκειν σε εἶναι καὶ δραστήριον ἐν τοῖς ἔργοις.

`9.443c1`

  
μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων:  
σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγε μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε «μύθων τε ῥητῆρα καὶ ἔργων πρακτῆρα». καὶ ὅτι πάντων διδακτικὸν εὐβουλία.

`9.443c2`

σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγε μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε «μύθων τε καὶ ἔργων ῥητῆρα» ἀπὸ κοινοῦ, ἀλλʼ ἐνήλλαξεν. καὶ ὅτι δὲ πάντων κρείττων ἡ εὐβουλία δηλοῖ διὰ τούτου.

`9.444`

ὣς ἂν ἔπειτʼ ἀπὸ σεῖο: ἐπεὶ παρακαταθήκην ἐκ νηπίου σε εἴληφα παρὰ τοῦ πατρός.

`9.446a`

γῆρας ἀποξύσας: γῆρας, φησί, τὸ μάλιστα νῦν μοι ἐνοχλοῦν. διὰ δὲ τοῦ ἀποξύσας ἐδήλωσε προσπεπλασμένην ἀσθένειαν παλαιῷ σώματι. τῷ δὲ χρόνῳ τῆς συλλαβῆς τὸ δυσαφαίρετον τοῦ γήρως δηλοῖ. Ἀττικὴ δὲ ἡ ἔκτασις. Παρθένιος γοῦν ἐν Βίαντι συνέστειλεν· «ὅστις ἐπʼ ἀνθρώπους ἔξυσεν αἰγανέας».

`9.446b`

νέον ἡβώοντα: ὅτι οὐ λέγει νέον κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, ἀντὶ τοῦ νεωστὶ ἡβῶντα.

`9.446c`

θήσειν νέον ἡβώοντα: νέον· νεωστί. οὐχ ἁπλῶς ἀπαλλάξειν γήρως, ἀντισηκῶσαι δὲ ἀρχὴν πολυχρονίου ἥβης.

`9.446d`

ἡβώοντα: οὕτως διὰ τοῦ ω καὶ ο αἱ Ἀριστάρχου.

`9.447a`

οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα: ὅτι πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν· καὶ ὅτι Ζηνόδοτος «τοῖον ὅτε πρῶτον», ἐξ οὗ φανερός ἐστι τὸ «νέον» ὀνοματικῶς δεδεγμένος.

`9.447b`

οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα: μυθολόγοι οἱ γέροντες καὶ παραδείγμασι παραμυθούμενοι. ἄλλως τε ψυχαγωγεῖ τὴν ὀργὴν ὁ μῦθος. εἰπεῖν δὲ θέλει τὰς εὐεργεσίας Πηλέως, εἴ πως πείσειεν ὡς εὔνους τῷ οἴκῳ· καὶ ὅτι λιταῖς οὐ πεισθεὶς ἐν ἀλλοδαπῇ ἄπαις διήγαγεν. ἡδεῖα δὲ ἡ ἀκρόασις τῶν οἰκείας συμφορὰς διηγουμένων. καὶ ὁ κυνικὸς Διογένης τοῖς συνοῦσιν ὁμολογεῖ οἵας εἶχεν ὁρμὰς πρὸ τοῦ φιλοσοφεῖν, ὡς ἄρχειν αὑτοῦ μὴ δυνάμενος τῶν ἄλλων ἤθελεν. ἀκριβὴς δὲ διδασκαλία ἡ πεῖρα· διὸ καὶ τοσαῦτα ἡμαρτηκότι τῷ Φοίνικι καὶ ἐν προσκρούσει τοῦ πατρὸς γεγονότι τὸν υἱὸν ἐπιτρέπει ὁ Πηλεύς· ἑώρα γὰρ αὐτὸν αἰσθόμενον τῆς ἁμαρτίας, διʼ ὧν ἑαυτῷ τὴν ἑκούσιον ἐπήγαγε φυγήν.

`9.448`

φεύγων νείκεα: Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε—παραδίδωσιν. ἡ ἱστορία παρὰ τῷ ποιητῇ· παρὰ γὰρ τοῖς τραγικοῖς παραλλάσσει

`9.449a`

ὅς μοι παλλακίδος πέρι χώσατο: οἰκείως ταῦτα πρὸς τὸν ἕνεκα τῆς Βρισηΐδος χαλεπαίνοντα, ὅτι συγγνωστέος ἁμαρτήσας περὶ κόρην Ἀγαμέμνων, εἴ γε καὶ αὐτὸς ἁμαρτὼν συγγνώμης ἠξίωται παρὰ Πηλέως.

`9.449b`

ὅς μοι παλλακίδος: οὐ τῆς ἤδη μιγείσης, ἀλλὰ τῆς εἰς τοῦτο τρεφομένης· φησὶ γοῦν «προμιγῆναι». οὐκ ἀντίκειται δὲ τὸ ὅτι τὴν μὲν ἐφίλει, ἠτίμαζε δὲ τὴν γυναῖκα· ἔπραττε γὰρ ταῦτα ἐν νῷ ἔχων ἤδη τὴν πρὸς αὐτὴν ὁμιλίαν. τοῦτο οὖν ὁ Φοῖνιξ ἐποίησεν εἰς ὁμόνοιαν τῶν γονέων. ἦν δὲ Κλυτία καὶ ἡ μήτηρ Ἱπποδάμεια ἢ Ἀλκιμέδη.

`9.449c1`

περιχώσατο: οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται περὶ παλλακίδος· οἱ δὲ περιχώσατο ἀνέγνωσαν, ἵνα σημαίνηται τὸ περισσῶς. καὶ οὕτως μᾶλλον ἐπεκράτησεν ἡ παράδοσις. οὕτως δὲ καὶ Ἀλεξίων

`9.449c2`

τὸ δὲ περιχώσατο ἀντὶ τοῦ περισσῶς ὠργίσθη.

`9.452a`

προμιγῆναι: πρὸ τοῦ πατρὸς μιγῆναι. ἢ περισσεύει ἡ πρόθεσις.

`9.452b1`

ἵνʼ ἐχθήρειε γέροντα: ῥᾷστα γὰρ ἀφίσταται γυνὴ γέροντος νέα πειραθεῖσα ἀνδρὸς νέου. τινὲς «γέροντι» γράφουσιν, «ἵνα μισηθῇ τῷ γέροντι».

`9.452b2`

ῥᾷστα γὰρ ἀνδρὸς ἀφίσταται γέροντος γυνὴ νέα πειραθεῖσα νέου καὶ ἰσχυροτέρου ἀνδρός· ἧττον γὰρ οἱ γέροντες ἀφροδισιάζειν δύνανται.

`9.453a`

τῇ πιθόμην καὶ ἔρεξα: ἐν ἤθει δεῖ ἀναγινώσκειν ὡς μετανοοῦντος αὐτοῦ· διὸ καὶ ἐμπεπίστευται Ἀχιλλέα· «ὁ γὰρ πταίσας τι καὶ φυλάττεται». καὶ Σοφοκλῆς· «ὃς μὴ πέπονθε τἀμά, μὴ βουλεύεται».

`9.453b`

ἄλλως· τῇ πιθόμην καὶ ἔρεξα: ὡς πρὸς ὁμόνοιαν γονέων τὰ παρὰ προαίρεσιν ἐποίησε· φησὶ γοῦν «ἡ δʼ αἰὲν ἐμὲ λισσέσκετο». καὶ πάλιν τῆς διχοστασίας αὐτῶν κρείττονα τὴν φυγὴν ἡγήσατο. οἱ δὲ εὖ πρὸς γονεῖς ἔχοντες ἐπʼ ἴσης μὲν αὐτοὺς ἀγαπῶσιν, ἐπαμύνουσι δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν ὅτι οὐ πάντα πειστέον μητρί—Θέτις γοῦν ἔλεγεν· «ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν» ἀλλὰ μᾶλλον πατρὶ τῷ λέγοντι· «φιλοφροσύνη γὰρ ἀμείνων». ἀγαθοὶ δὲ διδάσκαλοι, οἳ ἐν πείρᾳ παθημάτων γεγόνασιν· καὶ Χείρωνα γάρ φασι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτηδεῦσαι ἰατρικήν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυμβριανὸν Ἡρόδικον τὸν παιδοτρίβην, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐμελέτησε τὴν τέχνην.

`9.453c`

τῇ πιθόμην καὶ ἔρεξα: Ἀριστόδημος ὁ Νυσαιεύς, ῥήτωρ τε ἅμα καὶ γραμματικός, φεύγων τὸ ἔγκλημα, ἐπενόησε γράφειν «τῇ οὐ πιθόμην οὐδὲ ἔρεξα». καὶ οὐ μόνον γε ηὐδοκίμησεν, ἀλλὰ καὶ ἐτιμήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα. πρὸ δὲ αὐτοῦ Σωσιφάνης τὴν τοιαύτην εὗρε γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοίνικι ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου διδάσκαλος ἐν ὑπομνήματι τῆς Ι.

`9.454`

Ἐρινῦς: οὐκ οἶδε τὸν ἀριθμὸν αὐτῶν ὁ ποιητής.

Ἐρινῦς: καταχθόνιαι—Μέγαιρα. εἴρηνται δὲ παρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι.

`9.455a`

μήποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν: ἐοικυῖα κατάρα τῷ ἀτιμάσαντι πατέρα, τὴν ἀπὸ παίδων μὴ δέξασθαι τιμήν. πᾶς δὲ εὖ φρονῶν πατὴρ υἱῷ εὔχεται πάππος γενέσθαι.

`9.455b`

γούνασιν οἷσιν: ὅτι τινὲς γράφουσιν «γούνασʼ ἐμοῖσιν». λέγει δὲ οὐ περὶ ἑαυτοῦ ὁ Φοῖνιξ, ἀλλὰ περὶ τοῦ Ἀμύντορος.

`9.455c`

ἐφέσσεσθαι: οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι.

`9.456a`

θεοὶ δʼ ἐτέλειον ἐπαράς: ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν

`9.456b`

ἐτέλειον ἐπαράς: εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήσεται ὁ τόνος ὁ αὐτός, ὡς «ἐπιβουκόλος ἀνήρ» καὶ «ἐπισμυγερῶς»· εἴτε τὸ ἑξῆς ἐστιν ἐπετέλουν, οὐκ ἀναστραφήσεται πάλιν, καθότι αἱ συναλειφθεῖσαι οὐκ ἀναστρέφονται, σεσημειωμένου ἐκείνου «στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεναι».

`9.457a`

Ζεύς τε καταχθόνιος: ὅτι καταχθόνιον Δία τὸν Ἅιδην λέγει.

`9.457b`

Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια: πῶς ὁ μὲν εὔχεται ταῖς Ἐρινύσι, τὰς δὲ εὐχὰς αὐτῷ ἐκτελεῖ Ἅιδης καὶ Περσεφόνη; ὅτι αὐτοκράτορες τῶν τιμωριῶν ὄντες τὴν τοῦ κολάζειν ἐξουσίαν τοῖς ἄλλοις δαίμοσι παρέχονται. ἐπαινὴ δὲ κατὰ ἀντίφρασιν, ὡς τὸ «νῆʼ ὀλίγην αἰνεῖν». οἱ δὲ γράφουσι «καὶ ἐπʼ αὐτῷ Περσεφόνεια», οἱ δὲ ἐν πλεονασμῷ τὴν ἐπί.

ἐπαινή: ἐπίφοβος, δεινή· αἰνὸν—παραιτήσαιτο.

`9.462`

ἔνθʼ ἐμοί: γράφεται «ἔνθα μοι».

`9.463a1`

  
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι:  
ὅτι ἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις κρεῖττον τὸ φεύγειν.

`9.463a2`

ἐδήλωσεν ὅτι ἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις οὐδέν ἐστι τοῦ φεύγειν ἄμεινον.

`9.464a`

ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοί: ὅτι πᾶσιν ἠγαπημένος ἦν διὰ τὴν σπουδήν· ὁ δὲ πατὴρ ἦν ὀργιζόμενος διὰ τὸν ἔρωτα. ἀνεψιὸς δὲ Φοίνικος Εὐρύπυλος

`9.464b`

ἀμφὶς ἐόντες: Διονύσιος ὁ Θρᾷξ ἐν τῷ Πρὸς Κράτητα διὰ τῆς ἱπποδρομίας φησὶ γεγραμμένου «ἀντιόωντες» μεταθεῖναι τὸν Ἀρίσταρχον ἀμφὶς ἐόντες.

`9.464c`

ἀμφὶς ἐόντες: ἐν ἄλλῳ «ἐγγὺς ἐόντες».

`9.466`

εἰλίποδας: εἰλήσει ὅμοια πάσχοντας· κεχάλασται γὰρ αὐτῶν τὰ νεῦρα, ὡς Ἱπποκράτης φησίν.

`9.468`

τανύοντο: ἐκτείνονται γὰρ τῷ πυρί.

`9.469`

πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο: ἀναφορικῶς τοῦ προειρημένου

`9.470`

  
εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον:  
εἰνάνυχες ὡς μονώνυχες ἀπʼ εὐθείας τῆς εἰνάνυξ. εἰ δέ τινα τὸ ἐπιφερόμενον ταράσσει παρὰ νύκτας ἴαυον, ἴστω ὅτι σύνηθες οὕτως πολλὰ λέγειν τῷ ποιητῇ, «ποδάνιπτρα ποδῶν», «οἶνον ἐνοινοχοεῦντες».

`9.472a`

πῦρ, ἕτερον μέν: ἕτερον ἄλλο παρὰ τὸ τοῦ θαλάμου, ὅπου αὐτὸς ἦν. τρίτον δὲ τὸ ἐν τῇ στοᾷ καιόμενον. λείπει δὲ τὸ «ἅπτον».

`9.472b1`

ὑπʼ αἰθούσῃ: διὰ τῆς ἔν προθέσεως «ἐν αἰθούσῃ» αἱ Ἀριστάρχου. συνᾴδει καὶ τὸ ἑξῆς «ἄλλο δʼ ἐνὶ προδόμῳ». αἴθουσαι δὲ αἱ ὑπὸ ἡλίου—αἴθεσθαι, ὅ ἐστι καίεσθαι. διέχεεν δὲ τὴν τάξιν. θάλαμος μὲν γὰρ—τετραμμένη στοά.

`9.472b2`

ἐν ἄλλῳ «ἐν αἰθούσῃ».

`9.473a`

ἄλλο δʼ ἐνὶ προδόμῳ πρόσθεν θαλάμοιο θυράων: ὅτι πάλιν δοκεῖ τὸ ἄλλο πρὸς τὸ «ἕτερον» συγκεχύσθαι. πιθανεύονται δὲ οἱ λέγοντες τρία φῶτα εἶναι, ἓν μὲν ὑπὸ ταῖς αἰθούσαις, ἕτερον δὲ ἐν τῷ οἴκῳ, ἄλλο δὲ ἐν τῷ προδόμῳ τοῦ οἴκου· ἀπίθανον γάρ φασιν εἶναι ἐν μὲν τῷ προδόμῳ πῦρ εἶναι, ἐν δὲ τῷ οἴκῳ ἐλλείπειν.

`9.473b`

ἄλλο δʼ ἐνὶ προδόμῳ πρόσθεν θαλάμοιο θυράων: μετήγαγε τὴν τάξιν· θάλαμος μὲν γὰρ ὁ ἔσω οἶκος τῆς αὐλῆς, τὸ δὲ πρὸ αὐτοῦ πρόδομος. αἴθουσα δὲ τὸ περίστυλον, τουτέστιν πρὸς ἥλιον τετραμμένη στοά, παρὰ τὸ αἴθεσθαι.

`9.475`

θύρας: ὅτι πληθυντικῶς θύρας ἀντὶ τοῦ θύραν.

`9.476`

ῥήξας ἐξῆλθον: τῷ μὲν Φοίνικι ἡ μεταβολὴ ἀδύνατος διὰ τὴν ὀργὴν τοῦ πατρός, τῷ δὲ Ἀχιλλεῖ καὶ ἔνδοξος διὰ τὴν παραίνεσιν τοῦ πατρός.

`9.476-7`

καὶ ὑπέρθορον ἑρκίον αὐλῆς ῥεῖα λαθὼν φύλακας: τῷ ὑπέρθορον συναπτέον τὸ ῥεῖα· λαθεῖν γὰρ ῥᾳδίως ἀδύνατον ἦν οὕτω φυλαττόμενον. ῥεῖα δὲ διὰ τὴν νεότητα.

`9.478a`

διʼ Ἑλλάδος: πρὸς τὴν Ἑλλάδα, ὅτι Φθιωτικὴ πόλις.

`9.476-7b`

διʼ Ἑλλάδος: Ἑλλὰς πόλις ὁμώνυμος τῇ χώρᾳ· «Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες».

`9.480a`

ἐς Πηλῆα ἄνακτα: γράφεται «ἐς Πηλῆα ἄναχθʼ».

`9.480b1`

ἄναχθʼ: ἐμὸν ἄνακτα, διὰ τὴν ἐμὴν εὔνοιαν.

`9.480b2`

ἐμόν, φησίν, ἄνακτα, διὰ τὴν παρʼ αὐτοῦ γεγονυῖαν εὔνοιαν.

`9.481a1`

καί μʼ ἐφίλησʼ, ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ: ὅτι τὸ ἐφίλησε κατὰ τὴν ἡμετέραν χρῆσιν· καὶ ὅτι πρεσβύτερος Πηλεὺς Φοίνικος.

`9.481a2`

ὅτι νεώτερος Πηλέως, οὐχ ὡς οἱ τραγικοί.

`9.481b`

καί μʼ ἐφίλησʼ, ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ: δυσωπητικὰ Ἀχιλλέως, ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον, ὃν ὁ πατὴρ ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτω συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, διʼ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη.

`9.481-2`

ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι: εὖ τὸ μὴ ἀρκεσθῆναι τῇ τῶν πατέρων πρὸς τοὺς υἱοὺς φιλοστοργίᾳ καίτοι ὑπερβολὴν μὴ δεχομένῃ, ἀλλʼ ἐπενέγκαι τὸ μοῦνον· μᾶλλον γὰρ οἱ μονογενεῖς φιλοῦνται, μὴ μεριζομένης εἰς πολλοὺς τῆς φιλοστοργίας. καὶ οὐδὲ τούτῳ ἀρκεσθεὶς προσέθηκε τὸ τηλύγετον. αὐτὸς δέ ἐστιν ὁ τῆς γονῆς τέλος ἔχων, μεθʼ ὃν ἕτερος οὐ γίνεται· ἐπὶ τούτοις γὰρ τὴν τῶν γονέων συμπάθειαν ἔστιν ἰδεῖν, ἅπασαν τὴν ἐλπίδα ἐν τῇ τούτων σωτηρίᾳ τιθεμένων. καὶ ἔτι πλέον αὔξων ἐπιφέρει τὸ ἐπὶ πολλοῖς κτήμασιν· ὧν γὰρ συνήγαγεν, εἰδὼς αὐτὸν φύλακα ἀγωνιᾷ.

`9.484`

Δολόπεσσιν ἀνάσσων: Δολόπων. μέρος τῆς Φθιώτιδος χώρας· διὸ καὶ παραλέλοιπεν αὐτοὺς ἐν τῷ Καταλόγῳ.

`9.485a`

καί σε: οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν· οὐδὲ γὰρ ἀντιδιαστολὴ πρὸς ἕτερον πρόσωπον. ἀπολελυμένως οὖν ἀναγνωστέον.

`9.485b`

καί σε τοσοῦτον ἔθηκα: δυσωπητικὸν τὸ τῆς δείξεως· καὶ Σοφοκλῆς «κἀξεθρεψάμην τοσόνδʼ ἐς ἥβης»

`9.485c`

θεοῖς ἐπιείκελε: διὰ βραχέος τὸν ὑπεραίροντα εὐφυοῦς σώματος καὶ ψυχῆς ἀρετῇ ἐσήμανεν.

`9.486`

ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ: οὐκ οἶδεν ὁ ποιητὴς παρὰ Χείρωνι τραφέντα αὐτόν, ἀλλʼ οἱ νεώτεροι. δεινὸν οὖν τὸν ἐν τῇ πρώτῃ ἡλικίᾳ τοσοῦτον στέρξαντα ἀπειθεῖν τελειωθέντα.

`9.488a1`

γούνεσσι: οὕτως διὰ τοῦ ε γούνεσσι. ἔχει μέντοι λόγον καὶ ἡ διὰ τοῦ ἄλφα.

`9.488a2`

γούνεσσι διὰ τοῦ ε.

`9.489a`

ὄψου: ὅτι πᾶν τὸ προσεσθιόμενον ὄψον ἔλεγον οἱ παλαιοί· καὶ ὅτι οὐχ ὑπὸ Χείρωνος ἐτράφη ὁ Ἀχιλλεύς, ἀλλὰ τὴν ἰατρικὴν μόνον ἐπαιδεύθη.

`9.489b1`

ὄψου: ὄψον πᾶν τὸ ἐσθιόμενον. ὅμοια δὲ καὶ ταῦτα· «Ἀστύαναξ, ὃς πρὶν μὲν ἑοῦ».

`9.489b2`

πᾶν τὸ ἐσθιόμενον ὄψον καλεῖται.

`9.489c`

ὄψου ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών: ἐπὶ τὰ εὐτελέστερα καταβὰς ἔδειξε τὴν ἰσχὺν τοῦ λόγου διὰ τοῦ προταμών — πρῶτον γὰρ τέμνοντες παρέχουσι — καὶ ἐπισχών, ὡς «λαθικηδέα μαζὸν ἐπέσχον». οὐκ ἂν δὲ διὰ κοινοῦ ὀνόματος ἑτέρως αὐτὸ φράσειας.

`9.491-5`

οἴνου ἀποβλύζων—λοιγὸν ἀμύνῃς: ὀνοματοπεποίηται ἀφράστως. καλῶς δὲ προδανεισθείσας ἀπαιτεῖ χάριτας, εἶτα ἐπάγει ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς, ἰδιούμενος τὴν σωτηρίαν τῶν Ἑλλήνων.

`9.492`

πόλλʼ ἔπαθον καὶ πόλλʼ ἐμόγησα: Ἀρίσταρχος «πολλὰ πάθον καὶ πολλὰ μόγησα».

`9.494a`

ἀλλὰ σὲ παῖδα: ἐνθάδε ὀρθοτονητέον· ἔμφασις γὰρ δείξεως.

`9.494b1`

ἀλλὰ σὲ παῖδα: ἀλλὰ σέ ὀρθοτονεῖται διὰ τὴν δεῖξιν.

`9.494b2`

ὀρθοτονεῖται τὸ σέ, ὅτι δεικτικόν ἐστιν.

`9.496`

δάμασον θυμὸν μέγαν: ἅπερ Ὀδυσσεὺς εἰπεῖν ἐφυλάξατο — πικρὸν γὰρ ἦν —, ἐπὶ δὲ τὸν Πηλέα ἀνήνεγκε ταῦτα Φοίνικι δίδωσιν ἡ τῆς ἀνατροφῆς παρρησία. ἐμφαντικῶς δὲ τὸ ἀδάμαστον ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων φησὶ «δμηθήτω».

`9.497a`

στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί: ἀποφθεγματικόν, ὅταν βιωφελές τι διʼ ὀλίγης ἐκφέρηται λέξεως. ἐπίφθονος δὲ ὁ λόγος· ὡς θεοῦ γὰρ ἧκον δεησόμενοι. καὶ λεληθότως διδάσκει ὅτι μὴ πειθόμενος Λιταῖς, αἷς καὶ θεοὶ πείθονται, ἀσεβεῖ καὶ εἰς θεοὺς καὶ εἰς τὴν ἑαυτοῦ μητέρα.

`9.497b`

στρεπτοί: εὐμετάστρεπτοι καὶ ἵλαοι τοῖς μετανοοῦσι.

στρεπτοὶ δέ τε: εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπειστοι. ἐναντίον δέ ἐστι τὸ—καὶ τοὺς θεοὺς πείθεσθαι.

`9.498a1`

τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε: καὶ ἀναντίρητον τὸ τῆς ἐπιχειρήσεως.

`9.498a2`

καὶ ἀναντίρρητος ἄρα ἡ ἐπιχείρησις αὐτῶν.

`9.499-500`

καὶ μὲν τοὺς θυέεσσι— λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι: ἕτοιμον αὐτὸν ποιεῖ πρὸς τὴν τῶν δώρων λῆψιν διὰ τούτων.

`9.499-501`

καὶ εὐχωλῇσʼ ἀγανῇσι  <span class="gap">…</span> παρατρωπῶσʼ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ: λαθεῖν μὲν γὰρ ἀδύνατον τοὺς πάντα ἐφορῶντας, ἀλλʼ οὐδὲ βιάσασθαι τοὺς ἰσχυροτέρους. μία τοίνυν ὁδὸς ἐκφυγῆς ἡ ἱκετεία.

`9.500`

λοιβῇ τε κνίσῃ τε: ἐν ἄλλῳ «λοιβῆς τε κνίσης τε».

`9.502`

καὶ γάρ τε Λιταί εἰσι, Διὸς κοῦραι: πρὸς ἐντροπὴν Διὸς κούρας αὐτάς φησιν· ἢ διὰ τὸ «Ζεὺς ἐπιτιμήτωρ ἱκετάων»· ἢ παρόσον ὁ Ζεὺς «πατὴρ ἀνδρῶν τε θεῶν τε» λέγεται. μυθικῶς δὲ ὡς γέρων ὑποβάλλει ὅτι «ὁρμήσοι διὰ τὴν ὑπεροψίαν ἔσται τι δεινόν».

καὶ γάρ τε Λιταί εἰσι, Διὸς κοῦραι: ἀνειδωλοποιεῖ τὰς λιτὰς—προηδικηκότες ὦσιν: —ῥυσάς τε καὶ—ὥστε σεβασμιωτέρας φαίνεσθαι.

`9.502-3`

Διὸς κοῦραι μεγάλοιο, χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ: ὅσα κρατεῖ τῆς ἡμετέρας δυνάμεως, θεῖα ὠνόμαζον. χωλαὶ δὲ διὰ τὸ μόγις εἰς δεήσεις ἔρχεσθαι· ῥυσαὶ δὲ διὰ τὸ σκυθρωπάζειν· παραβλῶπες δέ, ὅτι παριδόντες τι τῶν ἀναγκαίων παρακαλοῦμεν ὕστερον.

`9.503a`

παραβλῶπες: διάστροφοι τοὺς ὀφθαλμούς, ἐπειδὴ —τὰς θέας ἔχοντες. προπερισπαστέον δὲ ὁμοίως τῷ τυφλῶπες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ «ἑλίκωπες» καὶ «Κύκλωπες», περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς Περὶ σχημάτων

`9.503b`

παραβλῶπές τʼ ὀφθαλμώ: ἀπὸ τῶν συμβαινόντων περὶ τοὺς ἱκετεύοντας παθημάτων τὰς Λιτὰς διετύπωσεν.

`9.504a`

  
αἵ ῥά τε καὶ μετόπισθʼ Ἄτης ἀλέγουσι κιοῦσαι:  
ἁμαρτόντες γὰρ καὶ βλαβέντες ὕστερον παρακαλοῦμεν, φροντίζομεν δὲ τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων· ἕπονται οὖν αὐτῇ αἱ Λιταί.

`9.504b`

ἀλέγουσι: τῶν ἀνθρώπων δηλονότι. ἀλέγουσι· φροντίζουσιν, ἵνα ἰάσωνται τὰ ὑπὸ τῆς Ἄτης γινόμενα.

`9.505a`

ἡ δʼ Ἄτη σθεναρή τε καὶ ἀρτίπος: εἰκότως διὰ τὸ ἐξ ὑπεροχῆς καὶ ἰσχύος τὰς βλάβας γίνεσθαι. οὐκ ἔστι δὲ ἐναντίον τῷ ἑτέρωθι λεγομένῳ ὅτι τῆς Ἄτης ἁπαλὼ τὼ πόδε· ἐκεῖ γὰρ ὡς λεληθότως αὐτῆς ἐπιούσης τοῖς ἀνθρώποις ἀκούσιον θέλει δεῖξαι τὸ πταῖσμα.

`9.505b`

ἀρτίπος: ὁ τοὺς πόδας ὁλόκληρος. πρὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ «ἀελλόπος» καὶ «τρίπος».

`9.505c`

οὕνεκα: ὅτι οὕνεκα ἀντὶ τοῦ τοὔνεκα.

`9.506`

φθάνει: ὅτι Ζηνόδοτος γράφει «φθανέει».

`9.507`

αἱ δʼ ἐξακέονται ὀπίσσω: ἃ ἐκείνη βλάπτει.

`9.508`

κούρας Διός: πάλιν πρὸς ἐντροπὴν Διὸς κούρας φησίν.

`9.509a`

τὸν δὲ μέγʼ ὤνησαν: ὅτι περισσὸς ὁ δέ σύνδεσμος· διὸ οὐ δεῖ συνεγκλίνειν τῷ ἄρθρῳ τὸν σύνδεσμον.

`9.509b`

τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐξαμένοιο: ὑπὲρ αὐτοῦ οὖν ἐστιν, ὅπως ἐν ἀσφαλείᾳ διάγοι ἐπικούρους ἔχων· εἰκὸς γὰρ καὶ αὐτὸν ἁμαρτῆσαι καὶ εὐμενεῖς τοὺς ἱκετευομένους ἕξειν. φυσιολογεῖ οὖν μὴ θέλων εἰπεῖν ἐξ ὀνόματος ὡς καὶ αὐτὸς βλαβήσεται μὴ πεισθείς. ἐπάγει οὖν· «ἀλλʼ Ἀχιλεῦ, πόρε καὶ σύ».

`9.509c1`

εὐξαμένοιο: Ἀρίσταρχος «εὐχομένοιο».

`9.509c2`

τὸ δὲ εὐξαμένοιο ἀντὶ τοῦ «εὐχομένοιο».

`9.512a`

ἵνα βλαφθεὶς ἀποτίσῃ: ἵνα καὶ αὐτὸς ἐν ἄτῃ γεγονὼς ἐπὶ τὰς Λιτὰς καταφύγῃ.

`9.512b`

ἀποτίσῃ: γράφεται «ἀποτίνῃ».

`9.514`

ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν: καὶ ἄλλοι, φησίν, εἰσὶν ἀγαθοὶ ἀδικηθέντες, αἰδούμενοι δὲ τὰς Λιτάς.

`9.515a`

εἰ μὲν γὰρ μὴ δῶρα φέροι: ταῦτα τὴν ἱκετείαν δηλοῖ καὶ τὸν ἐνυποπίπτοντα Ἀγαμέμνονα. καὶ διὰ τοῦ φέροι αὐτὸν παρέστησεν· καὶ τὸ μὲν ὀργίζεσθαι δικαίως συγχωρεῖ, τὸ δὲ ἀτιμάζειν τὰ διδόμενα καὶ τοὺς ἥκοντας ἀνάξιον Ἀχιλλέως φησίν.

`9.515b`

εἰ μὲν γὰρ μὴ δῶρα φέροι: εὐθὺς δηλονότι.

`9.516a`

ἐπιζαφελῶς: ὡς «χαλεπῶς». παρέλκει δὲ πάλιν ἡ ἐπί. ἐχρῆν δέ, εἰ παρὰ τὸ ζάφελος γέγονε, καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι βαρυτόνως, ἢ καὶ ἐκεῖνο κατʼ ὀξὺν προφέρεσθαι τόνον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τοιούτῳ· τὰ εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος ζάκοτος· οὕτως οὖν καὶ ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λως ἐπιρρήματα, παραληγόμενα τῷ ε, ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, οἷον εὐτελῶς ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ εὐτραπέλως ἰκέλως.

`9.516b1`

ἐπιζαφελῶς: περισπωμένως, εἰ καὶ τὸ ζάφελες βαρύνεται. τὸ δὲ ζαφελῶς γίνεται ἐκ τοῦ ζα ἐπιτατικοῦ καὶ τοῦ ὀφέλλω τὸ αὔξω, τὸ πάνυ ηὐξημένως.

`9.516b2`

περισπωμένως. τὸ δὲ ζάφελος ὄνομα βαρύνεται.

`9.518`

χατέουσί περ ἔμπης: ὅτι καὶ δώρων ἄνευ ἐχρῆν βοηθεῖν διὰ τὴν ἀνάγκην.

`9.520`

ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους: ὅτι οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ ὡς ἂν μηδὲ χώραν ἔχων πρεσβευτοῦ.

`9.520-1a1/b1`

ἄνδρας <span class="gap">…</span> ἀρίστους κρινάμενος: ὁ μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύϊ πρωτεύει. ἐκ τούτου δῆλον ὅτι οὐκ ἔστι πρεσβευτὴς ὁ Φοῖνιξ· ἐπεὶ πῶς ἑαυτὸν ἐπαινεῖ;

`9.520-1b2`

οὗτος πρεσβευτὴς οὐκ ἔστιν, ἐπεὶ οὐκ ἂν ἑαυτὸν ἐπῄνει.

`9.520-1a2`

ὁ μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύϊ προὔχει.

`9.521-2a1`

οἵ τε σοὶ αὐτῷ φίλτατοι: ὡς καὶ δίχα Ἀγαμέμνονος ὀφείλοντος αὐτοῖς πείθεσθαι. τοῦτο δὲ ἐλεγκτικῶς ὅτι εἰπὼν «οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ» νῦν ἀπειθεῖ τοῖς φιλτάτοις.

`9.521-2a2`

λέγει δὲ ὅτι καὶ δίχα Ἀγαμέμνονος ὤφειλεν αὐτοῖς πείθεσθαι.

`9.521-2a3`

ἐλεγκτικῶς ὅτι εἰπὼν «οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ» νῦν ἀπειθεῖ τοῖς φιλτάτοις.

`9.522a`

τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς: μὴ ὀνειδίσῃς· «τὰ δʼ ἐλέγχεα πάντα λέλειπται»· ὡς τῆς αἰσχύνης τοῦ μὴ πείθειν ἀνατρεχούσης εἰς αὐτούς.

`9.522b`

τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς: μὴ ἀποδοκιμάσῃς μηδὲ ἀποδείξῃς ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις καὶ μὴ ποιήσῃς ἐπονειδίστους αὐτοὺς ὡς μὴ πείσαντας.

`9.523`

μηδὲ πόδας: μηδὲ τὴν ἐνθάδε ἄφιξιν.

`9.523a`

πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι: τὸ πρώην μηνίειν ἀνεμέσητον εἰπὼν ἐκ τοῦ ἐναντίου τὸ νῦν νεμεσητόν φησιν, ὅτι τὸ πρὶν καὶ ἀρχὴ τῆς μάχης καὶ ὁ Ἀγαμέμνων μαινόμενος καὶ πρεσβεία οὐδαμοῦ οὐδὲ δῶρα, νῦν δὲ καὶ τῆς μήνιδος ὁ χρόνος παρήκμασε καὶ ὁ βασιλεὺς ἱκέτης καὶ πρεσβεία φιλτάτων ἀνδρῶν καὶ δώρων ἀριθμὸς πολὺς καὶ ἀνάγκη τοῦ ἁλῶναι.

`9.523b`

πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι: ἐπὶ δὲ τῆς προτέρας ὀργῆς οὐ μέμψεως ἄξιος.

`9.524a1`

οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα: ὅτι πάντως δεῖ βοηθῆσαι αὐτόν, ὅπερ ἐσκέπασε τῇ διηγήσει.

`9.524a2`

περισκέπων δὲ διὰ τῆς διηγήσεως τὸν λόγον δείκνυσιν ὡς πάντως δεῖ βοηθῆσαι.

`9.526a`

  
δωρητοί τʼ ἐπέλοντο παραρρητοί τʼ ἐπέεσσι:  
περὶ πάντων τοῦτο, εἶτα τὸν Μελέαγρον ἐπὶ τῇ ἰσότητι παρέλαβεν· οὐ γὰρ ἂν ἐφάνη τὸ δεινὸν τοῦ μὴ πεισθῆναι, εἴ τινα παρέλαβε τῶν πεισθέντων.

`9.526b`

παραρρητοί: ὡς παραμυθητοὶ καὶ νοητοὶ κατʼ ὀξεῖαν τάσιν.

`9.527a`

μέμνημαι τόδε ἔργον: ὁμοίαν μῆνιν παραγράφει. Ἀχιλλεὺς οὐκ ἐπαμύνει τοῖς Ἕλλησι διὰ τὸν Ἀγαμέμνονα καὶ ὁ Μελέαγρος τοῖς Αἰτωλοῖς διὰ τὴν μητέρα. ἀρχὴ μήνιδος Ἀχιλλεῖ χόλος Ἀπόλλωνος καὶ τῷ Μελεάγρῳ Ἀρτέμιδος ὀργή. Ἀχιλλεῖ Βρισηΐδος ὕβρις, Μελεάγρῳ δὲ Ἀταλάντης. πρὸς ἑκάτερον πρεσβεύουσι δῶρα δώσειν ὑπισχνούμενοι. τὰ λοιπὰ ὁ Φοῖνιξ εὔχεται ὅμοια μὴ γενέσθαι. ὅμως γεγόνασιν. οὐδέτερος αὐτῶν εἶξε τοῖς δεομένοις· τὸν Μελέαγρον ἐποίησεν ἡ γυνὴ ἐξελθεῖν τοῦ πολέμου ἐπὶ θύραις ὄντος, καὶ ὁ Πάτροκλος πλησίον τῶν πολεμίων ὄντων δεηθεὶς προελθεῖν, ἔπειτα ἀποθανὼν ἠνάγκασε τῆς ἔχθρας παύσασθαι τὸν Ἀχιλλέα· ὅπερ καὶ Μελέαγρος πέπονθεν.

`9.526b`

μέμνημαι τόδε ἔργον: ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπιπέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι λοιμὸν Ἀπόλλωνι, οἱ δὲ Κουρῆτες τοῖς Τρωσίν, ὁ δὲ Μελέαγρος τῷ Ἀχιλλεῖ τῷ νῦν μὲν δεήσεσι μὴ πειθομένῳ, διʼ ἀνάγκην δὲ ἴσως βοηθήσοντι διὰ τὰς ναῦς.

`9.527c`

μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι: ὅτι ἀειμνήστους ἐπὶ κακῷ ποιεῖ τοὺς ὀργιζομένους ὁ θυμός. οἰκεῖον δὲ διδασκάλῳ ἐκ τῶν παλαιῶν σωφρονίζειν τοὺς νέους. ποικίλλει δὲ τὴν δέησιν πιστούμενος τὰς ἱστορίας διὰ τῶν παλαιῶν προσώπων.

`9.527d`

νέον: ὅτι νέον νεωστί.

`9.528a`

ὡς ἦν: τὸ ὡς ἦν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς συνάπτεσθαι. ἐὰν δὲ τοῖς ἄνω συνάπτηται, ἔσται «μέμνημαι» ὡς ἦν· ἐὰν δὲ τοῖς ἑξῆς, ἔσται ὑπερβατόν «ὡς δὲ ἦν, ἐν ὑμῖν ἐρῶ».

`9.528b`

ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι: ὅτι ἠθικῶς καθʼ ὑπεξαίρεσιν λέγει ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι, οἷον οὐδεὶς ξένος πάρεστι, διὰ τὸ κατʼ Ἀχιλλέως παραδείγματι χρῆσθαι τῷ κατὰ τὸν Μελέαγρον.

`9.528c`

ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι: ἐπεὶ κατὰ τοῦ Ἀχιλλέως ἐκφέρει τὸ παράδειγμα, φησὶν «ἐπὶ φίλων γάρ μοί ἐστιν ὁ λόγος».

`9.529a1`

  
Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι:  
ψυχαγωγεῖ μὲν ἡ ἱστορία τὸν θυμόν. δύο δέ φησι· μὴ ἀτιμάζειν ἱκέτας, καὶ ὡς ἄτιμος ἡ μετὰ δέησιν αὐτόκλητος ἐπικουρία. καλοῦσι δὲ ὑποδιήγησιν τὸ σχῆμα, ὅταν ἱερόν τι λάβωμεν ὅμοιον. διό ἐστιν ὁ λόγος ὡς νηλέα τινὰ πελίαν τε. ἀντὶ δὲ τοῦ εἰπεῖν Κουρῆτες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώτερον ἧκεν· διχῇ δὲ διῄρηται ἡ Αἰτωλία, καὶ τῆς μὲν Καλυδωνίας ἦρχεν Οἰνεύς, τῆς δὲ Πλευρωνίας ὁ Θέστιος.

`9.529a2`

ἀντὶ τοῦ εἰπεῖν Κουρῆτες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώτερον ἧκε. διχῇ δὲ διῄρηται ἡ Αἰτωλία, καὶ τῆς μὲν Καλυδωνίας ἦρχεν Οἰνεύς, τῆς δὲ Πλευρωνίας Θέστιος. ψυχαγωγεῖ δὲ ἡ ἱστορία τὸν θυμόν. δύο δέ φησι· μὴ ἀτιμάζειν ἱκέτας, καὶ ὡς ἄτιμος ἡ μετὰ δέησιν αὐτόκλητος ἐπικουρία.

`9.529a3`

ὑποδιήγησις τὸ τοιοῦτον καλεῖται.

`9.529b`

Κουρῆτες: οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες, πρὸς διαστολὴν τοῦ «κούρητες Ἀχαιῶν». οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ Κουρῆτες ἐν τῇ Κλίσει τῶν ὀνομάτων

`9.529c`

Κουρῆτες: τὸ ἐθνικόν, κούρητες δὲ οἱ νεανίαι, ὡς Μάγνης καὶ Ἴγνης· «ἅμα δʼ ἄλλοι ἦσαν κούρητες».

`9.529d`

ΚΟΥΡΗΤΕΣ: τῆς μέσης συλλαβῆς περισπωμένης οἱ τὴν Πλευρῶνα κατοικοῦντες· Κουρῆτές τʼ ἐμάχοντο. τῆς δʼ αὐτῆς συλλαβῆς βαρυτονουμένης οἱ νεανίαι· «ἅμα δʼ ἄλλοις ἦσαν κούρητες Ἀχαιῶν».

`9.529e`

Κουρῆτες: οἱ τὴν Πλευρῶνα οἰκοῦντες ἄποικοι Εὐβοέων. οὕτω δὲ ἐκαλοῦντο ἢ ἀπὸ Κουρίου ὄρους ἢ Κουρέως· ἢ ἐπεὶ στολὰς καὶ κόμας κορῶν εἶχον. Στράβων δὲ οὕτως· «Ἀρχέμαχος ὁ Εὐβοεὺς φησὶ τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι. συνεχῶς δὲ πολεμοῦντας περὶ τοῦ Ληλάντου πεδίου, ἐπειδὴ οἱ πολέμιοι κομῶν δραττόμενοι κατέσπων αὐτούς, ὀπισθοκόμους γενέσθαι, τὰ δὲ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι. κατοικοῦντας δὲ εἰς Αἰτωλίαν τοὺς πέραν οἰκοῦντας διὰ τὸ ἀκούρους φυλάσσειν τὰς κεφαλὰς Ἀκαρνᾶνας ὠνόμαζον.» Κουρῆτες: οἱ ἐν Πλευρῶνι οἰκοῦντες, πόλει τῆς Αἰτωλίας. ὠνομάσθησαν δὲ—τὰς κάρας. Οἰνεὺς Αἰτωλίας δεσπότης—μετανοήσασα ἑαυτὴν ἀναιρεῖ. Αἰτωλοί: οἱ Καλυδώνιοι, ἐπεὶ—τῆς Αἰτωλίας.

`9.531`

Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς: ἡ διπλῆ, ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν, καὶ ὅτι λείπει ἡ περί, περὶ Καλυδῶνος.

`9.533`

τοῖσι κακόν: ὡς καὶ ὑμῖν τὴν μῆνιν.

`9.534a`

χωσαμένη ὅ οἱ οὔ τι θαλύσια: ὅτι δεῖ μεμνῆσθαι θεῶν· ἅπαξ δὲ κεῖται ἡ λέξις. ἃ ἡμεῖς συγκομιστήριά φαμεν.

`9.534b`

θαλύσια: ἑορτή, ἐν ᾗ τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι τῶν καρπῶν.

`9.537a`

ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν: ἐλάθετο· ἑκὼν παρεπέμψατο. οὐκ ἐνόησεν· οὐκ ἔλαβεν εἰς νοῦν. ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει «ἐκλάθετʼ οὐδʼ ἐνόησεν» ὥστε τὸ αὐτὸ διλογεῖσθαι. οὐκ ἐνόησε δὲ ὅτι διαφέρει· τὸ μὲν γὰρ ἐλάθετο ἑκὼν παρέπεμψεν, τὸ δὲ οὐκ ἐνόησεν οὐδὲ τὴν ἀρχὴν κατὰ νοῦν ἔσχεν.

`9.537b`

ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν: ἀπὸ μετοχῶν εἰς ῥήματα μετῆλθεν.

`9.537c`

ἢ λάθετʼ ἢ οὐκ ἐνόησε: λάθετο· ἑκὼν παρεπέμψατο, οὐκ ἐνόησε δὲ οὐκ ἔλαβεν εἰς νοῦν. ἀξιόπιστον δὲ τὸ διστάσαι, ὡς ἔχει καὶ τὸ «ἢ δρυὸς ἢ πεύκης». ἀσύγγνωστον δὲ τὴν εἰς θεοὺς παράβασιν ὑποτίθεται, εἴθʼ ἑκὼν μὴ τιμῶν εἴτε ἀκουσίως, καὶ εἰ μὴ πάντας τιμῶν. ἄλλως· ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν: ἤτοι ἐννοήσας θῦσαι ἐπελάθετο, ἢ οὐδὲ ὅλως ἐπελάθετο.

`9.538`

δῖον γένος: πρὸς Ἀχιλλέα· οὐδέποτε γὰρ ἐπὶ θεοῦ τάσσει τὴν λέξιν. ὁ δὲ Νικάνωρ ἐπὶ Ἀρτέμιδος· καὶ γὰρ λέγει, φησίν, «αἶψά κʼ ἐγὼν ἔρξαιμι, διοτρεφές, ὡς ἀγορεύεις», ἀγνοῶν ὅτι «κελαινεφές» ἐστίν.

`9.539a1`

ὦρσεν ἐπὶ χλούνην: οἱ μὲν ἀναστρέφουσιν, ἵνʼ ᾖ ἐπῶρσεν. οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ τὴν χλούνην.

`9.539a2`

ἐπῶρσεν χλούνην.

`9.539b`

χλούνην: οἱ μὲν τὸν ἐντομίαν· κνώμενοι γὰρ πρὸς τὰ φυτὰ παρατρίβονται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα· τὸν γὰρ οἰκοτραφῆ σίαλόν φησιν οἱ δὲ τὸν εἰς γῆν καταβάλλοντα τὰ φυτά. ἄλλοι δὲ τὸν ἐπὶ Χλούνῃ, χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα.

`9.540a1`

ἔρδεσκεν ἔθων: Ἀμμώνιος ἐν τῷ Περὶ τῶν ὑπὸ Πλάτωνος μετενηνεγμένων ἐξ Ὁμήρου διὰ τοῦ ξ προφέρεται, «ἔρεξεν». ἔθων δὲ εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ καρποὺς ἡμαρτηκότι.

`9.540a2`

Ἀμμώνιος «ἔρεξεν». ἔθων δὲ εἰθισμένος τοῖς τόποις· «ἐριδμαίνωσιν ἔθοντες». οἰκεία δὲ τιμωρία τῷ περὶ καρποὺς ἡμαρτηκότι.

`9.540b`

ἔθων: ὅτι οἱ Γλωσσογράφοι τὸ ἔθων ἀποδιδόασι βλάπτων. ἔστι δὲ ἐξ ἔθους ἐπιφοιτῶν.

`9.540c`

ἔθων: ψιλῶς τὸ ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλιφῆς, «ἥ ἑ μάλιστʼ εἴωθε». καὶ ἄλλως τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ ς, «σέθεν», «ἕθεν»· τὴν γὰρ ὑπό τινων φερομένην «ἔδων» παραιτητέον.

`9.541a`

προθέλυμνα: ὅτι ἄλλα ἐπʼ ἄλλοις. ἔνιοι δὲ πρόρριζα.

`9.541b`

προθέλυμνα: τὰ ἄλλα ἐπʼ ἄλλοις προτιθέμενα, ὅ ἐστι συνεχῆ· φησὶ γοῦν καὶ «σάκος σάκεϊ προθελύμνῳ» καὶ «τετραθέλυμνον».

`9.542a`

αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων: ὅτι μῆλα πάντα τὰ ἀκρόδρυα ἔλεγον οἱ παλαιοί, οὐχ ὡς ἡμεῖς εἰδικῶς· καὶ ὅτι εἴωθεν ἡ σύν πρόθεσις ἐλλείπειν.

`9.542b`

καὶ αὐτοῖς ἄνθεσι μήλων: ἐξ ἑνὸς τὸ πᾶν· «καὶ μηλέαι» γὰρ «ἀγλαόκαρποι». μηλοφόρον δὲ τιμῶσι τὴν Δημήτραν.

`9.543`

τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος: ἴσως ὅτι πρῶτος ἔβαλεν· ἅμα δὲ καὶ ἡ Ἀταλάντη. Μελέαγρος δὲ παρὰ τὸ μέλειν τῆς ἄγρας· κυνηγοὶ γὰρ οἱ Αἰτωλοί.

`9.546a`

πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς: ὅτι ἐκ τοῦ παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι διὰ πυρὸς ἔθαπτον.

`9.546b`

πυρῆς ἐπέβησʼ: ἀντὶ τοῦ ἀποκτείνας καυθῆναι ἐποίησεν.

`9.546c`

πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς: οὐ ζῶν μόνον, ἀλλὰ καὶ τελευτήσας διὰ τὴν ἐπʼ αὐτῶν μάχην. ἀλεγεινῆς δὲ πυρῆς, ἐπεὶ ἀλγοῦμεν ἐπὶ τοῖς τεθνεῶσιν.

`9.547-8`

ἡ δʼ ἀμφʼ αὐτῷ καὶ ἑξῆς ἀμφὶ συὸς κεφαλῇ: δείκνυσιν ὅτι οἱ θεοβλαβεῖς περὶ τῶν οὐδενὸς ἀξίων διαφέρονται πρὸς μάχην.

`9.548`

ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι: ἐσιώπησε τὴν Ἀταλάντην αἰδούμενος τὸν Ἀχιλλέα.

ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι: ὡς καὶ τῆς κεφαλῆς —ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος.

`9.551a1`

οὐδʼ ἐδύναντο: ἐν τῇ Ἀριστοφάνους «οὐδʼ ἐθέλεσκον» καὶ ἔστιν Ὁμηρικόν· «οὐδʼ ἔθελε προρέειν».

`9.551a2`

Ἀριστοφάνης δὲ «οὐδʼ ἐθέλεσκον», Ὁμηρικόν.

`9.551b`

οὐδὲ δύναντο: ὡς καὶ οὐδέποτε Τρῶες.

`9.553-4`

ὅς τε καὶ ἄλλων οἰδάνει: οἰδαίνεσθαι ποιεῖ, ὡς «μελάνει». καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πάθος οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ· καὶ ἡμᾶς μὲν αὐτῆς ἐκτρέπει, Ἀχιλλεῖ δὲ συγγινώσκει.

`9.554`

οἰδάνει: ὅτι ἀντὶ τοῦ οἰδάνειν ποιεῖ, ὅμοιον τῷ «πάντας μέν ῥʼ ἔλπει» ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ.

`9.555`

ἤτοι ὁ μητρὶ φίλῃ: καθόλου· οὐ γὰρ ἦν αὐτῷ τότε φίλη ἡ μήτηρ.

`9.556`

κεῖτο: ὡς τὸ «κεῖτʼ ἀπομηνίσας».

καλῇ Κλεοπάτρῃ: Κλεοπάτρα Ἴδα—γυνὴ δὲ Μελεάγρου.

`9.557-8`

κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης Ἴδεώ θʼ: Ἴδας ὁ Ἀφαρέως μὲν παῖς κατʼ ἐπίκλησιν, γόνος δὲ Ποσειδῶνος, Λακεδαιμόνιος δὲ τὸ γένος, ἐπιθυμήσας γάμου παραγίνεται εἰς Ὀρτυγίαν τὴν ἐν τῇ Χαλκίδι καὶ ἐντεῦθεν ἁρπάζει τὴν Εὐηνοῦ θυγατέρα Μάρπησσαν. ἔχων δὲ ἵππους Ποσειδῶνος ἠπείγετο. ὁ δὲ Εὐηνὸς εἰς ἐπιζήτησιν ἐξῆλθε τῆς θυγατρός, ἐλθὼν δὲ κατὰ τὸν Λυκόρμαν ποταμὸν τῆς Αἰτωλίας, μὴ καταλαβών, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ὅθεν ὁ Λυκόρμας Εὐηνὸς μετωνομάσθη. κατὰ δὲ τὴν Ἀρήνην ἀπαντήσας Ἀπόλλων τῷ Ἴδᾳ λαμβάνεται τῆς Μαρπήσσης. ὁ δὲ ἔτεινε τὸ τόξον καὶ διεφέρετο περὶ τοῦ γάμου· οἷς κριτὴς ὁ Ζεὺς γενόμενος αἵρεσιν τοῦ γάμου ἐπὶ τῇ Μαρπήσσῃ τίθεται. ἡ δὲ δείσασα, μὴ ἐπὶ γήρᾳ καταλίπῃ αὐτὴν ὁ Ἀπόλλων, αἱρεῖται τὸν Ἴδαν. οὕτως δὴ Σιμωνίδης τὴν ἱστορίαν περιείργασται.

`9.557a1`

καλλισφύρου: σημεῖόν ἐστι συμμετρίας σώματος· ὡς ἐπίπαν γὰρ παχεῖαι τὰ κάτω αἱ γυναῖκες.

`9.557b1`

καλλισφύρου: κάτωθεν γὰρ ὁρᾶται τὸ θῆλυ εἶδος.

`9.557a2/b2`

σημεῖόν ἐστι συμμετρίας σώματος· αἱ γὰρ παχεῖαι τοῖς ἐρῶσιν οὐκ ἀγαθαί. τὸ δὲ θῆλυ εἶδος ἐκ τῶν σφυρῶν καὶ τῆς ζώνης καὶ τῆς ὄψεως ὁρᾶται.

`9.558-9a1`

ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν τῶν τότε: ἐπαινετέον τὸ ἀκριβὲς περὶ τὴν ἑκάστου ἠθοποιΐαν· ὁ μὲν Φοῖνιξ κάρτιστον εἰπὼν τὸν Ἴδαν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως αὐτὸν προτετιμηκέναι, ἐπήνεγκε τῶν τότε. τῷ δὲ Νέστορι ἀθωπεύτως εἴρηται· «οὐ γάρ πω τοίους ἴδον».

`9.558-9a2`

ἵνα μὴ καταισχύνῃ Ἀχιλλέα μεγαλοφρονοῦντα ἐπὶ κράτει, εἶπε τῶν τότε.

`9.560`

νύμφης: τῆς Μαρπήσσης.

`9.561a1`

τὴν δέ: τὴν Κλεοπάτραν.

`9.561b1`

πατὴρ καὶ πότνια μήτηρ: ὁ Ἴδας καὶ ἡ Μάρπησσα.

`9.561a2/b2`

τὴν Κλεοπάτραν ὁ Ἴδας καὶ ἡ Μάρπησσα.

`9.561-2a1`

τὴν δὲ τότʼ ἐν μεγάροισι <span class="gap">…</span> Ἀλκυόνην καλέεσκον: ἀντὶ τοῦ ἀλκυόνα, παρὰ τὸ ἐν ἁλὶ κύειν. ἀπὸ τῶν αὐτοῖς συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπένθη καὶ Ὀδυσσέα ἔκλαιεν οὖν ἡ Μάρπησσα καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτήν, τὴν Μάρπησσαν, ἥρπασεν ὁ Ἀπόλλων.

`9.561-2a2`

ἀντὶ τοῦ ἀλκυόνα. γίνεται δὲ παρὰ τὸ ἐν ἁλὶ κύειν.

`9.562`

Ἀλκυόνην καλέεσκον ἐπώνυμον: ὅτι οὐ τὴν Μάρπησσαν, ἀλλὰ τὴν Κλεοπάτραν.

Ἀλκυόνην καλέεσκον: Κῆυξ ὁ Φωσφόρου—αὐτὴν ἀνήρπασεν Ἀπόλλων· ἢ ἡ μήτηρ Ἀλθαία.

ἐπώνυμον: ἀντὶ τοῦ φερώνυμον—ὅτε ἀφῃρεῖτο αὐτὴν ὁ Ἀπόλλων.

`9.563`

μήτηρ: ἡ Μάρπησσα.

`9.564a`

κλαῖʼ ὅτε μιν: οὕτω Ζηνόδοτος χρονικῶς· Ἀρίσταρχος δὲ «κλαῖεν ὅ μιν», ὅτι αὐτήν.

`9.564b`

μιν: αὐτὴν τὴν Μάρπησσαν, ὅτε ἥρπασεν ὁ Ἀπόλλων.

`9.564c`

ἀφήρπασε: γράφεται «ἀνήρπασε».

`9.567a`

κασιγνήτοιο: ὡς «Ἀδμήτοιο». τινὲς δὲ προπερισπῶσιν ὡς «λευκοῖο», ἵνα γένηται κασιγνητικοῦ· ἡ γὰρ Ἀλθαία, φασίν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰσοδυναμεῖν τῷ κασιγνητικοῦ. ἀδελφοὶ δὲ Ἀλθαίας Ἴφικλος, Πολυφάντης, Ἀφάνης, Εὐρύπυλος, Πλήξιππος.

`9.567b`

κασιγνήτοιο φόνοιο: κασιγνήτοιο ὡς «γυναῖκά τε θήσατο μαζόν», εἰ μήποτε καθʼ Ὅμηρον εἷς ἐστιν. δύο δὲ ἦσαν, Κλυτίος καὶ Προκάων.

`9.567c1`

κασιγνήτοιο: οὕτως Ἀρίσταρχος, τοῦ ἀδελφικοῦ.

`9.567d1`

κασιγνήτοιο φόνοιο: ὅτι ἐλλείπει ἡ περί. δύναται δὲ καὶ ἑνὸς καὶ πλειόνων ἀδελφῶν.

`9.567c2/d2`

τοῦ ἀδελφικοῦ. λείπει δὲ ἡ περί.

`9.568`

πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία: ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρουον.

χερσὶν ἀλοία: ταῖς χερσὶν ἔπληττεν· ὅθεν—ὡς ἐνθάδε φησίν.

`9.569`

κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν: ὅτι ἐπικαλεῖται μὲν τὸν Ἅιδην καὶ τὴν Περσεφόνην, ὑπακούουσι δὲ αἱ Ἐρινύες ὡς ὑπηρέτιδες.

`9.570`

πρόχνυ καθεζομένη: παντελῶς καθημένη, ὅλη παρειμένη, ἵνα πλέον ᾖ τὸ πάθος. οἱ δὲ Γλωσσογράφοι «ἐπὶ γόνυ».

`9.571a`

παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινύς: ὅτι αἱ Ἐρινύες ὥσπερ ὑπηρέτιδες ὑπακούουσι, καὶ οὐ μάχεται τὸ «κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν».

`9.571b`

ἠεροφοῖτις: γράφεται καὶ ἰεροφοῖτος, ἡ διὰ τοῦ σκότους ἐρχομένη.

`9.571c`

ἠεροφοῖτις: ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ ἀπροοράτως ἔρχονται. πῶς δὲ Ἅιδην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δηλονότι ὡς ὑπηρέτις.

`9.571d`

ἠεροφοῖτις: τὰ εἰς ις παρώνυμα θηλυκά, παρακείμενα τοῖς εἰς ης ἀρσενικοῖς βαρυνομένοις, προπερισπᾶται, εἰ φύσει μακρᾷ παραλήγοιτο, πρωθῆβις πολιῆτις ἀλεῖτις πλανῆτις πρεσβῦτις. οὕτως δὲ καὶ ἠεροφοῖτις. ὅσα δὲ παρὰ τὸ πωλεῖν ἐστιν, ἀνεβίβασε τὸν τόνον, ἀρτόπωλις ἀλφιτόπωλις. ἀλλʼ οὖν καὶ ὅσα παρὰ τὸ κοῖτος, «παράκοιτις», «ἄκοιτις», τὸ μέντοι «δολόμητις» οὐκ ἔστι θηλυκόν, ἀλλὰ καὶ ἀρσενικόν· καὶ ἴσως τὸ μῆτις ἔγκειται· ὡς τὸ «πολύμητις», «δολόμητις». καὶ ἔστι σύνθετον.

Ἐρινὺς παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν—καὶ ἐκτελέουσα.

`9.572`

ἀμείλιχον: ἀπαραίτητον.

`9.573a1`

ὅμαδος καὶ δοῦπος: δοῦπος ψόφος δέος ἐμποιῶν, ὅ ἐστι φόβον. ὅμαδος δὲ παρὰ τὸ πάντας ὁμοῦ ᾄδειν, ὅ ἐστι βοᾶν.

`9.573a2`

δοῦπος παρὰ τὸ δέος ἐμποιεῖν.

`9.574`

τὸν δὲ λίσσοντο: οὕτως Ἀρίσταρχος τὸν δὲ λίσσοντο διʼ ἑνὸς λ.

`9.575a1`

πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους: ὅτι ἐντεῦθεν Σοφοκλῆς ἐν τῷ Μελεάγρῳ τὸν χορὸν ἀπὸ ἱερέων παρήγαγεν.

`9.575a2`

ἐντεῦθεν καὶ Σοφοκλῆς τὸν χορὸν οἰδίποδος ἐξ ἱερεῶν ποιεῖ.

`9.576`

  
ἐξελθεῖν καὶ ἀμῦναι, ὑποσχόμενοι μέγα δῶρον:  
βραχὺ διασταλτέον ἐπὶ τὸ ἀμῦναι, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. ἀπʼ ἄλλης δὲ ἀρχῆς «ὁππόθι πιότατον», καὶ ὑποστικτέον ἐπὶ τὸ «ἐραννῆς».

`9.578`

ἑλέσθαι: ὅτι συντελικῶς ἑλέσθαι.

`9.579a1`

πεντηκοντόγυον: ἐπίτηδες, ἵνα δείξῃ μείζονα τὰ Ἀγαμέμνονος δῶρα. γύης δὲ μέτρον γῆς· «τὰς πολυχρύσους γύας» ἀντὶ τοῦ ἀρούρας.

`9.579a2`

ἐπίτηδες καὶ τοῦτο λέγει, ἵνα τὰ Ἀγαμέμνονος δῶρα δείξῃ μείζονα. γύης δέ ἐστι μέτρον γῆς, μικρῷ τῶν δέκα ὀργυιῶν ἔλασσον.

πεντηκοντόγυον: πεντήκοντα πλέθρων· γύη γὰρ μέτρον γῆς. οἱ δὲ πεντήκοντα ζευγῶν.

`9.580a1`

ἥμισυ δὲ ψιλὴν ἄροσιν: διὰ τοῦ ς, «ψιλῆς» γῆς. οὕτως αἱ Ἀριστάρχου. δῆλον δὲ ὅτι ἐλλείπει ἡ εἴς, ἵνʼ ᾖ εἰς ἄροσιν.

`9.580a2`

ψιλὴν ἄροσιν: διὰ τοῦ ι, ψιλὴν γῆν. λείπει δὲ ἡ εἴς, εἰς ἄροσιν. ψιλὴν δὲ ἀντὶ τοῦ ἄδενδρον.

`9.580a3`

ψιλὴν διὰ τοῦ ι, ἤτοι γυμνὴν φυτῶν. λείπει δὲ ἡ εἴς, ἵνʼ ᾖ ἥμισυ δὲ ψιλὴν εἰς ἄροσιν.

`9.582`

οὐδοῦ ἐπʼ ἐμβεβαώς: εἴτε ἓν μέρος λόγου «ἐπεμβεβαώς», ὡς «ἐμμεμάως», εἴτε τῇ οὐδοῦ γενικῇ συνάπτεται, οὐ δύναται ἀναστρέφεσθαι· συνήλειπται γάρ.

`9.583a1`

σείων κολλητὰς σανίδας: διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος. σείων δὲ πρᾴως κινῶν διὰ τὸ γῆρας.

`9.583a2`

πράως κινῶν διὰ τὸ γῆρας· ἢ διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος. κολλητὰς δὲ σανίδας περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι.

`9.583a3`

πράως κινῶν διὰ τὸ γῆρας. τοῦτο δὲ ἐποίει, ὅτι ἤδη οἱ πολέμιοι τὸ τεῖχος ἀμφέβαινον.

`9.584a1`

κασίγνηται: κατὰ τὸ θηλυκὸν κασίγνηται αἱ Ἀριστάρχου. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο· κατὰ γὰρ Ὅμηρον πλείους εἰσὶν ἀδελφοὶ τῷ Μελεάγρῳ· «οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος». καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς ἀδελφὰς ἀκουστέον Γόργην καὶ Δηϊάνειραν.

`9.584a2`

οὕτως Ἀρίσταρχος. ἔχει δὲ λόγον καὶ τὸ «κασίγνητοι»· πλείους γάρ εἰσιν αὐτῷ ἀδελφοὶ καθʼ Ὅμηρον· «οἵ τʼ ἄρʼ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν». δύναται δὲ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκούεσθαι, Γόργη καὶ Δηϊάνειρα, Πολυξὼ καὶ Αὐτονόη.

`9.584a3`

γράφεται καὶ κασίγνηται κατὰ Ἀρίσταρχον, δύναται δὲ μᾶλλον «κασίγνητοι»· πλείους γὰρ αὐτῷ οἱ ἀδελφοὶ ἦσαν· «οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος». δύνανται δὲ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκούεσθαι.

`9.584a4`

οὕτως κασίγνηται θηλυκῶς. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο.

`9.584b1`

καὶ πότνια μήτηρ: ἡ αἰτία τῆς ὀργῆς, ὡς καὶ Ἀγαμέμνων.

`9.584b2`

παρακαλεῖ δὲ καὶ ἡ μήτηρ, ἡ αἰτία τῆς Μελεάγρου ὀργῆς, ὡς καὶ Ἀγαμέμνων.

`9.586a`

κεδνότατοι: ὅτι σωφρονέστατοι. ὁ δὲ Σιμωνίδης κεδνοὺς τοὺς φίλους.

`9.586b`

οἵ οἱ κεδνότατοι: ὡς οἱ νῦν. πᾶν δὲ εὗρε πρόσωπον ἱκανὸν πρὸς πειθώ.

`9.588`

ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο: ὅτε καὶ αὐτοῦ ἥψατο τὸ δεινόν.

`9.590`

παράκοιτις: καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ἡ γυνή· ὅτι γὰρ οὐ γυναικοκρατεῖται, δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασι, καὶ πεφθέντος τοῦ θυμοῦ παρακαλεῖ.

`9.593a`

ἀμαθύνει: ὅτι ἄμαθον ποιεῖ. οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν. ὁ δὲ Αἰσχύλος ἐπὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε, περὶ τοῦ Ἀκταίωνος λέγων· «κύνες διημάθυνον ἄνδρα δεσπότην».

`9.593b`

πῦρ ἀμαθύνει: σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν ἄμαθον εἶπεν· «τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης».

`9.594a1`

τέκνα δέ τʼ ἄλλοι ἄγουσι: ὅτι Ζηνόδοτος γράφει «τέκνα δὲ δήιοι ἄγουσι».

`9.594a2`

ἔνιοι γράφουσι «τέκνα δὲ δήιοι ἄγουσι».

`9.598a`

εἴξας ᾧ θυμῷ: ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλὰ τῇ ἐπιθυμίᾳ. ὑποχωρήσας, ἀντὶ τοῦ οὐκ ἀντιταξάμενος.

`9.598b`

εἴξας ᾧ θυμῷ: εἴξας πάλαι, ὅτε ὠργίζετο, οὐ νῦν, ὅτε ἤμυνεν. ἢ θυμὸν τὸν ἐπιλογισμόν φησι.

`9.598c`

τῷ δʼ οὐκέτι δῶρʼ ἐτέλεσσαν: τοὺς γὰρ ἀναγκαίους παρεὶς πέπεισται γυναικί.

`9.600`

ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί: μόγις παρρησιάζεται· ὡς μέγα δὲ κακὸν ἀπεύχεται αὐτῷ.

`9.601-2`

κάκιον δέ κεν εἴη νηυσὶν καιομένῃσιν ἀμύνειν: ἐλέγχει ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει.

`9.601`

χαλεπόν: γράφεται «κάκιον».

`9.602-3`

ἀλλʼ ἐπὶ δώροις ἔρχεο: ἐπὶ δώροις ἀντὶ τοῦ μετὰ δώρων, λαβὼν τὰ δῶρα οὕτως ἔξελθε συμμαχήσων.

`9.602`

ἐπὶ δώροις: Ἀρίσταρχος «ἐπὶ δώρων», ὅ ἐστι μετὰ δώρων.

`9.605a`

οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι: ὅτι τινὲς προφέρονται τιμῆς ὡς φωνῆς, ἵνʼ ᾖ τιμήεις. Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντὶ τοῦ τιμῆς μεθέξεις. καὶ ὁ Ἀχιλλεὺς ἀποκρινόμενός φησιν «οὔ τί με ταύτης χρεὼ τιμῆς» ἀντὶ τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλήνων καὶ Ἀγαμέμνονος τιμήν. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις.

`9.605b`

τιμῆς ἔσεαι: τιμηθήσῃ ἢ τίμιος ἔσῃ. τινὲς τὸ τιμῆς διὰ τοῦ ι γράφουσιν· ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε· «καὶ χρυσὸν τιμῆντα». καίτοι λόγος ἐστὶν ὡς πᾶσα εὐθεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις· Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ι. οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως· «τιμῆς γάρ», φησίν, «ἄξιος ἔσῃ». ὁ δὲ Χαῖρις βοηθῶν αὐτῷ φησιν ὅτι ἐπιφέρει «οὔ τί με ταύτης χρεὼ τιμῆς».

`9.605c1`

τιμῆς ἔσεαι: οἱ μὲν ὡς ἀναλώσας ἔχω ἀνήλωκα, ἀντὶ τοῦ τιμηθήσῃ καὶ ἔσῃ τιμήεις· καὶ περισπᾶται διὰ τὸ «καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον». Ἀρίσταρχος δέ, τῆς τιμῆς· διὸ ἐπάγει «χρεὼ τιμῆς»· τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται.

`9.605c2`

οἱ μὲν ἀντὶ τοῦ τιμήεις κατὰ συναίρεσιν. Ἀρίσταρχος δέ, τῆς τιμῆς, φησίν, ἔσῃ· διὸ καὶ ἐπάγει «οὐ χρεὼ τιμῆς»· τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται.

`9.605d`

ἀλαλκών: ὀξυτονητέον· δευτέρου γὰρ ἀορίστου ἐστίν. ὡς «ἀγαγών» καὶ ἀγαγεῖν, οὕτως καὶ ἀλαλκών καὶ «ἀλαλκεῖν».

`9.607`

ἄττα: ὅτι τὸ ἄττα προσφώνησίς ἐστι πρὸς τροφέα ἀμετάφραστος.

`9.607-8`

οὔ τί με ταύτης χρεὼ τιμῆς: πρὸς τὸ εἰρημένον ὑπὸ Φοίνικος «ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί» φησὶν Ἀχιλλεύς· οὔ τί με ταύτης χρεὼ τιμῆς, «ἥ μʼ ἕξει», ὅ ἐστιν, οὐκ ἀγαθόν μοι τοιαύτη τιμή, διʼ ἣν ἐγὼ μέχρι θανάτου ταῖς ναυσὶν ἐνδιατρίψω· εἶπε γὰρ «εἰ μέν κʼ αὖθι μένων—, ὤλετο μέν μοι νόστος».

`9.608`

φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ: πιθανῶς τῇ παρὰ τοῦ Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ χρῆται ταῖς εὐτυχίαις.

`9.609`

ἥ μʼ ἕξει παρὰ νηυσί: ἀπόμαχον δηλονότι.

`9.612a`

μή μοι σύγχει θυμόν: ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ, τὴν δὲ ἀφορμὴν διαβάλλει.

`9.612b`

ὀδυρόμενος καὶ ἀχεύων: ὅτι Ζηνόδοτος γράφει «ὀδυρόμενος, κινυρίζων», οἷον θρηνῶν. ἔστι δὲ οὐχ Ὁμηρικὸν καὶ παρὰ τὸ πρόσωπον. Ἀρίσταρχος δὲ «ἐνὶ στήθεσσιν ἀχεύων».

`9.612c`

ὀδυρόμενος καὶ ἀχεύων: «ἐνὶ στήθεσσιν ἀχεύων», οὕτως ἡ γραφή, οὐχὶ ὀδυρόμενος καὶ ἀχεύων.

`9.614a1`

ἵνα μή μοι: ὁ Ἀσκαλωνίτης ἀναγινώσκει «ἵνα μὴ μοὶ», τὰς δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοί, κατʼ ὀρθὴν τάσιν· συγκριτικὴ γάρ ἐστι, φησίν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς φησιν. ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα ὁμοίως τῷ «μή μοι οἶνον ἄειρε», τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλʼ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ «ἤ μʼ ἀνάειρʼ ἢ ἐγὼ σέ» καὶ τῷ «τάχα δή με διαρραίσουσι καὶ αὐτόν», εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατʼ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο γὰρ ἐπακολουθεῖ ταῖς πρωτοτύποις. ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγνωσιν.

`9.614a2`

«μήμοί» ἐχρῆν ὀρθοτονεῖν, ἵνα ἀντιδιαστέλληται Ἀγαμέμνονι.

`9.615`

καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν: δεῖγμα, ὅπως χρὴ διακεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις.

`9.616a`

ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς: κοινὰ γὰρ τὰ τῶν φίλων. ἅμα δὲ καὶ ἀντὶ τῆς χάριτος, ἣν λαβεῖν βούλεται ὁ Φοῖνιξ, ἑτέραν αὐτῷ μείζονα δίδωσι, τὴν δέησιν ἀποκρουόμενος αὐτοῦ.

`9.616b`

καὶ ἥμισυ μείρεο τιμῆς: ὅτι τὸ μείρεο ἀντὶ τοῦ μερίζου, πρὸς Ζηνόδοτον μεταγράφοντα «ὁππότε μειρόμενος μέγα δʼ ἔστενεν» ἀντὶ τοῦ «μέγʼ ἐγήθεεν», ἵνʼ ᾖ στερισκόμενος τῆς στρατείας. οὐ τίθησι δὲ τὸ μείρεσθαι ἀντὶ τοῦ στερίσκεσθαι, ἀλλʼ ἀντὶ τοῦ μερίζεσθαι.

`9.616c`

καὶ ἥμισυ μείρεο τιμῆς: ἐδήλωσε τὸ ἶσον ἐμοί.

`9.617`

  
οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων:  
διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει—αὐτὸν κατέχει.

`9.619a`

φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν: ὅτι οὐδέν ἐστιν μαχόμενον, ἀλλʼ αἰδεσθεὶς παραπέπεισται.

`9.619b`

φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν: ὀργῆς ἴδιον μὴ ἐφʼ ἑνὶ τὴν γνώμην ἐρείδειν· ἔφη γοῦν «ἥ μʼ ἕξει». εὔελπιν δὲ ποιεῖ τὸν γέροντα, σκοπήσειν τὸ συμφέρον λέγων.

`9.621-2`

ὄφρα τάχιστα ἐκ κλισίης νόστοιο μεδοίατο: παρενοχλεῖσθαι ἐπὶ πλέον οὐ θέλει ταῖς νουθεσίαις· οἶδε γὰρ ὅτι παρόντες δυσωπήσουσιν. καὶ πάλιν τραχέως ἐκδιώκειν οὐχ Ἑλληνικόν.

`9.621`

ὄφρα: τὸ ὄφρα νῦν ἀντὶ τοῦ ἵνα κεῖται.

`9.622a`

νόστοιο μεδοίατο: ὅτι νόστοιο μεδοίατο λέγει νόστου ἐπιμελοῖντο, πάλιν τῆς ἀφόδου μνείαν λάβοιεν οἱ περὶ τὸν Ὀδυσσέα.

`9.622b`

τοῖσι δʼ ἄρʼ Αἴας: οἱ τέσσαρές εἰσι ῥήτορες· Ὀδυσσεὺς συνετός, πανοῦργος, θεραπευτικός· Ἀχιλλεὺς θυμικός, μεγαλόφρων· Φοῖνιξ ἠθικός, πρᾷος, παιδευτικός· Αἴας ἀνδρεῖος, σεμνός, μεγαλόφρων, ἁπλοῦς, δυσκίνητος, βαθύς. εἰ δέ που κινηθείη ἐπικαίρως, εὐστόχως καὶ διὰ βραχέων φησίν· νῦν γοῦν οὐκ ἐκινήθη, πρὶν ὁ Ἀχιλλεὺς αὐτὸν ἐπὶ παντὶ δυσχεραίνων παρώξυνεν. ἐλευθερίως οὖν ἄρχεται ὡς οὐδὲ πρεσβεύσασθαι πρὸς τὸν τοιοῦτον ἐχρῆν· ἐκείνου δὲ Πατρόκλῳ διαλεχθέντος καὶ αὐτὸς πρὸς τὸν συμπρεσβευτήν. ἄτοπον δὲ ἦν μετὰ Φοίνικα καὶ Ὀδυσσέα πείθειν· τὸ δὲ μὴ λαλεῖν περισσὴν αὐτῷ τὴν πάροδον ἐνεποίει. ὅτι δὲ πάντοθεν ἰσότιμος αὐτῷ· διὸ ὀργίζεται.

`9.625a`

ἴομεν· οὐ γάρ μοι δοκέει: εὖ τὸ μὴ ἀπὸ δεήσεως ἄρξασθαι, ἀλλὰ ἀγανακτοῦντα. πολλὴν δὲ ἐμφαίνει τὴν μεγαλοφροσύνην κελεύων ἀπαλλάσσεσθαι. ἴομεν ὅμοιόν ἐστι τῷ «εἰ μὲν δὴ νόστον γε μετὰ φρεσίν».

`9.625b`

μύθοιο: τῆς πρεσβείας, οἱ δὲ τῆς στάσεως.

`9.626-7a`

ἀπαγγεῖλαι δὲ τάχιστα χρὴ μῦθον Δαναοῖσι: τάχιστα ὑποκνίζει, μὴ καὶ πορισάμενοι μηχανὴν σωτηρίας οὐ δεηθῶσιν αὐτοῦ. ἅμα δὲ καὶ τὸ πλῆθος τῶν καραδοκούντων δυσωπεῖ Ἀχιλλέα· φησὶ γάρ: ἀπαγγεῖλαι δὲ τάχιστα χρὴ μῦθον Δαναοῖσι.

`9.626b`

ἀπαγγεῖλαι—Δαναοῖσιν: ἔοικε δηλοῦν ὡς ὅτι δευτέρας ἁπάντων δεήσει πρεσβείας.

`9.627`

καὶ οὐκ ἀγαθόν: ἐλέγχει τὸ ἀπηνὲς διὰ τοῦ καὶ οὐκ ἀγαθόν.

`9.628`

οἵ που νῦν ἕαται ποτιδέγμενοι: κοινοποιεῖ τὴν ὕβριν.

`9.628-9`

αὐτὰρ Ἀχιλλεύς ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν: ἴδιον τῶν θυμουμένων μὴ πρὸς τοὺς μεμφομένους ἀποτείνεσθαι.

`9.630`

  
σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων:  
παρρησιάζεται καὶ οὐκ Ἀγαμέμνονος μέμνηται· ἀλλʼ ὡς Φοῖνιξ· «οἵ τέ σοι αὐτῷ».

`9.632a`

καὶ μέν τίς τε κασιγνήτοιο: Ἀρίσταρχος διὰ τοῦ γέ, «καὶ μέν τίς γε». κασιγνήτοιο δὲ κασιγνητικοῦ.

`9.632b`

νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος: ὅτι παρεῖται πρόθεσις, καὶ πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ καὶ μέν τίς τε παρὰ κασιγνήτου φονέως. καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος.

`9.632-3a`

καὶ μέν τίς τε κασιγνήτοιο φονῆος ποινὴν ... ἐδέξατο: ἔθος γὰρ ἦν τοῖς συγγενέσι διδόναι πρὸς τὸ μὴ πλέον τοῦ ἐνιαυτοῦ φεύγειν. ἔλεγεν οὖν μὴ λαβὼν ἐκεῖνος οὐ παρήσειν μόνον ἐνιαυτὸν φυγεῖν.

`9.632-3b`

κασιγνήτοιο φόνοιο ποινήν: ἀδελφικοῦ· ἢ φόνοιο φονέως· ἢ φόνοιο ποινήν. διασύρει δὲ τὴν αἰτίαν τῆς ἔχθρας.

`9.633`

τεθνειῶτος: διὰ τοῦ η αἱ Ἀριστάρχου.

`9.636`

σοὶ δʼ ἄληκτόν τε κακόν τε: ἐντέχνως ἡ μετάβασις ἐκ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτὸν ἐγένετο. παρρησίᾳ δὲ χρῆται ὡς ἀνδρεῖος ἢ ὡς συγγενής.

`9.637-8a`

εἵνεκα κούρης οἴης: ἵνα μὴ διὰ ἀκολασίαν, ἀλλὰ διὰ γέρας μικρὸν δοκῇ λυπεῖσθαι.

`9.637-8b`

εἵνεκα κούρης οἴης: ἣν ὁ Ἀχιλλεὺς εἰς γυναῖκα ἠδικῆσθαι ἔφη οὗτος κούρην αὐτήν φησι διασύρων αὐτοῦ τὴν πρότασιν. καλῶς δὲ ταῦτα μετὰ τὴν πέψιν τοῦ θυμοῦ.

`9.638`

οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας: ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων «ἕξ, ἀτὰρ ἑβδομάτην Βρισηΐδα»· χωρὶς γάρ εἰσιν αἱ ἑπτά.

`9.639a`

ἐπὶ τῇσι: οὕτως «ἐπὶ τῇσι» ἐν ἁπάσαις, ἐπὶ ταῖς Λεσβίσι.

`9.638b`

σὺ δὲ ἵλαον ἔνθεο θυμόν: μεγαλοφυῶς θωπείας μετέχει ὁ λόγος· θεοποιεῖ γὰρ αὐτὸν διὰ τοῦ ἵλαον.

`9.640a`

αἴδεσσαι δὲ μέλαθρον: ἀξιολόγῳ ὀνόματι ἱκετεύει· τὸ γὰρ αἴδεσσαι μέλαθρον «τοὺς πρόσφυγας τῆς ἑστίας» αἴδεσσαι. τὸ δὲ ὁμοτράπεζον καὶ ὁμόστεγον προτείνας καὶ πολέμιον ἂν ἐκίνησεν ὡς καὶ τοῦ οἴκου συμπρεσβεύοντος.

`9.640b`

ὑπωρόφιοι δέ τοί εἰμεν: ὁ δέ ἀντὶ τοῦ γάρ.

`9.641`

πληθύος ἐκ Δαναῶν: ὅτι Ζηνόδοτος γράφει «ἀθρόοι ἐκ Δαναῶν». πῶς δὲ ἀθρόοι ἐληλυθέναι δύνανται δύο ὄντες;

`9.642`

κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι: ἐκ τοῦ πλήθους φήσας τοὺς εὐνουστάτους καὶ συγγενικωτάτους ἥκειν πολλὰ διʼ ὀλίγων ἐσήμανεν, ὑπεροψίας ἐπιτίμησιν, μετριότητος ὑπόμνησιν, αἰδῶ τῶν ἀνθρωπίνων παθῶν, ἔλεον ἱκεσίας, ἐντροπὴν συγγενείας· καὶ οἷος ἂν ἔοι ἀνήρ, ἀρετῇ μὲν ἴσος, ἀνθρωπισμῷ δὲ βελτίων, λόγῳ δὲ σύμβουλος, συγγενὴς δὲ γενναῖος ὥστε μηδʼ ὁτιοῦν ἀντειπεῖν Ἀχιλλέα.

`9.645a`

πάντα τί μοι κατὰ θυμόν: ὅτι ἰσχυρὸς ὁ λόγος, δείξει τὸ «οὐ γὰρ πρὶν πολέμοιο».

`9.645b`

ἐείσω: ἔν τισι τῶν ὑπομνημάτων διῃρημένως «ἐείσαο».

`9.645-6`

πάντα τί μοι κατὰ θυμὸν <span class="gap">…</span> ἀλλά μοι οἰδάνεται: ὁμολογεῖ θυμῷ κρατεῖσθαι διὰ τὸ δεινὸν τῆς ῥητορικῆς ἢ τὸ σύντομον.

`9.646-7`

  
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότʼ ἐκείνων  
μνήσομαι: πάλιν τῆς ἐξ Ἀγαμέμνονος ὕβρεως μέμνηται, δεικνὺς ὡς βούλεται μὲν εἴκειν, τὸ δὲ μέγεθος τῆς ὕβρεως οὐκ ἐπιτρέπει.

`9.647`

ἀσύφηλον ... ἔρεξεν: ἀντὶ τοῦ ἐπιρρήματος, «μετὰ παραλογισμοῦ ἔβλαψεν». ἔστι δὲ ἀσύφηλος καὶ ὁ ἀπαίδευτος. ἐγένετο δὲ ἀπὸ τοῦ σοφός σοφηλός· σύνθες μετὰ τῆς α στερήσεως, ἀσόφηλος· μετάβαλε τὸ ο εἰς τὸ υ, καὶ γίνεται ἀσύφηλος, ὡς ἄγυρις καὶ ἄγορις.

`9.649a`

ἀλλʼ ὑμεῖς ἔρχεσθε: σκληρὸν ἦν τὸ μετὰ τῆς προθέσεως εἰπεῖν «ἀπέρχεσθε».

`9.649b`

καὶ ἀγγελίην ἀπόφασθε: ἔχει τινὰ ἐλπίδα· νῦν γάρ, φησίν, ἀποπρεσβεύσασθε, ὕστερον δὲ ταῦτα ποιήσω.

`9.651-2`

πρίν γʼ υἱὸν Πριάμοιο—ἱκέσθαι: πρὸς μὲν Ὀδυσσέα ἀποπλεύσεσθαί φησιν — ἔτι γὰρ αὐτὸν σφόδρα ἡ ὀργὴ ἐξέμαινε —, πρὸς δὲ Φοίνικα ἤδη πραϋνόμενος σκέψασθαι περὶ τοῦ μένειν, τὸν δὲ Αἴαντα αἰδεσθεὶς τότε ἐπαμυνεῖν, ἡνίκα ἂν πλησίον γένωνται οἱ πολέμιοι, οὔτε ἀνέλπιστον τὴν συμμαχίαν τοῖς Ἕλλησι καταστῆσαι θέλων οὔτε ἕτοιμον, ἵνα μὴ μέτρια δοκῇ πεπονθέναι.

`9.651`

Ἕκτορα δῖον: οὐχ Ὁμηρικὸν τὸ ἐπίθετον, ἀλλʼ ὁ Ἀχιλλεὺς πεποίηκεν αὐτὸ λυπῶν τοὺς Ἀχαιούς. καὶ Ὀδυσσεῖ ἔλεγε· «νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ», ἐπαινῶν καὶ μεγαλύνων τὸν πολέμιον.

`9.652`

Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας: ἔσχαται γὰρ αὗται.

`9.653a`

σμῦξαι: οὕτως σμῦξαι Ἀρίσταρχος. οἶδε δὲ καὶ τὴν «φλέξαι» γραφήν.

`9.653b`

κατά τε σμῦξαι: ὅτι γράφεται καὶ «κατά τε φλέξαι».

`9.653c`

σμῦξαι: σμύχειν ἐστὶ τὸ καπνὸν διὰ τοῦ πυρὸς ἀνίεσθαι, ὃ καὶ τύφεσθαι καλεῖται. σμύζω δὲ τὸ θέμα ἢ σμύσσω ἢ σμύγω.

`9.655a`

Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω: τὸ μάχης ἑκατέροις δύναται προσδίδοσθαι.

`9.655b`

ὀΐω: τὸ ὀΐω ἦθος ἐμφαίνει καὶ διὰ τὸ ἄδηλον τῶν μελλόντων ἀσφαλῶς εἴρηται.

`9.656a`

ὣς ἔφαθʼ, οἱ δὲ ἕκαστος: Πάτροκλος οὐ λαλεῖ, ἵνα μὴ νῦν προσκρούσας Ἀχιλλεῖ ὕστερον μὴ πείσῃ.

`9.656b`

ἕκαστος: ὅτι ἥρμοζεν ἐπὶ τῶν δύο λέγειν ἑκάτερος, διὰ δὲ τὸ μέτρον, ἵνα τηρηθῇ τὸ τῆς λέξεως, οὕτως εἴρηται· οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ τὸ ἑκάτερος. ἢ δεῖ λέγειν ὅτι καὶ ἐπὶ τῶν κηρύκων λέγει ἕκαστος.

`9.657a`

σπείσαντες: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου «λείψαντες» καὶ ἐν πολλαῖς τῶν ἀρχαίων.

`9.657b`

ἦρχε δʼ Ὀδυσσεύς: ὅτι καὶ ἐν τοῖς ἔμπροσθεν ἡγεῖτο Ὀδυσσεύς· «ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς». καὶ ὅτι οὐ συμπρεσβεύει ὁ Φοῖνιξ, ἐπεί τοι κἂν ἀποπρεσβεύων ἡγεῖτο.

`9.658`

Πάτροκλος δʼ—κέλευσε: καλῶς, οὐ παρόντων ἐκείνων.

`9.660`

ὡς ἐκέλευσε: Ζηνόδοτος «ἐγκονέουσαι».

`9.661a`

κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον: οἰκεία κοίτη γέροντι. καὶ ὁ Νέστωρ καθεύδει «εὐνῇ ἔνι μαλακῇ». οἱ δὲ ἑταῖροι τοῦ Διομήδους «ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας», καὶ αὐτὸς ῥινὸν ὑπέστρωτο «βοὸς ἀγραύλοιο».

`9.661b`

ῥῆγος: ῥῆξαι τὸ βάψαι· βαπτὸν οὖν περιβόλαιόν φησιν. οἱ δὲ τάπητα.

`9.664a`

τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε: ὅτι Ζηνόδοτος γράφει «τῷ δὲ γυνὴ παρέλεκτο Κάειρʼ, ἣν Λεσβόθεν ἦγε». πῶς δὲ δύναται ἡ Καρίνη Λεσβία εἶναι, εἰ μὴ ἄρα ῥητέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατῴκουν;

`9.664b`

παρκατέλεκτο γυνή: ὡς τούτου νενομισμένου.

`9.665`

Φόρβαντος: Φόρβας βασιλεὺς Λέσβου.

`9.668a`

Σκῦρον ἑλών: ὅτι διὰ τούτων καὶ τὴν Σκῦρον πεπολιορκημένην ὑπὸ Ἀχιλλέως μετὰ τῶν ἄλλων πόλεων παραδίδωσιν. Σκῦρος δέ ἐστι νῆσος καὶ πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλικίας, μία δὲ τῶν Κυκλάδων—ἐλαφυραγώγησεν.

`9.668b`

Σκῦρον ἑλών: οἱ μὲν νεώτεροι ἐκεῖ τὸν παρθενῶνά φασιν, ἔνθα τὸν Ἀχιλλέα ἐν παρθένου σχήματι τῇ Δηιδαμείᾳ κατακλίνουσιν, ὁ δὲ ποιητὴς ἡρωϊκῶς πανοπλίαν αὐτὸν ἐνδύσας εἰς τὴν Σκῦρον ἀπεβίβασεν οὐ παρθένων, ἀλλʼ ἀνδρῶν διαπραξόμενον ἔργα, ἐξ ὧν καὶ τὰ λάφυρα δωρεῖται τοῖς συμμάχοις. εἷλε δὲ τὴν Σκῦρον, ὅτε εἰς Αὐλίδα ἐστρατολόγουν διὰ τὸ εἶναι ἐκεῖ Δόλοπας ἀποστάντας τῆς Πηλέως ἀρχῆς· «ἔπλεον εἰς Σκῦρον Δολοπηΐδα» τότε δὲ καὶ τὸν Νεοπτόλεμον ἐπαιδοποιήσατο. εἴκοσι δὲ ἔτη ἐστὶ πάσης τῆς παρασκευῆς τοῦ πολέμου, ὥστε δύναται ὁ Νεοπτόλεμος ὀκτωκαιδεκαέτης στρατεύειν.

`9.668c`

Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον: Ἐνυεὺς Διονύσου καὶ Ἀριάδνης, ὃς Κρῆτας ἀγαγὼν ἔκτισε τὴν πόλιν. οἱ δὲ ὁμωνύμως δύο Σκύρους φασίν, ὅτι περὶ Αὐλίδα ἡ Σκῦρος.

`9.671`

ἀνασταδόν, ἔκ τʼ ἐρέοντο: πάντες αὐτὸν ἐξερωτῶσι, προσδοκῶντες χρηστόν τι καὶ τῆς σφῶν σωτηρίας παρʼ αὐτοῦ τεκμήριον ἐναργὲς ἀκούσεσθαι.

`9.673-4`

εἴπʼ ἄγε μʼ—ἀλεξέμεναι δήϊον πῦρ: ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκωμεν ἦ ῥʼ ἐθέλει νήεσσι καὶ ὁ λόγος ᾖ πευστικός· «ἆρα βούλεται βοηθεῖν;». ἢ διασταλτέον ἐπὶ τὸ Ἀχαιῶν, ἵνα ᾖ τοιοῦτος ὁ λόγος· «ἄγε εἰπέ μοι, εἰ βούλεται βοηθῆσαι».

`9.673`

πολύαινʼ Ὀδυσεῦ: διὰ τὸ φρονιμώτερον εἶναι τῶν ἄλλων τὸ πλεῖστον αὐτῷ τῆς πρεσβείας ἐπετέτραπτο· ὅθεν καὶ ὁ Νέστωρ «Ὀδυσσῆϊ δὲ μάλιστα» φησί, καὶ οὗτος αὐτὸν πρὸ τῶν ἄλλων ἐρωτᾷ· οὗ γὰρ φρόνησις, ἀνδρείας οὐ τόσον φροντίς.

`9.674a1`

ἦ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ: οὐ περὶ τῆς ἀποδοχῆς καὶ τῆς δεξιώσεως αὐτὸν ἐρωτᾷ ἢ περὶ τῆς τῶν δώρων λήψεως, ἀλλὰ τὸ καιριώτερον πάντων προμαθεῖν ἐπείγεται.

`9.674a2`

ἐμιμήσατο τὸν σπουδάζοντα τὸ καίριον μαθεῖν.

`9.674b`

ἀλεξέμεναι: ἐν ἄλλῳ «ἀμυνέμεναι».

`9.678a`

σβέσαι χόλον: πυρώδης γὰρ ὁ θυμός. ἐντεῦθεν δὲ καὶ ὡρίσαντο οἱ φιλόσοφοι· «θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος».

`9.678b`

σβέσαι χόλον: καλῶς τὸ σβέσαι· δίκην γὰρ πυρὸς ὁ θυμὸς τὰ ἐντὸς ὑποσμύχει.

`9.679`

σὲ δʼ ἀναίνεται: εὐσχημόνως οὐ κατῄσχυνε τὴν κόρην· διὰ γὰρ τοῦ σέ «τὴν συγγένειάν σου» δηλοῖ.

`9.680a`

αὐτόν σε: ὁ Ἀσκαλωνίτης ὀρθοτονεῖ τὴν σέ, ἐπεί, φησίν, ἀεὶ μετὰ τῆς ἐπιταγματικῆς αἱ πρωτότυποι φιλοῦσιν ὀρθοτονεῖσθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου ὁρίσασθαι, παραιτήσασθαι δέ τινα Ὁμηρικὰ ἄλλως ἀνεγνωσμένα διʼ αἰτίαν τινά· «κελεύετέ μʼ αὐτὸν ἑλέσθαι», «ἦ μή τίς σʼ αὐτόν». ἄλλως τε αἱ πρὸ τῆς αὐτός εἰσιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ μετὰ τῆς αὐτός. ἐγκλιτικῶς οὖν ἀναγνωστέον.

`9.680b`

αὐτόν σε φράζεσθαι: ὅτι ἀποτομώτατον τὸ τῆς ἀφόδου, ὅπερ ἐν πρώτοις εἶπεν ἀπαγγέλλει, τὸ δὲ τελευταῖον, ὅτι, ἐὰν συνελασθῶσιν ἕως τῶν αὐτοῦ νεῶν, συμμαχήσει παραλέλοιπεν, ἵνα μὴ ἀμελῶσι τοῦ βοηθεῖν.

`9.680c`

αὐτόν σε φράζεσθαι: ταῦτα γὰρ αὐτῷ εἶπεν

`9.681a1`

σόῃς: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου διὰ τοῦ α «σαῷς», τάχα παρὰ τὸ «σαωσέμεν» καὶ «ἠὲ σαωθῆναι». χρῆται δὲ καὶ ἐκείνῳ· «σόον δʼ ἀνένευσεν». διχῶς οὖν.

`9.681a2`

Ἀρίσταρχος «σοῷς» καὶ «σαῷς».

`9.682-3`

αὐτὸς δʼ ἠπείλησεν—ἑλκέμεν ἀμφιελίσσας: καὶ μὴν Φοίνικι μὲν ἔλεγε «φρασσόμεθʼ, ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερα», Αἴαντι δὲ «οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι πρίν γʼ υἱὸν Πριάμοιο». ἀλλʼ ἴσως Ὀδυσσεὺς τὰ πρὸς αὑτὸν μόνον ῥηθέντα ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντος εἰπὼν «εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν», ὅπως μὴ αἰσχύνοιτο Αἴαντος πλέον κατορθώσαντος. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύχως μαχέσωνται· ὅθεν καὶ παραινεῖ ὁ Διομήδης «καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους»· ὅπερ ἀγνοήσαντές τινες ὠβέλισαν τὰ ἔπη.

`9.682`

αὐτὸς δʼ ἠπείλησεν: ὅτι τὸ ἠπείλησε νῦν κατὰ τὴν ἡμετέραν χρῆσιν.

`9.684`

παραμυθήσεσθαι: παραμυθήσεσθαι διὰ τοῦ ε.

`9.685a`

  
οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ:  
ὅτι ἀπέστροφε τὸν λόγον· οὐ γὰρ εἶπε δήουσιν, ἀλλὰ δήετε.

`9.685b1`

οὐκέτι δήετε: οὐ δήομεν· μιμητικῶς γὰρ ἀπαγγέλλει.

`9.685b2`

ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη.

`9.686`

Ἰλίου αἰπεινῆς: ἡ διπλῆ, ὅτι θηλυκῶς τὴν Ἴλιον

`9.688-92a`

ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε—ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει: ἀθετοῦνται στίχοι πέντε ἕως τοῦ αὔριον, ἢν ἐθέλῃσιν, ὅτι καὶ νεώτεροι τοῖς νοήμασι καὶ τῇ συνθέσει πεζότεροι, καὶ ὅτι ὡς ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται.

`9.688-92b`

ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε—ἄξει: τούτους τοὺς στίχους Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος τὸν αὔριον μόνον.

`9.688a`

ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν: στικτέον ἐπὶ τὸ ἔφατο. δύναται δὲ καὶ ὑποστίζεσθαι, ἵνʼ ᾖ ὁ λόγος· ὡς εἶπεν, καὶ οὗτοι μαρτυρήσουσιν. εἰ δὲ ἐπιτετήδευται ἡ ἀνάγνωσις, οὐ θαυμαστόν· καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι.

`9.688b`

ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε: συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέσεως· ἄλλως τε ἵνα μὴ δοκῇ ἀτιμάζειν τοὺς λοιπούς. ἀπορία. ζητεῖται, διὰ τί μετὰ τὴν πρὸς Αἴαντα—ἀλλʼ οὗτοι, ὅτι καὶ αὐτοὶ ἐδόκουν.

`9.690`

Φοῖνιξ δʼ αὖθʼ ὁ γέρων κατελέξατο: οὐχ ὡς πρεσβεύσαντος τοῦ Φοίνικος, ἀλλʼ εἰς πίστιν τοῦ ἀποπλευσεῖσθαι.

`9.694a1`

μῦθον ἀγασσάμενοι: γράφεται καὶ «φρασσάμενοι». Ζηνόδοτος δὲ τὸν στίχον οὐκ ἔγραφεν, Ἀριστοφάνης δὲ ἠθέτει.

`9.694a2`

μῦθον ἀγασσάμενοι: Ζηνόδοτος τὸν στίχον οὐ γράφει. Ἀρίσταρχος δὲ ἀθετεῖ.

`9.694b`

μῦθον ἀγασσάμενοι: ὅτι ἐξ ἄλλων τόπων ἐστὶν ὁ στίχος· νῦν γὰρ οὐχ ἁρμόζει· τότε γὰρ εἴωθεν ἐπιφωνεῖσθαι, ὅταν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά τινα προενέγκηται. νῦν δὲ πῶς ἂν ἐπὶ Ὀδυσσέως λέγοιτο τοῦ μηνύοντος τὰ ὑπʼ Ἀχιλλέως εἰρημένα;

`9.694c`

ἀγόρευσε: γράφεται «ἀπέειπε».

`9.697`

Ἀτρείδη κύδιστε: οὐδὲ ὅλως ἐσχημάτισε τὸν λόγον πρὸς Νέστορα εἰπόντα «ἀτὰρ οὐ τέλος ἵκεο μύθων», ἀλλʼ ὡς συναλγῶν Ἀγαμέμνονι ταῦτά φησιν.

`9.698a`

μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα: ὅτι ταῦτα κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεὺς ἀκήκοεν.

`9.698b`

μὴ ὄφελες: διὰ τοῦ δε. οὕτως Ἀρίσταρχος, «μηδʼ ὄφελες».

μὴ ὄφελες: ἀντὶ τοῦ οὐκ ὄφελες. ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται.

`9.699a`

μυρία δῶρα διδούς: ἐπαινεῖ αὐτοῦ τὴν προαίρεσιν ὡς ὑπὲρ τῶν Ἀχαιῶν πολλὰ παρασχόντος.

`9.699b`

ἀγήνωρ: ὅτι ἐνίοτε μὲν ἐπὶ ἐπαίνου ὁ ἀγήνωρ, ὁ ἄγαν τῇ ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος, νῦν δὲ ἐπὶ ψόγου, ὁ ἄγαν ὑβριστικὸς καὶ διὰ τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν.

`9.699c`

καὶ ἄλλως: γράφεται «καὶ αὔτως». τὸ δὲ ἄλλως ἀντὶ τοῦ φύσει.

`9.700a1`

ἐνῆκας: ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ α «ἀνῆκας»· καὶ ἔστιν Ὁμηρική πως ἡ γραφή· «σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε».

`9.700a2`

τινὲς «ἀνῆκας». καὶ ἔστιν Ὁμήρου· «ἄφρονα τοῦτον ἀνῆκαν».

`9.708-9`

πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους ὀτρύνων: ἀπὸ τοῦ «κοιμήσασθε» πληθυντικοῦ ἐπὶ τὸ ἑνικὸν μετῆλθε σχηματίζων· ἐπὶ γὰρ Ἀγαμέμνονα μετήγαγε τὸν λόγον.

`9.708`

ἐχέμεν: ἀντὶ τοῦ «ἔχε σύ», ὦ βασιλεῦ δηλονότι.

`9.709a`

ὀτρύνων· καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι: ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεύς· διό φησιν· «οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμῃσι μαίνεται ἐγχείη». καὶ ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται. καὶ ὅτι τῇ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει.

`9.709b`

καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι: στρατηγικῶς, πρὸς τὸ καταπλῆξαι τοὺς ἐναντίους τῷ πρόθυμον γενέσθαι τὸν βασιλέα.

`9.711`

ἀγασσάμενοι: γράφεται «φρασσάμενοι».

`9.712`

σπείσαντες: Ἑρμῇ δηλονότι.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-aei`.
