---
title: "Scholia on the Iliad: Book VIII"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, Ηʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-aeh
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-scholia-book-8-vta-aeh"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:35337a5b06d485a773dcab74317fc8077745153300523a84cab5b5bf58fd419e"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on the Iliad: Book VIII

*Σχόλια εἰς Ἰλιάδα, Ηʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-aeh` · [HTML page](https://eulogikon.org/works/homer-comm-scholia-book-8-vta-aeh)

## Text

Part of [Scholia on the Iliad](/works/homer-comm-scholia-vta-ae)

`8.0`

Τὴν ῥαψῳδίαν κῶλον μάχην καλοῦσι· συντέμνει γὰρ τὴν διήγησιν συναχθόμενος τοῖς Ἀχαιοῖς.

`8.1`

ἠώς: σημαίνει πολλά. ὁτὲ μὲν—ἐς Ἴλιον εἰλήλουθα.

`8.1a`

  
ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν:  
ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ «οἱ δʼ ἄρα δεῖπνον ἕλοντο», ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι ἀπρεπῶς.

`8.1b`

κροκόπεπλος: ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. τὸ δὲ «ῥοδοδάκτυλος» ἐναντίον. ποιητικὴ δέ ἐστι περίφρασις, ὡσεὶ εἶπεν «ἡμέρα μὲν γέγονεν».

`8.1c`

ἐκίδνατο: ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν φωτίζεται.

`8.2a`

Ζεὺς δὲ θεῶν ἀγορήν: εἰκότως νῦν ἄρχεται συμμαχεῖν Τρωσὶν ὁ Ζεύς, ὁπότε τῆς παραβάσεως δίκας ἀπέτισαν Διομήδει καὶ Πάνδαρος ἀνῃρέθη καὶ Τρῶες ὡμολόγησαν τὴν παράβασιν, διʼ ὧν πέμπουσιν Ἰδαῖον ἀπολογούμενον τοῖς Ἕλλησιν. αὔξει δὲ τὰ Ἑλλήνων ὁ ποιητής, εἴ γε καὶ ἐκκλησίας ἐδέησε τῷ Διῒ ἔν τε τοῖς ἑξῆς καὶ κεραυνῶν πρὸς τὴν ἧτταν αὐτῶν· καὶ ἐν ἄλλοις μὲν γὰρ ποιεῖ ἐκκλησιάζοντας τοὺς θεούς, ἀλλʼ ἁπλούστερον, ἐνταῦθα δὲ Ζεὺς συνάγει καὶ πρωτολογεῖ, τόπος τε ἀποδείκνυται τῇ ἀγορᾷ ὡς δὴ περὶ μεγάλων καὶ ἀναγκαίων. δηλοῖ δὲ καὶ ἡ ἕωθεν ἀγορὰ τὸ παννύχιον αὐτὸν περὶ αὐτῆς ἐσκέφθαι· ἄλλως τε καὶ προεῖπε· «παννύχιος δέ σφιν κακὰ μήδετο». μέγα οὖν, εἰ ἐν τοιούτῳ καιρῷ κἂν ἀντέσχον Ἕλληνες.

`8.2b`

τερπικέραυνος: ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναντίους.

`8.3`

ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο: καὶ ὅτι ἀντὶ τοῦ ἄκρᾳ, καὶ ὅτι λείπει ἡ ἐπί, καὶ ὅτι τὰ ἐπίθετα ὡς ἐπὶ ὄρους.

`8.4a1`

θεοὶ δʼ ὑπὸ πάντες ἄκουον: ἡ ὑπό φέρεται καὶ ἐπὶ τοῦ ἄκουον· διὸ οὐκ ἀναστρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης προθέσεως ἔστιν ἰδεῖν ἐχούσης σύνταξιν πρὸς τὰ ἐπιφερόμενα. «οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον»· καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἁπλῶς λεγόμενον τοῦ ὑπακούειν, ᾗ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τʼ ἐστὶν ἐκδέξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λεγομένοις. οὕτως οὖν τινες ἐδέξαντο «οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς»· ἀκούσας γὰρ οὐκ ἐπείσθη· διὸ ἐν ἑτέροις Ὀδυσσεὺς ἐπαινούμενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώπτεσθαι, ἐν οἷς φησι «Τυδείδη, μή τʼ ἄρ με μάλʼ αἴνεε μή τέ τι νείκει». ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντως πείθεσθαι τοῖς λεγομένοις ἤτοι ἑκόντας ἢ ἄκοντας. οὕτως οὖν ἔχει καὶ τὸ ὑπήκοος, ὥσπερ ὑποτεταγμένος τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπήκουον τῷ Διῒ ὡς ὑποτεταγμένοι.

`8.4a2`

θεοὶ δʼ ὑπὸ πάντες ἄκουον: ἡ ὑπό πρὸς τὸ ἄκουον· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, πρὸς τὸ πειθαρχικόν· ὑπακούειν γάρ ἐστι τὸ τὰ λεγόμενα πράσσειν ἑκόντας ἢ ἄκοντας.

`8.5`

  
κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι:  
κοινοποιεῖται τὴν ἀρετήν, ἵνα μὴ λυπήσῃ τοὺς Ἀχαϊκούς. τὸ δὲ θέαιναι διʼ Ἥραν καὶ Ἀθηνᾶν.

`8.7a1`

μήτε τις οὖν θήλεια θεός: καὶ νῦν ἀπʼ αὐτῶν ἄρχεται, ὑπονοῶν τὰς περὶ Ἥραν· οἶδε γὰρ ταύτας ἀπειθούσας.

`8.7a2`

ἀπὸ τῶν θηλειῶν ἄρχεται ὑπονοῶν αὐτῶν τὸ θορυβῶδες καὶ ἄτακτον· ἧττον γὰρ οἱ ἄρρενες ἢ αἱ θήλειαι ταραχώδεις εἰσί. ταῦτα δὲ διʼ Ἥραν καὶ Ἀθηνᾶν φησιν.

`8.7b`

θεός: Ἀρίσταρχος «θεῶν».

`8.7c`

θήλεια θεὸς—ἄρσην: τὸ θεός κοινόν, ᾧ ἀντὶ τοῦ ἄρθρου παρέπλεξε τὸ θήλεια καὶ ἄρσην.

`8.8`

διακέρσαι ἐμὸν ἔπος: διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς μικρὰ διακεκομμένον. τὸ δὲ ἐμὸν ἔπος τὴν ἐμὴν ἐπαγγελίαν, ἣν ὑπεσχόμην Θέτιδι. πρόθυμος δέ ἐστι δεικνύς, οἵους δεῖ περὶ τὰς ὑποσχέσεις εἶναι.

`8.9a`

τάχιστα: σπεύδει γὰρ ἐξαγαγεῖν Πάτροκλον καὶ τιμῆσαι Ἀχιλλέα.

`8.9b`

τελευτήσω τάδε ἔργα: ποῖα ἔργα; τὸ τιμῆσαι μὲν Ἀχιλλέα, πολλοὺς δὲ τῶν Ἑλλήνων ἀπολέσαι. πιθανῶς δὲ οὐκ ἐπεξηγεῖται, ποῖα ἔργα.

`8.10-1`

ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι: τὸ ἑξῆς· ὃν ἂν ἐγὼ ἴδω τῶν θεῶν χωρὶς ἐμοῦ καὶ δίχα τῆς ἐμῆς ἐπιτροπῆς ἐλθόντα εἰς τὴν μάχην, θέλοντα Τρωσὶν ἢ Ἕλλησι βοηθῆσαι.

`8.10a1`

ἀπάνευθε: ἐν τῇ Ἀριστοφάνους «ἀπάτερθε», Ζηνόδοτος «μετόπισθε».

`8.10a2`

Ἀριστοφάνης «ἀπάτερθε».

`8.11`

ἢ Τρώεσσιν—ἢ Δαναοῖσιν: τὸ κοινὸν οὐ λυπεῖ.

`8.12a`

πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ: τὸ οὐ κατὰ κόσμον βέλτιον τοῖς ἑξῆς συνάπτειν· συλλαβῶν γὰρ αὐτόν.

`8.12b`

ἄμεινον ὑποστίζειν εἰς τὸ πληγείς, καὶ ἔστιν ἀντὶ τοῦ κεραυνωθείς· καὶ «οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ».

`8.12c`

πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ: διδάσκει ὡς οἱ παραβαίνοντες τὰ τῶν ἀρχόντων θεσπίσματα κολαστέοι εἰσίν.

`8.13a`

ἤ: τὸ ἤ ἀντὶ τοῦ ἀλλά.

`8.13b`

ἐς Τάρταρον ἠερόεντα: ὡς τὰ οὐράνια—εἰς Τάρταρον. Α ἐναντίος Ὀλύμπῳ ὁ Τάρταρος· ὁ μὲν γὰρ «οὔποτʼ ἀνέμοισι τινάσσεται οὐδέ ποτʼ ὄμβρῳ», ὁ δὲ Τάρταρος καὶ τετάρακται καὶ ψυχρὸς εἶναι δοκεῖ· καὶ γοῦν τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασίν. καὶ ὁ μὲν ὅλος καταλάμπεται, ὁ δὲ ἠερόεις ἐστίν.

Τάρταρος: τὸ ὑπὸ τὴν γῆν—ἀπεδέξαντο.

`8.14a1`

ὑπὸ χθονός ἐστι βέρεθρον: οἱ Ἀττικοὶ βάραθρόν φασιν. πῶς δὲ μεσούσης κατενεχθήσεται εἰς Τάρταρον· ἢ ὅτι οἱ ἀπειλοῦντες πάντα δυνατά.

`8.14a2`

οἱ Ἀττικοὶ βάραθρον αὐτό φασιν. πῶς δὲ δύναταί τις ἐκεῖσε κατελθεῖν· φαμὲν δὲ ὅτι οἱ ἀπειλοῦντες τὰ ἀδύνατα σχεδὸν ἀπειλοῦσι πρὸς κατάπληξιν.

`8.15`

ἔνθα σιδήρειαί τε πύλαι: κολαστήριον γάρ ἐστι φυλάσσον τοὺς δεσμώτας· καὶ «πυλάρταο κρατεροῖο». οὐχ ἱστορεῖ δέ, ἀλλὰ φοβερὰν δείκνυσι τὴν ἄνοδον.

`8.16a`

τόσσον ἔνερθʼ Ἀΐδεω, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης: πρὸς τὴν καθʼ Ὅμηρον τοῦ κόσμου τάξιν. καὶ ὅτι οὐδὲν τοιοῦτον ἐπὶ τοῦ Ὀλύμπου λέγει. καὶ ὅτι λείπει τὸ ὕπερθεν, ὅσον ἐστὶν ὕπερθεν. τόσσον ἔνερθʼ Ἀΐδεω: τοσοῦτόν φησι—ἴσας λέγων εἶναι.

`8.16b1`

τόσσον ἔνερθʼ Ἀΐδεω: ἔδει τόσον ἔνερθʼ ἀπὸ γῆς. τάχα οὖν ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν. ὡς οὐράνια τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ τῆς Διὸς ἀρχῆς, οὕτω καὶ ἀπὸ γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς Τάρταρον. δῆλον δὲ ὅτι οὐ σφαιροειδὴς ἡ γῆ κατὰ τοῦτον τὸν λόγον, ἀλλʼ ἐπίπεδος.

`8.16b2`

τὰ οὐράνια, ὥς φησι, τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ τῆς Διὸς ἀρχῆς· οὕτω καὶ ἀπὸ τῆς γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς τὸν Τάρταρον. δῆλον δὲ ὡς τὸ μέσον κέντρον ἐστὶν ἡ γῆ. ἔδει δὲ εἰπεῖν τόσσον ἔνερθε γῆς ὅσον ἀπʼ αὐτῆς εἰς οὐρανόν. τάχα οὖν τὸ Ἀΐδεω ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν.

`8.18a`

εἰ δʼ ἄγε πειρήσασθε: πεῖραν λάβετε. τῷ ἀποτόμως ἀπειλοῦντι καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι· εἰ βούλεσθε τὴν διαφορὰν γνῶναι, πειράθητε. μεγάλα δὲ ὄντα τὰ προστάγματα μείζοσιν ὑπερβολαῖς ἐπιστώσατο. τοῦτον δὲ καὶ τὸν ἑξῆς συνάπτει Νικάνωρ· εἰς δὲ τὸ «κρεμάσαντες» τελείαν τίθησιν.

`8.18b1`

εἴδετε: ὡς λέγετε. ἢ συστολὰς μὲν τὰ τοιαῦτα παραληπτέον ἢ ἐναλλαγὰς ἐγκλίσεων, «ὄφρʼ εὖ πᾶσαι εἴδετʼ ἀκούουσαι»· «μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνειῶτα»· «ὄφρα καὶ αὐτώ μοι σαώσετον ἐκ πολέμου»· «αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας».

`8.18b2`

ἢ συστολὰς ἢ ἐναλλαγὰς κλίσεων νομιστέον τὰ τοιαῦτα, ὡς τὸ «ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ».

`8.19`

σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες: ὅτι εἰ μὴ ἐκδεξόμεθα Ὄλυμπον τὸ ἐπὶ Μακεδονίας ὄρος, οὐ συμφωνήσει τῇ διαθέσει ταύτῃ· ἐπὶ γὰρ τοῦ οὐρανοῦ στάς φησιν τὸν Ὄλυμπον ἀνέλκειν τῆς σειρᾶς ἐκ τοῦ ῥίου ἐκδεθείσης. καὶ ὅτι ἡ ἔξ περισσή.

σειρὴν χρυσείην: χρυσῆν προσέθηκεν—τὸν ἥλιον.

σειρὴν ἐξ οὐρανῶθεν κρεμάσαντες καὶ τὰ ἑξῆς: κατὰ τὸν μῦθον ὁ Ζεὺς—ὥστε ἢ αὐτὸν καθελκυσθῆναι ὑπʼ αὐτοῦ.

`8.20`

πάντες δʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι: ταῦτά φησι δεικνὺς ὡς οὐ καθʼ ἕνα, συλλήβδην δὲ πάντων κρείττων. καὶ Ποσειδῶν· οὔ πως ἔστι «Διῒ Κρονίωνι μάχεσθαι ἡμέας τοὺς ἄλλους».

`8.22a`

Ζῆνʼ ὕπατον μήστωρʼ: ὅτι ἀντὶ τοῦ ἐμέ, ὡς περὶ ἄλλου.

`8.22b`

Ζῆνʼ ὕπατον μήστωρʼ: δείκνυσιν, οἷς δεῖ κοσμεῖσθαι τὸν ἄρχοντα, ῥώμῃ καὶ συνέσει.

`8.22c`

κάμοιτε: γράφεται καὶ «πάθοιτε».

`8.23a1`

πρόφρων ἐθέλοιμι: Ἀρίσταρχος διὰ τοῦ ω «ἐθέλωμι». Πτολεμαῖος δὲ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων «πρόσσω» γράφει.

`8.23a2`

οὕτω διὰ τοῦ ω. Πτολεμαῖος δὲ ἀντὶ τοῦ πρόφρων «πρόσσω» γράφει.

`8.23a3`

Ἀρίσταρχος «ἐθέλωμι».

`8.24`

αὐτῇ κεν γαίῃ ἐρύσαιμι: λείπει ἡ σύν, ὡς τὸ «αὐτῇσι ῥίζῃσι». πιθανῶς δὲ οὐ μόνους εἶπεν ἀνασπάσειν θεούς, ἀλλὰ καὶ τὸν περιέχοντα αὐτοὺς τόπον, τὸν Ὄλυμπον.

`8.25-6`

σειρὴν μέν κεν—πάντα γένοιτο: ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν. διʼ αὐτῶν δὲ διδασκόμεθα πᾶσαν τὴν γῆν σὺν τῇ θαλάσσῃ.

`8.25a`

ἔπειτα: ὅταν θελήσω ἐρύσαι φησίν.

`8.25b`

περὶ ῥίον: ἵνα αὐτὸ δεσμεύσας καὶ τὰ λοιπὰ ἐπάρῃ, συνερριζωμένης αὐτῷ μὲν τῆς γῆς, τῇ δὲ γῇ τῆς θαλάττης.

σειρὴν μέν κεν: ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττεσθαι—ἐκ τοῦ φανερῶς κρατεῖν.

`8.26`

τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο: δείκνυσιν ὅτι βέβηκεν ὁ Ὄλυμπος καὶ οὐκ ἔστι μετέωρος.

`8.27`

περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων: ἔδει τὸ ἀσθενὲς προτάξαι. ἢ τὸ μέτρον αἴτιον· «ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης» ἢ εὐτελίζων τοὺς θεούς.

`8.28`

ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες: ἐντεῦθεν ἕως τοῦ «πρόφρονι μυθέομαι» ἀθετοῦνται στίχοι τρεῖς καὶ δέκα, ὅτι ἐξ ἄλλων τόπων μετάκεινται. καὶ ἐν τοῖς κατὰ μέρος διαπίπτει οὐκ ὀρθῶς χρώμενος ταῖς λέξεσιν· «ὀδυσσαμένοιο τεοῖο»· τοῦτο γάρ ἐστι τοῦ σοῦ, θέλει δὲ ὁ λόγος ὀργισθέντος σοῦ, ἀσυνάρθρως.

`8.29`

ἀγασσάμενοι: γράφεται καὶ «φρασσάμενοι»· μᾶλλον δὲ τὸ ἀγασσάμενοι τοῖς ἑξῆς συνᾴδει.

`8.30`

ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη: πιθανῶς οὐχὶ Ἥρα λέγει· ἐξεκαύθη γὰρ ἂν μεγάλη ἔρις, εἰωθυίας ἀεὶ πρὸς τὸν Δία ἀντιλέγειν. Ἀθηνᾶ δὲ μετὰ αἰδοῦς τῷ πατρὶ διαλέγεται μετριώτερον, οὐχ ὡς ἡ Ἥρα φθεγγομένη· ἄλλως τε καὶ τοῖς προοιμίοις αὐτὸν ἐξαίρει καὶ τὰ μὲν κελευσθέντα φησὶν ἀποπληροῦν, ὑποθήκης δὲ ἀξιοῖ μὴ φθονέσαι, καὶ ταῦτα οὐχ ἵνα αὐτῷ ἐμποδίσῃ, ἀλλʼ ὅπως μὴ πάντες ἀπόλωνται.

`8.31`

ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων: μετρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ τῶν ἄλλων θεῶν μέγιστον καὶ τὴν ὑπεροχήν, ἣν ἔχειν βούλεται, μαρτυρεῖ συντόμως.

`8.32-4`

εὖ νυ καὶ ἡμεῖς—ὄλωνται: τούτους πάλιν μετʼ ὀλίγα ἡ Ἥρα παραγίνεται λέγουσα αἱ τοιαῦται δὲ προσφωνήσεις—παραδίδωσιν.

`8.33`

ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων: ὁ μὲν οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει, ἀλλʼ ἀμφοτέροις βοηθεῖν ἐκώλυσεν· ἡ δὲ ξυνιεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν.

`8.34`

κακὸν οἶτον: διὰ τοῦτο γὰρ ἄχθεται, οὐχ ὅτι ἀπολοῦνται· ὃ καὶ οἶκτον ἐκίνησεν.

`8.35-6`

πολέμου μὲν ἀφεξόμεθα—ὀνήσει: τὸ μὲν γὰρ ἐπαμῦναι ἔργῳ ἐναντίωσιν ἔχει τοῦ Διός· τὸ δὲ λόγῳ πρὸς τὸ μὴ πάντας ἀπολέσθαι, ἀλλὰ δεηθῆναι Ἀχιλλέως καὶ αὐτὸς θέλει· «οὐδʼ ὅ γε πάμπαν ἤθελε λαὸν ὀλέσθαι ἀλλὰ Θέτιν κύδαινε».

`8.35a1`

ὡς σὺ κελεύεις: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «εἰ σὺ κελεύεις».

`8.35a2`

«ὡς σὺ κελεύεις».

`8.37a`

ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο: ἀθετοῦσιν. οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἐφέρετο· τὸ γὰρ τεοῖο συγχεῖ τὸν λόγον. ὀδοὺς ὀδύσσω, παρʼ ὃ «ὀδὰξ ἐν χείλεσι φύντες».

`8.37b`

ὀδυσσαμένοιο τεοῖο: τοῦ σοῦ οὐδετέρως, ὡσεὶ λέγοι· ἐπεὶ τὰ σὰ οὕτω πρὸς αὐτοὺς ἔχει.

`8.39-40`

θάρσει, Τριτογένεια, —ἤπιος εἶναι: ὅτι ὑπὸ Διὸς πάλιν λέγονται πρὸς Ἀθηνᾶν πρὸ τῆς Ἕκτορος τελευτῆς ἐναντιοῦνται δὲ ἐνθάδε τοῖς ὑποκειμένοις.

`8.39a`

Τριτογένεια: Μῆτιν τὴν Ὠκεανοῦ ἀμείβουσαν εἰς πολλὰ τὴν μορφὴν Ζεὺς βουλόμενος παρʼ ἑαυτῷ ἔχειν κατέπιεν ἔγκυον οὖσαν ὑπὸ Βρόντου τοῦ Κύκλωπος. τελεσφορηθείσης δὲ τῆς παιδὸς ὁ Ζεὺς διὰ τῆς κεφαλῆς τεκὼν δίδωσι τῷ Τρίτωνι τῷ ποταμῷ τρέφειν. ὅθεν Τριτογένεια ἐκλήθη ὡς ἐκ τριῶν συναυξηθεῖσα, Βρόντου Διὸς Τρίτωνος. Δημόκριτος δὲ ἐτυμολογῶν τὸ ὄνομά φησιν ὅτι φρόνησίς ἐστιν, ἀφʼ ἧς τρία συμβαίνει, εὖ λογίζεσθαι, λέγειν καλῶς, πράττειν ἃ δεῖ. ἢ ὅτι τρίτῃ φθίνοντος ἐτέχθη. καὶ παροιμία «παῖς μοι τριτογενὴς εἴη, μὴ τριτογένεια»· ἀρρενώδεις γὰρ αἱ τοιαῦται γυναῖκες.

Τριτογένεια: Ὅμηρος μὲν—τῆς Λιβύης.

`8.39b`

θάρσει, Τριτογένεια: δείκνυσιν ὅσον δύναται λόγος εὐμενὴς καίτοι παιδὸς πρὸς πατέρα.

`8.40a`

πρόφρονι: ἀντὶ τοῦ ὑπέρφρονι, ὡς «πρό τε παίδων καὶ πρὸ γυναικῶν». ὁ λόγος οὖν οὐ τυραννικὴν ἀπήνειαν, ἀλλὰ βασιλικὴν παρίστησι προσήνειαν.

`8.40b`

ἐθέλω δέ τοι ἤπιος εἶναι: εἰρωνεύεται αὐτήν.

`8.41`

τιτύσκετο: οἰκεῖον τῷ ἀπειλοῦντι τὸ αὐτουργεῖν.

`8.42`

χρυσέῃσιν ἐθείρῃσιν κομόωντε: μεγαλοπρεπὴς ἡ διάνοια.

`8.43a`

χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην: ὅτι ἀντὶ τοῦ χρυσῆν πανοπλίαν· καὶ ὅτι ἐνθάδε λεγομένου τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν, οὐκέτι ἑξῆς ἐγχωρεῖ τὴν αὐτὴν ταύτην πανοπλίαν ἀνειληφέναι τὴν Ἀθηνᾶν· καὶ ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντὶ τοῦ ἔλαβεν.

`8.43b`

χρυσόν: τὴν αἰγίδα φησίν· καὶ ἀλλαχοῦ «περὶ δʼ αἰγίδι πάντα κάλυψε χρυσείῃ».

`8.45a`

μάστιξεν δʼ ἐλάαν: τὸν ἀέρα ἔπληξεν ὀτρύνων αὐτούς.

`8.45b`

οὐκ ἄκοντε: οὐκ ἀπρόθυμοι.

`8.46a`

μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος: ὅτι οὐδέποτε εἶπεν μεσσηγὺς γαίης τε καὶ Ὀλύμπου νιφόεντος, οὐδὲ τὸν Ὄλυμπον ἀστερόεντα· διαφέρει γὰρ κατʼ αὐτὸν ὁ Ὄλυμπος τοῦ οὐρανοῦ.

`8.46b`

οὐρανοῦ ἀστερόεντος: οὐδέποτε δὲ Ὀλύμπου ἀστερόεντός φησιν. ἔνθεν δῆλον ὅτι Ὄλυμπος οὐ τὸν οὐράνιον τόπον δηλοῖ, ἀλλὰ τὸν ὑπʼ οὐρανόν.

`8.47-8a`

Ἴδην δʼ ἵκανεν ... Γάργαρον: πρὸς τὴν ἰδιότητα τῆς φράσεως, ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν· προτάξας γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν· μέρη γὰρ τῆς Ἴδης ἄλλα τε καὶ τὸ Γάργαρον.

`8.47-8b`

Ἴδην δʼ ἵκανεν  <span class="gap">…</span> Γάργαρον: Ἴδην Γάργαρον ἀντὶ τοῦ εἰς Γάργαρον Ἴδης, ὡς «ἡ δʼ ἄρα Κύπρον ἵκανε  <span class="gap">…</span> ἐς Πάφον». ἔστι δὲ καὶ πόλις Γάργαρος.

`8.47a`

πολυπίδακα: πίδακές εἰσιν αἱ τῶν ὑδάτων ἀναδόσεις αἱ μικραί.

`8.47b`

μητέρα θηρῶν: ἁρμόδιον τὸ ἐπίθετον τῷ ὄρει· λέγεται γὰρ ὄφεις ἐνεγκεῖν, οἳ τῷ μεγέθει τοὺς ἐλάφους ἀναιροῦσιν, εἰλούμενοι περὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, καὶ τοῖς δένδροις προσαρτῶντες αὑτούς, καὶ οὕτω διαφθείροντες.

`8.48`

Γάργαρον: τὸ ἀκρωτήριον—Φαλάκρη. τούτου μνημονεύει Καλλίμαχος ἐν πρώτῳ Αἰτίων

`8.51`

κύδεϊ γαίων: τῇ ἑαυτοῦ ἐνηδόμενος δόξῃ καὶ ἀρετῇ.

`8.53a`

  
οἱ δʼ ἄρα δεῖπνον ἕλοντο καρηκομόωντες Ἀχαιοί:  
ὅτι πρὸ τούτου τὴν ἀνατολὴν τίθησι Ζηνόδοτος. τὸ δὲ συνεχὲς τοῦ λόγου οὕτως ἐστίν· ἡμέρας ἐνστάσης ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο, οἱ δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντο.

`8.53b`

οἱ δʼ ἄρα δεῖπνον ἕλοντο <span class="gap">…</span> Ἀχαιοί: καλῶς μετὰ θεοὺς εἰς Ἕλληνας μέτεισιν. δυσὶ δὲ τροφαῖς ἐχρῶντο, ὧν ἡ μὲν δόρπον τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον, ἡ δὲ δεῖπνον καὶ ἄριστον.

`8.53c`

δεῖπνον ἕλοντο: ἠρίστησαν.

`8.54a`

ῥίμφα: ταχέως ἢ ἐλαφρῶς.

`8.54b`

ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο: ἐξωπλίζοντο καὶ ἀνελάμβανον τὰ ὅπλα, ὅπερ ἀγνοήσαντές τινες γράφουσι «τοὶ δʼ αὐτόθι θωρήσσοντο»

`8.55a1`

ὡπλίζοντο: Ἀρίσταρχος διὰ τοῦ ο «ὁπλίζοντο».

`8.55a2`

τὸ δὲ «ὁπλίζοντο» διὰ τοῦ ο.

`8.56a`

παυρότεροι: ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας σὺν τοῖς ἐπικούροις λέγει. ἡ δὲ ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα «πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες» καὶ πρὸς Ζηνόδοτον γράφοντα «μυρία δʼ ἐν πεδίῳ».

`8.56b`

παυρότεροι: καὶ πῶς φησι «πολλέων ἐκ πολίων» καὶ νῦν τοὺς ἰθαγενεῖς φησιν· διὸ καὶ τὸ «πρό τε παίδων καὶ πρὸ γυναικῶν». ἢ ἑαυτῶν ἥττους διὰ τὸν θάνατον.

`8.56c`

μέμασαν δὲ καὶ ὣς ὑσμῖνι μάχεσθαι: ἀναγκαίως τοῦτο ἐπιφέρει, ἵνα μὴ νομίσωμεν αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν προγενομένην ἧτταν.

`8.57a`

χρειοῖ: ὡς «Λητοῖ»· ἡ γὰρ εὐθεῖα «χρειὼ ἐμεῖο γένηται».

`8.57b`

πρό τε παίδων: ἀντὶ τοῦ ὑπὲρ τῶν παίδων.

`8.58a1`

πᾶσαι δʼ ὠΐγνυντο πύλαι: ὅτι μία ἐστὶ πύλη καὶ πληθυντικῶς εἶπεν πύλαι. τὸ δὲ πᾶσαι ἀντὶ τοῦ ὅλαι, ὡς «θριξὶ δὲ πάντα νέκυν καταείνυον».

`8.58a2`

ἀντὶ τοῦ ὅλαι, ὡς «πάντα νέκυν καταείνυον». μία δὲ ἦν ἱππήλατος πύλη.

`8.60`

ἵκοντο: γράφεται «ἵκανον».

`8.62a`

ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι: ὅτι ταὐτὸν ἐξ ἐπαναλήψεως εἶπεν· προειπὼν γὰρ «ῥινούς», ἐπενήνοχεν ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι, ἐξ ἀμφοτέρων ταὐτὰ σημαίνων.

`8.62b`

ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι: ὅτι ἐξ ἀναλήψεως τὸ ἀσπίδες· καὶ γὰρ καὶ «ῥινοὺς» τὰς αὐτάς φησι

`8.63`

ἔπληντʼ ἀλλήλῃσι: πρὸς φαντασίαν τῶν ῥηθησομένων τὸ ἔπληντο. ἔστι δὲ ὡς τὸ «ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε». πρὸ δὲ τοῦ κατὰ μέρος ἐξαίρει τὸν ἀκροατήν.

`8.65`

ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα: ὅτι ἀντὶ τοῦ ἐρρεῖτο ἡ γῆ, καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.

`8.66a`

ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ: ἡ διπλῆ, ὅτι νῦν τὴν πρὸ μεσημβρίας ὥραν ἠῶ λέγει.

`8.66b`

ὄφρα μὲν ἠὼς ἦν: πρὸς πίστιν τὸν καιρὸν ὡς παρατυγχάνων. ἠῶ δὲ καὶ τὸν ὄρθρον καὶ τὴν ἕως ἕκτης καὶ ἡμέραν τὴν σωματοειδῆ. εἰς τρία δὲ αὐτὴν διαιρεῖ· «ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ». «ἦρι» δὲ παρὰ τὸ αἴρεσθαι.

`8.66c`

καὶ ἀέξετο ἱερὸν ἦμαρ: τὸ μέχρι μεσημβρίας αὔξησιν ἀποκαλεῖ ὡς σφαιροειδεῖ τῷ οὐρανῷ προσαναβαίνοντος τοῦ ἡλίου.

ἀέξετο: αὔξησιν ἐλάμβανεν—ποιῶν.

`8.66d`

ἱερὸν ἦμαρ: τὸ πρὸ τῆς μεσημβρίας διὰ τὸ ἐν τούτῳ τοῖς θεοῖς θύειν· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις νέμεται.

`8.68a`

ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει: ὅτι οὐδέποτε ἐν Ὀλύμπῳ τὸν ἥλιον, ἀλλʼ ἐν οὐρανῷ· οὐκ ἄρα ὁ αὐτὸς τῷ οὐρανῷ. τὸ δὲ ἀμφιβεβήκει γράφεται καὶ σὺν τῷ ν, «ἀμφιβεβήκειν».

`8.68b`

ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει: γινώσκει καὶ μεσουράνημα, ἡνίκα οὖν δηλονότι κατʼ ἶσον ἀπόστημα ἀνατολῆς τε καὶ δύσεως.

`8.68c`

μέσον οὐρανὸν ἀμφιβεβήκει: δείκνυσιν ὡς μείζων ὁ ἥλιος οὐρανοῦ· τὸ γὰρ ἀμφιβῆναι μείζονός ἐστι περὶ ἔλαττον, ὡς λέοντες μὲν σκύμνοις περιβαίνουσι, κύνες δὲ σκύλαξιν.

`8.69`

καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα: ποιητικῶς τὸ δισταζόμενον ἐπανάγει τῷ ζυγῷ. οἱ Στωϊκοὶ δέ φασιν ὡς ταὐτὸν εἱμαρμένη καὶ Ζεύς. διττὸν δὲ τὸ τῆς Μοίρας· ἀπαράβατον, ὡς τὸ δεῖ θνητὸν ὄντα ἀποθανεῖν, οὗ οὐδὲ Ζεὺς κρατεῖ, ὡς ἐπὶ Σαρπηδόνος· τὸ δὲ ταχὺ ἢ βραδύ, ὡς ἐπὶ Ἀχιλλέως, οὗ κρατεῖ Ζεύς ταύτην οὖν ταλαντεύει· ταῦτα δὲ λεγόμενα ἔχει φαντασίαν, δρώμενα δὲ οὐδέν ἐστι διὰ τὸ σύνηθες.

τάλαντα: τὴν τοῦ Διὸς διάνοιαν.

`8.70a`

ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο: μίαν ὑπὲρ ἑκατέρου στρατεύματος· καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει. ὁ δὲ Αἰσχύλος νομίσας λέγεσθαι τὰς ψυχὰς ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἐστιν ὁ Ζεὺς ἱστὰς ἐν τῷ ζυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχήν.

`8.70b`

ἐν δʼ ἐτίθει δύο κῆρε: πῶς δύο κῆρας ἐντίθησιν ὁ Ζεὺς ὥσπερ ἀνὰ μίαν ἑκατέρου στρατοῦ, ἐν δὲ τοῖς ἑξῆς πλείους αὐτάς φησιν, «αἱ μὲν Ἀχαιῶν κῆρες» ἢ ὅτι αἱ δύο καὶ πολλαὶ ἂν εἶεν· λέγομεν γοῦν διττὰ πράγματα. πλειόνων δὲ ἔμφασιν διδόντος τοῦ ὀνόματος εἰκότως ἐν τῇ μεταλήψει πλέονας εἶπε κῆρας. συνεκδοχὴ δέ ἐστιν. ΚΗΡ δὲ παρὰ τὸ κῆαι — διὰ πυρὸς γὰρ ἔθαπτον —, οἱ δὲ παρὰ τὸν κηρόν· ἐντετυπῶσθαι γὰρ αὐτῇ καθάπερ ἐν κηρῷ τὰ πράγματα.

`8.72`

ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν: οὐκ ἄρα, φασίν, ἐχαρίσατο τῇ Θέτιδι, εἰ μοιρίδιον ἦν. φαμὲν δὲ ὅτι εἰς ἐπίτασιν τῆς Μοίρας καὶ Δία ὁπλίζει κατʼ Ἀχαιῶν· ὅπερ ἦν τῆς χάριτος. ὅτι δισσὸν τὸ τῆς Μοίρας.

`8.73-4`

αἱ μὲν Ἀχαιῶν κῆρες—ἄερθεν: ἀθετοῦνται, ὅτι ὑπὲρ ἑκάστου στρατεύματος κῆρα ζυγοστατεῖ ὁ Ζεύς, οὐ πλείους, ὡς ἐπὶ Ἀχιλλέως καὶ Ἕκτορος ὁ δὲ διασκευαστὴς ἐξέλαβε πολλάς. εἰ δέ τις δύο ὑπὲρ ἑκατέρου ἵστασθαι φήσει, ῥυόμενος τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχήματος, ἄλογον· πρὸς τί γὰρ δύο, ἀλλʼ οὐ μία;

`8.73a1`

ἐν δʼ ἐτίθει δύο κῆρε αἱ μὲν Ἀχαιῶν κῆρες: ὡς τὸ «δύο δέ τέ οἱ θύραι εἰσίν, αἱ μὲν πρὸς Βορέαο».

`8.73a2`

ὅμοιόν ἐστι τῷ «δύω δέ τε θύραι εἰσίν, αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν», οἷον δύο μὲν τὰ μέρη, ἀρκτικὸν καὶ μεσημβρινόν, καὶ δύο θυρῶν ἔξοδοι· εἰς δὲ τὸ κατὰ μέρος πλείονες αἱ κῆρες.

`8.73b`

αἱ μὲν Ἀχαιῶν κῆρες: ἀπὸ μὲν τοῦ ζυγοῦ τὸ μέγεθος τοῦ ταλαντεύοντος δηλοῖ. ἐπειδὴ δὲ τὰ ἐπίγεια θνητά, τὰ μὲν δυστυχῆ πλησιάζει τῇ γῇ, τὰ δὲ εὐτυχῆ μετεώρῳ τῇ πλάστιγγι ἕπεται.

`8.74a`

ἑζέσθην: ἐν ἐνίοις διὰ τοῦ ε, «ἕζεσθεν».

`8.74b`

ἑζέσθην: ἀντὶ τοῦ ἕζεσθεν, ὡς «κόσμηθεν». ὅμοιον δέ ἐστιν αὐτῷ καὶ τὸ «μιάνθην αἵματι μηροί».

`8.75-6`

δαιόμενον δέ ἧκε σέλας: τὸ σέλας δηλοῖ τὴν ἔλλαμψιν. βουλόμενος οὖν εἰπεῖν ὡς οὐκ ἦν ἀστραπὴ τὸ γινόμενον, ἀλλὰ κεραυνὸς μετὰ τὴν βροντὴν προσέθηκε τὸ δαιόμενον· ἡ γὰρ πρὸ βροντῆς ἀστραπὴ οὐ κεραυνός· μετὰ γὰρ τὴν βροντὴν ὁ κεραυνός, ὅς ἐστι καυστικός.

`8.77a1`

καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν: δαιμονίαν ὑποφαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐτούς, ὅπως μὴ μένοντος ἑτέρου αἰσχύνοιτο ἄλλος τις. κατʼ αὐτῶν δὲ φέρεται τὸ πῦρ· οὐ γὰρ Ἑλληνικὸς ὁ Ζεύς.

`8.77a2`

δαιμονίαν ὑποφαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐτούς· ἑτέρου γὰρ ὑποχωροῦντος καὶ οἱ λοιποὶ τοῦτο ποιοῦσι· δόξαν γὰρ ἔχουσι περὶ αὑτῶν ὡς οὐδείς ἐστι φυγοπόλεμος, ἀλλʼ ἕνα θυμὸν ἔχουσιν. ὅταν οὖν ἴδωσι τοὺς ἀρίστους ὑποχωροῦντας, οὐκ ἐξ ἀναλκίας ὑποπτεύουσι φεύγειν, ἀλλὰ θεομηνίαν νοοῦσιν εἶναι· ὃ γέγονε καὶ νῦν.

`8.77b`

εἷλεν: ἐν ἄλλῳ «δέος ᾕρει».

`8.78`

ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν: ὡς φιλέλλην παρατρέχει τὰ δυσχερῆ, ἐπʼ ὀλίγα πρόσωπα τὴν ἧτταν φέρων. καὶ ἡ ἐκλογὴ δὲ τῶν ὀνομάτων θεραπεύοντός ἐστι τὴν ἧτταν· οὐ γὰρ εἶπεν ἔφυγεν, ἀλλὰ τλῆ μίμνειν· ἐκφαίνει γὰρ τὸν βουλόμενον κακοῖς ἀγωνίζεσθαι ἐπηρεαζόμενον ὑπὸ τοῦ Διός.

`8.80`

Νέστωρ οἶος ἔμιμνε Γερήνιος, οὖρος Ἀχαιῶν: μεταφορικῶς ὁ ἄνεμος· διʼ αὐτοῦ γὰρ ἰθύνεται τὰ πράγματα, καὶ εἰ οὗτος ἀπολεῖται, συναπόλλυσι σχεδὸν τὸ πᾶν. οὐκ εἰσάγει αὐτὸν ἀναιροῦντα διὰ τὸ ἀπίθανον, ἀλλʼ οὐδὲ πάσχοντά τι διὰ τὴν ἐξαίρετον φυλακὴν περὶ αὐτόν. οὐ τυχόντα δὲ διʼ αὐτοῦ ἐκίνησεν ἡμῖν ἀγῶνα. ἐπεὶ δὲ ἄπιστον ἦν τοσούτων νέων φευγόντων μόνον μεῖναι τὸν γέροντα, ὥσπερ ἐν ἀπολογίας μέρει ἐπιφέρει τὸ «οὔτι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο». οὖρος δὲ εὐθύντωρ ἢ φύλαξ.

`8.81a1`

ἐτείρετο: ἔν τισι τῶν ὑπομνημάτων «ἐδάμνατο».

`8.81a2`

γράφεται καὶ «ἐδάμνατο».

`8.82-3`

τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος: καὶ πόρρωθεν πολεμεῖ καὶ οὐκ ἄνδρα τοξεύει, ἀλλʼ ἵππον γέροντος βάλλει. καὶ συμπλέκεται οὗτος πάντων φευγόντων.

`8.83a1`

ὅθι τε πρῶται τρίχες: πρῶται ἀντὶ τοῦ ἄκραι. θερμὸς δὲ ὁ περὶ τὴν μήνιγγα τόπος· διὸ προφύει τρίχας.

`8.83a2`

ἀντὶ τοῦ ἄκραι. θανάσιμος δέ ἐστιν ὁ τόπος διὰ τὸ τὸν ἐγκέφαλον πλησιάζειν ταῖς μήνιγξιν.

`8.84`

καίριον: ἐπικίνδυνον.

καίριόν ἐστι: εὔκαιρον—ὅ ἐστιν ἐπικίνδυνον.

`8.85a`

  
ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ:  
γραφικῶς εἶπε πάντα.

`8.85b`

βέλος δʼ: ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· βέλος γάρ.

`8.87a1`

ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέτεμνε: διὰ τοῦ ἀπέτεμνε τὸ νωθρὸν τοῦ γήρως δηλοῖ. ἐπὶ δὲ Αὐτομέδοντος ῥᾳδίως ἐνεργήσαντός φησιν «ἀΐξας ἀπέκοψε παρήορον». γέροντα δὲ εἶπεν — ὄφρʼ ὁ γέρων — ἢ διʼ οἶκτον ἢ πᾶσα τῶν ἑλλήνων ἡ εὐχή. ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν ἀκροατὴν καὶ τὸν δεινὸν Ἕκτορα αὐτῷ ἐπάγει.

`8.87a2`

οἴκτου χάριν τὸ γέρων τίθησιν. ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν ἀκροατὴν καὶ τὸν δεινὸν Ἕκτορα αὐτῷ ἐπάγει. διὰ δὲ τοῦ ἀπέτεμνε τὸ νωθρὸν τοῦ γήρως ἐδήλωσεν.

`8.87b`

παρηορίας: ὡς παρηγορίας.

παρηορίας: τὰς τοῦ παρήορος—ἱμάντας.

ἀπέταμνε: δεινός ἐστιν Ὅμηρος—συντόμως τὸ πρᾶγμα δηλῶν.

`8.89a`

ἀνʼ ἰωχμόν: παρὰ τὴν συμβολήν.

`8.89b`

ἡνίοχον: ὅτι τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶπεν.

`8.91a`

εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης: εἰκότως Διομήδης τὸν πρεσβύτην κινδυνεύοντα ὁρᾷ ὡς ἀναχωρῶν ἔσχατος· θελήσας γὰρ μονομαχῆσαι, ἀποσφαλεὶς δὲ τῷ κλήρῳ, νῦν καὶ τοῦ καιροῦ μὴ συγχωροῦντος πειρᾶται πολεμεῖν. βοηθεῖ δὲ τῷ Νέστορι διὰ τὸ τῶν ἠθῶν παραπλήσιον· καὶ ἐν τῇ νυκτεγερσίᾳ δυσχεραίνει κάμνοντα ὁρῶν παρʼ ἡλικίαν τὸν Νέστορα καί φησι· «σχέτλιός ἐσσι, γεραιέ», καὶ ἐπὶ τὴν κατασκοπὴν ἐξιὼν παρὰ Θρασυμήδους ὅπλα λαμβάνει, «Τυδείδῃ μὲν δῶκε»· καὶ ὁ Νέστωρ φησὶ πρὸς αὐτόν· «Τυδείδη Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ».

`8.91b`

εἰ μὴ ἄρʼ—Διομήδης: εἰκότως Διομήδης αὐτὸν σῴζει· ἐραστὴς γὰρ συνέσεως.

`8.92`

σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα: ἐν σχήματι ἐδήλωσεν ὡς καὶ Ὀδυσσεὺς ἔφυγεν ἄνω μὴ μνησθεὶς αὐτοῦ. ἀεὶ δὲ ἀσφαλὴς Διομήδης· καὶ ἐν τῇ κατασκοπῇ— «σύν τε δύʼ ἐρχομένω»—Ὀδυσσέα τε καλεῖ ὡς φίλον καὶ ἑταῖρον Νέστορι. Νέστωρ γοῦν φησι· «ἔνθʼ ἤτοι εἵως μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεύς οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν».

`8.93a1`

πολυμήχανʼ Ὀδυσσεῦ: πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον. ἔστι δὲ γεωργός, «ἐν ποίῃ, δρέπανον μέν»· κυβερνήτης, «αἰεὶ γὰρ πόδα νηός»· τέκτων ἀπὸ τῆς κλίνης καὶ τοῦ δουρείου ἵππου ναυπηγὸς ἀπὸ τῆς σχεδίας· κυνηγὸς ἀπὸ τοῦ Παρνασοῦ· μάντις, «φήμην τίς μοι φάσθω»· μάγειρος, «δαιτρεῦσαί τε καὶ ὀπτῆσαι»· ἰατρός, «ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι»· μουσικός, «μῦθον δʼ ὡς ὅτʼ ἀοιδός»· πύκτης, «πὺξ μὲν ἐνίκησα Κλυτομήδεα»· παλαιστής, «Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον»· δισκευτὴς παρὰ Φαίαξι· τοξότης, «εὖ μὲν τόξον οἶδα»· ἀκοντιστής, «δουρὶ δʼ ἀκοντίζω»· ῥήτωρ, «καὶ ἔπεα νιφάδεσσιν ἐοικότα»· ἀστρολόγος, «Πληϊάδας θʼ ὁρόωντι».

`8.93a2`

πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται· δεῖ γὰρ τὸν στρατιώτην τοιοῦτον εἶναι· γεωργὸς μὲν γὰρ ἀπὸ τοῦ καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνήτης ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων, ναυπηγὸς ἀπὸ τῆς νηός, κυνηγὸς ἀπὸ τῆς κυναγωγῆς καὶ τῆς ὀρεσινομίας, μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ δαιτρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰούς, μουσικὸς καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ εὐστροφίας καὶ χειρῶν συμπλοκῆς, τοξότης ἀπὸ διασκέψεως ἀρίστης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ πιθανότητος, στρατηγὸς ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης ἀπὸ πολυμηχανίας καὶ πολυπειρίας.

`8.94a`

  
πῇ φεύγεις μετὰ νῶτα βαλών, κακὸς ὥς, ἐν ὁμίλῳ:  
βραχὺ διασταλτέον ἐπὶ τὸ βαλών καὶ ὥς· χωριζόμενον γὰρ σαφέστερον ποιεῖ τὸν λόγον. ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον· ἤτοι γὰρ ὡς δειλὸς ἐν πλήθει φεύγεις, οἶον μετὰ ταραχῆς, ἢ ὡς ἐν ὄχλῳ ἀπαρακαλύπτως. ἢ τὸ ἑξῆς ἐστι· πῇ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ σὺ μετὰ τοῦ πλήθους ὡς εἷς τῶν πολλῶν.

`8.94b1`

  
πῇ φεύγεις μετὰ νῶτα βαλών, κακὸς ὣς ἐν ὁμίλῳ:  
οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ποιοῦντα ἔργον. ὀλίγον δὲ διασταλτέον εἰς τὸ βαλών, ἵνʼ ᾖ ποῦ φεύγεις μεταβαλὼν τὰ νῶτα ὡς οἱ δειλοὶ ἐν ὁμίλῳ καὶ θορύβῳ; ἢ πῇ φεύγεις ἐν ὁμίλῳ ὡς κακός, ἵνʼ ᾖ εἰς τὸ κακὸς ὥς ἡ στιγμή, τὸ δὲ ἐν ὁμίλῳ τῷ ἑξῆς συναπτέον.

`8.94b2`

οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ἀνδρὸς ἔργα ποιεῖν. ὀλίγον δὲ διασταλτέον εἰς τὸ μετὰ νῶτα βαλών, ὡς φεύγουσι δειλοὶ ἐν θορύβῳ. ἢ πῇ φεύγεις ἐν ὁμίλῳ;

`8.94-5`

πῇ φεύγεις—βαλών, κακὸς ὥς, ἐν ὁμίλῳ; μήτις τοι φεύγοντι—πήξῃ: περικέκοπται ὁ λόγος τὸν ἀγωνιῶντα ὑποφαίνων. ἀπὸ δὲ τοῦ εὐπρεποῦς καὶ συμφέροντος ἀναστέλλει τὴν φυγήν. αἰσχρότερον δὲ καὶ τοῦ ἀκοντίσαι τὸ πῆξαι.

`8.95`

μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ: τινὲς διαστέλλουσιν ἐπὶ τὸ φεύγοντι. κἂν συνάπτωμεν δὲ ὅλον τὸν στίχον, ἴσμεν ὅτι οὐ τὸ μετάφρενον φεύγει.

`8.96`

ἄγριον: ἄγριον τὸν βάρβαρον· καὶ «ἀγριοφώνους» αὐτούς φησιν.

`8.97a`

οὐδʼ ἐσάκουσε: πρὸς τὸ ἀμφίβολον, πότερον οὐκ ἀντελάβετο καθόλου τῆς φωνῆς διὰ τὸν θόρυβον ἢ ἀκούσας παρεπέμψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος. οὐδʼ ἐσάκουσεν: οὐδὲ ἤκουσεν. ἐξηγεῖται δὲ πότερον ἄρα οὐδʼ ὅλως—ἐπιδεικνύμενος.

`8.97b`

οὐδʼ ἐσάκουσεν: οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου, ἢ οὐκ ἐπείσθη διὰ τὸν καιρόν· φεύγει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐ θέλει· «ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν» πῶς δὲ δειλὸς ὁ μετὰ πάντας φεύγων· οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει. δειλὸν δὲ αὐτόν φασι καὶ ἀπὸ τοῦ ἔσχατον ἀναστῆναι καὶ Δόλωνα ἰδεῖν καὶ Ῥῆσον μὴ φονεῦσαι καὶ τὴν μάστιγα μὴ ἑλέσθαι

`8.99`

αὐτός: ὅτι ἐν ἴσῳ τῷ μόνος.

`8.101`

ἔπεα πτερόεντα προσηύδα: τὰ μὲν πράγματα τάχιστα γέγονεν, ἡ δὲ τῶν λόγων σχολὴ ποιητική.

`8.102`

νέοι τείρουσι: ἀλλʼ οὐ νῦν διʼ ἐμέ.

`8.103a`

λέλυται: πέπηγε γὰρ ἐν τῇ νεότητι. τέλος δὲ λύσεως θάνατος.

`8.103b1`

ὀπάζει: οὕτως Ἀρίσταρχος ὀπάζει. ὁ δὲ Ἰξίων «ἐπείγει».

`8.103b2`

ἐν ἄλλῳ «γῆρας ἱκάνει».

`8.104a`

ἠπεδανός: ὁ μὴ δυνάμενος ἐν τῷ πεδίῳ στῆναι διὰ τὸ ἀσθενές. ἠπεδανός: ἀσθενὴς ἢ—ἑστώς.

`8.104b`

  
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι:  
εἰκότως ὅλα συνήγαγε τὰ κακά, ὅπως πείσῃ τῷ ἰδίῳ ἐπιβῆναι ἅρματι τὸν εἰπόντα «ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων». εὖ δὲ τὸ μὴ τὸν Νέστορα ταῦτα προβαλέσθαι εἰς τὸ τυχεῖν βοηθείας. ἐγκώμιον δὲ Νέστορος ἔχει ὁ λόγος, ὃς οὐδὲ τῷ γήραϊ ἐπέτραπεν ἑαυτόν

`8.105-7`

ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων—φέβεσθαι: ὑπογράφων ἄνω τὸ ἀσθενὲς τοῦ γέροντος οὐδὲν περὶ τοῦ ἰδίου σθένους ἀνθυπήγαγεν, ἀλλʼ ἐλπίδα αὐτῷ ὑπογράφει σωτηρίας διὰ τοῦ τάχους.

`8.106-7`

οἷοι Τρώϊοι ἵπποι—ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι: βραχὺ διασταλτέον ἐπὶ τὸ ἵπποι· μᾶλλον γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτόμενον ἀκατάλληλόν ἐστι τὸ ἐπιστάμενοι. οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα λείπει, ἵνʼ ᾖ διὰ πεδίου, ἀλλὰ τὸ ἑξῆς ἐστιν ἔνθα καὶ ἔνθα πεδίου. τοιοῦτο καὶ τὸ ἐν τῷ ἕκτῳ «πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη πεδίοιο».

`8.106a`

ἐπιστάμενοι: ἀντὶ τοῦ δυνάμενοι· «ἐπίστατο πῆλαι Ἀχιλλεύς».

`8.106b`

πεδίοιο: ὅτι ἐλλείπει ἡ διά.

`8.107a`

κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι: ὅτι ἀντὶ τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρʼ αὐτῷ, καὶ ὅτι ἐντεῦθεν τὸ «φόβον Ἄρηος φορεούσας».

`8.107b`

ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι: τοὺς δίχα ταράχου πάντῃ δεόντως δυναμένους φέρειν τοὺς ἐπιβάτας.

`8.108a`

οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην: ἀθετεῖται, ὅτι ἄτοπον προστιθέναι τὴν ἱστορίαν τῷ εἰδότι, καὶ ὁ καιρὸς δεῖται συντομίας. καὶ ὅτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν τῆς ἀφαιρέσεως γεγονυίας τῇ πρὸ ταύτης ἡμέρᾳ.

`8.108b`

οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην, μήστωρε φόβοιο: ἠθικῶς τὸν χθὲς ἀνάγει χρόνον· καὶ Φιλοίτιος· «τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ ὀδυσσῆϊ». ἅμα δὲ καὶ θαρσαλεώτερον ποιεῖ τὸν γέροντα ἡ Αἰνείου νίκη. τὸ δὲ ποτέ ἀντὶ τοῦ χθές. τὸ δὲ μήστωρε τινὲς «μήστωρα» ἐπὶ τοῦ Αἰνείου διὰ τὸ αὐξητικόν.

`8.109a`

τούτω μὲν θεράποντε: ὅτι τετήρηται παρʼ αὐτῷ καθαρῶς τὰ δυϊκά, καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται.

`8.109b1`

κομείτην: Ἀρίσταρχος «κομείτων».

`8.109b2`

τὸ δὲ κομείτην Ἀρίσταρχος μὲν «κομείτων», Ζηνόδοτος δὲ κομείτην.

`8.109c`

τώδε δὲ νῶϊ: παροξύνεται τὸ τώδε παραλόγως· ἀληθὲς γὰρ ὡς ὅτι τὰ διὰ τοῦ δε ἐκτεταμένα, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν, προπερισπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλʼ ὅμως πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ Ζ, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει.

`8.111`

ἢ καὶ ἐμὸν δόρυ μαίνεται: καὶ ἐμόν διὰ Ἀχιλλέα ἢ Αἴαντα τὸν μονομαχήσαντα αὐτῷ ὑπογύως. ὁ δὲ ἤ ἀντὶ τοῦ εἴ συναπτικοῦ, ὡς τὸ «ἤ κεν ζὼς ἀμενηνός», ἢ ἀντὶ τοῦ ὥς καὶ δασύνεται, ὡς τὸ «ἣ θέμις ἐστίν, ἄναξ».

`8.112a`

οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ: οἰκονομικῶς ἐπὶ τὸ ἅρμα Διομήδους ἀναβιβάζει τὸν Νέστορα, ἵνα πεισθῇ φυγεῖν καὶ εἴκειν Διῒ ταῖς τοῦ Νέστορος παραινέσεσιν· Σθενέλῳ γὰρ οὐκ ἂν ἐπείσθη, ὅπου γε μηδὲ ἐν τοῖς ἀνωτέρω ἀναβῆναι ἐπὶ τὸ ἅρμα παραινοῦντι καὶ μὴ ἀγωνίζεσθαι πρὸς Πάνδαρον πεζόν.

`8.112b`

οὐδʼ ἀπίθησε: τῷ καιρῷ πειθόμενος πάντα σιωπῇ πράσσει.

`8.113`

Νεστορέας <span class="gap">…</span> ἵππους: πῶς ἐν τῷ ἐπιταφίῳ ἀγῶνι τοὺς ἵππους φησὶν ἄρσενας «ἀλλά τοι ἵπποι βάρδιστοι θείειν», καὶ πρὸς τοὺς ἵππους Ἀντίλοχος «μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ Αἴθη θῆλυς ἐοῦσα» ὅτι δὲ τοῖς τοῦ πατρὸς ἵπποις Ἀντίλοχος ἐχρῆτο, μαρτυρεῖ τὸ «οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι». ἀδιαφόρως οὖν ἵππους καὶ θηλυκῶς καὶ ἀρσενικῶς φησιν.

`8.114a`

Σθένελός τε καὶ Εὐρυμέδων: ἐν σχήματι ἐδήλωσε τὸ δοκοῦν παραλελεῖφθαι· οὐ γὰρ εἴρηκεν ἀνωτέρω, ποῖοι ἦσαν οἱ θεράποντες. τὸν δὲ Σθένελόν φασιν ἀπὸ τοῦ τείχους κατενεχθέντα τρωθῆναι τὸ σκέλος· διὸ ἡνιοχεῖ Διομήδει.

`8.114b`

Εὐρυμέδων: ὅτι ὁμωνύμως οὗτος τῷ Ἀγαμέμνονος ἡνιόχῳ

`8.115`

τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην: ἔδει εἰπεῖν «Διομήδης δὲ ἅμα Νέστορι εἰς τὸ ἴδιον ἔβη ἅρμα» ὡς ἑτέρου τινὸς ὄντος τοῦ Διομήδους φησίν.

`8.116a`

ἡνία σιγαλόεντα: τὰ ἡνία αὐτῶν ἐξ ἀστραγαλίσκων ἐλεφαντίνων ἦσαν, ὅθεν καὶ τὸ «ἡνία λεύκʼ ἐλέφαντι».

`8.116b`

φοινικόεντα: ἐν ἄλλῳ «σιγαλόεντα».

`8.117a`

μάστιξεν δʼ ἵππους: σημειωτέον ὅτι καὶ πολεμισταὶ καὶ ἡνίοχοι οἱ πρώην βασιλεῖς.

`8.117b`

τάχα δʼ Ἕκτορος ἄγχι γένοντο: εἰ τοσοῦτον ἀπῆν, διὰ τί μὴ φεύγει; τὸ ὅλον πεπραγμάτευται πρὸς τὸ μὴ ἀθρόως ἀκμητὶ νικᾶν Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν λαβεῖν. ἄλλως τε ἢ νικήσειν οἴεται ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι.

`8.118`

ἰθὺς μεμαῶτος: ἄντικρυς βουλομένου ὁρμᾶν.

`8.120a1`

υἱὸν—Θηβαίου Ἠνιοπῆα: παρὰ τὰς ἡνίας τῶν ἵππων ἐστὶ τὸ ὄνομα. εἰκὸς δὲ καὶ τοῦτον εἰς τοῦτο ἀγηοχέναι τὴν Ἀνδρομάχην διὰ τὴν τῶν ἵππων ἐπιμέλειαν τὸ δὲ Θηβαίου οὐ γένει, ἀλλὰ κύριον ὄνομα, ὡς ἐν Ὀδυσσείᾳ «Αἰγύπτιος».

`8.120a2`

υἱὸς Θηβαίου οὐ τῷ γένει· κύριον γάρ ἐστιν ὄνομα, ὡς καὶ ἐν Ὀδυσσείᾳ ὁ «Αἰγύπτιος».

`8.122`

ὑπερώησαν δέ οἱ ἵπποι: ὡς ὑπεχώρησαν παρὰ τὴν χώραν, οὕτως ὑπερώησαν παρὰ τὴν ἔραν. δηλοῖ δὲ καὶ τὴν ὁρμήν, «ἐρωήσει περὶ δουρί». ἀναγκαῖον δὲ τοῦτο εἰς τοὐπίσω φερομένου τοῦ ἡνιόχου.

`8.124a`

Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο: ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι ἀντὶ τοῦ Ἕκτορος φρένας.

`8.124b1`

πύκασε: ἐσκέπασε, «πυκάσασα ἓ αὐτήν».

`8.124b2`

ἐσκέπασε, περιεκάλυψεν· ἀπὸ τοῦ πυκάζειν, ὅ ἐστι καλύπτειν.

`8.125a`

καὶ ἀχνύμενός περ ἑταίρου: οὐκ ἔστιν ἡ περί πρόθεσις, ἀλλʼ ὁ πέρ σύνδεσμος ἐναντιωματικὸς καὶ ἐγκλιτικός· διὸ τὸ τέλος τῆς μετοχῆς ὀξυτονητέον.

`8.125b`

ἑταίρου: ὅτι καὶ ἐνθάδε λείπει ἡ περί.

`8.126a1`

ἡνίοχον μέθεπε θρασύν: ἀνάλογον ἑαυτῷ ἡνίοχον  <span class="gap">…</span> θρασύν.

`8.126a2`

θρασύς ἐστι καὶ ὁ ἡνίοχος ἀναλόγως αὐτῷ διὰ τὸ ὁμοψυχεῖν.

`8.128`

Ἀρχεπτόλεμον: ὅτι Ζηνόδοτος ἐνθάδε μὲν γράφει «Ἐρασιπτόλεμον», ἐν δὲ τοῖς μετὰ ταῦτα εἴασεν «Ἀρχεπτόλεμον».

`8.130a1`

ἔνθα κε λοιγὸς ἔην: δῆλον ὡς καὶ ἄλλα διαθεμένου Διομήδους. ὅρα δὲ ὡς οὐδὲ ἡ φυγὴ τῶν Ἀχαιῶν ἄπρακτός ἐστιν.

`8.130a2`

δῆλον ὡς καὶ ἄλλα διαθεμένου Διομήδους. τέως δὲ ἡ τῶν Ἀχαιῶν φυγὴ οὐ μεμένηκεν ἄπρακτος, ἀλλὰ Τρῶες ἀναιροῦνται.

`8.130b`

ἔργα γένοντο: ὅτι κατὰ τοῦ οὐδετέρου τὸ πληθυντικόν, ὡς «σπάρτα λέλυνται».

`8.130-1`

ἔνθα κε λοιγὸς ἔην καί νύ κʼ ἐσήκασθεν: ἔν τισι τῶν παλαιῶν φέρονται δύο στίχοι «Τρῶες ὑπʼ Ἀργείων, ἔλιπον δέ κεν Ἕκτορα δῖον χαλκῷ δηϊόωντα, δάμασσε δέ μιν Διομήδης».

`8.131`

σήκασθεν: εἰς σηκὸν—τὰ ἀγάλματα.

`8.131a`

σήκασθεν—ἠΰτε ἄρνες: ὅτι τὸ σήκασθεν αὐτὸς ἐπεξηγεῖται εἰπὼν ἠΰτε ἄρνες.

`8.133b`

καὶ νύ κʼ ἐσήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες: καὶ τὴν Διομήδους ἀρετὴν αὔξει καὶ τὴν βαρβάρων δειλίαν κωμῳδεῖ, εἰ δὴ τοῦ Διὸς ἐπαμύνοντος αὐτοῖς καθειρχθῆναι ἐκινδύνευσαν προβάτων τρόπον, καὶ οὐδὲ τούτων τελείων· ἀρνῶν γάρ φησιν. τί δʼ ἐστὶν ἠΰτε ἄρνες, πρώην εἶπεν· «αἱ μέν τʼ ἀγχηστῖναι».

`8.133`

  
βροντήσας δʼ ἄρα δεινόν, ἀφῆκʼ ἀργῆτα κεραυνόν:  
βραχὺ διασταλτέον ἐπὶ τὸ δεινόν· κεῖται γὰρ ἀντὶ μεσότητος, δεινῶς βροντήσας. ἐπὶ δὲ τοῦ κεραυνοῦ ἓν ἀρκεῖ ἐπίθετον τὸ ἀργῆτα.

`8.134`

κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος: πεφεισμένως· ἐκδειματοῦν γὰρ αὐτὸν βούλεται· οὐ γὰρ μισέλλην ὁ Ζεύς.

`8.135a`

δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο: δεινὴ γάρ ἐστιν ἡ δυσωδία αὐτοῦ, ὅταν προσψαύσῃ ὕλῃ τινί, καὶ πικραίνει τὴν αἴσθησιν.

`8.135b`

θεείου καιομένοιο: τοῦ κεραυνίου πυρός.

θεείου: θείου. προσληπτέον δὲ—τῷ τόπῳ.

`8.137a`

φύγον: Ἀρίσταρχος φύγον, ἄλλοι δὲ «φύγεν».

`8.137b`

σιγαλόεντα: ἐν ἄλλῳ δὲ τὸ «φοινικόεντα».

`8.137c`

Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία: παρατηρεῖ γὰρ τὰς διοσημίας ὁ Νέστωρ ἐν οἷς φησιν «ἀστράπτων ἐπιδέξια». πῶς ἀντιτάξεται αὐταῖς; ἢ οὐχ ὑπὸ δέους τὰς ἡνίας εἴασεν, ἀλλʼ οἱ ἵπποι καταπτήξαντες ὑπὸ τοῖς ἅρμασι βιαιότερον αὐτὰς ἐπεσπάσαντο. διὰ τοῦτό φησι Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία. τὸ δὲ φύγον διὰ τοῦ ο.

`8.138`

δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ: ἐν θυμῷ κατὰ κρίσιν, οὐκ ἔκπληξιν.

`8.139a`

ἄγε δʼ αὖτε φόβον δʼ: ὅτι πάλιν φόβον τὴν φυγήν· καὶ ὅτι Ζηνόδοτος γράφει «ἄγε νῶϊ φόβον δέ», ὅ ἐστιν ἡμεῖς ἢ ἡμᾶς, ὧν οὐδέτερον ἁρμόζει.

`8.139b`

Τυδείδη, ἄγε δʼ αὖτε φόβον δʼ ἔχε: ἡ εὔκαιρος φυγὴ οὐκ αἰσχύνει. τοῦτο δὲ διὰ στρατηγικοῦ προσώπου δηλοῖ· καὶ ἑτέρωθι διὰ τοῦ Ἀγαμέμνονος «βέλτερον, ὃς φεύγων προφύγῃ κακόν»· εἰ γὰρ τὰ βέλη φεύγομεν παρασχηματίζοντες τὸ σῶμα οὐδὲν αἰσχρὸν οἰόμενοι δρᾶν, πόσῳ μᾶλλον τὸν θάνατον φεύγειν δεῖ.

`8.139-40a1`

φόβον δʼ ἔχε μώνυχας ἵππους. ἦ οὐ— ἀλκή: εὐπρεπῶς οὐκ εἶπεν ὅτι ἐναντιοῦταί σοι ὁ θεός—ὑπεκλύοντος γὰρ ἦν—, ἀλλὰ μὴ ἀντιστῇς τῷ θεῷ.

`8.139-40a2`

ἵνα μὴ τῷ θεῷ ἀντιστῇ, λέγει ὅτι οὐ βοηθῇ, φησί, παρʼ αὐτοῦ. εὐπρεπῶς δὲ οὐκ εἶπεν ὅτι ἐναντιοῦταί σοι ὁ θεός· ὑπεκλύοντος γὰρ ὁ λόγος ἦν.

`8.141-2a1`

νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει σήμερον: νῦν σήμερον, ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ χαρά. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερόν, ἀλλὰ τὸν Δία φησίν.

`8.141-2a2`

δηλοῖ διὰ τῆς ἐπαναλήψεως ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ χαρά· νῦν γάρ φησι καὶ τὸ σήμερον προστίθησι, ἵνα μὴ τὸ νῦν ᾖ ἀόριστον. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερόν, ἀλλὰ τὸν Δία φησίν.

`8.142-3`

ὕστερον αὖτε καὶ ἡμῖν— δώσει: χρηστὰς αὐτῷ ὑπογράφει ἐλπίδας, ἵνα μὴ αἰδεσθῇ φυγεῖν, ὡς ἀνακαλέσασθαι τὴν ἧτταν δυνάμενος. οὐ δεῖ δὲ τὸ ἄδηλον ὁρίζειν, ἀλλὰ μόνον ἀγαθὴν προΐσχεσθαι ἐλπίδα.

`8.143a`

ἀνὴρ δέ κεν οὔ τις Διὸς νόον εἰρύσσαιτο: λείπει ἡ μετά. τὸ δὲ ὅλον· ἀνὴρ γὰρ ἂν τὸν τοῦ Διὸς νοῦν, παρʼ ὃ θέλει αὐτὸς ὁ Ζεύς, οὐκ ἂν μεθελκύσαι οὐδὲ μεταθείη.

`8.143b`

ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσσαιτο: ὁ λόγος· οὐδεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἢ φυλάξαιτο ὥστε τὰ συμφέροντα αὐτῷ γενέσθαι.

`8.144a1`

οὐδὲ μάλʼ ἴφθιμος: οὐδὲν γὰρ ἀνθρωπίνη ἰσχὺς πρὸς θείαν.

`8.144a2`

ὅτι ἡ ἀνθρωπίνη ἰσχύς, οἵα τε ἂν ᾖ, πρὸς τὴν θείαν οὐδέν ἐστιν.

`8.146`

  
ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες:  
θεοσεβὴς γὰρ ὁ Διομήδης, εἴ γέ φησι «σὺν γὰρ θεῷ εἰλήλουθμεν».

`8.148`

  
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων:  
κἀν τούτοις τὸ φιλότιμον Διομήδους ἐμφαίνεται, ὃς μὴ μόνον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν σπουδάζει, ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις. ἄλλως τε καὶ νεωτερικὸν τὸ δόξης μᾶλλον ἢ τοῦ ἀσφαλοῦς ἔχεσθαι, ἀμηχανῶν τε καταισχῦναι τὰ πραχθέντα ταῦτά φησιν.

`8.149`

φοβεύμενος: ὅτι σαφῶς ἀντὶ τοῦ φεύγων.

`8.150a1`

ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών: τὸ εὐρεῖα ἀντὶ τοῦ εὐρέως. κρείσσων δέ φησι θάνατος ψόγου.

`8.150a2`

ἀντὶ τοῦ εὐρέως. ὅτι κρείσσων θάνατος ψόγου.

ἀπειλήσει: καυχήσεται, κομπάσει—ἐλεύσεσθαι.

`8.150b`

τότε μοι χάνοι εὐρεῖα χθών: τότε ἡ γῆ χανοῦσα εὐρέως δέξαιτό με.

`8.150c`

τότε μοι χάνοι εὐρεῖα χθών: ὅτι οὐκ ἐν τῷ καθόλου εὐρεῖαν λέγει, ἀλλʼ ἐμοὶ εὐρεῖα ἡ γῆ γένοιτο ἀντὶ τοῦ εὐρὺ χάσμα ποιήσειεν.

`8.152a`

ὤ μοι Τυδέος υἱὲ δαΐφρονος: ἐπὶ τὸ δαΐφρονος στικτέον· μᾶλλον γὰρ ἐμφαίνει.

`8.152b`

ὤ μοι Τυδέος υἱὲ δαΐφρονος: διὰ τῆς οἰμωγῆς καὶ τοῦ μοί ἐκφαυλίζει τὸν λόγον ὡς ἀνάξιον ὄντα τοῦ λέγοντος. εἰς τὸ δαΐφρονος δὲ στικτέον. καὶ ἔστιν ἀντὶ τοῦ πολεμικοῦ.

`8.153-4`

  
εἴπερ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει  
—πείσονται: πρῶτον μὲν ἄδηλον, εἰ ἐρεῖ, ἄλλως τε οὐ πείσει. καθάπτεται δὲ τῶν φροντιζόντων, τί ἐροῦσιν αὐτοῖς οἱ ἄνθρωποι, τοῦ δὲ πράγματος ὁποῖόν ἐστιν ἀμελούντων.

`8.157a`

φύγαδε: ὡς «ἅλαδε». καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν ὡς τὴν σκέπην σκέπα· ἢ ὡς τὸ οἶκον δέ «οἴκαδε», οὕτως φυγὴν δέ φύγαδε.

`8.157b`

τράπε: οὕτως διὰ τοῦ α τράπε αἱ Ἀριστάρχου.

`8.157c`

ὣς ἄρα φωνήσας φύγαδʼ ἔτραπε: φρονίμως οὔτε ἀντίρρησιν Διομήδους περιμένει οὔτε βιάζεται αὐτὸν φιλότιμον ὄντα φεύγειν ὁμολογεῖν, ἀλλʼ αὐτὸς τρέπει τοὺς ἵππους, ἵνα μηδὲ ἐκ τούτων μειώσῃ τὸν Διομήδην ὁ ποιητής. τὸ δὲ φύγαδε ὡς οἴκαδε. ἢ τὴν φυγὴν εἶπε κατὰ μεταπλασμόν, ὡς τὸ σκέπην σκέπα· ἢ ἀπὸ τῆς φυγῆς. διὰ τοῦ α δὲ ἔτραπε.

`8.159`

βέλεα στονόεντα χέοντο: ἔμφασιν ἐκίνησεν ἡ μεταφορά. δηλοῖ δὲ ὅτι λίαν ἀπελείποντο· ἐπεὶ πῶς αὐτὸν βλασφημεῖ ὁ Ἕκτωρ λόγοις;

`8.161`

περὶ μέν σε τίον: ἡ σέ ἐγκλιτική ἐστιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατʼ ἀρχὴν χρόνον· διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵσταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴση ἐστὶν ἡ χρῆσις παρὰ τῷ ποιητῇ.

`8.163a`

ἀντʼ: κακῶς ὅσοι ἀναστρέφουσιν· ἡ γὰρ ἀντί ἀναστρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται.

`8.163b`

ἀντʼ ἐτέτυξο: Ἀρίσταρχος «ἀντὶ τέτυξο».

`8.163c1`

γυναικὸς ἄρʼ ἀντʼ ἐτέτυξο: διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις «ἀντί». ὁ δὲ λόγος «γυναικὸς ἄρα ἶσος ἦσθα», ὡς «ἀντί τοί εἰμʼ ἱκέταο». «οὐ διαφέρει γυναικός» τὸ δημῶδες. ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ε ἀντʼ ἐτέτυξο.

`8.163c2`

διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις. ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ε ἐξέθετο. ἔστι δὲ τὸ ὅλον οὕτως «γυναικὸς ἄρα ἴσος ἦσθα».

`8.164-6a`

ἔρρε κακὴ γλήνη—δαίμονα δώσω: ἀθετοῦνται στίχοι τρεῖς ὅτι εὐτελεῖς εἰσι τῇ κατασκευῇ καὶ τὸ πάρος τοι δαίμονα δώσω τελείως ἐστὶν οὐ κατὰ τὸν ποιητήν. ἀνάρμοστα δὲ καὶ τὰ λεγόμενα τοῖς προσώποις.

`8.164-6b1`

ἔρρε—δώσω: τούτους καὶ Ἀριστοφάνης ἠθέτηκεν.

`8.164-6b2`

Ἀριστοφάνης δὲ ἀθετεῖ

`8.164a`

κακὴ γλήνη: τινὲς ὅτι μικρόφθαλμος ἦν ὁ Διομήδης.

`8.164b`

κακὴ γλήνη: ὅτι μικρόφθαλμος, ὥς φασί τινες, ὁ Διομήδης ἦν ἢ ὑπόρραιβος, ὃ καὶ ὀνειδίζεται.

`8.164c1`

οὐκ εἴξαντος ἐμεῖο: ἀλλὰ μείναντος, ὅπερ σὺ ποιεῖς. ἀναφέρει δὲ εἰς τὰ ἀπαγγελθέντα ὑπὸ Ἰδαίου Τρώεσσιν

`8.164c2`

τὸ δὲ οὐκ εἴξαντος οὐχ ὑποχωρήσαντος, ἀλλὰ μείναντος, ὅπερ σύ, φησί, ποιεῖς. ἀναφέρει δὲ τὸν λόγον ἐπὶ τὰ ὑπὸ Ἰδαίου ἀπαγγελθέντα Τρωσίν.

`8.166a`

δαίμονα δώσω: ἐν τῇ Ζηνοδότου «πότμον ἐφήσω».

`8.166b1`

ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω: λόγον κακὸν καὶ ἀγγελίαν· δώσω γάρ σοι, φησίν, ὑπόμνησιν, ὅταν ἐν ταῖς ναυσὶ κρατήσω σου. ἢ μᾶλλον τὴν δαίμονα ἤτοι τὴν τοῦ θανάτου ψῆφον.

`8.166b2`

δαίμονα λόγον κακόν.

`8.167`

Τυδείδης δὲ διάνδιχα μερμήριξεν: πῶς δύο εἰπὼν τὸν Διομήδην μεριμνῆσαι ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν εἰς ἓν νευούσας «ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι»· ἢ ὡς ὡμολογημένον ἀφίησι τὸ ἓν καὶ ὡς αἰσχρὸν ἐσιώπησεν.

`8.168`

ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι: ὅτι ὑποτάσσουσιν «ἢ μήτε στρέψαι μήτʼ ἀντίβιον μαχέσασθαι». οὐκ ἔστιν δέ· τὸ γὰρ «διάνδιχα» οὐκ ἔστι δύο ἐμερίμνησεν ἐναντία, ἀλλʼ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μάχεσθαι.

`8.169`

τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν: φρένα μὲν τὸ λογιστικόν, θυμὸν δὲ τὸ θυμοειδές. ἐπεμερίζετο οὖν, φησίν, ὑπό τε τοῦ νοῦ κωλυόμενος καὶ τοὐναντίον ὑπὸ τοῦ θυμοῦ διεγειρόμενος πρὸς τὴν πρᾶξιν.

`8.170`

ἀπʼ Ἰδαίων: γράφεται καὶ «ἐπʼ Ἰδαίων».

`8.171a`

  
σῆμα τιθεὶς Τρώεσσι, μάχης ἑτεραλκέα νίκην:  
βραχὺ διασταλτέον ἐπὶ τὸ Τρώεσσιν· αὐτὸ γὰρ τὸ σημεῖον, πρὸς τὸ σημαινόμενον ὑπαντήσας, εἴρηκε νίκην. ἐὰν δὲ συνάπτωμεν, γίνεται σολοικοφανές.

`8.171b`

σῆμα τιθεὶς Τρώεσσι: ἀντὶ τοῦ σημαίνων. καὶ εἰς τὸ Τρώεσσι στιγμήν.

`8.171c`

σῆμα τιθείς: ὧδε στικτέον. τί δὲ ἦν τὸ σῆμα; Τρώεσσι μάχης ἑτεραλκέα νίκην.

`8.175`

γινώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων: στρατηγικῶς μὲν τὴν εὐημερίαν αὐτοῖς δηλοῖ, οἰκειοῦται δὲ αὐτὴν ὑπερόπτως. ὁμοίως καὶ τὸ «κτείνω δὲ καὶ αὐτούς». ὁ δὲ Ἕλλην «ἀλλʼ ἄνδρας κτείνωμεν» φησίν.

`8.177`

οἵ: Ἀρίσταρχος τὸ οἵ ἄρθρον φησίν, ὁ Σιδώνιος δὲ οἷα τὸ πλῆρες, οὐχ ὑγιῶς.

`8.178a`

ἀβλήχρʼ: Ἡρακλείδης ὁ Μιλήσιος βαρύνει ὡς ἄσιτα. λόγῳ δὲ χρῆται τούτῳ ὡς βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος: σημαίνει γὰρ τὸ ἀσθενές. ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρά καὶ «ἀβληχρήν», πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἁπλῷ· οὕτως γὰρ παρεσχηματίσθη· ὡς πενιχρά, ψυχρά — λέγω δὲ θηλυκῶς —, οὕτως ἀβληχρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους — λέγω δὲ ὁ ἄβληχρος καὶ ἡ ἄβληχρος. ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʹ· «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί»· καὶ ὁ Νίκανδρος· «βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροῒ νύγμα». τούτωι δὴ πλεονάσαν τὸ α φυλάξει τὸν αὐτὸν τόνον  <span class="gap">…</span> ἀεί· οἶδα γὰρ τὸ ἄβορος, ἄγαυρος, ἄσταχυς.

`8.178b`

ἀβλήχρʼ: δύναται καὶ ἐν ἐπιτάσει εἶναι τὸ α.

οὐδενόσωρα: οὐδεμιᾶς φροντίδος—φροντίς.

`8.178c`

οὐδενόσωρα: ὡς κυνόσουρα ὑφʼ ἓν κατὰ σύνθεσιν, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνὸς γενικῆς ἐντελοῦς· οὐδέποτε γὰρ οὕτως αὕτη ἡ γενικὴ συντίθεται. ἀλλʼ οἵ γε ποιηταὶ τολμῶσι ξένας συνθέσεις.

`8.178d`

οὐδενόσωρα: ὑφʼ ἓν τὸ οὐδενόσωρα, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις· λέγω δὲ ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνὸς γενικῆς τελείας. τινὲς δὲ οὐδενὸς φυλακτικά. πιθανῶς δὲ καὶ τοῦ ὑπογύου ἔργου μνημονεύει ἐξευτελίζων τὴν πρᾶξιν.

`8.180`

ἀλλʼ ὅτε κεν—γένωμαι: ἀλαζονεύεται, ὡς οὐ πρὸ μικροῦ σηκασθεὶς «ἠΰτε ἄρνες».

`8.182`

ὡς πυρὶ νῆας ἐνιπρήσω: ἀλαζονείαν βαρβαρικὴν ἔχει τὸ πρὸ τῆς χρείας διορίζεσθαι. ἅμα δὲ καὶ στρατηγικὸν τὸ προνοεῖσθαι.

`8.185a`

  
Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε:  
ἀθετεῖται, ὅτι οὐδαμοῦ Ὅμηρος τεθρίππου χρῆσιν παρεισάγει. μάχεται δὲ καὶ τὰ ἐπαγόμενα δυϊκά, καὶ ἡ προσφώνησις εὐήθης. βραχὺ δὲ διασταλτέον καθʼ ἕκαστον ὄνομα. κἂν συνάπτηται δέ, τὸ ψυχρὸν ἐκεῖνο οὐ δύναται νοεῖσθαι ὅτι δύο μέν ἐστιν ἐπίθετα, δύο δὲ κύρια· ἐπεὶ οἱ σύνδεσμοι παρακείμενοι χωρίζουσιν αὐτὰ ἀπʼ ἀλλήλων, τὰ δὲ κύρια πρὸς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται.

`8.185b`

Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε: ἀθετεῖται ὁ στίχος πρῶτόν γε διὰ τὸ σύ, εἶτα διὰ τὰ ὀνόματα· Λάμπος γὰρ τῆς Ἠοῦς ἐστιν ἵππος Ξάνθος δὲ Ἀχιλλέως Πόδαργος Μενελάου Αἴθη Ἀγαμέμνονος ἣν Αἴθωνα νῦν εἶπε μεταθεὶς τὸ γένος. οὐδαμοῦ τε τεθρίππῳ κέχρηνται ἥρωες, εἰ μὴ ἐν Ὀδυσσεία ἐπὶ παραβολῆς· «ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράωροι ἄρσενες ἵπποι»· τὸ γὰρ «τέσσαρας ἀθλοφόρους ἵππους» ὑπώπτευται ὡς νόθον, ἢ δύο ἅρματα δηλοῦν βούλεται· «τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχημένον», τὸν ἑκατέρας συνωρίδος. —εἴποι δʼ ἄν τις πρὸς τοῦτο ὅτι εἰκός, τῶν ἄλλων τεθρίπποις μὴ χρωμένων, τὸν Ἕκτορα θαρσῆσαι τέσσαρας ἵππους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν πολεμίων διὰ τὸ ἀπόγονον αὐτὸν εἶναι Τρωός, ᾧ Ζεὺς ὑπὲρ Γανυμήδους ἔδωκεν ἵππους, ὅθεν φιλότιμός ἐστι περὶ ἱππικήν· οἶδε γὰρ ἵππος ἀγαθὸς πρὸς ἱππικὴν ἐγείρειν ὡς καὶ πρὸς πόλεμον διάφορα ὅπλα καὶ θηρευτικὴ κύων ἐπὶ κυνηγέσιον ἐξοιστρᾶν τὸν κτώμενον. διὰ τοῦτο τὸν Ἕκτορα «θρασὺν ἡνίοχόν» φησιν Ὅμηρος καὶ οὐ μόνον τοῦτον θρασύν, ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ «Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν»· οὐ τοῦ τυχόντος γὰρ ἦν τέτρωρον ἡνιοχεῖν. —ἀλλʼ εἰ τέτρωρον ἦν, φασί, πῶς δυϊκὸν ἐπήγαγε «τὴν κομιδὴν ἀποτίνετον» καὶ «ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον» ῥητέον δὲ καὶ πρὸς τοῦτο ὅτι πρὸς τὰ συστήματα — δύο γὰρ ζύγιοι καὶ δύο παρήοροι ἦσαν —, ὡς τὸ «τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο»· πρὸς ἑκατέραν γὰρ στρατιάν, καὶ τὸ «ὡς ἁψῖσι λίνου ἁλόντε», τὸν Ἕκτορα καὶ τοὺς Τρῶας· φησὶ γὰρ «τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις  <span class="gap">…</span> μή πως ὡς ἁψῖσι λίνου ἁλόντε». καὶ τὸ «αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον» τὸ δυϊκὸν ἔχει πρὸς τὸν ἡνίοχον καὶ τοὺς ἵππους. τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ ἥρωες, ἵνα τρωθέντος ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν ὁ παρήορος ἄγηται. οἱ δὲ Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκόμενοι οὐχ ὁρῶνται. ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ προειρημένα, ἅμα δὲ καὶ τοῖν δυοῖν ἵπποιν τρῶσιν ὑφορώμενος.

`8.185c`

  
Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε:  
καθʼ ἑκάστην κλητικὴν βραχεῖα διαστολή. οὐκ ἐῶσι δὲ οἱ σύνδεσμοι, ὥς τινες, εἶναι δύο ἐπίθετα καὶ δύο κύρια.

`8.186`

ἀποτίνετον: ὅτι ἐπὶ δυεῖν ἡ φράσις, ἀλλʼ οὐκ ἐπὶ τεσσάρων.

`8.186-8`

ἣν μάλα πολλήν Ἀνδρομάχη—πυρὸν ἔθηκεν: οἰκονομικὸν καὶ εἰς σωτηρίαν τοῦ ἀνδρὸς τεῖνον, εἴ γε καὶ τὰ ὅπλα αὐτοῦ δέχεται, ὡς δηλοῖ ὁ Ζεύς· «ὅ οἱ οὔτι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα». ὡς γυνὴ δὲ παρὰ φύσιν τὸν πυρὸν αὐτοῖς παραβάλλει. καὶ αἱ Διομήδους δὲ ἵπποι «μελιηδέα πυρὸν» ἔδουσι. παρὰ προτέροις δὲ διὰ τὸ μὴ ἐπιλαθέσθαι αὐτῶν· ἄλογον γὰρ ὂν τὸ ζῷον ἀφʼ ἑαυτοῦ τροφὴν οὐκ αἰτεῖ.

`8.188-90a1`

ὑμῖν πὰρ προτέροισι—εὔχομαι εἶναι: ἀθετεῖται τὸ οἶνόν τʼ ἐγκεράσασα, ὅτι οὐ σύνηθες οἶνον πίνειν ἵππους, καὶ διὰ τὸ ὅτε θυμὸς ἀνώγοι ψυχρὸν γὰρ καὶ τοῦτο ἐπὶ ἵππων. —ἔστιν οὖν ὑπερβατόν· ὑμῖν προτέροις πυρὸν παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν οἶνόν τʼ ἐγκεράσασα πιεῖν ὅτε θυμὸς ἀνώγοι, ἵνʼ ᾖ τὸ πυρὸν ἔθηκεν ἀπὸ κοινοῦ.

`8.188-90a2`

τὸ ἑξῆς «ἣν μάλα πολλὴν» ὑμῖν πὰρ προτέροισιν ἔθηκεν —τί δʼ ἔθηκεν; μελίφρονα πυρόν —ἢ ἐμοὶ οἶνον ἐγκεράσασα καὶ τὰ ἑξῆς συναπτέον· ὑπερβατὸν γάρ ἐστιν, ὅτι οὐκ ἔστι σύνηθες ἵππους πίνειν οἶνον. ψυχρὸν δὲ ἐπὶ ἵππων καὶ τὸ ὅτε θυμὸς ἀνώγοι

`8.188-90a3`

τὸ ἑξῆς τοῦτό ἐστιν· ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι, οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι. ἰστέον δὲ ὅτι πρὸ τοῦ εὑρεθῆναι—κέρασιν ἔπινον.

`8.189a`

  
οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι:  
γελοιότατος ἐπὶ ἵππων ὁ στίχος, ὅτι οἶνον ἵπποι οὐ πίνουσι. καὶ ὅτι θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον.

`8.189b`

οἶνόν τʼ—ἀνώγοι: καὶ παρὰ Ἀριστοφάνει ἀθετεῖται.

`8.191a`

ἐφομαρτεῖτον καὶ σπεύδετον: ὅτι ὡς πρὸς δύο τοῖς δυϊκοῖς σχήμασι χρῆται· διὸ ἀθετητέον τὸν προκείμενον στίχον ἐν ᾧ τέσσαρά ἐστιν ὀνόματα.

`8.191b`

ἐφομαρτεῖτον: ἐπιδιώκετον.

`8.191c`

ὄφρα λάβωμεν: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «αἴ κε λάβωμεν».

`8.192-7`

ἀσπίδα Νεστορέην,  <span class="gap">…</span> αὐτὰρ ἀπʼ ὤμοιϊν Διομήδεος—ἐπιβησέμεν ὠκειάων: ἄτοπον νῦν φυσιολογεῖν Ἕκτορα· ἔστιν οὖν τίμια τὰ Ἐρευθαλίωνος ὅπλα. δηλοῖ δὲ ὅτι, εἰ περιέσται τοῦ συνετοῦ καὶ ἀνδρείου, τοὺς λοιποὺς εὐκόλως Ἕλληνας ἕξει.

`8.192`

ἀσπίδα Νεστορέην: αὐτὸν τὸν Νέστορα—γὰρ ἦν.

`8.193`

πᾶσαν: ὅτι ἀντὶ τοῦ ὅλην, ὡς, «πᾶσαι  <span class="gap">…</span> πύλαι», ὅλη πύλη.

κανόνας: ῥάβδους, αἷς—ὀχάνοιο.

`8.195a`

τὸν Ἥφαιστος κάμε τεύχων: ὅτι Ἡφαιστότευκτα τὰ ὅπλα· ἀπὸ γὰρ Γλαύκου ἔλαβεν καὶ ἀπὸ τῶν ὅπλων ἐπὶ τοὺς ἄνδρας ἀναφέρεται, καὶ οὐκ ἔστιν ἀλληγορία.

`8.195b`

τὸν Ἥφαιστος κάμε: διὰ τὸ διάπυρον Διομήδους. οἱ δὲ ὅτι τὸν Γλαύκου θώρακά φησιν.

`8.196-7`

ἐελποίμην κεν Ἀχαιούς αὐτονυχὶ νηῶν ἐπιβησέμεν: καὶ πῶς πρὸ ὀλίγου καῦσαι ἤθελεν αὐτάς; κωμῳδεῖ τοίνυν τὴν βαρβαρικὴν μεταβολὴν ὁ ποιητής.

`8.198`

νεμέσησε δὲ πότνια Ἥρη: ἐβάσκηνεν, ὠργίσθη, ἐφʼ οἷς ἀναξίως εἶπεν.

`8.199a`

σείσατο δʼ εἰνὶ θρόνῳ: γυναικεῖον ἦθος ὑπογράφει τῆς Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ ἠρεμεῖ δὲ τὸ σῶμα ὑπὸ τῆς ὀργῆς καὶ τὸν ὁμότιμον Διῒ Ποσειδῶνα διεγείρει. καὶ νῦν μὲν μέχρι λόγων προέρχεται· ἑξῆς δὲ ἐντίθησιν Ἀγαμέμνονι αὐτῷ ποιπνύσαντι θοῶς ἐγεῖραι Ἀχαιούς· τέλεον δὲ ἡττηθεῖσα ὑπὸ τοῦ θυμοῦ καὶ προέρχεται

`8.199b`

σείσατο δʼ εἰνὶ θρόνῳ: Ζεὺς δὲ νεύματι μόνῳ σείει τὸν Ὄλυμπον.

`8.199c`

μακρὸν Ὄλυμπον: ὅτι μακρὸν Ὄλυμπον ὡς ὄρος.

`8.201`

ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές: παροξύνει αὐτὸν διὰ τῶν ἐπιθέτων, ἰσότιμον αὐτὸν ἀποφαίνουσα τῷ Διῒ καὶ ἀξιόμαχον.

`8.201-2`

οὐδέ νυ σοί περ ὀλλυμένων Δαναῶν—θυμός: ἠθικῶς τῶν ἄλλων φησὶ θεῶν ἀμελούντων τοῦ Ἑλληνικοῦ οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς.

`8.203a`

οἱ δέ τοι <span class="gap">…</span> δῶρʼ ἀνάγουσιν: προτρεπτικὸν τοῦτο πρὸς τὴν βοήθειαν, ἵνα μὴ προκατάρχειν, ἀμείβεσθαι δὲ μᾶλλον δοκοίη, ὡς καὶ τὸ «εἴ ποτέ τοι χαρίεντα».

`8.203b`

Ἑλίκην τε καὶ Αἰγάς: Ἑλίκη πόλις τῆς Ἀχαίας ὑπὸ σεισμοῦ ἠφανισμένη, ὅθεν καὶ Ἑλικώνιος ὁ Ποσειδῶν. καὶ Αἰγαὶ νῆσος πλησίον Εὐβοίας.

`8.203c`

Ἑλίκην: Ἑλίκη πόλις ἐν Πελοποννήσῳ Ποσειδῶνος, ἀφʼ ἧς αὐτὸν «Ἑλικώνιον» ὁ ποιητὴς καλεῖ.

`8.203d`

ἀνάγουσι: ἀντὶ τοῦ ἄξουσι.

`8.204a1`

σφίσι βούλεο νίκην: ἠθικῶς· οἷον, εἰ θελήσειας, δύνασαι συγκροτῆσαι.

`8.204a2`

ἠθικῶς καὶ τοῦτο· οἷον, εἰ θελήσειας, δύνασαι καὶ βοηθῆσαι αὐτοῖς. βούλεο οὖν, φησίν, αὐτοῖς τὴν νίκην.

`8.206a1`

καὶ ἐρυκέμεν: ὧδε στικτέον. καὶ ἑξῆς εὐρύοπα ζεύς· οὐ γὰρ εἰκὸς ἐπιβουλεύειν Διῒ τὴν πρώην κολασθεῖσαν· ἐμφαίνεται δὲ καὶ θρασὺς θυμὸς γυναικεῖος θρασύτερον τῶν ὑπερεχόντων καταφρονῶν.

`8.206a2`

στικτέον εἰς τὸ ἐρυκέμεν. τὸ δὲ ἑξῆς εὐρύοπα Ζήν — ἀντὶ τοῦ Ζεύς — «αὐτοῦ κεν ἀκάχοιτο»· οὐ γὰρ εἰκὸς ἐπιβουλεύειν τῷ Διῒ καὶ αὐτὸν κωλῦσαι σπεύδειν τὴν παρʼ αὐτοῦ κολασθεῖσαν πολλάκις. ἐμφαίνεται δὲ αὐτῆς καὶ τὸ ἄγαν θρασύ· ὁ γὰρ γυναικεῖος θυμὸς θρασύτερος ὢν τῶν ὑπερεχόντων καταφρονεῖν ἀλόγως ποιεῖ.

`8.206b`

Ζῆνʼ: πρὸς τὴν συναλιφὴν ἀντὶ τοῦ Ζῆνα.

`8.206-7a1`

Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆνʼ, αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο: ἡ διὰ τὸν «εἴ» σύνδεσμον ἀποτελουμένη ὑποστιγμὴ πίπτει μετὰ τὸ Ζῆνʼ ὄνομα. ἀλλʼ εἰ μὲν ἐκ πλήρους ἔκειτο, οὐδὲν ἂν ἐζητεῖτο. ἐπεὶ δὲ συνήλειπται καὶ ὑπὸ τῶν γραμματικῶν μετενήνεκται τὸ ν εἰς τὸν ἑξῆς στίχον, δύο παρηκολούθησεν ἄλογα· ἓν μὲν ὅτι μεταξὺ μιᾶς συλλαβῆς τῆς ναυ ὑποστιγμὴ πέπτωκεν, καὶ αὕτη χρόνου ἔχουσα διάστημα, ᾧ παραπλήσια κἀκεῖνα «ὣς ἔφαθʼ, αἱ δʼ ἐπέμυξαν», «ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν». ἕτερον δὲ ὅτι συμβήσεται κατʼ ἀρχὰς τοῦ στίχου μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς.

`8.206-7a2`

ὅτι καὶ μεταξὺ συλλαβῆς στιγμὴ καὶ μετὰ συναλιφὴν καὶ ἐν ἀρχῇ στίχου.

`8.206-7a3`

ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θετέον, ὅτι τὸ πρὸ τῆς ἀποστρόφου σύμφωνον τῷ ἐπιφερομένῳ συνάπτεται φωνήεντι. μετὰ δὲ τὸ ν ἡ στιγμή· καὶ μεταξὺ γὰρ συλλαβῆς καὶ μεταξὺ συναλιφῆς καὶ ἐν ἀρχῇ στίχου πολλάκις ποιητικῶς ἡ στιγμὴ τίθεται.

`8.207`

αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος: ὅτι Ζηνόδοτος ἀνάπαλιν «αὐτοῦ κʼ ἔνθα κάθοιτʼ ἀκαχήμενος».

`8.208`

τὴν δὲ μέγʼ ὀχθήσας προσέφη: οὐκ ἔφη κοινῶς «τὴν δʼ ἠμείβετʼ ἔπειτα», ἀλλὰ διὰ τοῦ σχετλιασμοῦ τὸ θράσος αὐτῆς ἀναστέλλει.

`8.209a`

ἀπτοεπές: ὅτι δασύνουσιν «ἁπτοεπές», καθαπτομένη τοῖς ἔπεσιν. Ἀρίσταρχος δὲ ψιλοῖ. ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν, καὶ ἴσως ἦν παρὰ τὸ πτοεῖσθαι, ἡ ἄγαν πτοοῦσα, ἢ παρὰ τὸ ἀπτόν, τὸ ἰσχυρόν, ὥστε εἶναι δεινοεπές.

`8.209b`

ἁπτοεπές: ἁπτομένη· ἢ ἀάπτους λόγους λέγουσα. ἢ ἀπτόητε· διὸ καὶ ποῖον τὸν μῦθον ἔειπες. ἀναπαύων δὲ ἡμᾶς τῆς διηγήσεως τῶν Ἑλληνικῶν ἀτυχημάτων παρεισάγει τὸν διάλογον τῶν θεῶν.

`8.209c`

ποῖον τὸν μῦθον: Ἀττικῶς τὸν ποῖον μῦθον.

`8.210a1`

οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διῒ <span class="gap">…</span> μάχεσθαι: πῶς οὖν αὐτὸς ἐναντιοῦται τῷ Διῒ ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ ὁ πολὺς αὐτὸν ἀνέκλασε φόνος τῶν Ἑλλήνων.

`8.210a2`

πῶς οὖν ἐν τῇ περὶ τὰς νῆας μάχῃ ἠναντίωται αὐτὸς τῷ Διΐ; ὅτι ἐκεῖσε αὐτὸν ὁ πολὺς τῶν Ἑλλήνων ἀνέπεισεν ὄλεθρος.

`8.213a1`

  
τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε:  
διχῶς αἱ Ἀριστάρχου ἔεργε καὶ «ἔρυκε». καὶ τὸ διʼ ἀμφοτέρων σημαινόμενόν ἐστι τοιοῦτον· τῶν Ἀχαιῶν, ὅσον ἀπὸ τοῦ τείχους ἡ τάφρος ὥριζεν, ἐπλήθυεν ὁμοίως ἵππων καὶ ἀνδρῶν συνελαυνομένων καὶ συνειργομένων ὑπὸ τοῦ Ἕκτορος. Ζηνόδοτος δὲ γράφει· «τῶν δʼ ὅσων ἐν νηῶν καὶ πύργου». ἔνιοι δὲ τὰ δύο διαστήματα πεπληρῶσθαί φασι τῶν Ἑλλήνων, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου, ὃ δὴ στεῖνος προσαγορεύει

`8.213a2`

διχῶς Ἀρίσταρχος, καὶ ἔεργε καὶ «ἔρυκε».

`8.213a3`

γράφεται καὶ «ἔρυκεν».

`8.213b`

  
τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε:  
τινὲς οὕτω τὸ ἑξῆς· ὅσον ἀπέεργεν ἡ τάφρος ἐκ τοῦ πύργου τῶν νεῶν, τουτέστιν ἐκ τοῦ πύργου τοῦ διὰ τὰς ναῦς γενομένου.

`8.213c`

τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε: τοῦτο δήλωσίς ἐστι τοῦ συνελάσθαι τοὺς Ἕλληνας εἰς τὸ μεταξὺ τῆς τάφρου καὶ τοῦ τείχους στενόν, ὃ δὴ καὶ στεῖνος καλεῖ τὸ δὲ ἑξῆς· ὅσον εἶργε διάστημα ἀπὸ τῶν νεῶν ἔξω τοῦ τείχους ἡ τάφρος, ἐπλήθυνεν ὁμοίως ἵππων τε καὶ ἀνδρῶν ἀποκλειομένων ἅμα μήτε δυνηθέντων εἰσδραμεῖν τῷ τείχει, ἀλλὰ μήτε τολμήσαντος ἔξω τῆς τάφρου μεῖναί τινος. καὶ τὸ «ἵππων» δὲ ἐπέτεινε δηλῶν τὴν στενοχωρίαν. ἔνιοι δὲ τὰ δύο διαστήματα πεπληρῶσθαί φασι, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου. τὸ δὲ ἑξῆς· ὅσον δὲ ἡ τάφρος διώριζεν ἐκ τῶν νεῶν καὶ τοῦ τείχους τοὺς πολεμίους, τοῦτο ἐπεπλήρωτο· ἡ γὰρ ἀπό πρὸς τὸ ἔεργε, καὶ λείπει ὁ καί, ἵνʼ ᾖ «καὶ πύργου». Ζηνόδοτος δὲ γράφει «τῶν δʼ ὅσον ἐκ νηῶν καὶ πύργου», ὃ καὶ ἄμεινον.

`8.213d`

ἄλλως· ὅτι ἔν τισι γράφεται «ἀπὸ τάφρου πύργος ἔεργε». οὐ δύναται δὲ τὸ ἐκ νηῶν συναφὲς εἶναι τῷ «ἀπὸ τάφρου»· πρὸς γὰρ ταῖς ναυσὶ μᾶλλον ὁ πύργος ἢ ἡ τάφρος. καὶ ἔστι τὸ λεγόμενον· τὸ μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου πλῆρες ἦν ἵππων καὶ ἀνδρῶν. ἐκ νηῶν δὲ λέγει ἀπὸ τοῦ κατὰ τὰς ναῦς τόπου. σημειωτέον δὲ ὅτι μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου διάστημα ἀπελείπετο κατὰ τὴν τοποθεσίαν τῆς νεωλκίας.

`8.213e`

  
τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε:  
βραχὺ διασταλτέον ἐπὶ τὸ νηῶν· σαφεστέραν γὰρ ποιεῖ τὴν διάνοιαν τοιαύτην οὖσαν· ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νηῶν, τοῦτο πλῆρες ἦν πεζῶν τε καὶ ἵππων λείποντος τοῦ καί συνδέσμου· τὸ γὰρ ἔεργεν ἐστὶ περιώριζεν· ἐντός, τῶν τε νηῶν καὶ τοῦ τείχους μεταξύ, κενὸν ἦν εἰς δίοδον, τὸ μὲν πλάτος πλεθριαῖον ὑπάρχον, τὸ δὲ μῆκος διʼ ὅλου τοῦ ναυστάθμου. πάλιν δὲ οὕτως τοῦ τείχους ἐκτὸς ἦν διάστημα βραχύ, μεθʼ ὃ ἡ τάφρος ὤρυκτο. τοσοῦτον μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ἐντὸς βέλους εἶναι τὴν τάφρον καὶ ἐφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπὸ τῶν ἐπιόντων. ἀμφότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον, τὸ δὲ πρὸς τὰς ναῦς, ἐπεπλήρωτο. οὕτως Νικάνωρ

`8.216`

ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε: τοῦτο πρὸς μείωσιν τοῦ πολεμίου Ἕκτορος.

`8.217a`

καί νύ κʼ ἐνέπρησεν: εἰς ἄκρον τοὺς κινδύνους εἴωθεν ἐξάγειν ἀεί, καὶ ἐναγώνιον ποιήσας τὸν ἀκροατὴν τῇ προσδοκίᾳ εὐθὺς τὴν ἴασιν ἐπιφέρει.

`8.217b`

κηλέῳ: ὡς μελέῳ. γέγονε δὲ παρὰ τὸ κᾶλον καὶ κῆλον κήλειον, ὡς παρὰ τὸ μῆλον μήλειον δέρος, καὶ Ἰωνικῶς κήλεον καὶ κηλέῳ. ἐκεῖνο γοῦν ἐντελές ἐστι τὸ «σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος».

`8.217c`

κηλέῳ: κᾶλον κάλειον κήλεον. σημαίνει δὲ τὸ καυστικόν.

`8.218`

εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη: ἐν καταπλήξει γὰρ ἦσαν ἅπαντες. τοῦτο δὲ ἰάσατο ἡ Ἀγαμέμνονος προτροπή. δεῖ δὲ αὐτουργεῖν ἐν τοῖς δεινοῖς τοὺς ἄρχοντας.

`8.221a`

πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ: κατὰ τὸ σιωπώμενον ἔλαβε τὸ φᾶρος. ἐπισείων δὲ τὸ φᾶρος τῇ χειρὶ τῷ παραδόξῳ τοῦ σχήματος ἐπιστρέφειν πειρᾶται τοὺς ἔσω τείχους εἰσελθόντας.

`8.221b`

ἔχων ἐν χειρί: πρὸς τὸ ἔχων ἐν χειρί, τί ποτε σημαίνει. ὁ μὲν Ἀπολλόδωρος ὅτι περιειλήσας εἶχεν ἐν τῇ χειρί· ὁ δὲ Διονύσιος, πρὸς τὸ κατασείειν εὐθέτως λαβόμενος τοῦ φάρους. φᾶρος δέ ἐστι πορφυροῦν ἱμάτιον—αὐτοὺς καταστεῖλαι.

`8.222`

μεγακήτεϊ: μεγάλῃ, παρὰ τὸ κῆτος.

`8.223`

ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε: πρὸς τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις, καὶ πρὸς τὸ γεγωνέμεν ὅτι οὐ ψιλῶς ἐστι φωνεῖν, ἀλλʼ ἀκουστὸν φθέγγεσθαι.

`8.227a1`

διαπρύσιον: διαπερύσιον ἢ διαπορεύσιμον.

`8.227a2`

διαπορεύσιμον καὶ μέγα καὶ εἰς πάντας ἧκον.

`8.228`

αἰδώς, Ἀργεῖοι,  <span class="gap">…</span> εἶδος ἀγητοί: οἱ τὰ μὲν παρὰ τῆς φύσεως εὐποροῦντες, οἰκείᾳ δὲ κακίᾳ μειοῦντες· ὃ καὶ ἀλλαχοῦ «οὐκ ἄρα σοί γε ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν»· ἢ ὅτι οὐδέν ἐστι κάλλος δίχα δυνάμεως. τὸ δὲ εἶδος ἀγητοί θαυμαστοί· ἄγη γὰρ ἡ ἔκπληξις.

`8.229a`

  
πῇ ἔβαν εὐχωλαί, ὅτε δή φαμεν εἶναι ἄριστοι:  
λεληθότως μανθάνομεν τὰ προγεγονότα. πιθανῶς δὲ συμπεριέλαβε καὶ ἑαυτόν, ἵνα μὴ ἄντικρυς αὐτοὺς διαστρέψῃ.

`8.229b`

ὅτε δὴ φάμεν: οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶσις γένηται, ὁμοίως τῷ «μήτε σὺ Πηλείδήθελε»· ἐπὶ μὲν γὰρ τοῦ ἐθέλω πᾶσα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητήν, ὡς εἴρηται· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβεβλῆσθαι τὸ ε, ὥστε ἐπὶ τὴν φα συλλαβὴν θετέον τὴν προσῳδίαν. καὶ ἔστιν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ «τηλέμαχος δʼ ὡς εἶδεν· φάμεν δέ οἱ οὐ τελέεσθαι».

`8.230a`

ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε: ὅτι τοῦτο γινόμενον μὲν οὐ παρέστησεν, ὡς γενόμενον δὲ παραδίδωσιν.

`8.230b`

ἃς ὁπότʼ ἐν Λήμνῳ: τὸ ὁπότε ἀντὶ τοῦ ποτέ. οἱ δὲ εἰς τὸ Λήμνῳ στίζουσιν, λείποντος τοῦ ἦμεν. δείκνυσι δὲ ὡς ἀβέβαιος ἡ παρὰ κύλικας ὑπόσχεσις.

`8.230c`

ἠγοράασθε: ἐν ἄλλῳ «εὐχετάασθε».

`8.231a`

ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων: περιττὸς ὁ στίχος· ἐκ γὰρ τοῦ πίνειν, οὐκ ἐκ τοῦ ἐσθίειν τὸ καυχᾶσθαι συμβαίνει.

`8.231b`

ὀρθοκραιράων: κραῖρα ἡ κεφαλή.

`8.231-2`

ἔσθοντες κρέα πολλὰ <span class="gap">…</span> πίνοντες κρητῆρας: πρῶτος ἔγραψε στράτευμα μεθύον καὶ μεγαλορημονοῦν Ὅμηρος, εἶτα σῶφρον μετʼ αὐτόν

`8.233a`

Τρώων ἀνθʼ ἑκατόν: πρὸς τὴν ἀνάγνωσιν, ὅτι οὕτως προενεκτέον.

`8.233b`

Τρώων ἄνθʼ ἑκατόν: ἐπὶ τὴν ανθ συλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ Γονύπεσος· καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας· ἄντικρυς γὰρ Τρώων ἑκατὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν· οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα σύνταξις, εἴ γε ἐπὶ γενικὴν φέρεται.

`8.233c1`

Τρώων ἄνθʼ ἑκατόν: τὸ πλῆρες μᾶλλον ἄντα, ὡς καὶ τῷ Ἡρωδιανῷ ἀρέσκει, οὐχὶ δὲ ἀντί, καθὼς Ἀριστάρχῳ ἔδοξεν.

`8.233c2`

ἄνθʼ ἑκατόν τε: τὸ πλῆρες ἄντα, οὐκ ἀντί, ὡς ἀρέσκει τῷ Ἡρωδιανῷ.

`8.235a`

  
Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ:  
ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν ὀνειδισμὸν ὁ στίχος· κρεῖσσον γὰρ καθολικώτερον ἐᾶσαι, οὑδήποτε ἀνδρός, ἀλλʼ οὐχὶ τοῦ διαφορωτάτου.

`8.235b1`

  
Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ:  
ἧττον ἄν φησιν Ἀρίσταρχος ὀνειδιστικὸν εἶναι, εἴπερ οὕτως ἐγέγραπτο «Ἕκτορος, ᾧ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει». ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει.

`8.235b2`

  
Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ:  
ἥττονά φησιν ὀνειδισμὸν Ἀρίσταρχος εἶναι, εἰ οὕτως ἐγέγραπτο «Ἕκτορος, ᾧ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει». περισσὸς δέ· ὡς γὰρ ἐκεῖνοι ἀοριστώδως ἔλεγον, οὕτως ἔδει καὶ τοῦτον ἀοριστώδως.

`8.235c`

Ἕκτορος, ὃς—κηλέῳ: μέγαν φησὶν ὀνειδισμὸν τὸ τοιοῦτον εἶναι, εἰ πάντες ἄξιοι ἑνὸς τοῦ Ἕκτορος οὐκ εἰσίν, ἀλλʼ ὡς νεβροὶ ἡσσῶνται λέοντος.

`8.235d`

πυρὶ κηλέῳ: καθʼ ὕφεσιν τοῦ ι γέγονεν· τὸ γὰρ τέλειόν ἐστι κηλείῳ.

`8.236`

Ζεῦ πάτερ: διὰ τῆς ἀναφωνήσεως καὶ ὀνειδίζει καὶ ψυχαγωγεῖ, τὴν αἰτίαν εἰς θεοὺς ἀνάγων. οἰκειοῦται δὲ τὴν συμφοράν, ὅπως καταιδῇ παρακαλῶν. ἄλλως τε «τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται, τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων».

`8.236-7`

ἦ ῥά τινʼ—καί μιν μέγα κῦδος ἀπηύρας: καί μιν ἀπηύρας Ἀττικῶς, ὡς καταφρονεῖ με. ἀντὶ τοῦ «εἰργάσω ἄλλον τινὰ τῶν βασιλέων οἷα ἐμέ;»

`8.237`

μὶν ... ἀπηύρας: ἀπηύρας αὐτόν.

`8.239a`

ἔρρων: ὅτι τὸ ἔρρων οὐκ ἔστι ψιλῶς παραγινόμενος, ἀλλὰ μετὰ φθορᾶς· δυσαρεστεῖ γὰρ τῇ παρουσίᾳ.

`8.239b`

ἔρρων: φθοράν, οὐ πλοῦν ὀνομάζει τὴν ὁδόν.

`8.240a`

δημόν: Ἀρίσταρχος κατʼ ὀξεῖαν τάσιν ἐπὶ τοῦ λίπους· τὸ γὰρ ἐπὶ τοῦ πλήθους βαρύνει. οὕτως καὶ ὁ Ἀσκαλωνίτης λέγων τὸ μὲν παρὰ τὸ δέμας γεγενῆσθαι, οἱονεὶ σῶμά τι τυγχάνον, ἢ παρὰ τὸν δασμόν, τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκαυστον γὰρ τὸ λίπος. δύναιτο δʼ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο· δέεμος καὶ ἐν συναλιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος· τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως.

`8.240b1`

βοῶν δημὸν καὶ μηρίʼ ἔκηα: διὰ τούτων παιδεύει ἡμᾶς καὶ ἐπὶ ξένης θύειν. δημὸν δὲ στέαρ, πιμελήν, παρὰ τὸ δαίω τὸ καίω.

`8.240b2`

παιδεύει δὲ ἡμᾶς καὶ ἐπὶ ξένης ὄντας θεῷ προσανέχειν ἀεί, ἀφʼ οὗ πᾶν τὸ διδόμενον.

`8.242a1`

  
ἀλλά, Ζεῦ, τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ:  
Ἕλλην ὢν καὶ ἀγαθὰ φρονῶν τῆς εἰς θεοὺς ἐλπίδος οὐδέποτε ἀφίσταται. παιδευτικοὶ δὲ οἱ λόγοι.

`8.242a2`

ὡς ἑλληνικὸς οὐκ ἀφίσταται τῆς εἰς θεοὺς ἐλπίδος.

`8.243a1`

αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν: ἐλεεινὸν ἡ παρʼ ἐλπίδας ἀπόδοσις· πάλαι μὲν εὐχόμεθα περὶ νίκης, νῦν δὲ περὶ σωτηρίας αἰτοῦμεν.

`8.243a2`

ἐλεεινὸν ἡ παρʼ ἐλπίδας ἀτυχία· πάλαι γὰρ περὶ νίκης εὐχόμενοι νῦν περὶ τῆς σφῶν αἰτοῦσι σωτηρίας.

`8.245`

δακρυχέοντα: καὶ ὅτι ἐδάκρυσεν Ἀγαμέμνων, νῦν ἐσήμανεν.

`8.246a`

νεῦσε—ἔμμεναι: ὑπὲρ ἀναπαύσεως τοῦ ἀκροατοῦ.

`8.246b`

οὐδʼ ἀπολέσθαι: Ἀρίσταρχος «οὐδʼ ἀπολεῖσθαι».

`8.247-50`

αἰετὸν ἧκε—ῥέζεσκον Ἀχαιοί: οἱ μέν φασι τικτομένου τοῦ Διὸς τεχθῆναι καὶ τὸν ἀετόν, οἱ δὲ καὶ ἐν τῇ γιγαντομαχίᾳ αἴσιον τῷ Διῒ γενέσθαι· διὸ ἱερὸς αὐτοῦ ἐστιν. εἴρηται δὲ ἀετὸς παρὰ τὸ ἀεὶ ἐτεὸν αὐτὸν εἶναι, ὅ ἐστιν ἀληθῆ. τελειότατον δὲ πετεεινῶν ἤτοι τὸν τελεστικώτατον, ἐπεὶ Διός ἐστιν, ἢ τὸν μείζονα. ὁ δὲ νεβρὸς τοὺς κατεπτηχότας δηλοῖ Ἕλληνας καὶ ὁ κοινὸς βωμὸς τὴν κοινὴν ἅπασιν ἀπὸ τοῦ Διὸς σωτηρίαν ἄδειαν γὰρ τοῖς καταφεύγουσιν ὁ βωμὸς πορίζεται. ὅτι δὲ κοινὸς καὶ τῷ πανομφαίῳ δηλοῖ, οἷον ἀπὸ πάσης φωνῆς καὶ γλώττης τετιμημένῳ· ὀμφὴ γὰρ ἡ φωνή.

`8.247`

αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον: μέγιστον ἢ ἐντελῆ —δηλοῦν, τὸ ἀληθές.

`8.248a1`

νεβρόν: τὸ νεωστὶ βορᾶς δεχόμενον εὔθυμον φασὶ γενόμενον σάρκα φάγεσθαι ἀετοῦ· νεβρὸς αἰετοῦ ἀετός.

`8.248a2`

ὁ νεωστὶ βορὰν δεχόμενος ἢ πρὸς αὐτὴν ἐπιτήδειος.

`8.249a1`

πὰρ δὲ Διὸς βωμῷ: καλὸν τὸ ἔσω γενέσθαι τὸ σημεῖον· ἦ γὰρ ἂν ἰδόντες Τρῶες πλέον ἐθάρρουν.

`8.249a2`

καλῶς δὲ τοῦ τείχους ἐντὸς τὸ σημεῖον ἐγένετο· εἰ γὰρ εἶδον αὐτὸ οἱ Τρῶες, πλέον ἂν ἐθάρρησαν.

`8.249b`

κάββαλε νεβρόν: ἐν ἄλλῳ «θήκατο νεβρόν».

`8.250a`

πανομφαίῳ: ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον ὁ πανομφαῖος, ὁ κληδόνιος καὶ πάσης κληδόνος παραίτιος. καὶ ὅτι ἅπαξ ἐνταῦθα τὸ ἐπίθετον.

`8.250b`

πανομφαίῳ: τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον αὐτός ἐστιν ὁ ἀήρ, ὅθεν ἡ φωνή. ὀμφὴ δὲ ἡ φωνή, ἡ τὸ ὂν φαίνουσα. ἢ ὅτι ἐν τῇ Ὀδυσσέως νηΐ, ὅπου ἡ ἀγορά διὰ τὰς γινομένας ἐξ αὐτῆς φήμας. ἢ ὅτι φησὶν «ἢ ὄσσαν ἀκούσεις ἐκ Διός».

`8.251`

οἱ δʼ ὡς οὖν εἶδον ὅτʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις: ἐπὶ τοῖς Ἀγαμέμνονος λόγοις γέγονεν· διὸ φανερὸν ἦν τοῖς Ἕλλησιν ὡς πάντως ἠλέηται ὑπὸ Διός.

`8.251-2`

οἱ δʼ ὡς οὖν εἶδον—ὄρνις μᾶλλον ἐπὶ Τρώεσσι θόρον: ὅτι καὶ πρώην ἦσαν πρόθυμοι ἐκ τῶν Ἀγαμέμνονος παρορμήσεων. μᾶλλον δὲ ἐθάρρησαν τοῦ σημείου πεφηνότος.

`8.253-4`

οὔ τις πρότερος <span class="gap">…</span> εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους: τελευταῖος γὰρ ὑποχωρῶν πρῶτός ἐστιν εἰς ἐπιστροφήν· ἄλλως τε καὶ παρώξυνται ὑφʼ Ἕκτορος. δείκνυσιν οὖν ὅτι τοῖς κεραυνοῖς εἶκεν. Ὀδυσσεὺς δὲ πολέμιον ὁρῶν τὸν Δία οὐ πιστεύει ταῖς αἰφνιδίοις μεταβολαῖς.

`8.257a`

ὁ μὲν φύγαδʼ ἔτραπεν ἵππους: ὅτι εὐθέως ἐτράπησαν Τρῶες. ἐν δὲ τῇ τηλικαύτῃ τροπῇ οὐδεὶς Ἑλλήνων πλήττεται.

`8.257b`

φύγαδʼ: φύγαδε ὡς «οἴκαδε».

`8.260`

ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ: ἐν ἄλλῳ «ὑπερώησαν δέ οἱ ἵπποι».

`8.261-6`

τὸν δὲ μετʼ Ἀτρεΐδαι— Τεῦκρος δʼ εἴνατος ἦλθε: τὴν μὲν φυγὴν τῶν Ἑλλήνων ἀπήγγειλεν οὐ πολλὰ διελθὼν ὀνόματα, νῦν δὲ εἰς τὴν μάχην ἐπιστρέφων αὐτοὺς τῶν πλείστων Ἑλλήνων μέμνηται.

`8.261`

τὸν δὲ μετʼ Ἀτρεΐδαι: τάφρου ἐξήλασαν δηλονότι.

`8.266a`

Τεῦκρος δʼ εἴνατος: ὅτι πάντων ὑποστρεψάντων μόνος ὁ Ὀδυσσεὺς παρέμεινε πρὸς ταῖς ναυσὶν ὥστε τὸ ἐπάνω εὐκρινὲς γίνεσθαι τὸ «ὣς ἔφατʼ οὐδʼ ἐσάκουσεν», ὅτι ἑκουσίως παρεπέμψατο.

`8.266b`

Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων: διῄρηκεν ὡς μέλλων περὶ αὐτοῦ λέγειν. ἔνδον δέ ἐστιν Ὀδυσσεὺς ὀτρύνων διʼ Ἀγαμέμνονα. ἀλλʼ οὐδὲ Θόαντος μέμνηται, καὶ οὐ πάντως ἐστὶ δειλός

`8.266c`

παλίντονα τόξα τιταίνων: εἰς τοὐπίσω τεινόμενα. εἶδος δὲ τοξείας.

`8.267`

στῆ δὲ παρʼ Αἴαντος: γράφεται «στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος».

`8.268a1`

ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος: τοῦτο καὶ τὴν φιλαδελφίαν δείκνυσι τῶν Αἰάντων καὶ τὸ μέγεθος τῆς ἀσπίδος περιλαμβανούσης. «ὕπαιθα ἔφερεν», ὅ ἐστιν ἔμπροσθεν.

`8.268a2`

ἀντὶ τοῦ ἔμπροσθεν αὐτοῦ ἔφερε. τοῦτο δὲ καὶ τὴν φιλαδελφίαν τῶν Τελαμωνίων ἐδήλωσε καὶ τὸ μέγεθος φανεροῖ τῆς ἀσπίδος περιλαμβανούσης αὐτούς.

`8.269-70`

παπτήνας, ἐπεὶ ἄρʼ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ βεβλήκει: βραχὺ διασταλτέον ἐπὶ τὸ παπτήνας, ὑποστικτέον δὲ ἐν ὑποκρίσει βεβλήκει

`8.269`

παπτήνας: βραχεῖα διαστολὴ εἰς τὸ παπτήνας. ἡδὺς δὲ ὁ λόγος καὶ τὸ σχῆμα.

`8.270a`

βεβλήκει: Ἀρίσταρχος διὰ τοῦ ο «βεβλήκοι».

`8.270b`

βεβλήκοι: ὅτι σαφῶς ἀντὶ τοῦ ἐκ βολῆς ἐπιτύχοι.

`8.274-6a1`

Ὀρσίλοχον μὲν πρῶτα—Μελάνιππον: φιλέλλην ὢν τοὺς μὲν ἐξ αὐτῶν ἐν τῇ πρώην ἥττῃ τελευτήσαντας οὐ καταλέγει νεκρούς, τοὺς δὲ τῶν Τρώων ἀεὶ ἀριθμεῖ καὶ νῦν.

`8.274-6a2`

τοὺς δὲ τῶν Ἑλλήνων οὐ κατέλεξεν.

`8.276a1`

Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον: ψιλωτέον πάντα, ἵνα κύρια γένηται. παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Ἀμοπάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκείμενον αὐτοῦ πατρωνυμικὸν τυγχάνῃ.

`8.276a2`

ψιλωτέον· κύριον γάρ ἐστιν.

`8.276a3`

τὸ Ἀμοπάονα ἐν ἑνὶ μέρει λόγου ἀναγνωστέον· κύριον γάρ.

`8.279a1`

Τρώων ὀλέκοντα φάλαγγας: πλῆθός τι δηλοῖ τῶν ἀναιρουμένων.

`8.279a2`

τὸ πλῆθος τῶν ἀναιρουμένων διὰ τῆς φάλαγγος ἐδήλωσεν.

`8.281-2`

Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλʼ οὕτως: εἰς εὔνοιαν αὐτὸν διὰ τῆς φιλίας ἐπάγεται καὶ τοῦ πατρὸς ὑπομνήσας καὶ τῆς ἡγεμονίας, ὅπως μὴ ἀνάξιος ὀφθῇ τούτων. καλὴ δὲ καὶ ἡ παράτασις τοῦ βάλλε

`8.281`

Τελαμώνιε, κοίρανε λαῶν: «πατρόθεν ἐκ γενεῆς πάντας κυδαίνων».

`8.282`

αἴ κέν τι φόως Δαναοῖσι γένηαι: λεληθότως καθʼ Ἕκτορος αὐτὸν ὁπλίζει· ὅθεν κἀκεῖνος συνείς φησι· «τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα».

`8.283a`

ὅ σʼ ἔτρεφε: ἡ σέ ἀντωνυμία ἐγκλιτική ἐστι· τὸ δὲ ὅ παρὰ τῷ ποιητῇ κείμενόν ἐστιν ἀντὶ τοῦ ὅς.

`8.283b`

ὅ σʼ ἔτρεφε: τὸ ὅ ἀντὶ τοῦ ὅς. πανταχόθεν δὲ αὐτὸν προτρέπει ὡς καὶ τὸν πατέρα καὶ τοὺς Ἕλληνας εὐεργετήσοντα.

`8.284a`

καί σε νόθον περ ἐόντα—οἴκῳ: παρὰ Ζηνοδότῳ οὐδὲ ἦν. ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει. ὅτι ἄκαιρος ἡ γενεαλογία καὶ οὐκ ἔχουσα προτροπήν, ἀλλὰ τοὐναντίον ὀνειδισμὸν καὶ ἀποτροπήν.

`8.284b`

καί σε νόθον περ—οἴκῳ: παρὰ Ζηνοδότῳ οὐκ ἦν. ἠθέτει δὲ καὶ Ἀριστοφάνης.

`8.284c`

καί σε νόθον περ—οἴκῳ: οὐκ ὀνειδίζει, ἀλλʼ ἐπαινεῖ, ὅτι διὰ τρόπου χρηστότητα καίπερ νόθος ὢν οὕτως ἐτράφη. ἄλλως τε διδάσκει ὅτι οὐκ ἔστιν ὄνειδος τὰ ἴδια ἀκούουσιν. ἀλλʼ οὐδὲ ὄνειδος ἦν ἡ νοθεία παρὰ τοῖς παλαιοῖς. πολεμεῖ δὲ τοὺς ὁμοφύλους νικώμενος τῇ φιλαδελφίᾳ.

Ἡρακλῆς πορθήσας Ἴλιον—τοὺς γνησίους ὑπερέβαλεν.

`8.289`

πρώτῳ τοι μετʼ ἐμέ: φιλαλήθως πρὸς πίστιν. ἐντεῦθεν νόμος τοὺς ἀριστεῖς γέρας δέχεσθαι.

`8.290a`

ἢ τρίποδʼ ἠὲ δύω ἵππους: παραδιαζευκτικὸς ὁ ἤ ὡς τὸ «ἠὲ δύω ἢ τρεῖς ἄνδρας ἔρυσθαι».

`8.290b`

δύω ἵππους αὐτοῖσιν ὄχεσφιν: ὅτι δύο ἵπποις ἐχρῶντο.

`8.290c`

ἵππους: οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη «ἵππω».

`8.291a`

γυναῖκα: Ζηνόδοτος «Ἰόπην».

`8.291b1`

ὁμὸν λέχος εἰσαναβαίνοι: ἀρίστην, ἣν ἀξιώσεις καὶ γαμετὴν κτᾶσθαι.

`8.291b2`

τοιαύτην φησὶ δώσω σοι, ἣν ἂν ἀξιώσαις κτᾶσθαι καὶ γαμετήν.

`8.293a`

σπεύδοντα: ἀντὶ τοῦ προθύμως ἐνεργοῦντα.

`8.293b1`

σπεύδοντα: τὸ σπεύδειν ἐνταῦθα τὸ κακοπαθεῖν δηλοῖ, ἢ μᾶλλον ἐπείγεσθαι.

`8.293b2`

παρʼ Ὁμήρῳ κακοπαθοῦντα.

`8.296a`

τόξοισι: βέλεσιν. «συναίνυτο καμπύλα τόξα πεπτεῶτα».

`8.296b1`

δεδεγμένος: οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ γ δεδεγμένος. ἡρωδιανοῦ διὰ τοῦ χ« δεδεχμένος». καί φησι Διογένης ἐν τοῖς ὑπομνήμασιν ὅτι εἰρωνευόμενος λέγει, οἷον δεξιούμενος τοῖς τόξοις· τὸ γὰρ δέχεσθαι δεξιοῦσθαί ἐστιν. οὐκ ἄχαρις ἡ ἐξήγησις.

`8.296b2`

δεδεγμένος: αἱ Ἀριστάρχου διὰ τοῦ γ, ἡρωδιανοῦ διὰ τοῦ χ. καί φησιν ὅτι εἰρωνευόμενός φησιν ἀντὶ τοῦ δεξιούμενος αὐτούς· δέχεσθαι γάρ ἐστι τὸ δεξιοῦσθαι.

`8.296b3`

εἰρωνευόμενος τοῦτό φησιν ἀντὶ τοῦ δεξιούμενος καὶ φιλοφρονούμενος· τοῦτο γὰρ δηλοῖ τὸ δεδεγμένος ἀπὸ τοῦ δέχεσθαι.

`8.299a`

βαλέειν: ὅτι ἀντὶ τοῦ παῖσαι τὸ βαλεῖν.

`8.299b`

κύνα: διὰ τὸ θρασὺ καὶ πολύλαλον· «ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον» «ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου».

`8.301`

βαλέειν: πρὸς τὸ βαλέειν.

`8.304a`

Αἰσύμηθεν: Ἀρίσταρχος «Αἰσύμνηθεν» καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους.

`8.304b`

ἐξ ΑΙΣΥΜΝΗΘΕΝ: «Αἰσύμνηθεν» διὰ τοῦ ν καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους. «ἐξ Αἰσύμηθεν» ἴσως τῆς Νιρέως Σύμης οἱ δὲ «αἰσύμνηθεν» ἀπὸ βασιλικοῦ γένους.

`8.306-8a`

μήκων δʼ ὡς ἑτέρωσε—βαρυνθέν: ἤτοι τὸ ἑξῆς ἐστιν ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων, ἥτʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη ἐστί· λείπει γὰρ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἔστιν ἡ μετοχὴ ἀντὶ ῥήματος. ἔσται δὲ οὕτως δὶς ἡ ἀνταπόδοσις λεγομένη· καὶ γὰρ ἑξῆς ἐπιφέρει· ὣς ἑτέρωσʼ ἤμυσε κάρη· καὶ ἐν ἄλλοις δὲ εἴωθεν. κατὰ δὴ ταύτην τὴν ἐξήγησιν ἐπὶ μὲν τὸ βάλε διαστελοῦμεν, ἐπὶ δὲ τὸ εἰαρινῇσιν ὑποστίξομεν. δύναται δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει, ἵνα μία ἀνταπόδοσις ᾖ ἡ ἐπιφερομένη· ἔσται δὲ τὸ ἑξῆς, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλε, ὣς ἑτέρωσʼ ἤμυσε κάρη. ἢ περισσόν ἐστι τὸ ἥ ἄρθρον καὶ ὁ τέ σύνδεσμος· ὁ δὲ λόγος, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλε καρπῷ βριθομένη, ὣς ἑτέρωσʼ ἤμυσε. βέλτιον δὲ δὶς ὑποστίζειν.

`8.306-8b`

μήκων δʼ ὡς ἑτέρωσε—βαρυνθέν: ὅλον ὅλῳ παραβέβληται. ἔστι δὲ διάκενος ἡ μήκων· διὸ βαρεῖται. ἔστι δὲ κοινὸν τὸ κάρη βάλεν

`8.307a`

καρπῷ βριθομένη: ὅτι ἔξωθεν προσληπτέον τὸ ἔστιν, εἰ μὴ ἡ μετοχὴ ἀντὶ ῥήματος παρείληπται, βριθομένη ἀντὶ τοῦ βρίθεται. ἢ κοινὸν τὸ «κάρη βάλεν».

`8.307b`

καρπῷ βριθομένη: λείπει τὸ ἔστιν· οὐ γὰρ ἀναδέχεται ὁ Νικάνωρ τὴν μετοχὴν ἀντὶ ῥήματος.

`8.307c`

νοτίῃσί τε εἰαρινῇσιν: εἰ γὰρ μὴ ἦν ὑγρά, οὐκ ἂν ἐπεκάμφθη, ἀλλʼ ἐκλᾶτο.

`8.308a`

ἑτέρωσʼ: ὅτι τὸ πλῆρες ἑτέρωσε.

`8.308b`

πήληκι βαρυνθέν: Αἰτωλικὸν τὸ πήληξ.

`8.311a`

ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε: διχῶς «ἀλλʼ ὅ γε τοῦ μὲν ἅμαρτε» καὶ ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε.

`8.311b`

παρέσφηλεν γὰρ Ἀπόλλων: καὶ τὸν Ἕκτορα σῴζει καὶ Τεῦκρον ἐπαίρει ὡς μὴ ἀποτυχόντα, ἀλλὰ σφαλέντα. παρέσφηλε δὲ τὸ βέλος ἢ τὸν Τεῦκρον.

`8.312a`

Ἀρχεπτόλεμον: ὅτι ἐνταῦθα καταλέλοιπε Ζηνόδοτος Ἀρχεπτόλεμον, πεποίηκε δὲ ἄνω «Ἰφιτίδην Ἐρασιπτόλεμον».

`8.312b`

ἀλλʼ Ἀρχεπτόλεμον: ὅτι μόνους τοὺς Ἕκτορος ἡνιόχους ἐποίησεν ἐν τῷ πολέμῳ τιτρωσκομένους, ἄνω μὲν Ἠνιοπέα, νῦν δὲ Ἀρχεπτόλεμον, μετὰ δὲ ταῦτα Κεβριόνην· θρασὺς γὰρ ἡνίοχός ἐστιν ὁ Ἕκτωρ διδάσκει οὖν ὅτι βλάπτει ἡ πρὸς τοὺς θρασεῖς φιλία. τρεῖς δὲ αὐτοῦ ἡνίοχοι ἀναιροῦνται.

`8.313a`

ἱέμενον πόλεμον δέ: βραχὺ διασταλτέον μετὰ τὴν δε συλλαβήν.

`8.313b1`

ἱέμενον πόλεμον δέ: ἔδρασεν οὖν ἄν τι χαλεπόν, εἰ μὴ βέβληται.

`8.313b2`

ἐμφαίνει διὰ τούτου ὅτι ἔδρασεν ἄν τι χαλεπόν, εἰ μὴ ὑπὸ Ἀπόλλωνος μὲν παρεσφάλη, ὑπὸ δὲ Ἕκτορος ἐτρώθη.

`8.313c`

βάλε στῆθος: πρὸς τὸ βάλε ἀντὶ τοῦ ἔπαισεν.

`8.316a`

Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο: ὅτι ἐλλείπει ἡ περί, περὶ ἡνιόχου.

`8.316b1`

πύκασε φρένας ἡνιόχοιο: λείπει ἡ περί, ὡς «οἰκτροτάτην ἤκουσα ὄπα Πριάμοιο θυγατρός», οὐ κατʼ αὐτῆς ὄπα, ἀλλὰ περὶ αὐτῆς, ἣν ἔλεγε Κλυταιμνήστρα καταβοῶσα Ἀγαμέμνονος ὅτι ἐπαγάγοι αὐτῇ βάρβαρον γυναῖκα. ὁ οὖν ἐξ αὐτῆς ψόγος οἰκτρὸς ἦν τῷ Ἀγαμέμνονι. οὕτως οὖν καὶ ἐνταῦθα λείπει ἡ περί, Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας περὶ τοῦ ἡνιόχου.

`8.316b2`

ἡνιόχοιο: περί.

`8.317`

καὶ ἀχνύμενός περ ἑταίρου: λείπει ἡ περί, περὶ ἑταίρου.

`8.321a`

σμερδαλέα ἰάχων, ὁ δὲ χερμάδιον λάβε χειρί: ὅτι ὡς περὶ ἑτέρου ὁ δὲ χερμάδιον ἐπὶ τὸ αὐτὸ ἀναφέρων πρόσωπον, ὡς εἰ ἔλεγεν· οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί.

`8.321b`

ὁ δὲ χερμάδιον: ὁ δέ Ὁμηρικὸν ἔθος, ὡς περὶ ἑτέρου λεγόμενον.

`8.322`

βαλέειν: ὅτι ἐπὶ τοῦ τρῶσαι.

`8.325a1`

αὐερύοντα παρʼ ὦμον: ὅτι αὐερύοντα σαφῶς εἰς τοὐπίσω ἕλκοντα· καὶ «παλίντονα τόξα» ἀπὸ τούτου. οὐ πάντως διασταλτέον ἐπὶ τὸ αὐερύοντα, ὡς ἀξιοῖ Νεοτέλης· ἀμφότερα γὰρ συμβέβηκε πρὸς τὸν ὦμον, καὶ τὸ βληθῆναι αὐτὸν καὶ τὸ ἐρύσαι. ὁ μέντοι Νεοτέλης Σκυθικὴν εἶναι τὴν τοξείαν ἔφασκεν τοῦ τόξου πρὸς τὸν ὦμον ἑλκομένου.

`8.325a2`

παρʼ ὦμον: δύναται ἀμφοῖν συντάσσεσθαι.

`8.325b`

ἀποέργει: οὕτω χωρὶς τοῦ ι ἀποέργει.

`8.326`

μάλιστα δὲ καίριόν ἐστιν: διὰ τὸν σύνδεσμον τῆς ὠμοπλάτης πρὸς τὸν ὦμον. καίριον δὲ ὡς πρὸς τοξότην.

`8.328a`

ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεῖρʼ ἐπὶ καρπῷ: ὅτι ἐν τοῖς ἑξῆς τούτου μνημονεύει «νευρὴν δʼ ἐξέρρηξε νεοστρεφέα». καὶ ὅτι οὕτως εἶπε τὸ ἐνάρκησεν ἐν ἴσῳ  <span class="gap">…</span> τὴν χεῖρα κατὰ τὸν καρπόν.

`8.328b`

ῥῆξε δέ οἱ νευρήν: προδιέλυσε τὴν ὁρμὴν τοῦ λίθου ἡ νευρὰ κοπεῖσα.

`8.328c`

νάρκησε δὲ χείρ: ποῖος ὦμος βέβληται; δηλονότι ὁ ἀριστερὸς διʼ ὧν φησι «τόξον δέ οἱ ἔκπεσε χειρός». ἄλλως τε τὸν προβεβλημένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον ἐν τῷ τοξεύειν.

`8.328d1`

χεὶρ ἐπὶ καρπῷ: τινὲς προπεριέσπασαν τὸ χειρ, ἵνʼ ἔχῃ ἐντέλειαν πτώσεως αἰτιατικῆς. ὁ μέντοι Ἀσκαλωνίτης ὀξύνει καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα μὴ σχῆμα γένηται.

`8.328d2`

χεὶρ ἐπὶ καρπῷ: τινὲς «χεῖρα» κατʼ αἰτιατικήν.

`8.331a1`

ἀλλὰ θέων περίβη: τὴν προθυμίαν αὐτοῦ δηλοῖ διὰ τοῦ θέων. οὐ γὰρ ἦν πόρρω.

`8.331a2`

τὴν προθυμίαν καὶ σπουδὴν αὐτοῦ διὰ τοῦ θέων ἐδήλωσεν, ἐπεὶ οὐ μακρόθεν ἦν, ἀλλʼ ἐγγύς.

`8.331b`

περίβη: ὅτι ἀπὸ τῶν ὑπερμαχούντων τοῖς ἐκγόνοις ζώων, πρὸς τὸ «Χρύσην ἀμφιβέβηκεν».

`8.335`

Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν: πάλιν ἐπὶ τὸν Δία τὸ αἴτιον ἀναφέρει τῆς νίκης, μὴ θέλων μωμῆσαι Ἕλληνας.

`8.336`

οἱ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς: τῇ ταραχῇ τῶν φευγόντων μονονουχὶ καὶ οἱ ἄριστοι τῇ τάφρῳ φεύγοντες ἐνέπεσον.

`8.337`

Ἕκτωρ δʼ ἐν πρώτοισι κίε: αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, «Ἕκτωρ δὲ πρώτοισι»· καὶ ἔστιν· ὁ δὲ Ἕκτωρ ἐπὶ τοὺς πρώτους ὥρμα.

`8.338-40`

ὡς δʼ ὅτε τίς τε κύων—δοκεύει: οὐ δεόντως, φασί, τῷ κυνὶ ἓν ζῷον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνί, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζῴῳ καὶ πρώην λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ «αἰὲν ἀποκτείνων τὸν ὀπίστατον». πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παραβολὴ οὐ πρὸς ἰσχύν, ἀλλὰ τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. τὰ δὲ ἄγρια ζῷα φεύγειν εἴωθε τὰ πολλά. διὰ τοῦτο οἱ ὑποχωροῦντες Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. ἔπειτα καὶ δεόντως τοῖς ἀλκιμωτέροις ζῴοις φεύγουσι παρέβαλε τοὺς Ἕλληνας· προεῖχον γὰρ τῇ ῥώμῃ καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς εἴωθε κακοπραγοῦντας αὐτοὺς εἰκάζειν θηρσίν· ὁ μὲν γὰρ Ἀντίλοχος θηρί, «ἀλλʼ ὁ γὰρ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς», ὁ δὲ Αἴας καὶ τοῦ Διὸς φοβοῦντος αὐτὸν ἀναχωρῶν λέοντι παραβάλλεται οἱ δὲ Τρῶες νεβροῖς

`8.339-40`

ἅπτηται— ἰσχία τε γλουτούς τε ἑλισσόμενόν τε δοκεύει: εὖ τὸ ἅπτηται· οὐ γὰρ ἐπιλαμβάνεται, ἐπιπηδᾷ δὲ ὑλακτῶν. εὖ δὲ καὶ τὸ ὄπισθεν· ἐναντίος γὰρ οὐ πρόσεισι τῷ θηρίῳ τὴν ἐμβολὴν αὐτοῦ φοβούμενος. καλῶς δὲ οὐ τῇ πλευρᾷ ἐπίκειται, ἀλλὰ τοῖς γλουτοῖς καὶ τοῖς ἰσχίοις πρὸς τὸ ῥᾳδίως ἐκκλίνειν τὴν ἐπιστροφὴν τοῦ θηρίου· ἐπιφέρει γοῦν ἑλισσόμενόν τε δοκεύει. καὶ ἐν τῇ δυστυχίᾳ δὲ ὑψοῦται τὸ Ἑλληνικόν.

`8.339`

διώκων: γράφεται «πεποιθώς».

`8.340a1`

ἰσχία τε γλουτούς τε: τὸ ἡμιστίχιον ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ σχῆμα «ἅπτηται» ἰσχία ἀντὶ τοῦ ἰσχίων, ὡς «Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους». ἢ τοῖς ἑξῆς προσδοτέον, ἵνα τὸ δοκεύει κοινὸν ᾖ.

`8.340a2`

ὡς «ἐπεμαίετʼ ἄρʼ ἵππους». οἱ δὲ «δοκεύει ἰσχία καὶ ἑλισσόμενον».

`8.340b`

ἰσχία τε γλουτούς τε: σημειοῦνταί τινες ὅτι ὑγιῶς διέσταλκεν.

`8.340c1`

ἑλισσόμενον: οὕτω διὰ τοῦ ν ἑλισσόμενον· τὸν γὰρ ὗν ἐπιστρεφόμενον παρατηρεῖ.

`8.340c2`

διὰ τοῦ ν· περὶ γὰρ τοῦ συὸς λέγει.

`8.343-4`

  
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν  
φεύγοντες: τῇ ταραχῇ τῶν φευγόντων καὶ μονονουχὶ ἐμπιπτόντων τῇ τάφρῳ οἰκεῖον τὸ ὑπερβατόν.

`8.344`

πολλοὶ δέ: ὁ δέ ἀντὶ τοῦ γάρ. ἔστι δὲ διὰ μέσου.

`8.345-7`

οἱ μὲν δὴ παρὰ νηυσὶν <span class="gap">…</span> ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες—εὐχετόωντο ἕκαστος: οὐχ ὥσπερ οἱ Τρῶες «πεφυζότες ἠΰτε νεβροί»· φιλάλληλον γὰρ καὶ αἰδέσιμον τὸ Ἑλληνικόν. εὔχονται γοῦν θεοῖς καὶ ἀλλήλους παρακαλοῦσιν.

`8.346-7a`

ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος: μετὰ τὸ κεκλόμενοι στικτέον· ἑτέραν γὰρ πεποίηκε περίοδον τὴν ἑξῆς, ὡς εἴ γε διὰ τοῦ δ ἐγράφετο «μέγα δʼ εὐχετόωντο», ἐστίξαμεν ἂν ἐπὶ τὸ ἀνίσχοντες. καὶ τάχα γραφικὸν ἁμάρτημα γέγονεν.

`8.346-7b`

ἀλλήλοισί τε κεκλόμενοι καὶ— χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο: ἀπὸ μετοχῆς εἰς ῥῆμα μετέβη, ὡς τὸ «ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον».

`8.348`

ἀμφιπεριστρώφα: οὐ περιττὴ ἡ ἑτέρα πρόθεσις, ἀλλʼ ἐναργῶς δείκνυσι τὴν ἐν ταὐτῷ γινομένην συνεχῆ τοῦ Ἕκτορος ἐπιστροφὴν ζητοῦντος, κατὰ ποῖον εἰσελάσει τοὺς ἵππους μέρος.

`8.349a1`

Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος: ὁ Ζηνόδοτος γράφει «Γοργόνος ὄμματʼ ἔχων ἠὲ βροτολοιγοῦ Ἄρηος». ὁ δὲ Ὅμηρος χωρὶς τοῦ ν λέγει «τῇ δʼ ἐπὶ μὲν Γοργώ» ὡς Σαπφώ· διὸ λέγει Γοργοῦς ὡς Σαπφοῦς. Ἀρίσταρχος δὲ γράφει σὺν τῷ ι «οἴματʼ ἔχων», καί φασι παρὰ τὴν οἶμον γεγενῆσθαι· τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα. αἱ μέντοι πλείους τὴν δημώδη εἶχον Γοργοῦς ὄμματʼ ἔχων, οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον «τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις». χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν.

`8.349a2`

Ἀρίσταρχος «Γοργοῦς οἴματʼ ἔχων».

`8.349b`

Γοργοῦς ὄμματʼ ἔχων: Ζηνόδοτος «Γοργόνος», κακῶς· οὔτε γὰρ ὁ ποιητὴς οὔτε Ἡσίοδος Γοργών φασιν, ἀλλὰ «Γοργώ» καὶ «Γοργείη κεφαλή» καὶ «Γοργούς θʼ, αἳ ναίουσι»

`8.349c1`

Γοργοῦς ὄμματʼ ἔχων: αἱ Ἀριστάρχου «οἴματα», αἱ δὲ πλείους ὄμματα· φησὶ γὰρ «Γοργὼ βλοσυρῶπις», καὶ ἀπὸ τῶν ὀμμάτων εἴωθε χαρακτηρίζειν, ὡς «ὄμματα καὶ κεφαλήν», «κυνὸς ὄμματʼ ἔχων» καὶ «φολκὸς ἔην».

`8.349c2`

Ἀρίσταρχος μὲν «οἴματα» φησίν, οἱ δὲ ἄλλοι ὄμματα· φησὶ γὰρ «βλοσυρῶπις», καὶ ἀπὸ τῶν ὀμμάτων δὲ εἴωθε καὶ τοῦ προσώπου χαρακτηρίζειν, ὡς τὸ «κυνὸς ὄμματʼ ἔχων».

`8.350`

τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη: ἀναρτᾷ πάλιν ἡμᾶς ἀπὸ τῶν παρόντων μὴ διηγούμενος τὴν δυστυχίαν τῶν Ἑλλήνων ὡς φιλέλλην.

`8.351`

αἶψα δʼ Ἀθηναίην: αἶψα δίχα ἐπιλογισμοῦ· διὸ καὶ μεταμεληθήσεται ὕστερον. ἀποτυχοῦσα δὲ Ποσειδῶνος ταύτην πείθει.

`8.352`

ὦ πόποι: οἰκεῖον τῇ σχετλιαζούσῃ τὸ προοίμιον. νῶϊ: ἡμῖν κοινῇ διαλέκτῳ· Δωριεῖς—πτώσεως, ἡμῶν καὶ ἡμῖν.

`8.352-3a1`

οὐκέτι νῶϊ Ἀργείων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ: οὐκέτι ὕστερον χαριούμεθα τῶν ἑλλήνων· ἀπολοῦνται γάρ, ὡς μὴ χρείαν ἔχειν τῆς ἐξ ἡμῶν ἐπικουρίας. τινὲς δὲ κατʼ ἐρώτησιν.

`8.352-3a2`

κατʼ ἐρώτησιν δὲ αὐτῇ διαλέγεται· οὐκέτι, φησί, κἂν ἐσχάτως τῶν Ἀργείων κεκαδησόμεθα Ἑλλήνων;

`8.353a`

ὀλλυμένων: γράφεται «Ἀργείων».

`8.353b`

κεκαδησόμεθα: ἀντὶ τοῦ φροντιοῦμεν, παρὰ τὸ κήδεσθαι. ἔχουσιν οὖν ἀπολογίαν διὰ τὸ μὴ περιορᾶν τὴν Ἑλλήνων ἐσχάτην ἀπώλειαν. ἔστι δὲ μέσος δεύτερος μέλλων καδήσομαι καὶ Αἰολικῷ ἀναδιπλασιασμῷ κεκαδήσομαι.

`8.353c`

ὑστάτιόν περ: δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵνα ᾖ ὑστάτιον «οἶτον», βέλτιον δέ, ὡς σύνηθες, τοῖς ἄνω. ἡ δὲ διάνοια· οὐκέθʼ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πανύστατον νῦν.

`8.353d`

ὑστάτιον: ἀντὶ τοῦ ὕστατον, ὡς «μάλλιον» τὸ μᾶλλον.

`8.355-6`

ἀνδρὸς ἑνὸς ῥιπῇ, ὁ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς Ἕκτωρ Πριαμίδης: τεχνικῶς οὐ κατὰ Διὸς αὐτὴν ὀτρύνει, μὴ ἄρα αἰδεσθῇ τῷ πατρὶ ἐναντιοῦσθαι. ἡ δὲ συνιεῖσα τὸ σιωπηθέν φησιν «ἀλλὰ πατὴρ οὑμός». ἐμφαντικὴ δὲ ἡ μεταφορά· τὸ γὰρ ῥιπῇ ἐπὶ ἀνέμου καὶ πυρὸς τάττεται, ἄμφω δὲ ἔχει ἐπὶ Ἕκτορος· «ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ» καὶ «μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ».

`8.355`

ἀνεκτῶς: ὡς ἀνδρικῶς Ἀρίσταρχος περισπᾷ. λέλεκται δὲ ἡμῖν περὶ τῆς προσῳδίας, ὁπότε διελάβομεν περὶ τοῦ «ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται, οὐκέτʼ ἀνεκτά».

`8.358-60`

καὶ λίην οὗτός γε—μαίνεται οὐκ ἀγαθῇσι: περὶ τούτου μὲν οὖν οὔ μοι μέλει, φησίν· ἀπολεῖται γὰρ ὅσον οὐδέπω. ὁ δὲ πατήρ ἐστιν ὁ ἐμὸς αἴτιος.

`8.358`

λίην: ὅσον οὐδέπω. οὕτως ἔχει καὶ τὸ «ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται».

`8.360a`

οὑμός: ὁ μέγας καὶ σεμνός.

`8.360b`

φρεσὶ μαίνεται: ἐνθουσιᾷ, ὡς τὸ «μαίνετο δʼ ὡς ὅτʼ Ἄρης». τὸ φιλότιμον δὲ τῆς κακώσεως δηλοῖ.

`8.361a`

σχέτλιος: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ ἀγνώμων, οὐκ ἐν τῷ καθόλου δέ, ἀλλʼ εἰς ταύτην μόνην.

`8.361b`

ἀλιτρός: εἰς ἐμὲ ἀλιτρός, διὰ τὰ πεπονημένα εἰς Ἡρακλέα.

`8.361c`

ἀπερωεύς: ἀποκωλυτής.

`8.362`

οὐδέ τι τῶν μέμνηται: πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς τὸν Ἡρακλέα τῆς εὐεργεσίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι· αὕτη γὰρ ἠναντιοῦτο αὐτῇ σῳζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσενεγκάμενοι καὶ διʼ αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες, ἀχαρίστων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέρειν πρὸς οὓς ἀπηχθήμεθα τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμφόμενοι ἑαυτοὺς ἐπὶ τῇ ἀβούλῳ κρίσει.

`8.363`

ἀέθλων: κακοπαθειῶν.

`8.364a1`

πρὸς οὐρανόν: αὔξει τὴν ἐπικουρίαν. δηλοῖ δὲ καὶ τὸ εὐσεβὲς Ἡρακλέους.

`8.364a2`

τὸ εὐσεβὲς Ἡρακλέους δηλοῖ καὶ τὴν ἑαυτῆς αὔξει ἐπικουρίαν.

`8.364-5`

αὐτὰρ ἐμὲ Ζεύς —προΐαλλεν: ἀπολογεῖται τῇ μητρυᾷ.

`8.367-8`

εὖτέ μιν εἰς Ἀΐδαο—Ἀΐδαο: ἀπὸ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίνδαρος δὲ ἑκατόν, Ἡσίοδος δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς φασιν.

`8.367`

πυλάρταο: διὰ τὸ μηδένα ἀνιέναι.

πυλάρταο: ἰσχυρῶς—ἐξ Ἅιδου.

`8.368`

ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο: ὅτι τούτου μόνου τοῦ ἄθλου μέμνηται κατὰ τὸ ῥητὸν τίνες ἦσαν. καὶ ὅτι κύνα μόνον λέγει, Κέρβερον δὲ οὐκ ὀνομάζει, ὡς οἱ νεώτεροι

κύνα στυγεροῦ Ἀΐδαο: τὸν Κέρβερον. τελεσθέντων —Ἅιδου βοῶν ἀπέσφαξεν.

`8.369`

Στυγὸς ὕδατος: Στὺξ μία—κρήνη ἐν Ἅιδου.

αἰπὰ ῥέεθρα: προσάντη καὶ ἄνωθεν καταρρέοντα. «καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ». τὸν πλοῦν δὲ τοῦ Κωκυτοῦ φησιν, «ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ».

`8.370a`

στυγέει: οὐκ εἶπεν ὅτι οὐδὲν ἀντευεργετεῖ, ἀλλʼ ἠθικῶς ὅτι καὶ μισεῖ με.

`8.370b1`

Θέτιδος δʼ ἐξήνυσε βουλάς: ἀπέκρυψεν αὐτῆς τὴν χάριν, τὴν δὲ ἰδίαν ὠνείδισεν.

`8.370b2`

τὴν μὲν Θέτιδος χάριν ἀπέκρυψε λέγουσα δωρεὰν αὐτὴν εὐεργετεῖσθαι, τὴν δὲ ἰδίαν ὠνείδισε εὐεργετουμένη.

`8.371-2a`

ἥ οἱ γούνατʼ ἔκυσσε—πτολίπορθον: ἀθετοῦνται δύο στίχοι, ὅτι οὐκ ἔδει κατὰ μέρος διηγήσασθαι, καὶ ταῦτα πρὸς τὴν καλῶς εἰδυῖαν. καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστοροῦμεν.

`8.371b1`

ἥ οἱ γούνατʼ ἔκυσσε—πτολίπορθον: παρὰ Ζηνοδότῳ οὐκ ἦσαν οἱ δύο.

`8.371b2`

οὐδὲ παρὰ Ζηνοδότῳ ἦσαν.

`8.373a`

ἔσται μάν, ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ: πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον, ὡς ἐκεῖ «ἔσσεται ἦμαρ, ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή» ἀντὶ τοῦ ὅτε ὀλεῖται.

`8.373b`

ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα: ἠθικῶς πάνυ τῶν φιλοφρονήσεων τοῦ πατρὸς μέμνηται ταῦτα τὰ ὀνόματα εἰποῦσα, οἷς ὑπεκορίζετο αὐτὴν ὁ Ζεὺς πρὸς τὰς χρείας παρακαλῶν.

`8.374`

ἐπέντυε μώνυχας ἵππους: οὐχ ὡς ἥττονι προστάσσει, ἀλλὰ καιρὸν λαμβάνουσα πρὸς τὸν ὁπλισμόν.

`8.376`

ἴδωμαι: γράφεται «ἴδωμεν».

`8.377-8`

εἰ νῶϊν Πριάμοιο πάϊς— γηθήσει: ἠθικῶς πρὸς τὸ «ὁ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς».

`8.377a1`

νῶϊ: ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν «νῶϊν». τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ἡμῖν ἢ ἡμῶν· οὐδέτερον δὲ ἁρμόζει· τὸ γὰρ νῶϊ ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς.

`8.377a2`

ἀντὶ τοῦ ἡμῶν.

`8.378a1`

γηθήσει προφανείσα ἀνὰ πτολέμοιο γεφύρας: Ἀρίσταρχος «προφανέντε» ὡς «πληγέντε κεραυνῷ», δυϊκῶς. ὁ δὲ Ζηνόδοτος «γηθήσει προφανεῖσας ἰδὼν ἐς δοῦπον ἀκόντων» συστέλλων τὴν τελευταίαν, παροξυτόνως προφερόμενος μετʼ ἐκτάσεως τοῦ α. ἔστι δὲ ἄκρατον Δώριον. σπάνιον δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ.

`8.378a2`

γράφεται «προφανείσα».

`8.378b1`

γηθήσει προφανείσα ἀνὰ πτολέμοιο γεφύρας: δυϊκῶς. Ἀρίσταρχος δὲ «προφανέντε» ὡς «πληγέντε κεραυνῷ». ὁ δὲ Ζηνόδοτος «γηθήσει προφανεῖσας ἰδὼν ἐς δοῦπον ἀκόντων», συστέλλων τὸ σας ὡς Δωρικώτερον, ὡς τὸ «λαγέτας υἱούς» καὶ «τροπὰς ἠελίοιο»

`8.378b2`

προφανείσα δὲ γράφει Ἀρίσταρχος δυϊκῶς, ὁ δὲ Ἡρωδιανὸς «προφανεῖσας» βούλεται συστέλλων Δωρικῶς τὸ α, ᾧ καὶ πειθόμεθα.

`8.379a`

ἦ τις: περισπαστέον τὸν ἦ σύνδεσμον, ἵνα διαπορητικὸς γένηται. καὶ βεβαιωτικὸς δὲ ἦ περισπασθήσεται.

`8.379b`

ἦ τις καὶ Τρώων κορέσει κύνας: περισπαστέον τὸν ἦ· διαπορητικὸς γάρ ἐστιν. τὸ δὲ τίς ἢ περισσόν, ἢ τὶς ἐκ τῶν Τρώων. εἰ δὲ ἐπὶ Ἕκτορος, οὗτος ὁ νοῦς· «ὡς ἄλλος τις κορέσει κύνας».

`8.385-7a1`

πέπλον μὲν κατέχευεν—νεφεληγερέταο: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστείᾳ καλῶς ἐπεξείργασται· πράττεται γάρ τινα. ἐνταῦθα δὲ πρὸς οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν. ἠθέτει δὲ καὶ Ἀριστοφάνης. Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.

`8.385-7a2`

Ἀριστοφάνης ἠθέτει τοὺς τρεῖς, Ζηνόδοτος δὲ οὐδὲ ἔγραψεν.

`8.385`

κατέχευεν: θαυμασίως οὐ γυμνοῖ τὴν παρθένον.

`8.389a1`

λάζετο: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ Περὶ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ υ προφέρεται «λάζυτο». καὶ ἔστιν οὐκ ἀδόκιμος ἡ φράσις.

`8.389a2`

Πτολεμαῖος διὰ τοῦ υ. καὶ ἔστιν οὐκ ἄκαιρος ἡ γραφὴ «λάζυτο».

`8.390-1`

βριθὺ μέγα—ὀβριμοπάτρη: ἀθετοῦνται καὶ οὗτοι, ὅτι ἀκαίρως ἐκεῖθεν μετηνέχθησαν.

`8.393a`

πύλαι μύκον οὐρανοῦ: ὅτι πύλας οὐρανοῦ τὰ νέφη ὑποτίθεται· τὸν γὰρ ὑπὲρ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ. πρὸς τὰ περὶ Ὀλύμπου.

`8.393b`

μύκον: οὕτω λέγει ἐπὶ τῶν θυρῶν, ἀεὶ ταύτην μιμούμενος τὴν φωνήν· «τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα». τὸ δὲ μύκον ἀντὶ τοῦ ἀνεῴχθησαν.

`8.396`

τῇ: ἀντὶ τοῦ ἐκεῖ.

`8.399a`

βάσκʼ ἴθι Ἶρι ταχεῖα: ὅτι οὐκ ἔστι κοινὸν νῦν ἐπίθετον τὸ ταχεῖα, ἀλλὰ πορεύου ταχεῖα.

`8.399b`

βάσκʼ ἴθι, Ἶρι, ταχεῖα: ἀντὶ τοῦ ταχέως—«λῦσεν δʼ ἀγορὴν αἰψηρήν» ἀντὶ τοῦ αἰψηρῶς, καὶ «ταχέες δʼ ἱππῆες ἄγερθεν» καὶ «βράχε δʼ εὐρεῖα χθών»—· ἀελλόπους γάρ

`8.399-400a1`

μηδʼ ἔα ἄντην ἔρχεσθʼ—πτόλεμον δέ: μηδὲ ἔα εἰς τὸ ἐναντίον τῆς ἐμῆς κελεύσεως ἔρχεσθαι αὐτάς· οὐ γὰρ καλῶς εἰς τὸν πόλεμον σπευσόμεθα.

`8.399-400a2`

λέγει δὲ ὅτι μὴ συγχώρει αὐτὰς ἐξ ἐναντίας τῆς ἐμῆς κελεύσεως ἔρχεσθαι· οὐ γὰρ καλῶς ὑποστραφήσονται.

`8.401`

ὡς καὶ τετελεσμένον ἔσται: γράφεται «τὸ δὲ καὶ τετελεσμένον ἔσται».

`8.402a`

γυιώσω μέν σφωϊν—ὠκέας ἵππους: βλάψω, ὅ ἐστι χωλανῶ, καὶ κενοὺς εἰς τὴν πορείαν ποιήσω.

`8.402b`

σφωϊν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ ἀντωνυμία· τρίτου γὰρ προσώπου, τὰ δὲ τρίτα δυϊκά, τό τε σφωέ καὶ σφωΐν, ἐγκλιτικά ἐστιν. ὅτε μέντοι δευτέρου γίνεται τὸ σφωϊν, προπερισπᾶται· ὀρθοτονεῖται γὰρ τὸ «γυιώσειν μὲν σφῶϊν».

`8.405a`

ἕλκεʼ ἀπαλθήσεσθον: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου «ἕλκεʼ ἀπαλθήσονται»· καὶ μήποτε κρεῖττον, τὰ ἕλκη ἀπαλθήσονται.

`8.405b`

ἀπαλθήσεσθον: ἀποθεραπευθήσεσθον· ἀλθαίνω γὰρ τὸ θεραπεύω.

`8.406-8`

ὄφρʼ εἰδῇ—ὅττι κεν εἴπω: ὅτι τῷ τοῦ Διὸς προσώπῳ ἁρμόζουσιν οἱ λόγοι, τῷ δὲ τῆς Ἴριδος οὐκέτι.

`8.406`

ὄφρʼ εἰδῇ γλαυκῶπις, ὅτʼ ἂν ᾧ πατρὶ μάχηται: καίπερ ὀργιζόμενος οὐ τὴν ἀρχὴν οὐδὲ τὴν ἰσχύν, ἀλλὰ τὴν φύσιν προβάλλεται.

`8.407`

Ἥρῃ δʼ οὔτι τόσον νεμεσίζομαι: τὰ μὲν θεῖα ἐᾷ, σκοπεῖ δὲ τὰ βιωτικά· ἐναντιοῦνται γὰρ ἀλλήλοις ἄνδρες καὶ γυναῖκες.

`8.408a1`

ἐνικλᾶν, ὅττι νοήσω: ἐνικλᾶν ἐμποδίζειν. ἡ μεταφορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων. οὕτως δὲ γραπτέον «ὅττι κεν εἴπω», οἷον κατακάμπτειν καὶ μὴ ἐᾶν τὰ ὑπʼ ἐμοῦ εἰρημένα. καὶ πάλιν ἑξῆς, ἐν οἷς ἡ Ἶρίς φησιν, «ὅττι κεν εἴπῃ» γράφεται.

`8.408a2`

ὅττι νοήσω: Ἀρίσταρχος «ὅττι κεν εἴπω».

`8.409`

ἀελλόπος: κατʼ ἔλλειψιν τοῦ υ, ἀελλόπους, ταχεῖα, ἀέλλαις κατὰ τὸ τάχος παραπλησία.

`8.411a`

πρώτῃσιν δὲ πύλῃσι: οὐχ ὡς καὶ ἄλλων οὐσῶν, ἀλλʼ ἀντὶ τοῦ ἄκραι, ὡς τὸ «ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ» ἀντὶ τοῦ ἄκρῳ.

`8.411b`

πρώτῃσιν δὲ πύλῃσι: ἄκραις, ὡς «πρώτῳ ῥυμῷ»οὐ γὰρ πολλαὶ πύλαι τοῦ Ὀλύμπου. πολὺ δὲ τάχος ὑποφαίνεται Ἴριδος.

`8.413`

πῇ μέματον: καλῶς μηδὲ προσφωνήσασα αὐταῖς τοῦ πράγματος ἄρχεται. οἰκεῖον δὲ τῇ ἐπιπλησσούσῃ πολλαῖς ἀρχαῖς κεχρῆσθαι.

`8.415a1`

εἰ τελέει περ: εἰ ἀντὶ τοῦ ὥς, ἵνʼ ᾖ σύμφωνον τῷ «ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται». αἱ δὲ Ἀριστάρχου διὰ τοῦ η, «ᾗ τελέει περ»· καὶ γὰρ ὁ Ζεύς φησι «τὸ δὲ καὶ τετελεσμένον ἔσται».

`8.415a2`

Ἀρίσταρχος διὰ τοῦ η, «ᾗ τελέει περ».

`8.415a3`

Ἀρίσταρχος διὰ τοῦ η. καὶ ἔστιν ἀντὶ τοῦ ὥς, ἵνʼ ᾖ σύμφωνον τῷ «ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται».

`8.420-4a`

ὄφρʼ εἰδῇς, γλαυκῶπι, —ἔγχος ἀεῖραι: ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τῶν ἐπάνω μετάκεινται. ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ ἐᾷ ὁ Ζεύς, καὶ ἀποσυνίσταται ἐπιεικὲς ὂν τὸ τῆς Ἴριδος πρόσωπον· οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές

`8.420b`

ὄφρʼ εἰδῇς—ἀεῖραι: οὐκ ἔδει, φασί, ταῦτα πρὸς τῆς Ἴριδος λέγεσθαι, ἀλλὰ μόνον τὰ τῆς ἀπειλῆς· ταῦτα γὰρ σχετλιάζων ἀναπεφώνηκεν. ἢ οὐ σχετλιάζων, ἀλλʼ ἐντέχνως τὴν ὁμόνοιαν αὐτῶν διϊστάς, διʼ ὧν τὴν μὲν ἀεὶ ἐναντιοῦσθαι αὐτῷ λέγει, τὴν δὲ νῦν πρῶτον, ἵνα αἰδεσθῇ μεταβάλλεσθαι.

`8.423-4`

ἀλλὰ σύ γʼ αἰνοτάτη, κύον—ἀεῖραι: ἀθετοῦνται διὰ τὸ τραχύ. ὅσῳ δὲ δεινά ἐστι, τοσούτῳ τὴν κηδομένην ἐμφαίνει. θεραπεύεται δὲ καὶ διὰ τοῦ εἰ ἐτεόν γε τολμήσεις· οὐ γὰρ ἄντικρυς αὐτὴν ἀναιδῆ λέγει, ἀλλʼ εἰ ἐθελήσεις μάχεσθαι τῷ Διΐ. πιθανῶς δὲ οὐκ ἤρκεσεν αὐτῇ ἀπαγγεῖλαι μόνον τὰ παρὰ Διός, ἀλλὰ καὶ παρʼ αὑτῆς τι προσέθηκεν. τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸς τὸν Ποσειδῶνα πέμπεται, οὐ μόνον τὴν τοῦ ἀγγέλου, ἀλλὰ καὶ τὴν τοῦ συμβούλου ἀποπληροῦσα χώραν

`8.423a1`

ἀλλὰ σύ γʼ, αἰνοτάτη, κύον ἀδδεές: οὕτως «σύ» διὰ τοῦ υ, τὸ δὲ «ἀδεές» διʼ ἑνὸς δ ὁ Ἀρίσταρχος.

`8.423a2`

«σύ» ἄνευ τοῦ γέ, καὶ «ἀδεές» διʼ ἑνὸς δ.

`8.424`

Διὸς ἄντα: ῥητορικῶς ἀμφοτέρας ἐνέθηκε τὰς προσηγορίας, ἐκεῖ μὲν ἐντρέπουσα «σῷ πατρί», νῦν δὲ ἐκδειματοῦσα Διὸς ἄντα φησίν. καὶ ἡ μὲν καθʼ Ἕκτορος ὁρμᾷ, ἡ δὲ ἀλλοιωτικῇ στάσει χρωμένη κατὰ Διός φησιν αὐτὴν πολεμεῖν.

`8.425`

ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη: οὐ περιμένει τὴν ἀπόκρισιν, ἀλλʼ ἐν ταῖς ἀπειλαῖς αὐτὰς καταλείπει πρὸς κατάπληξιν μείζονα.

`8.426a1`

αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν: Ἥρη ἡ καὶ προκαταρξαμένη τῆς νουθεσίας.

`8.426a2`

ἡ καὶ τῆς συμβουλῆς προκατάρξασα.

`8.428a`

νῶϊ: ὅτι τινὲς γράφουσι σὺν τῷ ν, κακῶς.

`8.428b1`

νῶϊ: οὕτως νῶϊ χωρὶς τοῦ ν.

`8.428b2`

διχῶς τοῦ ν τὸ νῶϊ.

`8.428c`

Διὸς ἄντα βροτῶν ἕνεκα: τὸν ἐναντιούμενον ηὔξησε καὶ τὴν αἰτίαν ἐμείωσεν, ἕνεκεν ἀνθρώπων λέγουσα μὴ δεῖν διαφέρεσθαι τῷ Διΐ, ὡς ἐκεῖ «εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον».

`8.429`

τῶν ἄλλος μὲν ἀποφθίσθω: ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι περὶ θνητῶν ὡς οὐδὲ ἂν ἡμεῖς περὶ μυρμήκων. ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικήν, ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, συμμαχίας καὶ θεομαχίας παράγων.

`8.433a1`

τῇσιν δʼ Ὧραι μὲν λῦσαν: ὅτι οὐκέτι μέλλουσιν ἐναντιοῦσθαι τῷ Διΐ, αἱ Ὧραι ὑπηρετοῦσιν αὐταῖς.

`8.433a2`

διὰ τοῦτο αὐταῖς αἱ Ὧραι ὑπηρετοῦσιν, ὅτι οὐκέτι τῷ Διῒ μέλλουσιν ἐναντιοῦσθαι.

`8.434`

κάπῃσιν: φάτναις—ὅ ἐστιν ἐσθίειν.

`8.435a`

ἅρματα: ὅτι τὰ ὀχήματα ἅρματα λέγουσι.

`8.435b`

  
ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα:  
βραχὺ διασταλτέον ἐπὶ τὸ πρὸς ἐνώπια, ἵνα ᾖ ἅρματα παμφανόωντα. ἰστέον δὲ ὅτι τὰ ὀχήματα ἅρματα λέγει.

`8.435c`

ἐνώπια παμφανόωντα: τοὺς παροδίους τοίχους· οὗτοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα παμφανόωντα· τί οὖν ἐστι τὸ «τόξον μὲν πρὸς σταθμὸν ἔκλινε πρὸς ἐνώπια παμφανόωντα»

`8.439a`

δίωκε: ὅτι κυρίως διώκειν λέγεται, ὅταν προφεύγῃ τις, νῦν δὲ ἐπὶ τοῦ συντόνως ἐλαύνοντος.

`8.439b`

ἐδίωκε: οὐκ εἶπεν ἤλαυνεν, ἀλλʼ ἐδίωκεν ἐμφαντικῶς διὰ τὸ ταχύ, ὡς «ῥίμφα διωκομένη» ἤτοι ἐπειγομένη.

`8.440a1`

ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος: ἐπεὶ ἵππιός ἐστιν ὁ θεός. ἱκανὸν δὲ πρὸς φιλαδελφίαν τοῦτο.

`8.440a2`

διὰ φιλαδελφίαν τοῦτο, οὐ διὰ τὴν τοῦ Διὸς ποιεῖ ἐνδοξότητα.

`8.441a1`

ἀμβωμοῖσι: οὕτως Ἀρίσταρχος «βωμοῖσι». ἐν τοῖς Διογένους «ἀμβώνεσσι».

`8.441b1`

ἀμβωμοῖσι: Χρύσιππος ὑφʼ ἓν προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ «χρύσειοι δʼ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν». χρὴ μέντοι γινώσκειν ὅτι διὰ τοῦ μ γράφεται, κἂν παράθεσις ᾖ, ὁμοίως τῷ «ἂμ φόνον, ἂν νέκυας». τὸ δὲ αἴτιον ἐν τοῖς Περὶ ὀρθογραφίας εἴρηται

`8.441b2/a2`

ἂμ βωμοῖσι: διὰ τοῦ μ ἡ γραφή· ὅμοιον γάρ ἐστι τῷ «ἂμ φόνον». φησὶ δὲ «ἐϋδμήτων ἐπὶ βωμῶν». Ἀρίσταρχος «βωμοῖσι», Διογένης «ἀμβώνεσι», τοῖς ἀναβαθμοῖς.

`8.441c`

κατὰ λῖτα πετάσσας: μεταπλασμός ἐστιν, ἔνθεν βαρύνεται, ἐπεὶ πᾶσα αἰτιατικὴ ἑνικὴ ἀπαθὴς εἰς α λήγουσα βαρύνεται, ὑπεσταλμένης τῆς τινά. ἀπαθὴς διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. τὸ δὲ ἑξῆς ἐστι καταπετάσας καὶ καλύψας λιτῷ περιβολαίῳ.

`8.441d`

λῖτα: ὡς θῆτα, «λιτί» δὲ ὡς θητί. ἔστι δὲ μεταπλασμός· διὸ βαρύνεται. ἔστι δὲ ἁπαλὸν καὶ τρυφερὸν λινοῦν ἱμάτιον.

`8.444a`

Διὸς ἀμφίς: πρὸς τὴν καθέδραν, ὅτι ἑκατέρωθεν τοῦ Διὸς Ἥρα καὶ Ἀθηνᾶ.

`8.444b`

Διὸς ἀμφίς: χωρίς, οὐκ εἰς τὴν συνήθη ἕδραν· ἀλλαχοῦ γοῦν «πλησίαι αἵ γʼ ἥσθην»· ὅθεν φησὶν «οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι».

`8.446`

αὐτὰρ ὁ ἔγνω: ἐκ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος.

`8.447`

τετίησθον: καταπέπληχθε, ὡς τὸ «φίλον τετιημέναι ἦτορ», «ἷζον δʼ εἰν ἀγορῇ τετιηότες».

`8.448-9`

οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ ὀλλῦσαι Τρῶας: τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι μάχης, οἷον «οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα;». οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ τῆς νῦν κερτομικῶς.

`8.448`

κάμετον: ὅτι Ζηνόδοτος γράφει «καμέτην» διὰ τοῦ η ἀντὶ τοῦ ἔκαμον. τὸ δὲ κάμετον πρὸς τὸ πρόσωπον ἀντὶ τοῦ ἐκάμετε, ὃ καὶ συμφωνεῖ.

`8.449`

τοῖσιν κότον: Ἀρίσταρχος «τοῖον κότον», καὶ ἔχει τινὰ ἔμφασιν.

`8.450-6`

πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, οὐκ ἂν ... ἂψ ἐς Ὄλυμπον ἵκεσθον: ὡς ἔχω χειρὸς καὶ δυνάμεως, οὐκ ἂν ἐπανήλθετε.

`8.450-1`

πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι οὐκ ἄν με τρέψειαν: ἀντὶ τοῦ ἐκ παντὸς τρόπου οὐκ ἄν με τρέψειαν.

πάντως, οἷον ἐμόν γε μένος καὶ τὰ ἑξῆς: εἰ δὲ τοῦ— καταγωνισθῆναι.

`8.454`

τὸ δέ κεν τετελεσμένον ἦεν: ἐν ἄλλῳ «καί κεν τετελεσμένον ἔπλεν».

`8.455a`

πληγέντε: ὅτι ἀρσενικῶς τὸ δυϊκὸν ἐσχημάτισται, πληγέντε ἀντὶ τοῦ πληγεῖσαι. καὶ Ἡσίοδος «προλιπόντʼ ἀνθρώπων» ἐπὶ Αἰδοῦς καὶ Νεμέσεως, ἀντὶ τοῦ προλιποῦσαι.

`8.455b`

πληγέντε κεραυνῷ: ὡς «καλυψαμένω χρόα καλόν»

`8.459`

ἀκέων: ὅτι ἀντὶ τοῦ ἀκέουσα.

`8.460`

σκυζομένη: παρὰ τὸ ἐπεισάγειν τὸ ἐπισκύνιον.

`8.462a`

αἰνότατε Κρονίδη: οὐκ ἔδει λέγειν «Ζεῦ πάτερ» — οὐ γὰρ φιλοφρονεῖται —, οὐδὲ αἰνότατε Κρονίδη πρὸς τὸ μὴ ἐρεθίσαι αὐτόν. αὐτοῦ οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταῦτα ἔλεγεν, ἀλλὰ φιλοφρόνως — διὸ ἐδάμασε τὸν Δία —, ἡ δὲ ἐπιτεταμένως. λέγω δὴ τὸ «ἔμπης Δαναῶν ὀλοφυρόμεθα»· διὸ ἐπιτείνει τὴν ὀργὴν Διός.

`8.462b`

ποῖον τὸν μῦθον: τὸν ποῖον μῦθον.

`8.463-5`

εὖ νυ καὶ ἡμεῖς—ὄλωνται: ὅτι ἐντεῦθεν ἄνω μετάκεινται.

`8.463`

οὐκ ἀλαπαδνόν: γράφεται «οὐκ ἐπιεικτόν».

`8.470a`

ἠοῦς δή: ὅτι Ζηνόδοτος γράφει «ἄας δή» ἀντὶ τοῦ ἐσαύριον. ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική.

`8.470b`

ἠοῦς: ἅμα ἡμέρᾳ, οἱονεὶ ὄρθρου, σημαίνει δὲ τὸ αὔριον.

`8.470c`

ἠοῦς: ἕωθεν, ὄρθρου, τῇ ἐπιούσῃ ἡμέρᾳ.

`8.470-6`

ἠοῦς—θανόντος: κινητικὰ μὲν ταῦτα τῶν ἀκουόντων. ἀλλʼ ὁρίζων τὸ πέρας παραμυθεῖται τὴν ἀτυχίαν.

`8.471`

αἴ κʼ ἐθέλῃσθα: ἐν ἄλλῳ «ἢν ἐθέλῃσθα».

`8.473a1`

οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ: τὸ ὄβριμος προσέθηκε πρὸς τὸ λυπεῖν αὐτήν.

`8.473a2`

τὸ οὐκ ἀποπαύσεται καὶ τὸ ὄβριμος πρὸς τὸ ἔτι λυπεῖν προστέθεινται.

`8.474a`

ὄρθαι: ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ ἐστι βαρύτονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ «ὅτε τʼ ὤρετο», «ὦρτο πολὺ πρῶτος μέν».

`8.474b`

ὄρθαι: διεγερθῆναι.

`8.475-6`

ἤματι τῷ, ὅτʼ ἂν—θανόντος: ἀθετοῦνται στίχοι δύο, ὅτι διὰ τοῦ ἤματι τῷ πλείονος χρόνου ὑπέρθεσιν σημαίνει, τῇ δὲ ἑξῆς ἐπὶ τὸν τάφρον παράγει τὸν Ἀχιλλέα καὶ ἀκριβολογεῖν οὐκ ἀναγκαῖον, κατὰ τίνα καιρὸν ἐξαναστήσεται, ἀρκεῖ δὲ «πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλείωνα». τό τε ἐπιφερόμενον ψεῦδός τι ἔχει· οὐ γὰρ ἐν τῷ στείνει μάχονται. στείνει δὲ εἴωθε λέγειν—στενοχωρίαν. αἰνοτάτῳ δὲ τῷ χαλεπῷ διὰ τὸν φόβον.

`8.476a`

στείνει: τὴν τῶν πραγμάτων στενοχωρίαν δηλοῖ. ἅμα δὲ καὶ στενός ἐστι τόπος οὕτω καλούμενος.

`8.476b`

θανόντος: γράφεται «πεσόντος».

`8.477`

ὣς γὰρ θέσφατόν ἐστι: τὸ μοιρίδιον προβάλλεται, ἵνα μὴ δοκῇ τυραννεῖν.

`8.478-9`

πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο: δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περικεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν ἠπείρων, ἐν αἷς κατοικοῦμεν.

`8.479`

Ἰαπετός: εἷς τῶν Τιτάνων. Ἰαπετός τε Κρόνος τε: Διὸς μεταστήσαντος— ὄρος ἐπιθεὶς ἀφ οὗ Ὀφιώνιον προσηγορεύθη.

`8.480`

ὑπερίονος ἠελίοιο: τοῦ ὑπὲρ ἡμᾶς ὄντος ἡλίου.

Ὑπερίονος: τοῦ ἡλίου. ἤτοι—τὰ ὅλα συνέχεται.

`8.484`

τὸν δʼ οὔτι προσέφη λευκώλενος: ἐν καιρῷ ἡ ἀποσιώπησις· οὔτε γὰρ ἐπαινεῖν ἔχει τὰ λεχθέντα οὔτε ἀντιλέγειν πρὸς ὀργὴν τοιαύτην.

`8.485a`

ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο: ὅτι αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ὠκεανοῦ ἀνίσχοντα λέγει τὸν ἥλιον, ἐξ ἡρωϊκοῦ δὲ προσώπου οὐκέτι.

`8.485b`

ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο: τῷ ὁρίζοντί φησιν, ὃς διατειχίζει τοῦ κόσμου τὸ φανερὸν καὶ ἀφανές. οὐκ ἀληθῆ οὖν δηλοῖ ἔμπτωσιν τοῦ ἡλίου, ἀλλὰ φαντασίαν δίδωσιν, ὡς ἐπὶ τὸν Ὠκεανὸν ἔρχεται ἐπὶ τὴν δύσιν ἐλθών.

`8.486`

ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν: ἕλκον τῇ ἀσθενείᾳ τοῦ φωτὸς τῶν ἀκτίνων. εὖ δὲ καὶ τὸ παρατατικόν· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν σκιάζεται, ἀλλὰ κατὰ μικρόν.

`8.487-8`

Τρωσὶ μέν ῥʼ ἀέκουσι—ἐρεβεννή: βραχεῖαν ταύτην τὴν μάχην ἐποίησεν, ἐγχρονίζειν ταῖς τῶν Ἑλλήνων δυστυχίαις οὐ θέλων· ὅθεν τινὲς αὐτὴν καλοῦσι κῶλον.

`8.488a`

τρίλλιστος: ὅτι τὰ τρία ἐπὶ πλήθους τάσσει. τρίλλιστος οὖν πολυλιτάνευτος.

`8.488b1`

τρίλλιστος: πολυλιτάνευτος. πλεονάζει δὲ τὸ λ.

`8.488b2`

πλεονάζει τὸ λ. ὁ πολυλιτάνευτος.

`8.490`

νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι: συνελάσας μέχρι τῶν νεῶν αὐτοὺς ἀφίσταται παρὰ τὸν ποταμὸν ὡς προβλήματι χρησόμενος τῷ ῥείθρῳ καὶ πρὸς τὸ μὴ ἐξακούεσθαι τοῖς πολεμίοις καὶ μὴ μακρὰν ἀπεῖναι τῆς πόλεως.

`8.491a`

ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος: ὅτι οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις. πρὸς Ἴστρον

`8.491b`

ὅθι δὴ νεκύων διεφαίνετο χῶρος: ἀμέτοχος ἦν καὶ καθαρός. ἐν καθαρῷ ὅθι δὴ νεκύων: ἔξωθεν δεῖ λαβεῖν—τῶν νεκρῶν.

`8.493a`

τόν ῥʼ Ἕκτωρ: ὅτι Ζηνόδοτος περιγράφει ἀπὸ τούτου τέσσαρας στίχους κατὰ τὸ ἑξῆς διὰ τὸ καὶ ἐν ἄλλῳ τόπῳ γεγράφθαι ὁ δὲ Ἀρίσταρχος οἰκειότερον ἐνταῦθα κεῖσθαι λέγει διὰ τὸ ἐν τῷ στρατεύματι διαλέγεσθαι.

`8.493b`

Διῒ φίλος: οὐδαμοῦ μᾶλλον ὁ Ἕκτωρ ἐν καιρῷ ἐλέχθη Διῒ φίλος ἢ νῦν, εἴ γε καὶ θεοῖς ἀπέχθεται διʼ αὐτόν.

`8.494a1`

ἔγχος ἔχε: ὡς ἐν πολέμῳ δημηγορῶν ἀντὶ σκήπτρου τῷ δόρατι χρῆται, τὰ σημεῖα τῆς ἀνδρίας προβαλλόμενος.

`8.494a2`

καλῶς οὐ σκῆπτρον κατέχων δημηγορεῖ, ἀλλὰ τὰ τῆς ἀνδρίας σημεῖα προβαλλόμενος.

`8.496`

ἔπεα Τρώεσσι μετηύδα: γράφεται «ἔπεα πτερόεντʼ ἀγόρευε».

`8.497`

κέκλυτέ μευ, Τρῶες: ὑπερηφανίας μεστὸς ὁ λόγος· οὐ γὰρ εὔνους θέλει ποιήσασθαι τοὺς ἀκροωμένους, ἀλλὰ μόνον καυχᾶσθαι, οὐχ ὡς τὸ «ὦ φίλοι, ἥρωες Δαναοί».

`8.498-9a1`

νῦν ἐφάμην νῆάς τʼ ὀλέσας— ἂψ ἀπονοστήσειν: πάλιν οἰκειοῦται τὸ κατόρθωμα καὶ ἐν τοῖς ἑξῆς «ἔλπομαι εὐχόμενος <span class="gap">…</span> ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους».

`8.498-9a2`

καὶ πάλιν δὲ τὸ κοινὸν οἰκειοῦται κατόρθωμα καὶ πάλιν τῇ νίκῃ γαυριᾷ.

`8.499`

Ἴλιον ἠνεμόεσσαν: ὅτι θηλυκῶς τὴν Ἴλιον.

`8.500`

ἀλλὰ πρὶν κνέφας ἦλθε: εὐέλπιδας καὶ ἐπιθυμητὰς ἐποίησεν αὐτοὺς τῆς ἠοῦς.

`8.501`

ἐπὶ ῥηγμῖνι θαλάσσης: ὅτι Ζηνόδοτος γράφει «ἐπεὶ Διὸς ἐτράπετο φρήν». ἐξ ἄλλου δὲ στίχου τὸ ἡμιστίχιόν ἐστι νῦν ἀναρμόστως προστεθειμένον· οὐ γὰρ κατὰ Διὸς προαίρεσιν νὺξ ἐγένετο.

`8.502`

ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτί: τοῦτο, ἐπεὶ ἧσσον ἦν, ἐκοινοποίησε πρὸς αὐτούς.

`8.503`

ἐφοπλισόμεσθα: ὅτι Ζηνόδοτος γράφει «ἐφοπλίζεσθον». συγχεῖ δὲ τὸ δυϊκόν.

`8.503-4`

ἀτὰρ καλλίτριχας ἵππους —ἐδωδήν: στρατηγικῶς πρὸ αὐτῶν τῶν ἵππων φροντίζει, ὃ καὶ Ἀνδρομάχη ποιεῖ·

  
«ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν».  

`8.505a`

ἄξεσθε: ὅτι οὐ μέλλοντα σημαίνει τὸ ἄξεσθε, ἀλλʼ ἐν ἴσῳ τῷ ἄγετε.

`8.505b`

ἴφια: εὔχρηστα. οἱ δὲ ἰσχυροποιά. ἢ εὐθηνοῦντα καὶ λιπαρά.

`8.507`

σῖτόν τʼ ἐκ μεγάρων: οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ «ἄξεσθε»· οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. προσυπακουστέον οὖν τὸ φέρετε.

`8.509`

καίωμεν πυρὰ πολλά: πρὸς ἀσφάλειαν μὲν ἑαυτῶν, κατάπληξιν δὲ τῶν πολεμίων.

`8.510-1`

μή πως καὶ διὰ νύκτα <span class="gap">…</span> φεύγειν ὁρμήσωνται: στρατηγικῶς εὐέλπιδας αὐτοὺς ποιεῖ διὰ τῆς τῶν πολεμίων φυγῆς.

`8.510`

διὰ νύκτα: διὰ νυκτός.

`8.512`

μὴ μὰν ἀσπουδί γε: ὅτι ἀντὶ τοῦ μὴ ῥᾳδίως, μήπως χωρὶς σπουδῆς.

`8.513a1`

ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ: αἱ Ἀριστοφάνους «πέσσοι». Παρμενίσκος δὲ ἐν τῷ αʹ Πρὸς Κράτητα ὡς Ἀριστάρχειον γραφὴν προφέρεται «ἀλλʼ ὥς τις κείνων γε».

`8.513a2`

Ἀρίσταρχος δὲ «κείνων γε».

`8.513a3`

Ἀριστοφάνης «πέσσοι».

`8.513b`

βέλος: ὅτι βέλος εἴρηκε τὸ τραῦμα ὁμωνύμως τῷ τιτρώσκοντι.

`8.513c1`

βέλος: βέλος νῦν τὸ βεβλημένον μέρος, τὸ τραῦμα τὸ ἐκ βολῆς· «ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος».

`8.513c2`

τὸ ἐκ βολῆς τραῦμα, ὡς τὸ «ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος».

`8.513d`

οἴκοθι πέσσοι: καὶ μέχρις οἴκου κατάσχοι τὴν πληγήν.

`8.515a`

νηὸς ἐπιθρώσκων: γράφεται «νηὸς ἀποθρώσκων».

`8.515b`

ἵνα τις στυγέῃσι καὶ ἄλλος: ἀλαζονείαν ἔχει ὁ λόγος βαρβαρικήν.

`8.517`

ἀγγελλόντων: ὅτι ἀντὶ τοῦ ἀγγελλέτωσαν.

`8.518`

  
παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας:  
πᾶς γὰρ ἱκανὸς ἀπὸ τείχους ἀμῦναι. καὶ οἱ μὲν παῖδες μεθʼ ἡδονῆς φιλονεικῶς ἀγρυπνοῦσιν, οἱ δὲ γέροντες πρὸς ὕπνον ἀλλοτρίως ἔχουσιν.

`8.519a`

λέξασθαι προτὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων: ὅτι ἀντὶ τοῦ ἐγκοιμηθῆναι. θεοδμήτων δέ, καθὸ ὑπὸ θεῶν ᾠκοδομήθη τὸ τεῖχος τῆς Ἰλίου.

`8.519b1`

λέξασθαι: παρὰ τὸ λέχος. καὶ «ξύλα λέγετε» συλλέγεσθε. καὶ «Σύλλογος Ἀχαιῶν» «Τρῶας λέξασθαι» ἀριθμηθῆναι· ὅθεν λογάδες.

`8.519b2`

παρὰ τὸ λέχος. καὶ ξύλα λέξασθαι καὶ «Τρῶας μὲν λέξασθαι», ὅθεν καὶ λογάδες καὶ «Σύλλογος Ἀχαιῶν».

`8.519c`

προτὶ ἄστυ: γράφεται «περὶ ἄστυ».

`8.519d`

θεοδμήτων: ἀπαρκεῖ πρὸς φυλακὴν ἡ ἄχρηστος ἡλικία· ἀφʼ ἑαυτῶν γὰρ τὸ ὀχυρὸν ἔχουσι τὰ τείχη, θεόδμητα ὑπάρχοντα.

`8.520`

θηλύτεραι: τῶν ἄλλων ζῴων, ἢ τῶν παρθένων. αἱ τετοκυῖαι τὴν συνήθη, φησίν, οἰκουρίαν προσεχέτωσαν ἅμα συνεργοῦσαι κατὰ δύναμιν τοῖς κακοπαθοῦσιν.

θηλύτεραι: αἱ πρὸς τὰ ἀφροδίσια—πλησιάζουσιν.

`8.521`

καιόντων:  <span class="gap">…</span> ἀντὶ τοῦ καιέτωσαν.

`8.523a1`

ὧδʼ ἔστω, Τρῶες: τυραννικῶς ἀπειλεῖ· ὅθεν καὶ «χαλεπὴν ἀποθέσθαι ἐνιπήν».

`8.523a2`

τυραννικῶς αὐτοῖς, οὐχὶ βασιλικῶς διαλέγεται ἐπηρμένος τῇ ἀλαζονείᾳ.

`8.524-5`

μῦθος δʼ ὃς—ἀγορεύσω: ἀθετοῦνται δύο στίχοι, διότι τῇ ἑξῆς οὐδὲν λέγει καὶ τὸ ὑποτακτικὸν ἄρθρον ἀντὶ προτακτικοῦ παρείληπται, ὃς μέν ἀντὶ τοῦ ὁ μέν. ὁ δὲ νοῦς ἐστι τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ τήμερον συντετέλεσταί μοι ὁ λόγος καὶ οὐδὲν παραλέλειπται, περὶ δὲ τῶν εἰς αὔριον ὑπὸ τὴν ἕω μηνύσω.

`8.524a1`

ὑγιής: ὁ ἀπαραποίητος καὶ ἀπαράβατος.

`8.524a2`

ἀπαράβατος ὑμῖν.

`8.525`

τὸν δʼ ἠοῦς <span class="gap">…</span> ἀγορεύσω: τὸν δὲ ἑξῆς αὔριον ἐρῶ. πάντως δὲ περὶ διανομῆς σκύλων.

`8.526a`

εὔχομαι ἐλπόμενος: ὅτι Ζηνόδοτος γράφει «ἔλπομαι εὐχόμενος». οὐ κατὰ τὸν Ἕκτορα δὲ τὸν οὕτως ἐπηρμένον λέγει, ἐλπίζω εὐχόμενος τοῖς θεοῖς· ἐπιεικὲς γάρ· τοὐναντίον γὰρ οἰκεῖον, εὔχομαι ἐλπόμενος, καυχῶμαι ἐλπιδοποιούμενος ὑπὸ τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν.

`8.526b`

εὔχομαι ἐλπόμενος: οὕτως ἡ γραφή, εὔχομαι ἐλπόμενος, οὐ τὸ ἐναντίον.

`8.526c`

εὔχομαι ἐλπόμενος: ἀντὶ τοῦ καυχῶμαι.

`8.527a`

ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους: ὑφʼ ἓν Ἀρίσταρχος. ὅρα δὲ τὸ παλίμβολον Ἕκτορος· τῇ γυναικὶ ἔλεγεν «ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή»· ἐκεῖ μὲν γὰρ τῶν Τρώων ἡττωμένων δύσελπις ἦν, ἐνταῦθα δὲ τῇ μάχῃ κρατῶν ἐλπίζει τὰ χρηστά.

`8.527b`

κηρεσσιφορήτους: συνθέτως ἀνέγνω ὁ Ἀρίσταρχος καὶ οἱ πλείους, ἴσως δέ, ἐπεὶ ἀναλύει αὐτὸ «οὓς κῆρες φορέουσιν»· ἔθος γὰρ αὐτῷ πολλάκις τὰ σύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη κατʼ ἀρχὴν συντέθειται, οἷον πᾶσι καὶ πάντεσσι, «πασιμέλουσα», οὐχὶ παρὰ τὴν πάντεσσι ἡ σύνθεσις· «Ναυσικάα», «Ναυσίθοος», «ἐγχεσίμωροι», «τειχεσιπλήτης» κατʼ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρʼ Ἐπιχάρμῳ κατὰ τέλος συντεθειμένον «γυναικάνδρεσσι ποθεινοί». εἴπερ οὖν τοῦτο ἀληθές, δηλονότι παράλογον τὸ κηρεσσιφορήτους κατὰ σύνθεσιν ἀναγνωστέον. ἀλλʼ ὅμως ἐπεκράτησεν ἡ Ἀριστάρχειος, διʼ ὃν εἴπομεν λόγον.

`8.528`

οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν: ἀθετεῖται, ὅτι περισσός· ἐν γὰρ τῷ «κηρεσσιφορήτους» τὸ αὐτὸ συντόμως εἴρηκεν. ὁ δὲ Ζηνόδοτος οὐδὲ ἔγραφεν αὐτόν.

`8.529`

ἐπὶ νυκτί: γράφεται «ἐπὶ νύκτα».

`8.532`

εἴσομαι: ὅτι τὸ εἴσομαι πολλὰ σημαίνει, νῦν μὲν γνώσομαι, ἐν ἄλλοις δὲ πορεύσομαι, «εἴσομαι ἐξ ἁλόθεν»· καὶ ἀντὶ τοῦ ἐφάνη, «εἴσατο δʼ ὡς ὅτε ἐρινεός».

`8.532-4a`

αἴ κέ μʼ ὁ Τυδείδης—φέρωμαι: ἐντέχνως ἐφʼ ἑαυτοῦ μὲν εἶπεν ὅτι οὐκ ἀπωσθήσεται, ἐπὶ δὲ τοῦ Διομήδους ὅτι ἀναιρεθήσεται καὶ ὅτι σκῦλα παρέξει αὐτῷ ἀποθανών.

`8.532-4b`

αἴ κέ μʼ ὁ Τυδείδης—φέρωμαι: στρατηγικῶς παραθαρσύνει αὐτούς· δεδίασι γὰρ Διομήδην διὰ τὴν ὑπόγυον ἀριστείαν. καὶ τὸ Τυδείδης προσλαβὸν τὸ ἄρθρον οὐκ ἀργὴν ἔχει τὴν ἀναφοράν.

`8.534`

φέρωμαι: ἐν ἄλλῳ «φεροίμην».

`8.535-7`

αὔριον ἣν ἀρετὴν—ἑταῖροι: ὅτι ἢ τούτους δεῖ τοὺς τρεῖς στίχους μένειν, οἷς τὸ ἀντίσιγμα παράκειται, ἢ τοὺς ἑξῆς τρεῖς, οἷς αἱ στιγμαὶ παράκεινται· εἰς γὰρ τὴν αὐτὴν γεγραμμένοι εἰσὶ διάνοιαν. ἐγκρίνει δὲ μᾶλλον ὁ Ἀρίσταρχος τοὺς δευτέρους διὰ τὸ καυχηματικωτέρους εἶναι τοὺς λόγους. ὁ δὲ Ζηνόδοτος τοὺς πρώτους τρεῖς οὐδὲ ἔγραφεν. τὰ αὐτὰ δὲ λέγει περὶ τῶν στίχων τούτων ὁ Δίδυμος, ἃ καὶ ὁ Ἀριστόνικος· διὸ οὐκ ἐγράψαμεν τὰ Διδύμου.

`8.537a1`

κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι: κοινὸν ληπτέον τὸ «κείσονται».

`8.537a2`

ἀπὸ κοινοῦ ληπτέον τὸ «κείσονται».

`8.538-9a`

εἰ γὰρ ἐγὼν ὥς εἴην ἀθάνατος καὶ ἀγήρως: οὕτως διὰ τοῦ εἰ γὰρ ἐγὼν ὥς, καὶ τὸ ἀγήρως διὰ τοῦ ω.

`8.538-9b`

αἲ γὰρ ἐγὼν <span class="gap">…</span> εἴην ἀθάνατος: βαρβαρικὸν τὸ εὔχεσθαι τὰ ἀδύνατα.

`8.542`

ἐπὶ δὲ Τρῶες κελάδησαν: καλῶς ἐπὶ μὲν Ἑλλήνων φησὶν «Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον», ἐπὶ δὲ τῶν Τρώων κελάδησαν λέγει· θορυβῶδες γὰρ τὸ βαρβαρικόν.

`8.545`

ἄξοντο: τὸ ἄξοντο οὐ τὸν μέλλοντα σημαίνει, ἀλλʼ ἀντὶ τοῦ ἄγοντο.

`8.553a`

ἐπὶ πτολέμοιο γεφύρῃ: προηγουμένως μὲν τοῖς ἑξῆς συναπτέον· τὸν γὰρ τόπον, ἐν ᾧ ἡ τοῦ πολέμου συμβολὴ γίνεται, γέφυραν εἶπε πολέμου· ἢ τὰς διαβάσεις αὐτάς, αἷς ἐν τοῖς πολέμοις ἐχρῶντο. λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν, ἵνʼ ᾖ περίφρασις, πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ· ὁ δὲ λόγος, μέγα φρονοῦντες ἐπὶ τῷ πολέμῳ, τουτέστι τῷ κεκρατηκέναι κατὰ τὸν πόλεμον.

`8.553b`

γεφύρας: γράφεται «γεφύρῃ».

`8.553c`

ἐπὶ πτολέμοιο γεφύρῃ: τὸν μεταξὺ τῶν στρατιωτῶν τόπον.

`8.555a`

ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην: οὕτως οὐ τὴν τότε οὖσαν φαεινήν, ἀλλὰ τὴν καθόλου φαεινήν. ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐρανῷ φησι καὶ οὐκ Ὀλύμπῳ.

`8.555b1`

φαεινὴν ἀμφὶ σελήνην: οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχομένην, οἷον νέαν ἐν τῷ φάει· οἱ δὲ λεπτήν, «μάστιγα φαεινήν»· οἱ δὲ τὴν φύσει φαεινήν, καὶ «ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ» καὶ «εὐμελίω Πριάμοιο» καὶ «Σκαμανδρίῳ ἀνθεμόεντι». προσφυῶς δὲ τῷ νυκτερινῷ φωτὶ αὐτὰ ἀπεικάζει.

`8.555b2`

οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχομένην, οἱ δὲ λεπτήν, ὡς τὸ «μάστιγα φαεινήν», οἱ δὲ τὴν φύσει φαεινήν. προσφυῶς δὲ τῷ νυκτερινῷ φωτὶ παρεικάζει αὐτά.

`8.557a`

  
ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι:  
ἀθετεῖται, ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφάνειαν καὶ ὁ ἑξῆς δὲ συναθετεῖται αὐτῷ· ἐκεῖ γὰρ αἰφνίδιον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου ἐπιφανέντος, ἐνταῦθα δὲ παρατεταμένην νηνεμίαν κατʼ εὐδίαν. οὐκ ἐφέροντο δὲ οὐδὲ παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης.

`8.557b`

πρώονες: ὡς σώφρονες· τὸ γὰρ πρῶνες πληθυντικὸν διῃρέθη, καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη.

`8.557c`

πρώονες: ἀπὸ τοῦ ὁ πρών πρῶνες, καὶ κατὰ διαίρεσιν πρώονες· εἰσὶ δὲ ὄρους ἐξοχαί.

`8.557-8`

ἔκ τʼ ἔφανεν—αἰθήρ: οὐκ ἐφέροντο τά γʼ παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης τὰ γʼ.

`8.559`

δέ τʼ: ἄνευ τοῦ τέ.

`8.560a`

τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων: ἡ διπλῆ, ὅτι τῷ «ὡς» ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ τόσσα ποσότητος ὂν δηλωτικόν· διὸ καί τινες γράφουσιν «ὣς τὰ μεσηγὺ νεῶν». τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει, τὸ δʼ ἀνταποδιδόμενον τὸ τοῦ πλήθους παρεμφαίνει. καὶ ὅτι οὐ τὸν Σκάμανδρον Ξάνθον καλεῖ, ἀλλὰ διὰ τῶν ἑξῆς «ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον».

`8.560b`

τόσσα μεσηγύ: γράφεται καὶ «τοῖα μεσηγύ» καὶ «ὣς τὰ μεσηγύ».

`8.560c`

τόσσα μεσηγὺ νεῶν: ἄλλως ἐσχημάτισε τὸν λόγον, οὐκ ἐπενεγκὼν τῷ «ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα» τὸ «οὕτω μεταξὺ νεῶν».

`8.562`

χίλιʼ: ὅτι Ζηνόδοτος γράφει «μύρια». ἐπιφέρει δὲ «ἐν δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ» ὥστε γίνεσθαι μυριάδας πεντήκοντα, ἐὰν δὲ γράφηται χίλια, πέντε μυριάδας, συμφώνως· διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἑλλήνων συνίστησιν.

`8.562-3a`

πὰρ δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλα: τὸ ἑξῆς παρὰ ἑκάστῳ σέλᾳ εἵατο πεντήκοντα ἄνδρες· ἀποκοπὴ γάρ ἐστι τοῦ σέλαϊ. τὸ φιλότιμον δὲ τῶν ἀριθμῶν καὶ ἐν Ὀδυσσείᾳ «πεντηκόσιοι δʼ ἀνʼ ἑκάστῃ» καὶ «νῆες μέν μοι ἕποντο δυώδεκα».

`8.562-3b`

πὰρ δὲ ... σέλα: πρὸς τῷ σέλα.

`8.563`

εἵατο πεντήκοντα: ἀφορμὴν λαβὼν καὶ τὸν τῶν Τρώων ἡμῖν ἀριθμὸν ἐδήλωσεν ὅτι ἀμφὶ τὰς πέντε μυριάδας ἐστὶν αὐτῶν τῶν πολιτῶν· οἱ γὰρ ἐπίκουροι καθεύδουσι, Τρωσὶ τὴν φυλακὴν ἐπιτρέψαντες.

εἵατο πεντήκοντα σέλαι πυρός: παρʼ ἑκάστῃ δὲ σέλᾳ πυρός, τουτέστι παρʼ ἑκάστῃ δὲ πυρᾷ, πεντήκοντα ἐκαθέζοντο ἄνδρες. ἐκ τούτων—πέντε μυριάδες ἦσαν.

`8.564`

κρῖ λευκόν: εἰ ἦν ἀπὸ τοῦ κριθή, λευκὴν ἂν ἐπήγαγεν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-aeh`.
