title: "Scholia on the Iliad: Book VII"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, Ζʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-aeg
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-scholia-book-7-vta-aeg"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:8330960e3211e0488257ee39f3a546a2e98c4bab649e26892e43bf0b18c66319"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Scholia on the Iliad: Book VII

*Σχόλια εἰς Ἰλιάδα, Ζʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-aeg` · [HTML page](https://eulogikon.org/works/homer-comm-scholia-book-7-vta-aeg)

## Text

Part of [Scholia on the Iliad](/works/homer-comm-scholia-vta-ae)

… ρε … ων … μοιτεκ … πρ … εσαι πάντ … ες … εἰκὸς ἦν καὶ  … λαχεῖν δίκ … μ ποι … ν, ἔτι δʼ ἀπολύσεσθαι τοὐγκλήματος  … ο … ς … ης … ντας, ὡς Ἕλενος αὐτῶι

`7,6.75`

ἐπέτειλε … πρόμος ἔμμεναι· ἀντι  … ς, ὡς καὶ τὸ «μὴ δὲ πρόμος ἵστασο τούτωι»: Ἕκτορι δίωι· ἀντὶ τοῦ ἐμοί· συνεχὲς γάρ ἐστι τὸ σχῆμα  … ε … θη … αιυπ … χης θέλοντες ἐμφε … ἐξ ὀνομάτων ποιοῦνται τὸν περὶ αὑτῶν λόγον· «ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δέ Ζῆνʼ ὕπατον μήστωρα». καὶ ὁ Ἀπόλλων δὲ πιθανῶς εἰς ῥῶσιν τοῦ Ἕκτορος καὶ τὴν ὑπεροχὴν διασαφεῖ καὶ ἑαυτόν· «θάρσει νῦν·

τοῖόν τοι ἀοσσητῆρα Κρονίων ἐξ Ἴδης

προέηκε παρεστάμεναι καὶ ἀμύνειν,

Φοῖβον Ἀπόλλωνα.» αὐτέπαινος δʼ ἑαυτὸν δῖον καλῶν, πλὴν ὅμοιος τοῖς

πλείστοις ἐκ σκηνῆς στρατιώταις.

`7,6.76`

Ζεὺς δʼ ἄμμι· τὸν ἐξ ὑμῶν προελευσόμενόν μοι ἐμέ τε. ἐπὶ μάρτυρος ἔστω· τὸ ἑξῆς ἐπέστω. τὸ δὲ μάρτυρος παρώνυμον

τῆι γενικῆι τοῦ πρωτοτύπου συνπέπτωκεν, ὡς τὸ Τροίζηνος, ἔνθεν

«Τροιζήνοιο»· χρυσάορος, ἔνθεν «χρυ … αις» εἴρηκε Πίνδαρος· τὸ Χάροπος,

ἔνθεν τὸ «Χαρόποιό τʼ ἄνακτος»· τὸ Χάλυβος, ἔνθεν «Χαλύβοις» εἶπεν Εὐριπίδης

ἐν Τημένωι· τὸ Μέλητος—οὕτως δʼ ἐλέγετο ὁ Σωκράτους κατηγορήσας—· τὸ τανυπτέρυγος, ἔνθεν Σιμωνίδης· «ὠκεῖα γὰρ οὐδὲ τανυπτερύγου μυίας»· τὸ διάκτορος, ἀφʼ οὗ «Ἑρμείαν πέμψαντε διάκτορον»· τὸ ἅρπαγος,

ἔνθεν ἐπλήθυνεν Αἰσχύλος ἐν Φινεῖ

«ἁρπάγοιν χεροῖν» καὶ Σοφοκλῆς ἐν Φινεῖ α

«χερσὶν ἁρπάγοις»· τὸ πολυπίδακος· τὸ

«Ἴβηρος τοτρα … ωνος» παρὰ Κρατίνωι ἐν Μαλθακοῖς· τὸ ἄτμενος

παρʼ Ἀρχιλόχωι· τὸ λᾶος, ἀφʼ οὗ φησι Σιμωνίδης· «ξύλα καὶ λάους ἐπιβάλλων»· τὸ Ἔρυκος παρὰ Ξενοφάνει ἐν ε Σίλλων· τὸ Ἄιδος, ἔνθεν τὴν αἰτιατικὴν τέθηκεν

Ἀντίμαχος ἐν α Θηβαΐδος «Ἄιδον δέ»·

τὸ Κάωνος, ἔνθεν τὴν αἰτιατικὴν τέθηκε Λεάνδριος «Κάωνον»· τὸ ῥιψάσπιδος, ἀφʼ οὗ φησιν Εὔπολις· «ῥιψάσπιδόν τε χεῖρα τὴν Κλεωνύμου»· τὸ λίθακος, ἔνθεν

φησὶ Στησίχορος ἐν Ὀρεστείας β «λιθάκοις»·

τὸ Κόρυθος—γέγονε δʼ οὗτος υἱὸς Ἀλεξάνδρου

τοῦ Πάριδος—· τὸ ἀπάτωρος, ἔνθεν ἐν τῶι

Κήυκος γάμωι εἴρηται τὸ «ἀπάτωροι»· τὸ

κόκκυγος—ἡ δὲ λέξις παρʼ Ἀλκαίωι—· τὸ

δμωός παρʼ Ἡσιόδωι· «δμωὸς ἔχων μακέλην»· καὶ παρὰ Λεύκωνι ἐν Φράτερσι

«δμωὸν ἀλλʼ οὐκ οἰκέτην»· τὸ Τρωός παρʼ Ἡσιόδωι· «Τεύκρου δὲ Τρωός»· τὸ σωλῆνος

παρʼ Ἀνανίωι. ἔσθʼ ὅτε δὲ καὶ ἀλλασσομένου τοῦ τόνου ὡς τὸ ἄγωνος, ἔνθεν τὴν

αἰτιατικὴν εἴρηκεν Εὐριπίδης ἐν Αἰγεῖ· «ἄγωνον ἀθλήσαντα»· καὶ τὸ ἴκτινος

`7,6.77`

δʼ ἐνίκησε … ταναήκεϊ χαλκῶι· τεταμένην ἔχοντι τὴν ἀκμήν. Μῆνις δὲ ἢ ὀξεῖ

`7,6.79`

ὡς Αἰτωλοὶ ἢ ὀξυθήκτωι ὡς Λοκροί: δόμεναι πάλιν … ἀποδότω ὁ πρὸς ἐμὲ μαχόμενος: ὄφρα πυρός με· πυρὶ γὰρ ἐκαίετο πάντα τὰ σώματα εἰς τὸ μὴ νεκρῶν

ς

δ

δ

σι

α

τρ …

πτ …

νο

ειν

τι …

τω …

αντ

μητ …

Φρυξὶ …

οιδεν

τοὺς ν

τουτο

`7,6.80`

ὥς φησι Κ … λελάχωσι θανόντα· λαχεῖν

φρων …

μέμφε

ποιητᾶ

`7,6.81`

εἰ δέ κʼ ἐγὼ τὸν ἕλω·  … δώῃ δέ μοι εὖχος Ἀπόλλων·

ε

`7,6.83`

μάχας α … καὶ κρεμόω ποτὶ νηόν· ους

νος οὐδὲν π

παρεπομεν … τὸ κρεμόω

δὲ βαρυτονητέον.

`7.1`

πυλέων ἐξέσσυτο: διὰ τῶν πυλῶν ἐξώρμησε. δηλοῖ δὲ τὸ πρόθυμον Ἕκτορος, ὃ ἐνεδείκνυτο πρὸς προτροπὴν Ἀλεξάνδρου· διὸ καὶ ὁ ποιητὴς ἐπάγει κἀκείνου τὴν προθυμίαν.

`7.2`

τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός: διδάσκει, ὅσον ἐστὶ προτροπὴ κατὰ καιρὸν γινομένη.

`7.3`

πολεμίζειν ἠδὲ μάχεσθαι: ἐπανείληφε τὸ αὐτὸ πρὸς ἔμφασιν τῆς προθυμίας.

`7.4-6`

ὡς δὲ θεὸς ναύτῃσι—λέλυνται: καὶ ἀλλαχοῦ ἐπὶ λήξει τῶν δεινῶν «ἀσπάσιος γῆ νηχομένοισι φανείη» φησίν. ἐνταῦθα δὲ μεσοῦντος τοῦ δεινοῦ τὸν οὖρον ἔλαβεν.

`7.5a`

ἐπεί κε κάμωσιν: ὅτι ἔν τισι γράφεται «ἐπήν». ἐὰν δὲ οὕτως ἔχῃ, προενεκτέον ὑφʼ ἓν «κεκάμωσιν» ὡς «λελάχωσιν».

`7.5b`

ἐπεί κε: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «ἐπήν κε»·

`7.5c`

ἐπήν κε κάμωσι: οὕτως. τινὲς δὲ «κεκάμωσιν» ὡς «λελάχωσιν». ἀλλʼ ἐν τοῖς τοιούτοις μᾶλλον οἱ σύνδεσμοι ἐπικρατοῦσιν ἤπερ οἱ διπλασιασμοί· φιλεῖ γὰρ μετὰ τὸν ἐπεί καὶ τὸν εἴ ὁ κέ σύνδεσμος ἐπιφέρεσθαι. τινὲς «ἐπεί κε»· ὁ δὲ Σιδώνιος ἐπήν κε ὡς «οὔτʼ ἄν κεν»

`7.6a1`

ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται: κατʼ ἔνια τῶν ὑπομνημάτων «ἐρέσσοντες»· τὸ δὲ λέλυνται ἐπὶ τὰ γυῖα ἀνενεκτέον.

`7.6a2`

τινὲς «ἐρέσσοντες» γράφουσιν.

`7.6b`

καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται: οὐκ ἀναστρεπτέον διὰ τὸν σύνδεσμον, ἄλλως τε καὶ τὸ ἑξῆς ἐστιν ὑπολέλυνται.

`7.6c`

γυῖα λέλυνται: πρὸς τὸ σχῆμα, ὡς «σπάρτα λέλυνται».

`7.7a1`

τώ: Ἀμμώνιος ἐν τῷ Πρὸς Ἀθηνοκλέα «τοί» προφέρεται πληθυντικῶς.

`7.7a2`

οὕτως Ἀρίσταρχος τώ δυϊκῶς.

`7.7a3`

Ἀρίσταρχος τώ, Ἀμμώνιος δὲ «τοί».

`7.8a`

ἑλέτην: ὅτι ἑλέτην συλληπτικῶς, ὕστερον δὲ προσδιασαφεῖ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκε· τὸν γὰρ Ἀλέξανδρον δεύτερον κατείρηκεν

`7.8b`

ἑλέτην ὁ μέν: βραχὺ διασταλτέον ἐπὶ τὸ ἑλέτην· ἡ γὰρ σύλληψις εἰς διάλυσιν τρέπεται.

`7.8c`

ἑλέτην: εἰς τὸ ἑλέτην βραχεῖα διαστολή. πρῶτος δὲ ἀριστεύει Ἀλέξανδρος ὡς προπετής· «Τρωσὶν μὲν προμάχιζεν»· ἢ ὡς ἐξ ἀναπαύσεως ὢν καὶ ὑπὸ τῶν Ἕκτορος λόγων ἠρεθισμένος.

`7.9`

Ἄρνῃ: ὅτι Ζηνόδοτος ἐν μὲν τῷ Καταλόγῳ πεποίηκεν «οἵ τε πολυστάφυλον Ἄσκρην ἔχον», ἐνθάδε δὲ εἴασε τὴν Ἄρνην· διὸ ἡ διπλῆ ἐν τῷ Ἄρνῃ.

`7.9b`

Μενέσθιον: δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς ἀεὶ πρεσβύτερον λέγων Νέστορα τῶν ἐπὶ Ἴλιον στρατευσάντων—«μετὰ δὲ τριτάτοισιν ἄνασσεν»—, ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ γενεαῖς παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος· Ἀρηϊθόου γὰρ λέγει τοῦ ἐπικαλουμένου κορυνήτου παῖδα εἶναι Μενέσθιον· ὑπὸ δὲ Λυκούργου φησὶν ἀνῃρῆσθαι τὸν Ἀρηΐθοον, ὃν δὴ καὶ τὰ ὅπλα αὐτοῦ λαβεῖν· γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνι παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Νέστορος ἀναιρεθῆναι νέου ὄντος· φησὶ γὰρ «γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων». — ῥητέον δὲ ὅτι ἴσως ἀπέθανεν Ἀρηΐθοος ἐνιαύσιον ἐάσας τὸν υἱόν, ἀνεῖλε τὸν Ἀρηΐθοον ὁ Λυκοῦργος ἤδη γηραιὸς ὤν· φησὶ γοῦν «ἔπεφνε δόλῳ, οὔτι κράτεΐ γε». ὀλίγον δὲ ἐπιβιοὺς δύναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενος δὲ οὗτος τοὺς Πυλίους οὐκ ἀπεικότως ὑπὸ Νέστορος νέου ὄντος ἀναιρεῖται ὥστε Νέστορα μὲν εἶναι Μενεσθίου πρεσβύτερον, τῶν δὲ ἄλλων τῶν ἐπὶ Ἴλιον στρατευσάντων μείζονα Μενέσθιον.

`7.9c`

ἄλλως· Μενέσθιος Ἀρηϊθόου ἦν παῖς τοῦ Ἀρηϊθόου τοῦ καὶ κορυνήτου, ὁμωνυμούντων τοῦ πατρὸς καὶ τοῦ πάππου, ἵνʼ ᾖ «ὃν κορυνήτης γείνατʼ Ἀρηΐθοος». τίνα γείνατο; δηλονότι Ἀρηΐθοον τὸν πατέρα Μενεσθίου.

`7.9d1`

ἄλλως· πλανῶνται τῇ ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου πατὴρ Ἀρηΐθοος Βοιωτὸς ἦν, κατοικῶν Ἄρνην—ἔστι δὲ αὕτη Βοιωτίας, ὡς καὶ Ἡσίοδός φησιν —, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς Ἀρκάς τινὲς δὲ Ἄρνην τὴν Ἀρήνην τὴν Ἀρκαδικὴν ὡς Μέσσην τὴν Μεσσήνην φασίν.

`7.9d2`

ἢ τῇ τοῦ ὀνόματος πλανῶνται ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου πατὴρ Ἀρηΐθοος Βοιωτὸς ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς Ἀρκάς.

`7.9e`

ὃν κορυνήτης: ἐπεὶ κορύνῃ ὅπλῳ ἐχρῆτο. τὸ δὲ κύριον ὄνομα «Ἀρηΐθοος».

`7.10`

Ἀρηΐθοος ὁ Βοιώτιος ἄριστος—μετὰ καὶ τῆς κορύνης. ἡ ἱστορία παρὰ Φερεκύδει

`7.10a1`

γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις: ἡ διπλῆ, ὅτι οὗτος τοῦ Ἀρηϊθόου ὁμώνυμός ἐστι τοῦ ὑπὸ Νέστορος λεγομένου «τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος». καὶ ὅτι ἐνθάδε μόνον ἐφʼ ἡρωΐνης τὸ ἐπίθετον καὶ ἐν τῷ ἀθετουμένῳ «Αἴθρη, Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις».

`7.10a2`

ὅτι καὶ νῦν ἐπὶ θνητῆς.

`7.11`

ὀξυόεντι: ἀπὸ παραγωγῆς, ὡς φαίδιμος φαιδιμόεις· «φαιδιμόεντες Ἐπειοί».

`7.12a`

στεφάνης: ὅτι περικεφαλαίας εἶδος ἡ στεφάνη.

`7.12b`

στεφάνης: στεφάνη εἶδος περικεφαλαίας ἐξοχὴν ἔχον. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς τῶν ὀρῶν ἐξοχῆς.

στεφάνης: στεφάνη εἶδος—χειμάρροος ὤσῃ.

`7.12c`

λῦσε δὲ γυῖα: Ἀρίσταρχος «λύντο δὲ γυῖα».

`7.13`

Γλαῦκος δʼ Ἱππολόχοιο: καλῶς τρίτος ἀριστεύει μὴ σβέσας τὴν εἰς Διομήδην ὁρμήν· ὁρμήσας γὰρ ἐπὶ ἀνδραγαθίαν τῷ ἀναγνωρισμῷ τῶν προγόνων ἐκεκώλυτο.

`7.15a1`

Δεξιάδην: εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε ποιότητος ἢ τόπου ἐπίρρημα, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις συνάπτεσθαι· ἢ γὰρ «Ἰφίνοον» Δεξιάδην, ἢ «βάλε» δεξιάδην «ὦμον», ἢ δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν ἐφαλλόμενον.

`7.15a2`

τινὲς δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν ἁλλόμενον.

`7.15a3`

τινὲς δεξιάδην ἐπάλμενον ἤτοι ἀπὸ τῶν δεξιῶν ἐπιβαίνοντα.

`7.16a`

ὦμον: κατὰ τὸν ὦμον.

`7.16b`

λύντο: ὅτι λύντο εἶπεν ἀντὶ τοῦ ἐλύθη.

`7.17-8`

τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ—ὑσμίνῃ: ἀγωνιστικὸν τὸν πόλεμον τῇ ὁρμῇ τῶν θεῶν ποιεῖ, καὶ διαναπαύει τὸ ὁμοειδές. ὡς φιλέλλην δὲ καὶ τοὺς τρεῖς τοὺς ἀπολωλότας πολλοὺς εἶναι δοκεῖ.

`7.17`

τοὺς δʼ ὡς οὖν ἐνόησε: τὴν ὁρμὴν ἑωρακυῖα.

`7.20`

Ἴλιον εἰς ἱερήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.

`7.21`

Περγάμου ἐκκατιδών: διὰ τὸ «αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ»· παρατηρεῖ γάρ, μή τις θεῶν ἐπίθηται Τρωσίν. Πέργαμα δέ φασιν οἱ νεώτεροι.

`7.22a`

φηγῷ: ἡ διπλῆ, ὅτι πρὸ τῶν πυλῶν τὴν φηγὸν ταύτην ὑποτίθεται. πρὸ πολλοῦ δὲ ὁ Ἀπόλλων ἐστὶν ἐπὶ τῆς Περγάμου.

`7.22b`

φηγῷ: ἀξιοπίστως ἔθηκε καὶ τὸν τόπον. ἔστι δὲ τὸ δένδρον τοῦτο καὶ ἰσχυρὸν καὶ πολυχρόνιον. φηγὸς δὲ παρὰ τὸ φώγω, ὅ ἐστι τὸ καίω· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν καὶ βαλανεῖα. καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν αὐτῇ ἐκέχρηντο τῇ τροφῇ.

`7.24`

τίπτε σὺ δʼ αὖ μεμαυῖα: τί πάλιν ἐθέλουσα ποιεῖν, ἐπειδὴ ἡ πρώτη αὐτῆς ὁρμὴ μέγιστα τοῖς Ἀχαιοῖς συνεβάλετο.

`7.26-7`

ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην δῷς: οὐ γὰρ λεκτέον ἵνα δώσεις ἐπὶ πρώτου ἀορίστου καὶ μέλλοντος. ἑτεραλκέα δὲ ἐπίθετον τῆς νίκης· καὶ γὰρ ἑτεραλκὴς λέγεται νίκη, ὅταν οἱ νικηθέντες πρώην πάλιν νικήσωσιν.

`7.26a1`

ἑτεραλκέα: ἐπίθετον τοῦτο τῆς νίκης. γίνεται δὲ ὅταν οἱ πρότερον νικήσαντες ἐξ ἑτεροδυναμίας τινὸς παρεισβαλούσης ἡττηθῶσιν.

`7.26a2`

ἑτεραλκέα: οὕτως ἡ νίκη—παρέχουσαν. ἢ ὅταν οἱ πρώην νικηθέντες νικήσωσιν.

`7.28a1`

ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη:
ὑποστικτέον εἰς τὸ πίθοιο καὶ εἰς τὸ πολὺ κέρδιον εἴη. τινὲς δὲ τελείαν τῷ στίχῳ νέμουσιν.

`7.28a2`

ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ ὑποστικτέον.

`7.29`

νῦν μὲν παύσωμεν: ὁ μὲν ἀκροατὴς δεινὰ ἐλπίζει ἐπὶ τῇ παρόδῳ τῶν θεῶν, οἷα καὶ πρώην γέγονεν, ὁ δὲ ἀνακόπτει τὸ προσδοκώμενον, θέαμα δὲ ἀντεισάγει τὴν ἀλαζονείαν Ἕκτορος, τὴν αἰδῶ Ἑλλήνων, τὴν σπουδὴν Μενελάου καὶ Ἀγαμέμνονος, τὴν Νέστορος δημηγορίαν.

`7.31`

ὥς: βαρυτονητέον τὸ ὥς· δηλοῖ γὰρ τὸ οὕτως.

`7.32a1`

ὑμῖν ἀθανάτῃσι: Ζηνόδοτος «ὑμῖν ἀθανάτοισιν». ἐν μέντοι τῇ Ἀριστοφάνους «ὑμῖν ἀμφοτέρῃσιν» εἶχε, τῇ Ἀθηνᾷ καὶ τῇ Ἥρᾳ, οὐκ ἀπιθάνως.

`7.32a2`

Ζηνόδοτος «ἀθανάτοισι», Ἀριστοφάνης «ἀμφοτέρῃσι».

`7.32b`

ὑμῖν ἀθανάτῃσιν: ἐμφαντικῶς, Ἥρᾳ καὶ Ἀθηνᾷ.

`7.32c`

ὑμῖν ἀθανάτῃσιν: ὅτι Ζηνόδοτος  …

`7.33`

τὸν δʼ αὖτε προσέειπε: γράφεται «τὸν δʼ ἠμείβετʼ ἔπειτα».

`7.34-5`

τὰ γὰρ φρονέουσα καὶ αὐτή ἦλθον: ἧκε γὰρ πρὸς τὸ μηδὲν βλαβῆναι τὸ Ἑλληνικόν. ἡ οὖν ἡσυχία οὐδὲν ἔβλαπτεν.

`7.36`

ἀλλʼ ἄγε, πῶς μέμονας: οὐκ ἔδει γὰρ ἀλόγως ἐν τοιαύτῃ ἀκμῇ γίνεσθαι τὴν παῦσιν.

`7.38`

Ἕκτορος ὄρσωμεν κρατερὸν μένος: ἵνα ὀλίγην ἀνακωχὴν δῷ Τρωσίν· εἶπε γὰρ «ὡς δὲ θεὸς ναύτῃσιν». καὶ Ἀθηνᾶ δὲ συναινεῖ πρὸς τὸ κεχαρισμένον ταῖς Τρῳάδων εὐχαῖς ποιοῦσα.

`7.39a`

προκαλέσσεται οἰόθεν οἶος: ὅτι συνέσταλται διὰ τοῦ ε τὸ η· ἔστι γὰρ προκαλέσσηται. καὶ πρὸς τὸ σχῆμα, μονόθεν μόνος ἀντὶ τοῦ μόνος πρὸς μόνον.

`7.39b1`

οἰόθεν: ἀντὶ τοῦ οἴως ἢ οἰόθεν· οἰόθεν ἐστὶ μὲν ἐξ οἴου, ὡς οὐρανόθεν. ἰδίως δὲ ὁ ποιητὴς αὐτῷ χρῆται ἀντὶ τοῦ οἴως.

`7.39b2`

τὸ μὲν οἰόθεν ἐξ οἴου σημαίνει, ὡς τὸ οὐρανόθεν. ἰδίως δὲ ὁ ποιητὴς χρῆται αὐτῷ ἀντὶ τοῦ οἴῳ, τουτέστι μόνος μόνῳ.

`7.40`

ἐν αἰνῇ δηϊοτῆτι: ἄμεινον τελείαν δοῦναι εἰς τὸ δηϊοτῆτι καὶ τὸν ἑξῆς «δέ» ἀντὶ τοῦ γάρ λέγειν. δηϊοτής δὲ παρὰ τὸ δῃοῦν, ὅθεν καὶ «δηΐῳ ἐν πολέμῳ»· πόλεμος δὲ παρὰ τὸ πελεμίζεσθαι.

`7.41a`

οἱ δέ κʼ ἀγασσάμενοι: ὅτι τὸ ἀγάσσεσθαι ποτὲ μὲν ἐπὶ τοῦ ἀποδέχεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ φθονεῖν τίθησι. περιττεύει δὲ καὶ ὁ κέ σύνδεσμος.

`7.41b`

ἀγασσάμενοι: Ἀρίσταρχος διὰ τοῦ ο «ἀγασσόμενοι».

`7.41c`

ἀγασσάμενοι: φθονήσαντες ἢ θαυμάσαντες.

`7.44`

σύνθετο θυμῷ: ὅτι μαντικῶς συνῆκεν οὐκ ἀκούσας αὐτῶν τῆς φωνῆς. μυθεύεται τῶν ἐξ Ἑκάβης—μεταλαβεῖν. ἡ ἱστορία παρὰ Ἀντικλείδῃ

`7.44-5`

τῶν δʼ Ἕλενος … σύνθετο θυμῷ βουλήν: διὰ τί γὰρ οὐχ ὁ Ἀπόλλων ὑπέθετο Ἕκτορι προκαλέσασθαι; ὅτι ἡττηθεὶς ἔμελλεν ἀπιέναι. φασὶ δὲ Ἕλενον καὶ Κασάνδραν διδύμους εἶναι, λαθόντας δὲ τοὺς γονεῖς ποτε νυκτὸς καταδραθεῖν τὸν μὲν εἰς τὸν τοῦ Ἀπόλλωνος τοῦ Θυμβραίου ναόν, τὴν δὲ εἰς τὸν τῆς Ἀρτέμιδος, ἕωθεν δὲ εὑρεθῆναι ἐκκαθαριζομένους τὰς ἀκοάς.

`7.46`

ἰών: ὅτι ἀντὶ τοῦ πορευθείς.

`7.47a`

Ἕκτορ, υἱὲ Πριάμοιο: τινὲς οὕτω ποδίζουσιν «Ἕκτορ, υἱὲ Πριάμοιο».

`7.47b`

Διῒ μῆτιν ἀτάλαντε: διδάσκει ὅτι δεῖ τὸν ἄρχοντα μὴ μόνον μιᾶς πόλεως, ἅπαντος δὲ κόσμου προνοεῖν δύνασθαι.

`7.48`

κασίγνητος δέ τοί εἰμι: βραχεῖ προοιμίῳ τῆς φύσεως ὑπομιμνῄσκων προτρέπεται.

`7.52a`

οὐ γάρ πώ τοι μοῖρα θανεῖν: πάντοθεν θαρσύνει αὐτόν· ἐπʼ οὐδεμιᾷ γὰρ χρείᾳ ὡς Ἀλέξανδρος μέγιστον αἱρεῖται κίνδυνον. ἄλλως τε προυφαίνει τὴν ἀρετὴν Αἴαντος, ὡς, εἰ μὴ τὸ μοιρίδιον ἐπεῖχε, κἂν ἀπώλετο ὑπὸ Αἴαντος.

`7.52b1`

ἐπισπεῖν: ὡς «ἐπιπλεῖν»· μονοσύλλαβον γὰρ τὸ σπεῖν ἀπαρέμφατον. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον.

`7.52b2`

ὡς πλεῖν οὕτω καὶ ἐπισπεῖν. πᾶν δὲ ἀπαρέμφατον ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον.

`7.53a`

ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων: ἀθετεῖται· διὰ γὰρ τῆς μαντικῆς αὐτῶν συνῆκεν, ὡς εἴρηται

`7.53b`

ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν: καὶ μὴν οὔτε τοῦτο εἰρήκασιν οὔτε τε παραστάντες αὐτῷ. ἢ οὖν ὄπα λέγει τὴν μαντικήν· καὶ γὰρ ὁ τυχὼν ἀκούσας δύναται λέγειν, ἵνα ᾖ τὸ ἄκουσα ᾐσθόμην, ὡς τὸ «μάλιστα δέ τʼ ἔκλυον αὐτοί». ἢ τὸ ἑξῆς ἐστιν «αὐτὸς δὲ προκάλεσαι». ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν, δηλονότι τὸ δεῖν προκαλέσασθαι. ἐν δὲ τῷ μεταξὺ ἔφη· «οὐ γάρ πώ τοι μοῖρα θανεῖν», παρʼ ἑαυτοῦ τοῦτο προσθείς.

`7.54a`

ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη: τὸ φιλότιμον ὑπέφηνε τῷ μὴ ἀποκρίνασθαι. οὐ διακηρυκεύεται δέ, ἀλλὰ πρὸς κατάπληξιν τῶν πολεμίων καὶ ἰδίαν δόξαν αὐτουργεῖ.

`7.54b`

ἄλλως· Ἕκτωρ δʼ αὖτʼ ἐχάρη: ὡς ἀκινδύνως εὐδοξήσων καὶ τὴν πρώην θεραπεύσων ἀργίαν.

`7.56a`

μέσσου δουρὸς ἑλών: μέσου τοῦ δόρατος ἐπιλαβόμενος πρὸς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτό, ἀλλὰ πρὸς ἔμφασιν τοῦ διαλεχθῆναι. ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ.

`7.56b`

μέσσου δουρὸς ἑλών: τοῦ ἀπράκτου· ἀκμαζούσης γὰρ τῆς μάχης οὐκ ἐνῆν βοᾶν. ἐπὶ δὲ τοῦ Ἀλεξάνδρου ἀρχὴ τῆς μάχης ἦν.

`7.57`

κὰδ δʼ Ἀγαμέμνων εἷσε: ᾤετο γὰρ αὐτὸν μετεγνωκέναι τὴν παράβασιν καὶ ἐν συμβουλίᾳ δημογερόντων γεγονέναι ἐν τῇ πόλει.

`7.58-61`

κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ … Ἀπόλλων —τερπόμενοι: ὑψῶν τὰ πραττόμενα θεατὰς αὐτῶν ὑπογράφει θεούς.

`7.59`

ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι: σαρκοφάγον γὰρ τὸ ζῷον. παιδεύει δὲ πᾶν ζῷον ὁρῶντας ὑπονοεῖν εἶναι θεόν, καὶ ἐν αὐτῷ τῷ πολέμῳ λογισμῷ χρῆσθαι τῷ θυμῷ. ἢ ὡς ἐφίζει ὄρνεον φυτῷ, οὕτω καὶ αὐτοὶ ῥᾳδίως ἐκαθέσθησαν.

`7.60`

φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διός: καλῶς τοῦ Διὸς τὰ τέκνα ἐπὶ τῇ τοῦ πατρὸς κάθηνται δρυΐ. καὶ τὸ ὑψηλὸν πρὸς θέαν ἐπιτήδειον.

`7.61a1`

ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναί:
ἐχρῆν ἐπαγαγεῖν τοὺς λόγους. Ἕκτορος δὲ τῷ φιλοτίμῳ προσλιπαρεῖ τῇ τε διαγραφῇ καὶ εἰκόνα παραφέρει.

`7.61b1`

ἄλλως· ἀνδράσι τερπόμενοι: φιλοσόφως ὡς ἰδίῳ κτήματι.

`7.61b2/a2`

φιλοσόφως, οἷς ἕκαστος πρόσκειται, ὡς ἰδίοις τέρπονται κτήμασιν· ᾧ γὰρ ἐμφύτως τις ἔγκειται, τούτῳ καὶ ὑπερήδεται μηδὲν φροντίζων τοῦ ἀπολλυμένου. οὐκ ἀμφοτέροις δὲ ἀμφότεροι τέρπονται, ἀλλʼ εἷς ἑνί. ἐχρῆν δὲ μετὰ τοῦτο τοὺς λόγους ἐπαγαγεῖν Ἕκτορος, ὅπως φιλοτίμως ἐκλιπαρεῖ. ἀλλὰ τῇ τοῦ πλήθους διαγραφῇ καὶ εἰκόνα παραφέρει.

`7.62a`

ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι: ἡ τοιαύτη προφορὰ φαντασίαν μὲν τῇ διανοίᾳ, κόσμον δὲ τῇ ἀπαγγελίᾳ ποιεῖ.

`7.62b`

πεφρικυῖαι: γράφεται καὶ «βεβριθυῖαι».

`7.62c`

πεφρικυῖαι: φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐψύχωσεν οὖν τὰ ὅπλα, φρίσσειν αὐτὰ λέγων.

φρίσσει τις—φρίσσειν φησί.

`7.63a`

οἵη δὲ Ζεφύροιο—φρίξ: καλῶς τὴν ἠρεμίαν τῶν ὅπλων κινήσει Ζεφύρου παρέβαλεν· οὐ γὰρ ἀθρόως ἐμπίπτει ὁ ἄνεμος οὗτος τῇ θαλάττῃ, μελαίνων δὲ αὐτὴν καὶ ὥσπερ ἐπιστίζων κατὰ μικρὸν ἐγείρεται. καὶ ἀλλαχοῦ «Ζεφύρου ὑποκινήσαντος». φρὶξ δὲ ἡ ἐπανάστασις τῶν κυμάτων.

`7.63b`

πόντον ἔπι φρίξ: ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἐπὶ πόντον· οὕτως καὶ οἱ ἄλλοι, καὶ ἄμεινον· οὐδὲν γὰρ ἔσται τὸ ἐπιφρίξ, χωρὶς εἰ μὴ παρέλκῃ ἡ πρόθεσις· ὅπερ οὐ πιθανόν· οὐ γὰρ κατεπείγει. φρὶξ δὲ ἡ ἐξ ἐπιπλοκῆς—πνεῖν. βέλτιον δὲ τὴν πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν.

`7.64a`

μελάνει: ὡς «οἰδάνει», ὁ Ἀσκαλωνίτης· ἐκ γὰρ τοῦ μελαίνει, φησίν, ἐνδείᾳ τοῦ ι ἐγένετο.

`7.64b`

πόντος ὑπʼ αὐτῆς: Ἀρίσταρχος «πόντον» διὰ τοῦ ν, καὶ «ὑπʼ αὐτῇ», τῇ φρικί. ἄλλοι δὲ «πόντος ὑπʼ αὐτοῦ».

`7.64c`

μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς: ὅτι ἐὰν μὲν γράφηται «πόντος ὑπʼ αὐτοῦ», ἔσται μελαίνεται ὁ πόντος ὑπὸ Ζεφύρου, ἐὰν δὲ «πόντον ὑπʼ αὐτῇ», ἔσται μελαίνει δὲ τὸν πόντον ὁ Ζέφυρος ὑπὸ τῇ φρίκῃ.

`7.64d1`

μελάνει δέ τε πόντος ὑπʼ αὐτῇ: διὰ τοῦ ν τὸ «πόντον», καὶ ἔστι «μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυρος»· καὶ ἔστι Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφει «πόντος ὑπʼ αὐτῆς», τὸ μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου. ἄμεινον δὲ τὸ πρῶτον. τὸ δὲ μελάνει ὡς «οἰδάνει» βαρυτονητέον· ἀπὸ γὰρ τοῦ μελαίνει γέγονεν.

`7.64d2`

διὰ τοῦ ν τὸ «πόντον», «μελάνει δέ τε πόντον ὑπʼ αὐτῇ». καὶ ἔστι «μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυρος». ἔστι δὲ Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφεται «μελάνει δέ τε πόντος ὑπʼ αὐτῇ», τὸ μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου. ἄμεινον δὲ τὸ πρῶτον. τὸ δὲ μελάνει ἀπὸ βαρυτόνου ἐνεστῶτος ἀποβολῇ τοῦ ι, ὡς τὸ κοιλάνει ἀντὶ τοῦ κοιλαίνει.

`7.69`

ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν: εἰς θεοὺς ἀναφέρει τὴν αἰτίαν, Τρῶας ἐλευθερῶν καὶ τὸ παράδοξον προφέρων τῆς προκλήσεως.

`7.70`

τεκμαίρεται: ἐπιτελεῖ· τέκμωρ γὰρ τὸ τέλος.

`7.71-2a`

εἰς ὅ κεν ἢ ὑμεῖς—ἕλοιτε ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε: ἔδει ἐπαγαγεῖν «ἢ ἡμεῖς παρὰ ταῖς ναυσὶν ἕλοιμεν ὑμᾶς». ὁ δὲ διὰ τὸ νεμεσητὸν ἐσχημάτισε τὸν λόγον.

`7.71-2b`

ἄλλως· εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην … ἕλοιτε ἢ αὐτοὶ … δαμείετε: πιθανῶς ἐξ ἴσου τὸν κίνδυνον ἀμφοτέροις κατέστησεν, παρελὼν Ἑλλήνων τὴν ἐκ θεῶν ἐπικουρίαν.

`7.73a1`

ὑμῖν μὲν γὰρ ἔασιν ἀριστῆες: αἱ Ἀριστάρχου οὕτως «ὑμῖν δʼ ἐν γὰρ ἔασιν»· καὶ ἔστι τὸ ἑξῆς· ὑμῖν δʼ ἔνεισι γάρ, ἢ ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες.

`7.73a2`

«ὑμῖν ἐν γάρ», οὕτως αἱ Ἀριστάρχου. καὶ ἔστι τὸ ἑξῆς· ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες.

`7.74a1`

τῶν νῦν ὅν τινα θυμός: γράφεται καὶ «τῶν εἰ καί τινα θυμός».

`7.74a2`

γράφεται «τῶν εἰ καί τινα θυμός».

`7.74b`

ὅντινα θυμὸς … ἀνώγει: οὐ πρὸς διορισμόν· πρὸς ἀνάπαυσιν γὰρ τοῦ στρατοῦ γίνεται ἡ μάχη.

`7.75a1`

πρόμος ἔμμεναι Ἕκτορι δίῳ: ὅτι ἰδίως ὡς περὶ ἑτέρου. καὶ ὅτι πρόμον τὸν πρόμαχον κατὰ συγκοπήν. καὶ ὅτι ἀκαίρως δῖον ἑαυτὸν ὁ Ἕκτωρ.

`7.75a2`

πρόμαχος. πάθος συγκοπή.

`7.75b`

δεῦρʼ ἴτω ἐκ πάντων πρόμος: ἵνα πάντες αἰδεσθῶσι μὴ προβαλλόμενοι, καὶ ὡς πρόμος ἐκεῖνος τοῦ στρατοῦ σαλεύει περὶ τὴν κοινὴν ὑπόληψιν.

`7.75c1`

Ἕκτορι δίῳ: γίνονται αἱ τοιαῦται προσφωνήσεις διʼ ἐξοχήν, ὡς τὸ «Ζῆνʼ ὕπατον»· διʼ οἶκτον, ὡς τὸ «Σαρπηδόνος ἀμφιμάχεσθαι» καὶ διʼ ἦθος, ὡς τὸ «οὐδὲ σύ γʼ ἔγνως Παλλάδʼ Ἀθηναίην».

`7.75c2`

Ἕκτορι δίῳ: κατʼ ἐξοχήν. «Σαρπηδόνος ἀμφιμάχεσθαι» διὰ οἶκτον. «Παλλάδʼ Ἀθηναίην» διὰ ἦθος.

`7.76a`

Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος: παρατέμνει τὰ ὅρκια, ἐπεὶ ἔναγχος παρέβησαν ὅρκους.

`7.76b`

ἐπιμάρτυρος: ὅτι οὕτως λέγει, ὁ μάρτυρος, ἀφʼ οὗ οἱ μάρτυροι. ἀπὸ δὲ τοῦ μάρτυς μάρτυρες.

`7.74-6`

τῶν νῦν—ἔστω: ἵνα πάντες αἰδεσθῶσι μὴ προβαλλόμενοι, κουφότερον διαλέγεται· ὅθεν καὶ δῖον ἑαυτὸν κατʼ ἐξοχὴν ἐκάλεσεν. οὐκ ἀπαιτεῖται δὲ ὅρκων προσθήκη, ὅτι πρὸς μόνην ἀνάπαυσιν τοῦ στρατοῦ ἡ μάχη γίνεται, ἢ ὅτι ἔναγχος τοὺς ὅρκους παρέβησαν.

`7.79a`

σῶμα δὲ οἴκαδʼ ἐμόν: βαρβαρικὸν τὸ σπεύδειν περὶ τὰς ταφάς. περιπαθῶς δὲ προπαρασκευάζει ὁ ποιητής, πρὸς ὃ μάλιστα ἀπεύχεται, εἰς τοῦτο δυστυχήσαντα

`7.79b`

ὄφρα πυρός με: ὅτι καθόλου διὰ πυρὸς οἶδεν γινομένας τὰς ταφάς.

`7.80`

λελάχωσι: ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν. ἀναδιπλασιασμὸς λελάχωσι.

`7.82`

Ἴλιον ἱρήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.

`7.85-7a1`

ὄφρα ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί
— καί ποτέ τις εἴπῃσι: διαστολαὶ Ἀχαιοί, Ἑλλησπόντῳ, καὶ κοινὸν κατὰ πάντων τὸ ὄφρα, ἵνα ταρχύσωσι καὶ χέωσι καὶ εἴπῃ ποτέ τις.

`7.85-7a2`

ἀπὸ κοινοῦ τὸ ὄφρα.

`7.85a1`

ὄφρα ἑ ταρχύσωσι: πόθεν τὸ ταρχῦσαι; ταρχῶα τὰ νενομισμένα τοῖς νεκροῖς πρὸς κηδείαν, ἀπὸ τῆς ταραχῆς.

`7.85a2`

ἀπὸ τοῦ ταρχύω. καὶ ταρχύματα δὲ ἃ τοῖς νεκροῖς πρὸς κηδείαν ὡς νενομισμένα ἐποίουν.

ταρχύσωσι: θάψωσι. ταρχέα τὰ νενομισμένα τοῖς νεκροῖς, ἀπὸ τῆς ταραχῆς.

`7.86a`

σῆμά τέ οἱ χεύσωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ: ὅτι οὐ κατεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. πλατεῖ δὲ καθʼ ὃ μέρος ἐστὶ πλατύς, καὶ ἀντὶ τοῦ παρὰ πλατεῖ.

`7.86b`

σῆμά τέ οἱ χεύσωσι: λεληθότως ἀποτρέπει τῆς μονομαχίας τοὺς Ἕλληνας· αὐτὸς γὰρ ἂν ἔμελλεν ἀναιρούμενος θάπτεσθαι ἐν Ἰλίῳ πόρρω τῆς θαλάττης ὥστε μηδεμίαν γίνεσθαι μνήμην τῷ φονεύσαντι. τοῦ δὲ ἀντιπάλου ἐπὶ τοῦ Ἑλλησπόντου ταφέντος ἀείμνηστον κλέος ἔχειν ἔμελλε παρὰ τοῖς πλέουσιν· διὸ καὶ ἐγκολάπτει δυοῖν ἐποῖν ἐπιγραφὴν τῷ τάφω· «ἀνδρὸς μὲν τόδε σῆμα, ὅν ποτʼ ἀριστεύοντα».

`7.86c`

ἐπὶ πλατεῖ Ἑλλησπόντῳ: καθʼ ὃ μέρος ἐστὶ πλατύτερος ἑαυτοῦ περὶ τὰς ἐκροὰς τοῦ Σκαμάνδρου.

Ἀθάμας ὁ Αἰόλου μὲν παῖς, βασιλεὺς δὲ—ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ

`7.89a`

ἀνδρὸς μὲν τόδε σῆμα: ὡς ἤδη νενικηκὼς ἐπιγράφει τῷ τάφῳ τὸν ἐπινίκιον, οὐκ ἐπὶ τεθνηκότι, ἀλλʼ οὐδὲ γιγνωσκομένῳ τῷ μέλλοντι μονομαχεῖν τὸ ἐπικήδειον πρὸ τοῦ θανάτου διατιθείς.

`7.89b`

ἀνδρὸς μὲν τόδε σῆμα: πρὸς τὴν τῶν γραμμάτων εὕρεσιν.

`7.89c`

μέν: ὅτι ὁ μέν ἀντὶ τοῦ δέ, ὅ ἐστιν ἀντὶ τοῦ δή.

`7.89d`

μέν: τὸ μέν ἀντὶ τοῦ μήν.

`7.89e`

κατατεθνειῶτος: Ἀρίσταρχος διὰ τοῦ η «κατατεθνηῶτος».

`7.90a`

ὅν ποτε: γράφεται καὶ «ὅν τινα».

`7.90b1`

ὅν ποτʼ ἀριστεύοντα: πρὸς ἰδίαν ἐπίτασιν, εἰ τοῦ ἀρίστου φανεῖται κρείττων. φιλότιμος δὲ ὁ Ἕκτωρ χαρακτηρίζεται, ὡς καὶ ἐκεῖ «ἀλλὰ μέγα ῥέξας τι».

`7.90b2`

ἀριστεύοντα δὲ προστίθησι πρὸς ἰδίαν ἐπίτασιν, εἰ καὶ τοῦ ἀρίστου φανεῖται κρείττων. φιλότιμος δὲ καὶ ἀλαζὼν καὶ βαρβαροήθης ἀεὶ ὁ Ἕκτωρ χαρακτηρίζεται.

`7.93a`

αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι:
ἰσόκωλον τὸ ἔπος, ὅπερ ἐστὶ φράσις δύο ἢ καὶ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν· «χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν». ἢ ὁμοιόπτωτον καὶ ὁμότροπον· «Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι».

`7.93b`

αἴδεσθεν μέν: δειλῶν γάρ· καλεῖ δὲ διὰ τὸν παρασπονδησμόν· ἢ περιμένοντες κέλευσιν, ὡς δῆλον ἐπὶ τῶν ἑξῆς· ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες πρὸ ὀλίγου ἡττώμενον· καὶ γὰρ τοῦ Διομήδους ἀκηκόασι· «καὶ γάρ οἱ πάρα κεῖνος Ἄρης». τινὲς δέ· δείσαντες τὸν Ἀγαμέμνονα, ὡς καὶ «σιγῇ δειδιότες».

αἴδεσθεν μὲν ἀνήνασθαι: αἴδεσθεν μέν· δειλῶν γάρ. δεῖσαν δὲ διὰ τὰς—ὡς καὶ «σιγῇ δεδιότες».

`7.94a1`

ὀψὲ δὲ δὴ Μενέλαος: ὡς αἰτίαν ἔχων τοῦ παντός. καὶ τῇ πρὸς Ἀλέξανδρον δὲ ἐπῆρται μονομαχία. διὰ δὲ τοῦ ὀψέ διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις.

`7.94a2`

ὡς αἴτιος ὢν τοῦ παντὸς καὶ πλέον ὀδυνώμενος. καὶ ἐν τῇ πρὸς Ἀλέξανδρον δὲ μονομαχίᾳ οὕτως προπετεύεται. διὰ δὲ τοῦ ὀψέ διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις.

`7.95a1`

νείκει ὀνειδίζων: ἔν τισι τῶν ὑπομνημάτων «νείκεʼ ὀνειδίζων» ἔξω τοῦ ι ὥστε κατὰ συναλιφὴν νοεῖσθαι τὸ ὑγιὲς «νείκεε».

`7.95a2`

ἔν τισι «νείκεʼ ὀνειδίζων».

`7.95`

νείκει: τῷ ἐλέγχῳ.

`7.96`

ἀπειλητῆρες: καυχηταί—καυχηματίας λέγουσιν. ἐν ἄλλῳ· ὑβρισταί.

`7.97`

ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς: ἐκ δεινοῦ δεινὰ ἢ καὶ τῶν δεινῶν δεινότερα. ἐκ τῶν δεινοτάτων ὑμῶν πράξεων δεινή ἐστιν ἡ λώβη. ἔν τισι δὲ «λώβη γε τάδʼ ἔσσεται».

`7.99`

ὕδωρ καὶ γαῖα γένοισθε: τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ διʼ ἑαυτῶν. ταῦτα οὖν φησι τὴν ἀκινησίαν ὀνειδίζων· ἢ ἐξ ὧν συνεστήκασιν, εἰς ταῦτα αὐτοὺς ἀναλυθῆναι εὔχεται. καὶ Ξενοφάνης· «πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα· ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.» ἢ ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει.

ὕδωρ καὶ γαῖα γένοισθε: ἀναλυθείητε εἰς ὕδωρ—ψυχὰς διαφθείρει.

`7.101`

αὐτὸς θωρήξομαι: ὡς ἀνάγκῃ δεχόμενος τὸ μονομάχιον.

`7.102a`

νίκης πείρατʼ ἔχονται: ὅτι τῷ ἀπηρτισμένῳ κέχρηται, νίκης πείρατʼ ἔχονται, οὐκ ἔχεται.

`7.102b`

νίκης πείρατα: τὸ ἄνισον οἶδεν, ὡς καὶ Πρίαμος· «Ζεὺς μέν που τόδε οἶδε».

`7.103a1`

ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά: ἀλλά, φασίν, ὥπλισται. ἴστωσαν δὲ ὅτι ἀσφαλέστερα ὅπλα ἀναλαβεῖν θέλει ὡς ἂν μέλλων μονομαχεῖν.

`7.103a2`

πῶς ἐν πολέμῳ ὢν οὐκ ἦν ὡπλισμένος; φαμὲν ὅτι ἀσφαλέστερα ὅπλα ἀναλαβεῖν θέλει μέλλων εἰσιέναι εἰς μονομάχιον.

`7.104-8`

ἔνθα κέ τοι, Μενέλαε, φάνη βιότοιο τελευτή
—ἔκ τʼ ὀνόμαζεν: εἰς κίνδυνον προαγαγὼν τὴν ὑπόθεσιν καὶ λύσιν τοῦ παντὸς πιθανῶς ἀνίστησι τὸν ἀδελφόν. φιλοστόργως δὲ πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὁ ποιητὴς καὶ συμπαθῶς προανεφώνησεν αὐτοῦ τὸν κίνδυνον. καὶ τὸ βασιλῆες δὲ χαρίεν καὶ εὐνοϊκὸν διὰ τὸ προλαβεῖν τοὺς φίλους τὴν σπουδὴν Ἀγαμέμνονος.

`7.104a1`

βιότοιο τελευτή: γράφεται καὶ «θανάτοιο τελευτή», οἷον θανάσιμον τέλος.

`7.104a2`

γράφεται καὶ «θανάτοιο».

`7.107`

αὐτός τʼ Ἀτρείδης: διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει μονομαχεῖν Ἕκτωρ, τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων καὶ οἱ ἄλλοι τῶν Ἀχαιῶν βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦντος ἡδέως οἱ Τρῶες ἀπηλλάττοντο, τὸν δὲ ὡς ἀδικούμενον ἠλέουν.

`7.109`

ἀφραίνεις, Μενέλαε: παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς. φιλοδόξως γάρ, οὐ φρονίμως ἐσπούδακεν ἐπὶ τὴν μάχην. δεῖ οὖν τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν. ἄλλως τε πρώην μαχεσάμενος τοῦ μὲν ἄθλου ἀφῄρηται, τὸν δὲ κίνδυνον ᾕρηται.

`7.110a1`

ἀνὰ δὲ σχέο: Ἀρίσταρχος «ἀνὰ δʼ ἄνσχεο», ἀνάσχου δέ.

`7.110a2`

Ἀρίσταρχος καὶ Ἡρωδιανὸς «ἀναδίσχεο».

`7.110b`

ἀνὰ δὲ σχέο: τὸ σχέο τὴν ὀξεῖαν ἴσχει ἐφʼ ἑαυτοῦ νῦν. ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεσιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τόνον, «ἀνάσχεο».

`7.111a`

μηδʼ ἔθελʼ: ὅτι τὸ ἐθέλω ἀεὶ ἀπὸ τοῦ ε ἄρχεται.

`7.111b`

μηδʼ ἔθελʼ ἐξ ἔριδος: τῆς πρὸς Ἀχαιοὺς ἔριδος. ἔστι δὲ τοῦτο τὸ γνῶθι σαυτόν.

`7.111c`

τεῦ ἀμείνονι φωτί: τεχνικῶς ἥττονα πολύ φησιν αὐτὸν Ἕκτορος, ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων καταφρονήσειν δοκοίη, τὸν μὲν τοῦ κινδύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος.

`7.112`

στυγέουσι: καταπλήττονται.

`7.113-4`

καὶ δʼ Ἀχιλλεὺς τούτῳ γε … ἔρριγʼ ἀντιβολῆσαι: τοῦτον παρέλαβεν, οὗ καὶ Μενέλαος οὐκ αἰδεῖται ἥττων εἶναι ὁμολογεῖν, οὐκ ἄλλον τινὰ τῶν ὀλίγῳ τοῦ Μενελάου κρειττόνων. ἀναπολεῖ δὲ πανταχοῦ τὸ ὄνομα Ἀχιλλέως ὑπὲρ τοῦ μὴ λήθῃ δοθῆναι.

`7.113`

τούτῳ γε: ὅτι τούτῳ γε, τῷ Ἕκτορι. γράφεται καὶ «τοῦτόν γε».

`7.114a1`

ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων:
γράφεται καὶ διὰ τοῦ μ, «ἀντιμολῆσαι». βέλτιον δʼ ἄν, φασίν, εἴρητο Ὁμήρῳ «ὅ περ μέγα φέρτατός ἐστιν»· ἐπʼ αὐτοῦ γὰρ ψιλῶς λεγόμενον τοῦ Μενελάου ἔχει τι ὀνειδιστικόν.

`7.114b1`

ἀμείνων: Ζηνόδοτος χωρὶς τοῦ ν «ἀμείνω» γράφει.

`7.114b2/a2`

ὅπερ σέο πολλὸν ἀμείνων: γράφεται καὶ «ἀμείνων». ἄμεινον δέ φασιν «ὅπερ μέγα φέρτατός ἐστιν», ἵνα ψιλότερος εἴη ὁ ὀνειδισμὸς Μενελάου.

`7.116a`

τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί: ἐντέχνως παρυπέμνησεν ὅτι πάντως δεῖ τινα αὐτῶν ἀναστῆναι.

`7.116b`

πρόμον: ὅτι πρόμον τὸν πρόμαχον κοινῶς λέγει.

`7.117-8`

εἴπερ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἐστʼ ἀκόρητος, —φύγῃσι: γράφεται καὶ διὰ τοῦ γέ, «ἀδειής γε» ἀφʼ ἑτέρας δὲ ἀρχῆς ταῦτα· διόπερ ὑποστικτέον ἀκόρητος· ὁ γὰρ λόγος· εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλήρωτος πολέμου ἐστίν, ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθαι.

`7.117`

μόθου ἀκόρητος: μότος παρὰ τὸ τάχιστα πληροῦσθαι τὴν ἐπιθυμίαν.

`7.118a`

φημί μιν ἀσπασίως: ταῦτα εἰς προτροπὴν τῶν Ἀχαιῶν.

`7.118b`

γόνυ κάμψειν: ἀντὶ τοῦ φυγεῖν.

γόνυ κάμψειν: ἀναπαύσεσθαι, ἢ—διώκεσθαι.

`7.122a1`

γηθόσυνοι θεράποντες: παρὸν αὐτῷ καὶ «ὀτρηροὶ θεράποντες» εἰπεῖν καὶ «καρπαλίμως θεράποντες» γηθόσυνοι φησί, τὴν τῶν θεραπόντων πρὸς τὸν βασιλέα ἐμφαίνων κηδεμονίαν.

`7.122a2`

τὴν πρὸς αὐτὸν ἁπάντων κηδεμονίαν δηλοῖ.

`7.123`

Νέστωρ δʼ Ἀργείοισιν: πιθανῶς τοῦτον ἐπιπλήσσοντα παρεισάγει, ὃς διὰ τὴν ἡλικίαν οὐχ ὑποφέρει τὸ ὅμοιον ἔγκλημα. καὶ μετὰ Ἀγαμέμνονα δὲ ὅμως ἀσφαλεῖς πάλιν οἱ Ἕλληνες.

`7.124`

ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει:
λειπόμενοι γὰρ οἱ γέροντες δυνάμει τῷ σχετλιάζειν ἐμφαίνουσι τὴν οἰκείαν προθυμίαν. μόνον οὐχὶ δὲ τὴν Ἑλλάδα πᾶσαν ἐν αὐτοῖς ἐλεεῖν φησιν. εὖ δὲ καὶ τὸ μὴ λύπην εἰπεῖν, ἀλλὰ πένθος καὶ μέγα.

`7.125`

ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς: διδάσκει ὅτι καὶ ἀπόντας δεῖ τοὺς πρεσβυτέρους τιμᾶν, λέγων ὡς δεῖ τοὺς Ἕλληνας ἀρέσκειν Πηλεῖ καὶ μὴ παρόντι. ἀνόητον δέ φασι τὸ μὴ τοὺς γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαίρειν δυστυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. τοῦτο δέ ἐστιν ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ ἡμῶν· ἅμα δὲ καὶ ὑπομιμνῄσκει Ἀγαμέμνονα Ἀχιλλέως ὅτι ὁ νῦν προκαλούμενος πάντας, ὄφρʼ Ἀχιλλεὺς μετʼ Ἀχαιοῖσι πολέμιζεν «οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ»· ἐπαχθὲς γὰρ ἦν τὸ σαφῶς ὀνειδίσαι. προμνηστεύει οὖν τὰς Λιτάς, καὶ τοῖς βαρβάροις δὲ ἐμφαίνει ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ πολυχρόνιος τοῦ Πηλέως οὕτω πρὸς τοὺς Ἕλληνας διακειμένου· καὶ τὸν Ἀχιλλέα ὑποθωπεύει λεληθότως.

`7.126`

βουληφόρος: ὁ φέρων εἰς πέρας, ἃ βούλεται. συνίστησι δὲ τὸ πρόσωπον, ὅπως ὁ τούτου σχετλιασμὸς δεινότατος ἐγείρῃ τοὺς Ἕλληνας.

`7.127a1`

ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν: ὅτι Ζηνόδοτος γράφει «μέγα δʼ ἔστενεν», ἐξ οὗ φανερός ἐστιν ἀνεγνωκὼς «μειρόμενος», οἷον στερόμενος. ὁ δὲ Ὅμηρος τὸ μείρεσθαι οὐκ ἐπὶ τοῦ στέρεσθαι τίθησιν, ἀλλʼ ἐπὶ τοῦ μερίζεσθαι· «καὶ ἥμισυ μείρεο τιμῆς». δέον οὖν εἰρόμενος, ἐρωτῶν. προκρίνει δὲ ὁ Ἀρίσταρχος τὴν μέγʼ ἐγήθεεν γραφήν.

`7.127a2`

Ζηνόδοτος «μειρόμενος» γράφει, κακῶς.

`7.127b`

ὅς ποτέ μʼ εἰρόμενος: τὸ πλῆρες· ἐμὲ εἰρόμενός τε.

`7.128a1`

ἐρέων γενεήν τε τόκον τε: θαυμασίως τῆς εὐγενείας αὐτοὺς ὑπέμνησεν οὐκ ἐπαινῶν τοὺς γονεῖς αὐτῶν, ἀλλὰ Πηλέα τὸν ἄκρον ἐπʼ εὐγενείᾳ χαίρειν ἐπὶ τῇ γονῇ αὐτῶν λέγων. ἀλλʼ οὐδέ φησιν ὅτι ἐμαρτύρησα τῷ Πηλεῖ περὶ ὑμῶν· τὸ μὲν γὰρ κολακικόν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον.

`7.128a2`

γενεήν τε τόκον τε: πατέρα καὶ παῖδα· τὸ μὲν γὰρ ἐπαινεῖν τοὺς προγόνους κολακικόν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον.

`7.129-130`

ἀκούσαι ... ἀείραι: παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖς μακρὰν εἶναι.

`7.130a1`

φίλας ἀνὰ χεῖρας: ἐν ταῖς ἐξητασμέναις Ἀριστάρχου «βαρείας χεῖρας», τὰς βεβαρημένας ὑπὸ γήρως νῦν καὶ δυσκινήτους. ἀλλαχοῦ δὲ τὰς ἐρρωμένας· «βαρείας χεῖρας ἐποίσειν».

`7.130a2`

φίλας ἀνὰ χεῖρας: Ἀρίσταρχος «βαρείας χεῖρας», τὰς ὑπὸ τοῦ γήρως δυσκινήτους.

`7.131a`

θυμὸν ἀπὸ μελέων: δηλοῖ ὅτι παρέσπαρται ἡ ψυχὴ παντὶ τῷ τοῦ σώματος μέρει.

`7.131b1`

ἄλλως· θυμὸν ἀπὸ μελέων δῦναι: ὅτι τοιούτοις πεπίστευκε τὸν ἴδιον υἱόν.

`7.131b2`

τοῦτο δὲ πάσχει, φησίν, ὅτι τοιούτοις ἀγενέσι καὶ δειλοῖς τὸν ἴδιον υἱὸν πεπίστευκεν.

`7.131c1`

δῦναι δόμον Ἄιδος εἴσω: μέτριος μὲν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ τῇ δυνάμει· εἰ γὰρ ἐκεῖνος ἀκούων ἀβίωτα σπεύδει, πόσῳ μᾶλλον ἐγὼ ὁρῶν ἢ ὑμεῖς ἀσχημονοῦντες; πραγματικῶς καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτω βαρέως οἴσει ὁ Πηλεὺς τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ υἱῷ ἄχθοιτο;

`7.131c2`

μέτριος μὲν οὖν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ τῇ δυνάμει· εἰ γὰρ ὁ Πηλεὺς τὰ ὑμῶν ἀκούων δεινὰ θανεῖν εὔχεται, πόσῳ μᾶλλον ἐγὼ ὁ τοσαῦτα ποιήσας ἐν νεότητι καὶ νῦν ὁρῶν ὑμᾶς· πραγματικῶς δὲ καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτως βαρέως οἴσει ὁ Πηλεὺς τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ υἱῷ ἄχθοιτο;

`7.132`

αἲ γάρ, Ζεῦ τε πάτερ: οὐκ ἄκαιρος ὁ λόγος· ἐπιτιμήσας γὰρ τοῖς ἀρίστοις ὤφειλεν ἀποδεῖξαι διὰ τῆς παραθέσεως τῶν πεπραγμένων αὐτῷ ὅτι δεόντως ἄγει ταύτην τὴν παρρησίαν, ἵνα πρὸς ζῆλον αὐτοὺς τῶν ὁμοίων κινήσῃ. τοιοῦτος καὶ Φοῖνιξ καὶ Λαέρτης.

`7.133-5a`

ἐπʼ ὠκυρόῳ κελάδοντι ..., Ἰαρδάνου ἀμφὶ ῥέεθρα: ὅτι ἰδίως τὰ ἐπίθετα προτάξας τὸ κύριον ἐπήγαγεν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα

`7.133-5b`

Κελάδοντι τῷ νῦν Ἀκίδωνι. τινὲς δὲ ἄμφω ἐπίθετα τοῦ Ἰαρδάνου καὶ τὴν φράσιν σημειοῦνται· προτάξας γὰρ δοτικὰς ἐπιφέρει γενικὴν Ἰαρδάνου

`7.135a`

Φειᾶς: ὅτι ἐν Ὀδυσσείᾳ πληθυντικῶς· «ἡ δὲ Φεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ», ὡς Μυκήνην καὶ Μυκήνας.

`7.135b`

Φειᾶς πὰρ τείχεσσιν: Φειᾶς περισπαστέον· ἑνικὴ γάρ ἐστι γενική. πρόδηλον κἀκ τῆς συντάξεως τοῦ τείχεσσι, παρὰ τοῖς τῆς Φειᾶς τείχεσι. Φεὰ δὲ πόλις—παρʼ ἣν ὁ ἰορδάνης ῥεῖ.

`7.135c`

Φειᾶς πὰρ τείχεσσιν: καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι, καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. ἄμεινον οὖν ὡς Δίδυμος «Φηρᾶς» γράφειν καὶ «Δαρδάνου ἀμφὶ ῥέεθρα». οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ

`7.136a`

πρόμος: ὅτι ἀντὶ τοῦ πρόμαχος κοινῶς.

`7.136b`

ἰσόθεος φώς: ἐπαίρει τὸν πολέμιον Ἐρευθαλίωνα.

`7.138a`

δίου Ἀρηϊθόου: ὅτι πυκναὶ ἐν Ἰλιάδι αἱ ἐπαναλήψεις, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ καὶ ὅτι οὗτος ὁ Ἀρηΐθοος Ἀρκὰς ὢν ὁμώνυμός ἐστι τῷ Βοιωτῷ.

`7.138b1`

δίου Ἀρηϊθόου: εὐκαίρως ἐρευνᾷ, πρώην ἁπλῶς παρελθών. οὗτος δὲ ὁ Ἀρηΐθους Βοιωτὸς μὲν ἦν τῷ γένει, συνεμάχει δὲ Ἀρκάσιν. τούτῳ φθονέσας Λυκοῦργος ἀναιρεῖ.

`7.138b2`

οὗτος ὁ μὲν Ἀρηΐθους Βοιωτὸς ἦν τὸ γένος, Ἀρκάσι δὲ συνεμάχει. τοῦτον δὲ Λυκοῦργος ὁ Ἀρκὰς φθόνῳ ἀναιρεῖ. εὐκαίρως δὲ ἐνταῦθα ἐρευνᾷ, πρώην ἁπλῶς παρελθών.

`7.139`

ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες: ἔμφασις τοῦ κλέους, ὅπου καὶ γυναιξὶν ἐγνώσθη.

`7.140`

οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ:
τοῖς ἐπάνω συναπτέον· αἰτία γὰρ τῆς τοῦ κορυνήτου ὀνομασίας αὕτη. καὶ τὸν ἑξῆς δὲ ὁμοίως συνάπτειν δεῖ «ἀλλὰ σιδηρείῃ κορύνῃ», βραχὺ μόνον διαστέλλοντα.

`7.142`

δόλῳ, οὔτι κράτεΐ γε: εἰς σύστασιν αὐτοῦ.

`7.143-4`

στεινωπῷ ἐν ὁδῷ, ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον χραῖσμε: οὐ διὰ τὸ στενόν, ἀλλὰ διὰ τὴν πρόληψιν.

`7.144a`

ὑποφθάς: ὅτι ἀντὶ τοῦ ὑποφθάσας Ἰακῶς. Ἀρίσταρχος δέ φησι καὶ «ἀναστάς», οἷον ἐκ λόχου ἀναστάς.

`7.144b1`

ὑποφθάς: Ἀρίσταρχος «ἀναστάς», ἐκ τοῦ λόχου δηλονότι.

`7.144b2`

γράφεται καὶ «ἀναστάς».

`7.146a1`

τεύχεα δʼ ἐξενάριξε: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ τέ, «τεύχεά τʼ ἐξενάριξε».

`7.146a2`

Ἀρίσταρχος διὰ τοῦ δέ.

`7.146b`

τεύχεά τʼ ἐξενάριξε: ὅτι κυρίως τὸ ἐξενάριξεν νῦν, τὰ ἔναρα περιεῖλεν.

`7.146c`

τά οἱ πόρε χάλκεος Ἄρης: λεληθότως τὸν ἴδιον ἔπαινον αὔξει ὁ Νέστωρ, εἰ περιεγένετο ἀνδρὸς ὅπλα φοροῦντος θεῖα.

`7.146d`

ἄλλως· τά οἱ πόρε χάλκεος Ἄρης: τινὲς «ἃ ἦν σκυλεύσας ἐκ τοῦ πολέμου».

`7.147`

μετὰ μῶλον Ἄρηος: τὸν ἐγχρονισμὸν καὶ μώλυνσιν τῆς μάχης.

`7.148`

ἐγήρα: ὅτι ἀντὶ τοῦ ἐγήρασεν τὸν παρατατικὸν ἔταξεν.

`7.149`

δῶκε δʼ Ἐρευθαλίωνι: ὅτι οὕτως εἴωθε φράζειν, καὶ ὅτι περιττὸς ὁ δέ. τινὲς δὲ γράφουσι «δῶκεν Ἐρευθαλίωνι».

`7.152-3`

πολεμίζειν θάρσει ᾧ: τῷ ἑαυτοῦ· «βουλὴ γὰρ ἄρχει, χεὶρ δʼ ἐπεξεργάζεται» τινὲς δὲ ἀντὶ τοῦ τῷ ἀπλήστῳ θάρσει αὐτοῦ τοῦ Ἐρευθαλίωνος μάχεσθαι.

`7.153a1`

θάρσει ᾧ: ὅτι Ζηνόδοτος «θάρσει ἐμῷ». ἀδιανόητον δὲ γίνεται, ἡ ψυχή με ἀνέπεισε τῷ θάρσει τῷ ἐμῷ.

`7.153a2`

γράφεται δὲ καὶ «θάρσει ἐμῷ». ἀμείνων δὲ ἡ ἄλλη.

`7.153b`

γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων: διὸ ἐθάρσουν. ἐντέχνως δὲ τοὺς μὲν πρεσβυτέρους ἀπολύει τοῦ κινδύνου, τοὺς δὲ νεωτέρους ἀνίστησιν.

`7.154`

δῶκεν δέ μοι εὖχος Ἀθήνη: ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέρειν· καὶ γὰρ συνεργοῦσι τοῖς προθύμοις.

`7.155`

τὸν δὴ μήκιστον καὶ κάρτιστον: καὶ ὡς οὐχ ἑαυτὸν μήκιστον εἶπε καὶ κάρτιστον, ἀλλὰ τῷ μὲν Ἐρευθαλίωνι ταῦτα ἐμαρτύρησεν, ἐκείνου δὲ περιγεγενῆσθαι λέγων λεληθότως καὶ ἀνεπιφθόνως ἑαυτὸν ηὔξησεν. ζηλωτὸν δὲ ἑαυτὸν καθιστὰς προτρέπει αὐτοὺς εἰς ἔννοιαν ἀγωνίας.

`7.156a`

πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα· ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα μεγέθη, ὡς τὸ «τύμβον δὲ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα». παρήορος δὲ εἰς μῆκος καὶ πλάτος παρηρτημένος.

`7.156b`

πολλὸς γάρ τις ἔκειτο παρήορος: σημειοῦνταί τινες διὰ τὸ παρήορος, ὅτι παρηρτημένος καὶ κεχυμένος.

παρήορος: παρῃωρημένος τῷ σώματι—καὶ τὸν ἄφρονα.

`7.158`

κε ... ἀντήσειε: ἤντησεν ἄν.

`7.159`

ὑμέων δʼ οἵπερ ἔασιν: σχῆμα περὶ πρόσωπον.

`7.160`

οὐδʼ οἳ προφρονέως μέματε: σχῆμα περὶ πρόσωπον.

`7.161a`

ὣς νείκεσσʼ ὁ γέρων, οἱ δʼ ἐννέα πάντες ἀνέσταν: πρὸς τὸ νείκεσσεν, ὅτι ἀντὶ τοῦ ἐπέπληξεν, οὐδέποτε δὲ ἐπὶ τοῦ ἔκρινεν, ὡς ἐν τῷ «ὃς νείκεσσεν τε θεάς». καὶ ὅτι παρέλκει συνήθως αὐτῷ τὸ πάντες.

`7.161b`

οἱ δʼ ἐννέα πάντες ἀνέσταν: πλεονάζει τὸ πάντες· οὐ γάρ, ὥς τινες, οἱ ἅπαντες ἐννέα· τί γὰρ ἐπὶ τοῦ «δέκα πάντα τάλαντα» ἴσχυσε δὲ καὶ τοὺς ὁμογέροντας ἐγεῖραι.

`7.162`

ὦρτο πολὺ πρῶτος … Ἀγαμέμνων: ὡς βασιλεὺς προτρέπων καὶ ὡς ἀχθόμενος τῇ μελήσει αὐτῶν. καὶ τὸν ἀδελφὸν ἐπισχὼν ἐνδείκνυται οὐχ ὡς δεδιὼς Ἕκτορα ἀπέτρεπε τὸν Μενέλαον.

`7.163a`

τῷ δʼ ἐπί: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ σύνδεσμος.

`7.163b`

τῷ δʼ ἐπὶ Τυδείδης: φιλοτιμεῖται γὰρ ἐπὶ τοῖς πεπραγμένοις καὶ θερμότερός ἐστι τῶν Αἰάντων.

`7.164`

τοῖσι δʼ ἐπʼ Αἴαντες: δευτερεύει γὰρ Αἴας Ἀχιλλέως. συνανέστησε δὲ αὐτῷ καὶ τὸν Λοκρόν· «ἶσον» γὰρ «θυμὸν ἔχοντες». πολεμεῖ δὲ νῦν καὶ κρατεῖ, ἵνα, ὅταν ἡττᾶται Ἕκτορι τὸν Δία νοοῖμεν.

`7.165-6`

τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς— Μηριόνης: ἐκείνων μὲν λείπονται, Εὐρυπύλου δὲ καὶ Θόαντος ὑπερέχουσιν. συνεργεῖ δὲ ἀεὶ Μηριόνης τῷ Ἰδομενεῖ.

`7.167a`

τοῖσι δʼ ἐπʼ Εὐρύπυλος: οὐδὲ ἐνθάδε ἀναστρεπτέον, καὶ ὅτι συνήλειπται.

`7.167b`

τοῖσι δʼ ἐπʼ Εὐρύπυλος: κρείττων καὶ οὗτος τὰ πολεμικὰ Θόαντος· περὶ λόγους γὰρ μᾶλλον δεινὸς ὁ Θόας· «ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν νίκων, ὁππότε κοῦροι ἐρίσσειαν».

`7.167c`

Εὐαἴμονος: ψιλωτέον τὸ Εὐαίμονος εἰς ἰδιότητα. προείρηται δέ

`7.168a1`

δῖος Ὀδυσσεύς: οὐχ ὡς δειλός, ἀλλʼ ὡς σοφὸς εἰς πάντα μέλλει. ἄλλως τε περὶ πάντων ἀπελογίσατο· «πάντες ἄρʼ οἵ γʼ ἔθελον».

`7.168a2`

ἔσχατος τέθειται οὐχ ὡς δειλός, ἀλλʼ ὡς σοφός· πάντα γὰρ λογισμῷ πράττων εἰς πάντα μέλλει.

`7.170`

τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ:
ὁ καὶ ἀναστῆναι προτρέψας, οὐχ ὁ βασιλεύς, ὃς πονεῖν ἐθέλει. ὅτι τοὺς μὲν καθίστησι, τοὺς δὲ ἀνίστησι Νέστωρ.

`7.171a`

κλήρῳ νῦν πεπάλασθε διαμπερές, ὅς κε λάχῃσιν: ὅτι τηρεῖ τὴν διαφορὰν τοῦ κληρώσασθαι καὶ λαχεῖν. καὶ πρὸς τὸ λάχῃσιν, ὅτι ὃς ἂν λάχοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «ἰχθύς, ὅς κε φάγῃσι» πρὸς Φιλίταν.

`7.171b`

πεπάλασθε: οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανὸς διὰ τοῦ ς, πεπάλασθε, οὐ διὰ τοῦ χ.

`7.171c1`

πεπάλαχθε: αἱ πᾶσαι «πεπάλασθε» παρὰ τὸν Πάλλαντα ἢ ἀπὸ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους. πεπάλαχθε δὲ μολύνθητε.

`7.171c2`

αἱ πᾶσαι «πεπάλασθε», ὅ ἐστι τῷ κλήρῳ ἤτοι τῷ λαχμῷ κινήθητε. ἕκαστος, φησί, τῷ ἑαυτοῦ κλήρῳ ἐν λαχήσει κινήθητε. ἀπὸ τοῦ πάλλω παλάσσω. τὸ δὲ πεπάλαχθε τὸ μολύνθητε δηλοῖ.

`7.171d`

πεπάλασθε: οἷον κλήρῳ διακληρώσασθε. ἀπὸ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους πεπάλασθε λέγει. τὸ δὲ ὅς κε λάχῃσι τινὲς γράφουσι διὰ τοῦ ω, ἵνα λείπῃ τὸ τίς, ὡς πολλαχοῦ παρʼ αὐτῷ.

`7.171e`

ἄλλως· κλήρῳ νῦν πεπάλαχθε: ἀνοήτως, φασίν, ἐπὶ κλῆρον ἔρχεται, δέον ἑλέσθαι τὸν ἄριστον, ὅπου κίνδυνος ἦν καὶ τὸν φαυλότατον λαχεῖν. τοῦτο δὲ ποιεῖ ὁ Νέστωρ, ἵνα μηδενὸς προκριθέντος ὑβρισθῶσιν οἱ λοιποί, πρός τε τὸν πολέμιον ἵνα ἐνδείξηται ὅτι οὐχ ἕνα μόνον οἴεται ἀξιόχρεων εἶναι πρὸς αὐτὸν μάχεσθαι, καὶ ἵνα μήτε νικήσας τὸν ἄριστον δοκῇ νενικηκέναι, ἀλλὰ τὸν ὑπὸ τοῦ κλήρου δεδομένον, μήτε ληφθεὶς ὑπὸ τοῦ ἀρίστου λελῆφθαι, ἀλλʼ ὑπὸ τοῦ λαχόντος. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατής.

`7.171-4a1`

κλήρῳ νῦν πεπάλασθε—δηϊοτῆτος: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. τὸ δὲ ἑξῆς λεγόμενον οὗτος γὰρ δὴ ὀνήσει ἤτοι περὶ τοῦ κλήρου ἐστὶν ἢ τοῦ λαχόντος, ὃ καὶ βέλτιον· ἐπιφέρει γὰρ καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται. ἄλλως μέντοι γε ὕποπτος οὗτος ὁ στίχος ἦν· δυσέλπιδας γὰρ τούτους ποιεῖ. τὸ δὲ ἐν τῷ πρώτῳ στίχῳ δοκοῦν ἀκατάλληλον εἶναι «κληρώθητε ὃς ἂν λάχῃσι» σύνηθες Ὁμήρῳ ἐστίν, οἷον κληρώθητε· λάχοι γὰρ ἄν τις. τὸ δὲ διαμπερές πρόσκειται ἀντὶ τοῦ διηνεκῶς, οἷον πάντες. ταῦτα δέ τινες ὑπιδόμενοι ἀφʼ ἑτέρας ἀρχῆς ποιοῦσιν ἀναγινώσκειν, διαμπερές, ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει, ἵνʼ ᾖ τὸ ἑξῆς οὗτος γὰρ δὴ διαμπερὲς ὀνήσει, ὅς κε λάχῃσι. οἱ δὲ καὶ οὕτως· ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει, δῆλον ὅτι μετὰ τὸ διαμπερές στίζοντες. ταῦτα ὁ Νικάνωρ

`7.171-4a2`

οὕτως συνάπτειν δεῖ ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει.

`7.171-3`

διαμπερὲς—ὀνήσεται: διηνεκῶς ἀπὸ πέρατος εἰς πέρας ἐλθόντος τοῦ κλήρου, ὅ ἐστι διὰ πάντων. εἶτα ἀπὸ ἄλλης ἀρχῆς· ὃς γὰρ ἂν λάχῃ, καὶ Ἕλληνας καὶ ἑαυτὸν ὠφελήσει. τινὲς τελείαν εἰς τὸ λάχῃσιν. λέγει δὲ κληρώθητε· λάχοι γὰρ ἄν τις, ὡς καὶ τὸ «μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξει». οἱ δὲ στίζουσιν εἰς τὸ «πεπάλασθε», εἶτα, ὃς γὰρ ἂν λάχῃ, διηνεκῶς καὶ εἰς πάντα τὸν βίον ὠφελήσει τοὺς Ἀχαιούς.

`7.172`

Ἀχαιούς: ὡς ἔχοντας ἀξιόμαχον Ἕκτορι.

`7.175a`

ἐσημήναντο: ὅτι σημείοις χρῶνται, οὐ γράμμασιν.

`7.175b1`

ἐσημήναντο: γράμμασιν. καὶ πῶς οὐ γινώσκει ὁ κῆρυξ; ἐθνικὰ γὰρ ἦν.

`7.175b2`

γράμμασιν ἐσημήναντο. καὶ πῶς ὁ κῆρυξ οὐδὲ οἱ ἄλλοι γνωρίζουσιν; ὅτι ἐθνικὰ ἦν.

`7.177a1`

λαοὶ δʼ ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας ἀνέσχον: ὁ Ἀσκαλωνίτης διαστέλλει ἰδὲ χεῖρας ἀνέσχον, ὡς «ἰδὲ κλέος ἐσθλὸν ἄροιτο», ἵνα γένηται καὶ χεῖρας ἀνέσχον. Ἀλεξίων δὲ τὴν κατειθισμένην παραλαμβάνει, «λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον». οὕτως καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτως δοκεῖ.

`7.177a2`

διχῶς, καὶ «θεοῖσι δέ» καὶ θεοῖς ἰδέ.

`7.177a3`

διχῶς δὲ θεοῖς ἰδὲ χεῖρας καὶ «θεοῖσι δὲ χεῖρας».

`7.177b`

λαοὶ δʼ ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας ἀνέσχον: ἡδέα καὶ Ἑλληνικὰ ἀγωνιᾶν τοὺς Ἕλληνας περὶ εὐδοξίας.

`7.179-80`

ἢ Αἴαντα λαχεῖν—Μυκήνης: τάξιν ἡ εὐχὴ ἔχει, τὸν πρῶτον κατʼ ἀλκὴν καὶ τὸν δεύτερον καὶ τὸν τρίτον καταλέγουσα.

`7.179`

λαχεῖν: λείπει τὸ δός.

`7.180`

Μυκήνης: ὅτι ἀλλαχοῦ πληθυντικῶς Μυκήνας.

`7.181`

πάλλεν δὲ Γερήνιος: ὡς μὴ κακουργηθῆναί τι περὶ τὸν κλῆρον· πιστότατος γάρ. τὸ δὲ πάλλεν ἀντὶ τοῦ ἐκλήρου.

`7.182a`

ἐκ δʼ ἔθορε κλῆρος κυνέης: ὅτι ἀνέσειον τοὺς κλήρους, οὐκ ἐξῃροῦντο, ὡς ἡμεῖς νῦν.

`7.182b`

ὃν ἄρʼ ἤθελον αὐτοί: πιθανῶς εἴρηται τοῦτο, εὐχῆς γὰρ τὸ ἔργον ἦν, καὶ κεχαρισμένως τῷ ἀκροατῇ.

`7.184a1`

ἐνδέξια: ὅταν ἀντὶ ἐπιρρήματος ᾖ, ἀντὶ τοῦ ἐπιδεξίως ἐνδέξια, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα.

`7.184a2`

βαρυντέον τὸ ἐνδέξια· ἐπίρρημα γάρ ἐστιν ἀντὶ τοῦ ἐνδεξίως.

`7.185a`

οἱ δʼ οὐ γιγνώσκοντες: οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν παρὰ πᾶσι τοῖς Ἕλλησι χαρακτῆρες. διάφορα δὲ καὶ τὰ τῶν στοιχείων ὀνόματα, ὡς τὸ σάν. Καλλίστρατος δὲ Σάμιος ἐπὶ τῶν Πελοποννησιακῶν μετήνεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις ἐπὶ ἄρχοντος Εὐκλείδου, ὥς φησιν Ἔφορος τινὲς δὲ τὸ οὔ περισπωμένως καὶ δασέως, ἵνʼ ᾖ αὐτοῦ τοῦ Αἴαντος αὐτὸν εἰδότες, κακῶς.

`7.185b`

ἀπηνήναντο ἕκαστος: ἐναρτᾷ τέως ἡμῶν τὸν νοῦν, οὐκ εὐθὺς ἐπὶ τὸν Αἴαντα τὸν κλῆρον φέρων.

`7.186a1`

ἀλλʼ ὅτε δή ῥʼ ἵκανε: διχῶς· ἀλλʼ ὅτε δή ῥʼ ἵκανε καὶ «ἀλλʼ ὅτε δὴ τὸν ἵκανε».

`7.186a2`

διχῶς ἡ γραφή.

`7.187`

ὅς μιν ἐπιγράψας: ὅτι οὐ γράμμασι τῆς λέξεως, ἀλλʼ ἐγχαράξας σημεῖα· εἰ γὰρ κοινῶς ᾔδεσαν γράμματα, ἔδει τὸν κήρυκα ἀναγνῶναι καὶ τοὺς ἄλλους, οἷς ἐπεδείκνυτο ὁ κλῆρος.

`7.189-90a1`

γήθησε δὲ θυμῷ. τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε: ἀλλαχοῦ τὸ σῶμα, νῦν δὲ τὴν γνώμην αὐτοῦ ἐπαινεῖ. καλῶς δὲ οὐκ εἶπεν ἐμειδίασεν· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ τῶν φίλων ἦν, ἑξῆς δὲ καταπλῆσσον τὸν πολέμιον.

`7.189-90a2`

καλῶς οὐκ εἶπεν ἐμειδίασε· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ τῶν φίλων ἦν. βάλλει δὲ χαμαὶ τὸν κλῆρον τύπον τῆς ἥττης Ἕκτορος παρεντιθείς.

`7.192`

δοκέω νικησέμεν: μέτριον καὶ Ἑλληνικὸν τὸ ἦθος· οὐχ ὡς ὁ Ἕκτωρ γὰρ περὶ τῶν ἀδήλων ὑπισχνούμενος «ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούς».

`7.193a`

ὄφρʼ—δύω: ἐπασφαλίζεται ὡς διακινδυνεύων.

`7.193b`

δύω: Ἀρίσταρχος «δύνω», ἄλλοι δὲ δύω.

`7.194`

τόφρʼ ὑμεῖς εὔχεσθε: Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων εὔχεσθαι. ἅμα καὶ τὸ διάκενον πληροῖ. ἡ δὲ τῶν πολλῶν εὐχὴ εἰσακούεται. ὅτι καὶ τὸν κράτιστον ἐπὶ θεοὺς δεῖ καταφεύγειν.

`7.195-9`

σιγῇ ἐφʼ ὑμείων ἕως τοῦ ἔλπομαι ἐν Σαλαμῖνι στίχοι πέντε ἀθετοῦνται, ὅτι οὐ κατὰ τὸν Αἴαντα οἱ λόγοι καὶ ἑαυτῷ ἀνθυποφέρει γελοίως.

`7.195`

σιγῇ ἐφʼ ὑμείων: ἵνα μὴ δόξωσιν ἐπʼ εὐχὰς τρέπεσθαι τὸν Ἕκτορα δεδοικότες.

`7.196`

οὔτινα δείδιμεν: οὐ διὰ δέος αὐτὸ ποιοῦμεν.

`7.197-8a1`

οὐ γάρ τίς με βίῃ … οὐδέ τʼ ἀϊδρείῃ: ἐκ δυοῖν γὰρ νίκη προσγίνεται περὶ ὧν τὸ μὲν ἐγνωσμένον παρῆκε, τὸ δὲ ἑξῆς ἐπεξεργάζεται. μετρίως δέ φησιν οὐ βιάσεταί μέ τις. ὁ δὲ Ἕκτωρ

«αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας ἀνδροκτασίας τε».

`7.197-8a2`

ἐκ δυοῖν γὰρ ἡ νίκη προσγίνεται, ἀνδρείας καὶ πολυπειρίας, ὧν τὸ μὲν ἐγνωσμένον παρῆκε, τὸ δὲ ἑξῆς ἐπεξεργάζεται. μετρίως δέ φησιν ὅτι μὴ βουλόμενόν με οὐδεὶς βουλόμενος βιάσασθαι βιάσεται. καὶ τίς, φασί, βούλεται βιασθῆναι; διὰ τούτου φαμὲν ὅτι τὸ τῶν πολλῶν ἀμελὲς ἐνδείκνυται.

`7.197a1`

ἑκών: Ἀρίσταρχος διὰ τοῦ λ «ἑλών».

`7.197a2`

αἱ Ἀριστάρχου καὶ αἱ πλείους «ἑλών».

`7.197a3`

γράφεται καὶ «ἑλών».

`7.197b`

δίηται: πορεύηται.

`7.198a1`

οὐδέ τʼ ἀϊδρείῃ: διὰ τοῦ τι εἶχον αἱ Ἀριστάρχου. ἡ δὲ Ἀριστοφάνους «οὐδὲ μὲν ἰδρείῃ». ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ Ζηνοδότῳ.

`7.198a2`

οὐδέ τʼ ἀϊδρείῃ: «οὐδέ τι ἰδρείῃ». παρὰ Ἀριστοφάνει «οὐδὲ μὲν ἰδρείῃ». ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ Ζηνοδότῳ.

`7.198b`

ἀϊδρείῃ: τῇ πολυπειρίᾳ, ἐπιτάσει τοῦ α.

`7.198c1`

ἐμέ: ἐν ὀρθῇ τάσει ἀναγνωστέον, ἵνα ᾖ ἀντιδιαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα.

`7.198c2`

ἡ παράδοσις ὀρθοτονεῖ τὴν ἐμέ.

`7.198c3`

τὴν δὲ ἐμέ ὁ Ἡρωδιανὸς εὐλόγως ὤξυνεν.

`7.198d`

νήϊδα: δειλόν.

`7.199a`

ἔλπομαι ἐν Σαλαμῖνι: καλῶς τὴν ἐκ παιδείας ἀρετὴν τῇ θρεψαμένῃ περιάπτει πατρίδι· καὶ τοῦτο γὰρ Ἑλληνικὸν καὶ φιλοδίκαιον.

`7.199b`

γενέσθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι σπονδειακόν ἐστιν, ἀλλʼ ἴσως ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος, λέγω δὲ τοῦ τετραφέμεν τε, ὡς καὶ ἐν τῇ τ τῆς Ὀδυσσείας παραλόγως ἐνεκλίναμεν ἐν τῷ «ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαί τε χρῖσαί τε», ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν.

`7.202a`

Ἴδηθεν: ὅτι τὸ θεν παρέλκει νῦν· ἔστι γὰρ ἀντὶ τοῦ Ἴδης.

`7.202b`

Ἴδηθεν μεδέων: καλῶς ἐγχωρίως καλεῖ τὸν θεόν, ἐν ᾗ καὶ ἀγωνίζονται, ἵνα μὴ παρὰ μόνοις Τρωσὶ τιμώμενος ἐναντίος εἴη Αἴαντι.

`7.204`

εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις: θέλων αὐτοὺς ἐπʼ ἴσης διαλλάξαι ὁ ποιητὴς οὐ συνίστησιν ἐν τῇ εὐχῇ.

`7.208a`

σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης:
ἐκτείνει τὰς συλλαβάς, τὸ σχῆμα τῆς ὄψεως καὶ τῆς πορείας δηλῶν.

`7.208b`

οἷός τε πελώριος … Ἄρης: ἤδη προεπαίρει τὸν Αἴαντα καὶ τὴν ἔκβασιν ὑποφαίνει. καὶ ἀπήρκει μὲν μέχρι τούτου τὸ τῆς εἰκόνος, προσφιλοτιμεῖται δὲ ὁ ποιητὴς τὰ λοιπά

`7.210`

ἔριδος μένεϊ: περιφραστικῶς ἔριδι.

`7.212a`

μειδιόων βλοσυροῖσι προσώπασι: οἷον ἥμερόν τι καὶ γενναῖον ἔχων τὸ πρόσωπον.

`7.212b`

μειδιόων: πολλὰ τεκμήρια τῆς τοῦ Αἴαντος γενναιότητος· καὶ λαχὼν γὰρ ἥσθη, πλησίον δὲ ὢν τοῦ δεινοῦ μειδιᾷ, οὐ γελᾷ· τὸ μὲν γὰρ γελᾶν θρασύτητος ἄφρονος, τὸ δὲ μειδιᾶν γέλωτος μὲν αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον, ἐκπλῆττον Ἕκτορα, θρασῦνον δὲ τοὺς φίλους.

`7.212c`

προσώπασι: ἀπὸ τῆς πρόσωπα εὐθείας Αἰολικῶς προσώπατα καὶ προσώπασιν. εὖ τὸ πληθυντικῶς προσώπασι· σμικρύνει γὰρ τὸ πρόσωπον καὶ ἀποστενοῖ δειλία, χαρὰ δὲ πληθύνει τε καὶ διαχέει.

προσώπασι: ἀντὶ τοῦ προσώπῳ.

`7.213a`

μακρὰ βιβάς: ἡ κίνησις τοῦ σώματος ἐμφαίνει τὸ θρασὺ τῆς ψυχῆς. τῶν δὲ δειλῶν «μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει».

`7.213b`

βιβάς: οὕτως Ἀρίσταρχος βιβάς.

`7.214a`

τὸν δὲ καὶ Ἀργεῖοι μέγʼ ἐγήθεον: Ἀρίσταρχος «τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον».

`7.214b`

Ἀργεῖοι μέγʼ ἐγήθεον: ἣν ὁ ποιητὴς ἔχει διάθεσιν, καὶ τοῖς πρώτοις περιάπτει. ἀπὸ δὲ τῆς τῶν ὁρώντων διαθέσεως τὸν ἔπαινον τοῦ ὁρωμένου ηὔξησεν.

`7.215`

Τρῶας δὲ τρόμος αἰνός: οὐ μόνος ὁ κινδυνεύων ἔτρεμεν, ἀλλὰ καὶ οἱ λοιποί. ταῦτα δὲ λέγει ὁ ποιητὴς μεγαλύνων Αἴαντα.

`7.216`

Ἕκτορι δʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν: τὴν κίνησιν καὶ ἀγωνίαν τῆς διανοίας ὑπέγραψε, τῶν δὲ σημείων τῆς δειλίας οὐδὲν παρέλαβεν ὡς ἐπὶ τοῦ Ἀλεξάνδρου «ὦχρός τέ μιν εἷλε παρειάς» καὶ ἐπὶ τοῦ Δόλωνος «ὑπὸ δʼ ἔτρεμε γυῖα», ἀλλὰ μόνον τὴν ἀγωνίαν· περὶ γὰρ ἀξιοπίστου προσώπου ἐστὶν ὁ λόγος αὐτῷ.

`7.217`

ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι: ὡς, εἴγε δυνατὸν ἦν, κἂν ἔφυγεν. ταῦτα δὲ καὶ περὶ τοῦ Ἴρου νόει

`7.218`

χάρμῃ: κατʼ εὐφημισμόν, ἢ παρὰ τὸ κείρω κάρμη, ἢ παρὰ τὸ χαράσσεσθαι τὰ δόρατα.

`7.219a1`

Αἴας δʼ ἐγγύθεν ἦλθε: ὅτι οὐ περιμένει τὸν προκαλεσάμενον.

`7.219a2`

γενναῖος γὰρ ὢν οὐ μένει τὸν προκαλεσάμενον.

`7.220a1`

ὅ οἱ Τυχίος κάμε τεύχων: δόξαν ἡμῖν ἀληθείας ἐμποιῆσαι θέλων τὸν τρόπον τῆς παρασκευῆς, τὸν τεχνίτην, τὴν πόλιν φησίν. πηρωθεὶς δὲ ἐκ Κολοφῶνος μετῳκίζετο εἰς Σμύρναν· μετὰ δὲ βίου ζήτησιν εἰς Κύμην μετοικιζόμενος ἐλθεῖν εἰς Νέον τεῖχος, ὅπερ ἦν ἀποικία Κυμαίων, ὅπου μεταλαβὼν τῆς τοῦ σκυτέως Τυχίου φιλοφροσύνης ταῦτα περὶ αὐτοῦ φησιν· ὁπότε γὰρ περὶ ἥρωος δημιουργοῦ λέγει, ἱκανὸν προσθεῖναι καὶ μόνον τὸ ὄνομα, «ὅν ποτε τέκτων ποίησʼ Ἰκμάλιος». πολλῆι τε αὐτοῦ ἀριστεία μετῆλθεν ἀφικνεῖσθαι πρὸς αὐτὸν καὶ τοῦ φοροῦντος σπουδῆ, ὃς ἐκ Σαλαμῖνος ἧκεν εἰς Βοιωτίαν πρὸς τὸν ἄριστον ὁπλοποιόν.

`7.220a2`

δόξαν ἡμῖν ἀληθείας ἐμποιῆσαι θέλων τὸν τρόπον τῆς κατασκευῆς καὶ τὸν τεχνίτην καὶ τὴν πόλιν ὑπέγραψε, καὶ μαρτυρεῖ αὐτῷ ὡς τῶν ἄλλων τεχνιτῶν ἐν τεχνητοῖς ἀρίστῳ.

`7.221`

Ὕλῃ: ὅτι ἐνταῦθα συνεσταλμένως, ἐν δὲ τῷ Καταλόγῳ ἐκτεταμένως «ἠδʼ Ὕλην καὶ Πετεῶνα».

`7.222a1`

σάκος αἰόλον: ποικίλον· διὸ «κάμε τεύχων». ἢ εὐκίνητον. ἢ αἰόλον ἀντὶ τοῦ αἰόλως.

`7.222a2`

ποικίλον· διὸ καὶ τὸ «τεύχων» πρόσκειται· δηλοῖ γὰρ τὸ καλλωπίζων.

`7.225a1`

ἀπειλήσας δὲ προσηύδα: νωθὴς μέν ἐστι, κινηθεὶς δὲ ὀργὴν ἐνδείκνυται, ἀφʼ ἧς αὐτῷ καὶ ἡ κίνησις· εὐμεγέθης γὰρ ὢν κινεῖσθαι οὐ δύναται. τὴν ὀργὴν δὲ καὶ πρὸ τῶν λόγων τῷ σχήματι ἐπεδείξατο.

`7.225a2`

ἀπειλήσας δὲ προσηύδα: νωθής ἐστι, κινηθεὶς δὲ ἐνδείκνυται ὀργήν. τὴν δὲ καὶ πρὸ τῶν λόγων ἀπέδειξε τῷ σχήματι.

`7.226-7`

εἴσεαι οἰόθεν οἶος, οἷοι—μετέασι: οὐκ εἶπεν γνώσῃ οἷός εἰμι, κοινοποιεῖται δὲ ἅπαντα τοῖς φίλοις καὶ ἕνα ἐκ πολλῶν ἑαυτόν φησιν· οὐχ οἷος Ἕκτωρ «οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερά».

`7.228-9`

καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα … ἀλλʼ ὁ μὲν ἐν νήεσσι: ἐπίτηδες καταπλήττει τὸν πολέμιον τῇ τοῦ κρείττονος προσδοκίᾳ, ὅπως μὴ εὔελπις ᾖ οἰόμενος τεθνάναι Ἀχιλλέα ἢ ἀποπεπλευκέναι.

`7.228`

ῥηξήνορα: τὸν ῥηγνύντα—ἠνορέῃ δυνάμενον τουτέστι τῇ ἀνδρείᾳ.

`7.230`

ἀπομηνίσας: Ἀρίσταρχος «ἐπιμηνίσας».

`7.231a1`

τοῖοι: οἱ Γλωσσογράφοι τὸ τοῖοι ἀντὶ τοῦ ἀγαθοί· ὅθεν καὶ Καλλίμαχος τῷ «τοῖον ἀεὶ» κέχρηται

`7.231a2`

ἀγαθοί.

`7.232`

ἀλλʼ ἄρχε μάχης: βραδὺς γὰρ καὶ δεύτερος ὁ Αἴας ἀεί. ἅμα δὲ εὐτελίζει τὸ προπετές. ἢ καὶ αὐτὸν εὐτελίζων τοῦτό φησιν εἰρωνικῶς, ὡς καὶ αὐτὸς «ἠΰτε παιδὸς ἀφαυροῦ» φησίν, ἢ ἵνα πλεονεκτῇ κἀν τούτῳ ὁ Ἕκτωρ.

`7.235`

μή τί μευ ἠΰτε παιδός: συνεῖδε καὶ ὁ Ἕκτωρ ὅτι μεμφόμενος καὶ καταπλήττων αὐτὸν ἄρχειν ἐκέλευε τῆς μάχης.

`7.238a1`

οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερά: ὁ Κάσσιος δεξιά μὲν τὸ διώκειν, ἀριστερά δὲ τὸ φεύγειν· καὶ Ἀχιλλεὺς γάρ, φησί, «ποδώκης» καὶ «ποδάρκης».

`7.238a2`

δεξιά μὲν τὸ φεύγειν, ἀριστερά δὲ τὸ διώκειν.

`7.238b`

νωμῆσαι βῶν: τοῦτο ἐξήγησίς ἐστι τοῦ« σακέσπαλος». βῶν δὲ ἀντὶ τοῦ ἀσπίδος.

`7.238c1`

βῶν: οὕτως αἱ Ἀριστάρχου βῶν σὺν τῷ ν. ἡ Ἀριστοφάνους «βοῦν». τινὲς δὲ ἔξω τοῦ ν «βῶ», καὶ μήποτε πιθανῶς, ἀντὶ τοῦ βόα.

`7.238c2`

βῶν: αἱ Ἀριστάρχου βῶν. ἡ Ἀριστοφάνους «βοῦν». ἡ Ῥιανοῦ «βῶ», ὡς βορέαο «βορέω ὑπʼ ἰωγῇ». ἐν τοῖς παλαιοῖς ἐγέγραπτο ΒΟΝ, ὅπερ οὐκ ἐνόησαν οἱ διορθωταί.

`7.238d`

βῶν: οὕτως Ἀρίσταρχος βῶν ἀντὶ τοῦ ἀσπίδα. βῶν: βοῦν Δωρικῶς τὴν ἀσπίδα—τῷ ὅπλῳ.

`7.239a`

ἀζαλέην: ὅτι τὴν ἀσπίδα ξηρὰν λέγει «βῶν» διὰ τὸ ἐκ βοείων εἶναι δερμάτων· καὶ ὅτι προτάξας θηλυκὸν οὐδέτερον ἐπήνεγκεν τό μοί ἐστι πρὸς τὸ σημαινόμενον. τὸ δὲ ταλαύρινον παρῆκται, εὔτολμον· οὐ γὰρ ἡ ῥινὸς ἔγκειται, ὡς ᾠήθησάν τινες.

`7.239b`

τό μοί ἐστι ταλαύρινον: τὸ σάκος· πρὸς γὰρ τὸ συνώνυμον ἀπήντησεν, ὡς «νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη· τὸ μὲν οὔποτε».

`7.240`

ἐπαΐξαι: γράφεται καὶ «ἐπαΐσσειν».

`7.241a1`

δηΐῳ: Ἀρίσταρχος σὺν τῷ ν «δηΐων» πληθυντικῶς.

`7.241a2`

δηΐῳ μέλπεσθαι: αἱ Ἀριστάρχου «δηΐων μέλπεσθαι».

`7.241b`

μέλπεσθαι: ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλεμος. πολλὴν δὲ εὐχέρειαν ἐμφαίνει τῶν δεινῶν. μέλπεσθαι: κυρίως μὲν παίζειν—μάχην.

`7.242-3a1`

ἀλλʼ οὐ γάρ σε θέλω βαλέειν … λάθρῃ: καίτοι πάντα τρόπον μάχης εἰδώς· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά.

`7.242-3a2`

καίτοι πάντα τρόπον μάχης εἰδώς, φησίν, οὐ θέλω σε λάθρα βαλεῖν· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά.

`7.242a1`

τοιοῦτον: ἠθικῶς, μέγαν τε ὁρῶν καὶ θαυμαστόν.

`7.242a2`

ἠθικὸν δέ ἐστι καὶ τὸ τοιοῦτον, οἱονεὶ μέγαν καὶ θαυμαστόν.

`7.246`

ἀκρότατον: ἄκρον.

`7.247-8a1`

ἓξ δὲ διὰ πτύχας ἦλθε— ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο: συναριθμουμένου τοῦ χαλκοῦ τῇ ἑβδόμῃ, ἥτις ἦν ῥινός, ἢ μιᾶς παραλειπομένης.

`7.247-8a2`

ἢ καὶ τὸν χαλκὸν συναριθμήσεις, ἵνα καὶ αὐτός ἐστιν ἡ ἑβδόμη ῥινός, ἢ ὄγδοον αὐτὸν λάβῃς· ὃ καὶ ἄμεινον.

`7.252`

ἠρήρειστο: ἐτράχυνε τὰς συλλαβάς, τὴν βίαν τῆς εἰσόδου δηλῶν.

`7.255a`

τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα: ὅτι κυρίως ἔγχη τὰ δόρατα, οὐχ ὥς τινες τὰ ξίφη. λέγει δὲ τὰ ἐνεχόμενα ταῖς ἀσπίσιν, ἃ προήκαντο.

`7.255b`

τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω: ἐπὶ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον.

`7.255c`

τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα: τὸ ἴδιον ἑκάτερος ἀπὸ τῆς τοῦ ἑτέρου ἀσπίδος.

`7.256-7`

σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσὶ κάπροισιν: τοὺς στίχους τούτους οὐ προσίενται ἔνιοι, ὥσπερ οὐδὲ Ζηνόδοτος, ἀλλὰ τὸ τῆς συνεπείας οὕτως ἔχει παρʼ αὐτῷ, ὥσπερ καὶ ὁ Ἀριστόνικος ἐκτίθησιν, ἣν περιττὸν ἐνομίσαμεν γράψαι.

`7.258`

Πριαμίδης μὲν … σάκος: ἐνάρχεται πάλιν, οὐκ ἂν οἶμαι ἀμβλυνθείσης τῆς ἀκμῆς ἐν τῇ πρώτῃ βολῇ.

`7.259`

χαλκόν: Ἀρίσταρχος διὰ τοῦ ς «χαλκός».

`7.261`

στυφέλιξε δέ μιν μεμαῶτα: εἰς τοὔμπροσθεν ὁρμῶντα ἔστησε καὶ εἴλησεν.

`7.262`

τμήδην αὐχένʼ ἐπῆλθε: φυλάσσει μὲν Ἕκτορα τῇ ὑποθέσει, τὴν δὲ καιρίαν Αἴαντι δωρεῖται ἐπὶ τὸ ἐπικίνδυνον φέρων τὴν ὑπόθεσιν.

`7.263`

ἀλλʼ οὐδʼ ὣς ἀπέληγε: Αἴαντα ἐπιτείνει, τὸ πρόθυμον τοῦ Ἕκτορος αὔξων.

`7.264`

ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο: ἡττώμενος ἐν τῇ συστάδην μετάγει τὴν μάχην ὡς πρὸς ἄτρωτον ἢ βαρύοπλον πολεμῶν.

`7.265`

μέλανα τρηχύν τε: τραχύν· τοῦτο συμβαίνει τοῖς μέλασιν.

`7.269`

ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον: συνεπέδωκεν ὅλον τὸ σῶμα τῇ βολῇ, καὶ πάσῃ δυνάμει ἐχρήσατο.

`7.270`

εἴσω δʼ ἀσπίδʼ ἔαξε: ἐπὶ μὲν Ἕκτορος τὸ ἀσθενὲς τῆς βολῆς δηλῶν «περιήχησεν» εἶπεν, ὡσὰν μηδὲ τοῦ ὀμφαλοῦ θλασθέντος· ἐπὶ δὲ Αἴαντος οὕτω κατέαξε τὴν ἀσπίδα ὡς καὶ πεσεῖν Ἕκτορα.

`7.271-2a1`

ὁ δʼ ὕπτιος ἐξετανύσθη ἀσπίδι ἐγχριμφθείς: οὐκ εἶπεν ὑπὸ λίθου, ἀλλὰ καὶ ὑπὸ τῆς ἀσπίδος· συνῶσε γὰρ αὐτὴν ἐπʼ αὐτὸν ἡ βολή.

`7.271-2a2`

οὐκ εἶπεν ὑπὸ τοῦ λίθου, ἀλλὰ καὶ τῆς βολῆς συνωσάσης ἐπʼ αὐτὸν τὴν ἀσπίδα.

`7.272a`

ἀσπίδι ἐγχριμφθείς: Ἀρίσταρχος «ἀσπίδʼ ἐνιχριμφθείς».

`7.272b`

τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων: οὕτως Ἀρίσταρχος, οὐκ «ἄψ»· χρεία γὰρ τάχους πρὸς τὴν σωτηρίαν. παρῆν δὲ «φηγῷ ἐφʼ ὑψηλῇ».

`7.273a`

καί νύ κε δὴ ξιφέεσσʼ: ὅτι ἀρτίως ἐπὶ τὸ τοῖς ξίφεσι χρῆσθαι ἐληλύθασιν. ὅταν δὲ λέγῃ «τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα», τὰ δόρατα λέγει ἐκ τῶν ἀσπίδων ἀπεσπάσαντο.

`7.273b`

καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο: τοῦτο γὰρ ἔλειπεν. τὸ δὲ αὐτοσχεδόν ὀξυντέον· τὰ γὰρ εἰς δον ἐπιρρήματα ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον.

`7.274-5`

εἰ μὴ κήρυκες … ἦλθον: οἰκονομικῶς σῶσαι θέλων τὸν Ἕκτορα τῇ ποιήσει διαλύει τὴν μάχην.

`7.276a`

Ταλθύβιός τε καὶ Ἰδαῖος: ὅτι πρὸς τὸ δεύτερον πρῶτον· ὁ γὰρ Ταλθύβιός ἐστιν Ἀχαϊκός.

`7.276b`

Ταλθύβιός τε καὶ Ἰδαῖος: ὁ μὲν Ἰδαῖος εἰκότως προσέρχεται τὸν Ἕκτορα σώσων κινδυνεύοντα, ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν νίκην τοῦ Αἴαντος παραιρούμενος. ἀλλʼ οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη περὶ τὸν Αἴαντα — ἐπὶ ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει —, ἔτι τε καὶ τὸν Ἕκτορα ὁρῶν ὑπὸ θεῶν βοηθούμενον· καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα, ἔνθα τύχης οὐ τέχνης κρίσις. ἀπὸ ἴσου γὰρ ὁρμῶνται.

`7.276c`

Ταλθύβιός τε καὶ Ἰδαῖος: κατὰ τὸ σιωπώμενον οἱ ἡγεμόνες αὐτοὺς πέμπουσιν.

`7.278`

κῆρυξ Ἰδαῖος, πεπνυμένα μήδεα εἰδώς: ἠτυμολόγηται ὁ Ἰδαῖος· δεῖ δὲ συνετὸν εἶναι τὸν κήρυκα.

`7.279`

μηκέτι, παῖδε φίλω: ὁ μὲν σεμνοποιῶν τὰ καθʼ ἑαυτὸν παῖδε φίλω φησίν, ὁ δὲ Αἴας ἐξ ὀνόματος «Ἰδαῖε».

`7.281`

ἄμφω δʼ αἰχμητά: ἴσους ἔφησεν αὐτούς, τὴν τοῦ Ἕκτορος ἧτταν ἐπικαλύπτων.

`7.282a`

νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:
ὅτι ἐντεῦθεν εἰς τὰ ἑξῆς μετενήνεκται· ὁ μὲν γὰρ κῆρυξ αἰτίαν λέγει, διʼ ἣν οὐ πολεμητέον, ὁ δὲ Ἕκτωρ ἑαυτὸν μετὰ προφάσεως μὴ συλλυέτω.

`7.282b`

νὺξ ἤδη τελέθει: εὐπροσώπως, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῇ. τὸ δὲ τελέθει ἀντὶ τοῦ γίνεται, ἀρχὴν λαμβάνει ἡ νύξ, τέλειος ἐγένετο νύξ.

`7.282c`

πιθέσθαι: παροξυντέον· μέσος γάρ ἐστι δεύτερος ἀόριστος.

`7.284`

Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι: πρᾴου μὲν τὸ ἦθος· οὐ γὰρ προσφιλονεικεῖ κρατῶν τῇ μάχῃ· συνετοῦ δέ, ὅτι μὴ εὐθέως τῷ κήρυκι συνεχώρησεν, ἵνα μὴ ἄσμενος δοκῇ τὴν διάλυσιν προσίεσθαι, ἀλλὰ τὸν προκαλεσάμενον ᾠήθη δεῖν περὶ διαλύσεως ποιεῖσθαι τοὺς λόγους. ἀξιόπιστον δὲ ἑαυτῷ πορίζει νίκην· τὸ μὲν γὰρ φονεύειν κοινόν, τὸ δὲ ὁμολογίαν ἥττης δέξασθαι καὶ ἀπαγορεύσαντα ἐᾶσαι ἀξιόπιστον· διό φησι «καὶ πινυτήν» καὶ νῦν ἐγκωμιάζει, ὑπογύως τῆς ἀρετῆς αὐτοῦ πειραθεὶς καὶ πρὸς ἀπαλλαγὴν ὑποθωπεύων. ἡνίκα δὲ ὑπὸ τῆς τύχης ἐπῆρτο, «Αἶαν ἁμαρτοεπές» φησιν. ἀντὶ δὲ τοῦ ἐπιταφίου εἰκόνα ἀνιεροῖ Αἴαντι ὁ ποιητής.

`7.285`

αὐτὸς γάρ: ἐν ἄλλῳ «οὗτος γάρ».

`7.286`

ᾗπερ ἄν: ὥσπερ ἄν.

`7.289a`

καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι: Ἀρίσταρχος πινυτήν ὡς καλήν, καὶ ἐπεκράτησεν οὕτως ἡ παράδοσις. ὑποστικτέον πινυτήν, ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ· ἢ ὑποστικτέον καὶ κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα γένηται ἀνταπόδοσις αὕτη, «νῦν μὲν παυσώμεσθα».

`7.289b`

καὶ πινυτήν—ἐσσι: ὑποστικτέον εἰς τὸ πινυτήν ἢ εἰς τὸ ἐσσί. καλῶς δὲ τὸ Ἀχαιῶν, ἵνα μὴ καὶ ἑαυτὸν συμπεριλάβῃ· ἀλαζὼν γάρ ἐστι καὶ οὐδὲ ὑπὸ τοῦ ἀρίστου πλεονεκτεῖσθαι θέλει. ἢ μᾶλλον· οὐ μόνον ἐμοῦ ἐσσι κρείττων, ἀλλὰ καὶ τῶν ἄλλων Ἀχαιῶν.

`7.290`

νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος: ἐν ἄλλῳ

«νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα».

`7.290-1a1`

νῦν μὲν παυσώμεσθα … σήμερον: καλῶς προσέθηκε σήμερον, ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστιν.

`7.290-1a2`

ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστι, διὰ τοῦτο καὶ τὸ σήμερον προστέθειται.

`7.292`

δώῃ δʼ ἑτέροισί γε νίκην: ἐντέχνως ἑαυτὸν τῆς νίκης ὑπεξίστησιν, ὡς νῦν μὴ νικηθείς.

`7.293a`

νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:
ὅτι ἀπὸ τοῦ λόγου τοῦ κήρυκος μετενήνεκται.

`7.293b`

νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:
εὐπροσώπως καὶ τοῦτο, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῇ.

`7.293c`

πιθέσθαι: παροξυντέον· μέσου γάρ ἐστι δευτέρου ἀορίστου, ἀντὶ τοῦ πεισθῆναι.

`7.295a`

σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν:
ἀθετεῖται ὡς καθαιρῶν τὰ προειρημένα «ὡς σύ τʼ ἐϋφρήνῃς πάντας». ἔχει δὲ καὶ διλογίαν ἔτας καὶ ἑταίρους.

`7.295b`

σούς τε μάλιστα ἔτας: καλῶς ἐπὶ Αἴαντος ἡ προσθήκη· πολλοὺς γὰρ εἶχεν ἀντιζήλους, οἳ συνανέστησαν αὐτῷ κληρωσόμενοι. εὐφρανεῖς οὖν πάντας μέν, φησίν, ἐπεὶ δὲ διαφθονοῦνται τοῖς ἀρίστοις οἱ ἄριστοι, ἀλλά γε τοὺς σοὺς ἑταίρους. Ἕκτωρ δὲ ἀντίζηλον οὐκ ἔχει. ἔται δὲ λέγονται οἱ συνήθεις παρὰ τὸ ἦθος.

`7.298a`

θεῖον δύσονται ἀγῶνα: ὅτι οὕτως τὴν ἄγυριν καὶ συναγωγὴν τῶν θεῶν διὰ τὸ πολλῶν θεῶν ἐν ταὐτῷ εἶναι ἀγάλματα.

`7.298b`

θεῖον δύσονται ἀγῶνα: τὰ ἱερά, ἔνθα οἱ θεοὶ αὐλίζονται, διὰ τὰ ἀγάλματα.

`7.298c1`

δύσονται: ἔν τισι «δύνονται», οὐκ ὀρθῶς.

`7.298c2`

γράφεται δὲ καὶ «θύονται», ὡς Ἡρωδιανός· οὕτω γὰρ ἄμεινον.

`7.299`

δῶρα δʼ ἄγʼ ἀλλήλοισι: ἵνα δοκῇ καὶ ἐξ ἴσου ἀπηλλάχθαι, καὶ ἐπαγόμενος τὴν φιλίαν Αἴαντος.

`7.301`

ἦ: τὸ ἦ ἀντὶ τοῦ καί.

`7.302`

ἀρθμήσαντε: ἁρμοσθέντες καὶ συμβιβασθέντες.

`7.303a`

δῶκε ξίφος: σημειοῦνταί τινες ὅτι ἀφώπλισεν ἑαυτὸν δοὺς τὸ ξίφος ὁ Ἕκτωρ.

`7.303b`

δῶκε ξίφος ἀργυρόηλον: ὁ μὲν ἀφρόνως ἄοπλον ἑαυτὸν ἐκδίδωσιν, ὁ δὲ ὅμως καὶ προπαρασπονδησάντων Τρώων οὐδὲν εἰς αὐτὸν πλημμελεῖ. ἄλλως τε ἐπεποίθει ὁ Ἕκτωρ μηδὲν πείσεσθαι· «οὐ γάρ πώ τοι μοῖρα θανεῖν» ἤκουσεν.

`7.304a`

σὺν κολεῷ τε φέρων: οὐ περιττὸν τὸ ἔπος, ἀλλʼ ἐπειδὴ ἐσπασμένον ἦν τὸ ξίφος, ἵνα μὴ μόνον νοοῖμεν αὐτό. ἀναφορεὺς δὲ μαχαίρας ἢ ἀσπίδος ὁ τελαμών.

`7.304b`

ἐϋτμήτῳ: Ἀρίσταρχος διὰ τοῦ κ «ἐϋκμήτῳ».

`7.305a`

Αἴας δὲ ζωστῆρα: οὐκ ὠφέλιμος τῷ πολεμίῳ ἡ δωρεά· ἐπάγει γὰρ «τὼ δὲ διακρινθέντες».

`7.305b`

φοίνικι φαεινόν: ὅτι ἀντὶ τοῦ φοινικῷ ἄνθει πεφωτισμένον, ὅ ἐστι κεχρωτισμένον.

`7.306-7a`

τὼ δὲ διακρινθέντε ὁ μὲν—ὁ δέ: ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ τῶν δὲ διακριθέντων ὁ μέν, ὁ δέ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.

`7.306-7b1`

μετὰ λαὸν Ἀχαιῶν ... ἐς Τρώων ὅμαδον: καλὸν καὶ ὅμαδον καλῶς διέστειλε· πανταχοῦ δὲ τὸ θορυβῶδες ὑποσημαίνει τῶν Τρώων.

`7.306-7b2`

ἐπὶ μὲν Αἴαντος τὸ λαόν, ἐπὶ δὲ Ἕκτορος ὅμαδον φησὶ διαστείλας· ἀεὶ γὰρ θορυβώδεις αὐτοὺς ἐκδέχεται.

`7.307-8a1`

τοὶ δʼ ἐχάρησαν, ὡς εἶδον ζῶόν τε καὶ ἀρτεμέα προσιόντα: οἷον ἀνέλπιστον πρᾶγμα. καλῶς δὲ ἐπὶ μὲν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν.

`7.307-8a2`

καλῶς θαυμάζουσι καὶ χαίρουσιν ὡς ἀνέλπιστον πρᾶγμα ἰδόντες. ἐπὶ μὲν οὖν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν.

`7.310a1`

ἀελπτέοντες σόον εἶναι: μείζονα χαρὰν εἶχον, ὅτι ἐξ ἀπροσδοκήτου τὸν στρατηγὸν ἐδέξαντο.

`7.310a2`

μείζων αὐτοῖς ἡ χαρά, ὅτι ἐξ ἀπροσδοκήτου τὸν στρατηγὸν ἐδέξαντο.

`7.310b`

ἀελπτέοντες: οὐκ ἐλπίζοντες, ἀλλʼ ἀπεγνωκότες.

`7.312a`

εἰς Ἀγαμέμνονα: ὅτι ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα.

`7.312b`

εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ: ὥς φαμεν εἰς διδασκάλου, κἂν μὴ ᾖ ἐκεῖ ὁ διδάσκαλος. κεχαρηότα δὲ νίκῃ: τέτρωται γὰρ καὶ πέπτωκεν Ἕκτωρ καὶ ἀπηγόρευσε τῇ μάχῃ.

`7.314a`

τοῖσι δέ: ὅτι ὁ δέ περισσός.

`7.314b`

τοῖσι δὲ βοῦν ἱέρευσε: ἡ μὲν τιμὴ εἰς Δία γίνεται, ἡ δὲ χρεία τῶν κρεῶν εἰς τοὺς στρατιώτας.

`7.319`

πόνου: ὅτι ἀντὶ τοῦ ἔργου.

`7.321`

νώτοισιν δʼ Αἴαντα: εὐτελῆ γὰρ τῆς ἀνδραγαθίας τὰ ἆθλα, ὡς κότινος καὶ σέλινον, τὰ δὲ τῆς πλεονεξίας χρυσὸς καὶ ἄργυρος. ἅμα δὲ διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα.

`7.324`

τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν: ὁ γέρων κατʼ ἐξοχὴν ὡς ὁ ποιητής· εἰς τοῦτο γὰρ ἐστράτευσεν, ἀγωνιούμενος τῇ βουλῇ.

`7.325`

Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:
Ἀχιλλέα γὰρ τὸ ὅσον ἐφʼ ἑαυτῷ χαλεπαίνοντα διήλλαξεν Ἀγαμέμνονι καὶ τοὺς Ἕλληνας ὁρμῶντας εἰς τὰς πατρίδας ἐπέσχεν· καὶ περὶ διατάξεως ὑπέθετο «ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ» καὶ τοὺς ἀριστέας ὀκνοῦντας εἰς τὴν πρὸς Ἕκτορα μάχην ἀνήγειρεν.

`7.327`

Ἀτρείδη τε καὶ ἄλλοι: καλῶς τὴν ἀρχὴν τῆς συμβουλίας εἰς τὸν ἄρχοντα φέρει μηδὲ τοὺς ἄλλους παρείς.

`7.328a`

πολλοὶ γὰρ τεθνᾶσι: προθυμοτέρους τοὺς ζῶντας ποιεῖ τῶν τεθνεώτων μεταποιούμενος· αἰσχρὸν γὰρ ἐδόκει τὸ μὴ ἀξιοῦσθαι ταφῆς. ἅμα δὲ καὶ διαναπαύειν θέλει τὸν ἀκροατὴν καὶ τειχοποιΐαν εἰσφέρειν. δῆλον δὲ ὡς ἑκάστοτε τὰς ἀναιρέσεις ἐποιοῦντο τῶν νεκρῶν.

`7.328b`

πολλοὶ γὰρ τεθνᾶσι: ὅτι ἀπὸ τοῦ γάρ αἰτιώδους εἰσέβαλεν ἀρχαϊκῶς.

`7.328c1`

πολλοὶ γὰρ τεθνᾶσι: εἴωθεν ἄρχεσθαι ἀπὸ ἡλίου· τὴν γὰρ αἰτίαν προτάσσει τοῦ πράγματος. ἐχρῆν δὲ τοὐναντίον ποιεῖν.

`7.328c2`

εἴωθεν ἀεὶ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, τὴν αἰτίαν προτάσσων τοῦ πράγματος.

`7.330a`

ἐσκέδασʼ ὀξὺς Ἄρης: σκληρῶς καὶ ἐμφαντικῶς τοῦτό φησιν.

`7.330b1`

ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον: ὅτι συμφώνως τῷ κατὰ τὴν ἀρχὴν τῆς Ἰλιάδος «πολλὰς δʼ ἰφθίμους ψυχάς»· οὐκ ἄρα γραπτέον «κεφαλάς».

`7.330b2`

ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον: ὅτι κἀκεῖ δεῖ γράφειν «πολλὰς δʼ ἰφθίμους ψυχάς», οὐ «κεφαλάς».

`7.331`

τῶ σὲ χρή: τὸ σέ παρέλκει.

`7.332`

κυκλήσομεν: ἐπʼ ἀμαξῶν κομίσομεν.

`7.333`

κατακείομεν: ὅτι οἱ ἀρχαῖοι ἔκαιον τὰ σώματα.

`7.334-5`

τυτθὸν ἀπὸ πρὸ νεῶν—γαῖαν: ἀθετοῦνται, ὅτι οὐ διὰ τοῦτο ἐκαίοντο, ὅπως τὰ ὀστᾶ κομίσωνται, ἀλλὰ συνηθείᾳ· καὶ γὰρ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος τελευτῶντες ἐκαίοντο. καθόλου οὖν οἶδεν πυρὶ καιομένους τοὺς πάλαι καὶ ἐνταῦθα τιθεμένους, ὅπου καὶ ἐτελεύτησαν. ἐναντιοῦνται δὲ καὶ τὰ ἑξῆς «τύμβον δʼ ἀμφὶ πυρήν ἄκριτον ἐκ πεδίου» ἀδιαχώριστον, ἀδιάστατον, τουτέστι πολυάνδριον· πῶς οὖν ὥς κʼ ὀστέα παισὶν ἕκαστος

`7.334a`

ἀπὸ πρὸ νεῶν: τὰς δύο προθέσεις ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό συντάσσηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται.

`7.334b1`

ἀπὸ πρὸ νεῶν: ἄπωθεν μὲν αὐτῶν, ἔμπροσθεν δέ. Ἀρίσταρχος ἀναστρέφει τὴν ἀπό, ἵνα σημαίνῃ τὸ ἄπωθεν, καὶ τὴν πρό πλεονάζουσαν κοιμίζει. ὁ δὲ Ἡρωδιανὸς τῆς ἀπό φυλάσσει τὸν τόνον καὶ συντάσσει αὐτὴν τῇ νεῶν, τὴν δὲ πρό ὡς πλεονάζουσαν κοιμίζει. τινὲς δὲ τοῦ ἀπόπροθι ἀποκοπὴν αὐτὸ νομίζουσιν.

`7.334b2`

ὁ Ἡρωδιανὸς τῆς ἀπό φυλάσσει τὸν τόνον καὶ συντάσσει αὐτὴν τῷ νεῶν· τὴν δὲ πρό ὡς πλεονάζουσαν κομίζει. τινὲς δὲ τοῦ ἀπόπροθι ἀποκοπὴν αὐτὸ νομίζουσιν. ἢ ἡ ἀπό σημαίνει τὸ ἄποθεν, τὸ δὲ πρό νεῶν ἀντὶ τοῦ πλησίον, τουτέστι καύσομεν αὐτοὺς ὀλίγον μὲν ἡμῶν ἄποθεν, πρὸ τῶν νεῶν δέ.

`7.335`

οἴκαδʼ ἄγῃ: καὶ πῶς ἐν Ὀδυσσείᾳ φησίν· «ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον χεύαμεν» τοῦτο πρὸς παραμυθίαν τῶν ζώντων εἴρηται μέν, οὐχ οὕτω δὲ πέπρακται διὰ τὴν στάσιν τῶν Ἀτρειδῶν καὶ τὸν ἀποθύμιον πλοῦν.

`7.336a`

τύμβον δʼ ἀμφί: Ἀρίσταρχος διὰ τοῦ τ «τύμβον τʼ ἀμφί».

`7.336b`

τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες:
διασταλτέον ἐπὶ τὸ χεύομεν. τὸ δὲ ἐξαγαγόντες ἤτοι ὕλην πρὸς τὴν τειχοποιΐαν ἢ ἀντὶ τοῦ προελθόντες πολὺ εἰς τὸ πεδίον, ἵνα ἡ μὲν ἐξ πρόθεσις ἀντὶ τοῦ ἔξω ἐπιρρήματος κέηται, τὸ δὲ ἀγαγόντες ἐν ἴσῳ τῷ πορευθέντες· περιλαμβάνουσι γὰρ τῷ ναυστάθμῳ καὶ τοῦ πεδίου μέρος. τὸ δὲ δεύτερον ἄμεινον.

`7.336c`

τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα: μεγάλην περιβολὴν ποιησάμενοι. γράφεται δὲ καὶ «ἀμφίβολον», μέγιστον, ἐν ᾧ ἑκάστου ἀποκείσονται τὰ ὀστᾶ.

`7.336-7a1`

ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου: ὑποστικτέον εἰς τὸ χεύομεν τὸ δὲ ἐξαγαγόντες ὅμοιόν ἐστι τοῦ «Λαοδίκην ἐσάγουσα» ἀντὶ τοῦ εἰσερχομένη. οὕτω καὶ νῦν ἀντὶ τοῦ ἐξελθόντες τοῦ πεδίου. ἄκριτον δὲ ἀντὶ τοῦ χύδην ἰσόπεδον, ὅπως μὴ ἐπιγινώσκηται, εἰ ἔστι τάφος. οὕτω Πορφύριος

`7.336-7a2`

ὑποστικτέον εἰς τὸ χεύομεν. τὸ δὲ ἐξαγαγόντες ὅμοιόν ἐστι τῷ «Λαοδίκην ἐσάγουσα» ἀντὶ τοῦ εἰσερχομένη. οὕτω καὶ τὸ ἐξαγαγόντες ἀντὶ τοῦ ἐξελθόντες. τὸ δὲ ἄκριτον ἀντὶ τοῦ ἀγνώριστον, ἀχώριστον, ὅμοιον τῷ λοιπῷ πεδίῳ.

`7.337-8`

δείμομεν ὦκα πύργους: ὦκα, ἵνα μὴ ἀπίθανον δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ τεῖχος γενέσθαι.

`7.338`

εἶλαρ: ὀχύρωμα.

`7.339a`

ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας: ὅτι πληθυντικῶς, καὶ ὅτι μία ὑπόκειται πύλη ἐν τῷ τείχει. τινὲς δὲ γράφουσιν «ἕπτʼ ἀραρυίας».

`7.339b1`

ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν: μία μὲν ἦν ἱππήλατος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου πρὸς τὸ Ῥοίτειον, «νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοί ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν»· ἄλλας δὲ πυλίδας εἶχον πρὸς ἄλλας χρείας.

`7.339b2`

μία μὲν ἱππήλατος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου. τὰς δὲ λοιπὰς πυλίδας εἶχον πρὸς τὰς ἄλλας μικρὰς χρείας.

`7.342`

ἀμφὶς ἐοῦσα: γράφεται «ἀμφὶς ἔχουσα».

`7.345a`

Τρώων αὖτʼ ἀγορή: ἔδει γὰρ τῶν τοῦ βασιλέως υἱῶν ἡττωμένων καὶ κινδυνευσάσης τῆς πόλεως ὑπὸ Διομήδους, δυσελπίδων ὄντων διὰ τὴν παράβασιν, σκοπεῖν τι τῶν ἀναγκαίων. ἔστι δὲ ἐν τοῖς Ἕλλησι Νέστωρ, ἐν δὲ Τρωσὶν Ἀντήνωρ.

`7.345b`

πόλει ἄκρῃ: ὅτι διαλελυμένως τῇ ἀκροπόλει.

`7.346a1`

δεινή, τετρηχυῖα: βραχὺ διασταλτέον κατʼ ἀμφότερα· μᾶλλον γὰρ οὕτως ἐμφαίνει.

`7.346a2`

κατʼ ἄμφω ὀλίγον διασταλτέον.

`7.346b`

τετρηχυῖα: τεταραγμένη, ἢ διὰ τὰ προλεχθέντα ἢ διὰ τὸ «πολύκλητοι δʼ ἔσαν» ἢ διὰ τὸ διχογνωμεῖν περὶ Ἑλένης ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος δηλοῖ ὡς οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτούς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ βασίλεια.

`7.347a`

τοῖσιν δʼ Ἀντήνωρ: ὡς πρόξενος Ἑλλήνων καὶ δημηγορῶν καὶ θεοσεβής. Ἕκτωρ δὲ σιωπᾷ αἰσχυνόμενος διαλύειν τὴν μάχην, ἵνα μὴ δοκῇ δεδοικέναι διὰ τὸ νεωστὶ ἡττῆσθαι.

`7.347b`

ἀντίον ηὔδα: γράφεται «ἦρχʼ ἀγορεύειν».

`7.351-2`

ὅρκια πιστά ψευσάμενοι: μετρίως καὶ ἑαυτὸν συγκαταλέγει, ἵνα μὴ πικρότερον χρήσηται τῷ ἐλέγχῳ.

`7.353a`

ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε: ἀθετεῖται, ὅτι ἀγνοήσας τις ὅτι ὑπακοῦσαι δεῖ τῷ «οὔ νύ τι κέρδιον ἡμῖν» τὸ ἔσται, ὡς ἐλλείποντος τοῦ λόγου προσανεπλήρωσεν· καὶ ὅτι τὸ ἵνα οὐχ Ὁμηρικῶς παρείληπται ἀντὶ τοῦ ἐάν.

`7.353b`

ἔλπομαι ἐκτελέεσθαι: μετριώτερον, ὡς τὸ «ὀΐομαι ἄνδρα χολωσέμεν».

`7.353c`

ἐκτελέεσθαι, ἵνα μή: Ἀρίσταρχος «ἐκτελέεσθαι, ἵνα ἂν μή».

`7.353d`

ἵνα: «ἵνʼ ἄν» αἱ Ἀριστάρχου σὺν τῷ

ν, καίτοι ὠβελισμένου τοῦ στίχου.

`7.353e`

ἵνα: τὸ ἵνα ἀντὶ τοῦ ἐάν παρὰ Ἡρωδιανῷ. παρὰ δὲ τοῖς ἄλλοις ὠβέλισται.

`7.357a1`

οὐκέτʼ ἐμοὶ φίλα: οὐ γὰρ τὰ κοινῇ συμφέροντα θέλει ἀκούειν, ἅπαξ καταβυθισθεὶς τῷ ἔρωτι τῆς Ἑλένης.

`7.357a2`

οὐ γὰρ τὰ κοινῇ συμφέροντα βούλεται ἀκούειν, ἀλλὰ τὰ πρὸς ἰδίαν χάριν.

`7.358a1`

οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα: καὶ τί βέλτιον τοῦ δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν; ὡς πολέμια δὲ φρονοῦντα διαβάλλει, οὐ διὰ τὸ εὐσεβές.

`7.358a2`

καίτοι οὐδὲν ἦν βέλτιον τοῦ δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν. οὗτος δὲ ἡττώμενος θηλυμανίας ὡς πολέμιον αὐτὸν διαβάλλει.

`7.359a`

εἰ δʼ ἐτεόν: οὕτως Ἀρίσταρχος, ἄλλοι δίχα τοῦ δ, «εἰ ἐτεόν».

`7.359b`

εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις: ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου καὶ γραπτέον τὴν ἀρχὴν μετὰ τοῦ δέ συνδέσμου, εἰ δʼ ἐτεὸν δὴ τοῦτον· τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς ἐνθάδε.

`7.360`

ἐξ ἄρα δή τοι ἔπειτα: αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν τοῦτο ὀνειδίζει τῷ γέροντι.

`7.362a`

ἀντικρύ: κατὰ πρόσωπον καὶ ἐξ ἐναντίας πάντων.

`7.362b`

ἀπόφημι: ὡς «ἄπειμι»· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον.

`7.362c`

γυναῖκα μὲν οὐκ ἀποδώσω: χαρακτηρίζει κιναίδου λόγον καὶ τέλεον ἀπηρυθριακότος· διὰ γοῦν τοῦ ἀποδώσω ὁμολογεῖ ἀδίκως αὐτὴν ἔχειν.

`7.363-4`

κτήματα δʼ … ἐθέλω δόμεναι οὐχ ὡς πεισομένων Ἑλλήνων, ἀλλʼ ὅπως ἔχῃ πρόβλημά τι.

`7.366-7`

Δαρδανίδης Πρίαμος … ἀγορήσατο: οὔτε γὰρ Ἀντήνορι ἀντιλέγει οὔτε τῷ παιδί, πολιτικὴν ὑφορώμενος στάσιν διὰ τοὺς συναιρομένους αὐτοῖς. ἢ τάχα καὶ τοὺς Ἕλληνας ἀκούων δυσχεραίνειν τῷ μήκει τῆς μάχης ᾤετο δέξασθαι τὴν πρεσβείαν.

`7.370`

κατὰ πτόλιν: γράφεται «κατὰ στρατόν».

`7.374`

μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε: τὸ τυραννικὸν Ἀλεξάνδρου δείκνυσι πρᾳοτέρους κατὰ τῶν Τρώων τοὺς Ἕλληνας· διὰ τοῦτο γὰρ εἶπε· τοῦ εἵνεκα νεῖκος ὄρωρε.

`7.375a1`

καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος: πυκινόν, ἐπειδὴ τοῦτο ἀνακτήσεται τοὺς κάμνοντας, ἵνα δὲ ὡς ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιήσασθαι εἰρήνην λάβωσιν. ὃ ἔσπευδον δʼ Ἕλληνες, τοῦτο δοκοῦσι χαρίζεσθαι.

`7.375a2`

ὅτι τοῦτο τοὺς κάμνοντας ἀνακτήσεται, καὶ ἵνα ἀδεῶς ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιῆσαι εἰρήνην λάβωσιν. ὃ δὲ καὶ Ἕλληνες ἐβούλοντο, τὸ συνάξαι τοὺς νεκρούς, τοῦτο καὶ αὐτοῖς δοκοῦσι χαρίζεσθαι.

`7.382`

τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ: οὐκ εἰς ἐκκλησίαν, ἀλλʼ ἕωθεν πρὸς Ἀγαμέμνονα ἐλθόντας, εἴ τι δέοι πράσσειν τῶν βουλευθέντων.

`7.384`

ἠπύτα: ὡς «ἱππότα» καὶ «ἱππηλάτα». ἠπύτα δὲ ἀντὶ τοῦ μεγαλόφωνος.

`7.390`

ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι: ὅτι σαφῶς ὑπὸ τῶν Τρώων ἐμισεῖτο Ἀλέξανδρος, πρὸς Ζηνόδοτον γράφοντα «ἀλλὰ μάλα Τρῶες ἐλεήμονες».

`7.390-1`

ἠγάγετο Τροίην δʼ, ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι, πάντʼ ἐθέλει δόμεναι: τὸ ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθʼ ἑαυτὸν καὶ ἠρέμα, ὡς Δημόκριτος ἀξιοῖ ἀπρεπὲς ἡγησάμενος τὸ φανερῶς λέγεσθαι, ἀμφότερα προστικτέον ὡς διὰ μέσου ἀναπεφωνημένου· τὸ γὰρ ἑξῆς ἠγάγετο Τροίην δέ, πάντʼ ἐθέλει δόμεναι

`7.392`

κουριδίην δʼ ἄλοχον Μενελάου: ὅτι οὐ προγεγάμηται ἑτέρῳ καθʼ Ὅμηρον ἡ Ἑλένη.

`7.393a`

ἦ μήν: περισπᾶται ὁ ἦ· ἰσοδυναμεῖ γὰρ τῷ δή βεβαιωτικῷ. ὅμοιον δέ ἐστι τὸ «ἦ μὴν καὶ πόνος ἐστίν».

`7.393b`

ἦ μὴν Τρῶές γε κέλονται: οὕτως ἦ μήν· βούλεται γὰρ λέγειν, Τρῶές γε μὴν ἕλωνται.

`7.393c`

ἦ μὴν Τρῶές γε κέλονται: ψεύδεται εἰς τὸ κεχαρισμένον Τρωσί, καὶ ἵνα ἐάσωσι ταφῆναι τοὺς Τρῶας καὶ γνόντες ὡς οὐχ οἷοί τέ εἰσιν ἀναγκάσαι Ἀλέξανδρον, ἀποπλεύσωσιν.

`7.394`

ἠνώγεον: οἱ ἄλλοι Τρῶες.

`7.398`

ἀκὴν ἐγένοντο: στρατηγικῶς τέως Ἀγαμέμνων σιωπᾷ ἐπιτρέπων τοῖς Ἀχαιοῖς τὸ πέρας, ὅπως αἰσχυνόμενοι μηδὲν ἄνανδρον εἴπωσι καὶ ἵνα καταπλαγῶσι Τρῶες τῇ τῶν συμμάχων προθυμίᾳ.

`7.399`

ὀψὲ δὲ δὴ μετέειπε … Διομήδης: ἀνέμενε γὰρ τὴν τῶν Ἀτρειδῶν γνώμην· ὡς πεποιθὼς δὲ τῇ ἀριστείᾳ ἀνέστη.

`7.401a`

μήθʼ Ἑλένην: ἐπιτατικῶς.

`7.401b`

δέ: ὁ δέ ἀντὶ τοῦ γάρ.

`7.402a`

Τρώεσσιν ὀλέθρου πείρατα: καὶ διὰ τὴν παράβασιν καὶ τὸ σπεύδειν ἐπὶ τὴν διάλυσιν Τρῶας.

`7.402b`

ἐφῆπται: ἐγγύς. πᾶν γὰρ τὸ ἁπτόμενον ἐγγὺς οὗ ἅπτεται.

`7.403-4`

ἐπίαχον υἷες Ἀχαιῶν μῦθον ἀγασσάμενοι: σύμψηφοι γίνονται τῇ καταθέσει· διό φησιν· «ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις».

`7.404`

μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο: ὅτι ἐντεῦθεν μετάκειται εἰς τὴν ἀποπρεσβείαν

`7.407a`

ὥς τοι ὑποκρίνονται: ἡ διπλῆ, ὅτι πρόθεσις ἐνήλλακται, ἀντὶ τοῦ ἀποκρίνονται.

`7.407b`

ὥς τοι ὑποκρίνονται: ἀποκρίνονται· ὅθεν καὶ ὑποκριτὴς ὁ πρὸς τὸν χορὸν ἀποκρινόμενος.

`7.408a`

ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω:
βραχὺ διασταλτέον ἐπὶ τὸ νεκροῖσιν· καὶ γὰρ ἡμῖν οὕτως σύνηθες διαστέλλειν· «περὶ δὲ τῶν νεκρῶν, οὐ φθονῶ θάπτειν.» καὶ ἄλλως συναπτόμενα σόλοικον ποιεῖ τὸν λόγον.

`7.408b`

ἀμφὶ δὲ νεκροῖσιν· μετὰ ὑποκρίσεως δεῖ ὑποστίζειν εἰς τὸ νεκροῖσιν. μεγαλοφυῶς δὲ οὐκ ἀποκρύπτει τὴν ἰδίαν γνώμην. ἠθικεύεται δὲ δοκῶν αὐτοῖς χαρίζεσθαι.

`7.409-10a`

οὐ γάρ τις φειδὼ νεκύων—μειλισσέμεν ὦκα: οὐδὲν γὰρ κέρδος τοὺς τῶν πολεμίων νεκροὺς ἀτάφους εἶναι.

`7.409-10b1`

ἄλλως· οὐ γάρ τις φειδὼ—μειλισσέμεν ὦκα: Ἀττικὴ ἡ σύνταξις· οὐ γάρ τις φειδὼ γίνεται τοῖς τεθνεῶσι νέκυσι χαρίζεσθαι τοῦ πυρός· τοῦτο γὰρ δηλοῖ τὸ μειλισσέμεν, ἐπεὶ γλυκεῖα ἡ χάρις. οὕτως ἔχει καὶ τὸ «μηδέ τί μʼ αἰδόμενος μειλίσσεο» ἀντὶ τοῦ χαρίζεο.

`7.409-10b2`

οὐ γάρ τις φειδὼ—πυρὸς μειλισσέμεν ὦκα: ὁ νοῦς· οὐ φειδόμεθα ὥστε ἐκμειλίσσειν ὑμᾶς τοὺς νεκρούς.

`7.409`

κατατεθνειώτων: Ἀρίσταρχος «τεθνηώτων», ἄλλοι δὲ τεθνειώτων.

`7.410`

πυρὸς μειλισσέμεν ὦκα: ὅτι διὰ πυρὸς ἐθάπτοντο πάντες.

`7.411`

ὅρκια δὲ Ζεὺς ἴστω: ἢ τὰ νῦν περὶ τῶν νεκρῶν ἢ τὰ πρότερα, ἃ παρέβησαν, ἵνα ἐκδειματώσῃ τοὺς Τρῶας.

`7.412`

τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσι: μάρτυρας αὐτοὺς καλῶν.

`7.413`

Ἴλιον ἱρήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.

`7.416a1`

ἀγγελίην ἀπέειπε: ὅπως μὴ προσεδέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες.

`7.416a2`

ἀπεδοκίμασε καὶ ὡς ἀνωφελῆ ἀνήγγειλεν, ὅτι μὴ προσεδέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες.

`7.417`

τοὶ δʼ ὡπλίζοντο μάλʼ ὦκα: οὐκ ἔδει γὰρ λόγων ἀλλʼ ἀντέχεσθαι ἔργου.

`7.420`

ὤτρυνον νέκυας: Ἀρίσταρχος «νέκυς» ἐκτεταμένως καὶ «ὀτρύνοντο», οὐκ ὄτρυνον.

`7.421-2`

νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο: καλῶς τῷ παρατατικῷ ἐχρήσατο· κατʼ ὀλίγον γὰρ φωτίζει τὴν γῆν ὁ ἥλιος σφαιροειδῆ οὖσαν. ἐξ ἀκαλαρρείταο δὲ ἐκ τοῦ πραέως ῥέοντος.

`7.422`

ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο: ὅτι αὐτὸς μὲν ἐξ Ὠκεανοῦ ἀνατέλλειν καὶ εἰς Ὠκεανόν φησι καταδύεσθαι τὸν ἥλιον. ὁπόταν δὲ πρόσωπον ἡρωϊκὸν εἰσάγῃ, ὑπὲρ γῆς καὶ ὑπὸ γῆν. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐν Ὀδυσσείᾳ.

ἐξ ἀκαλαρρείταο: ἡσύχως καὶ—ἥσυχον λέγουσιν.

`7.424`

ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον: καὶ τοῦτο προσετραγῴδησεν.

`7.425`

νίζοντες ἄπο: τὸ ἑξῆς ἐστιν ἀπονίζοντες· διὸ ἀναστρεπτέον.

`7.426a1`

δάκρυα θερμὰ χέοντες: βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ δὲ τῶν Ἑλλήνων μόνον «ἀχνύμενοι» φησίν· πάλιν γὰρ τὸ μὴ λυπεῖσθαι ἀπαθείας ἦν.

`7.426a2`

βαρβάρων ἴδιον ὁ θρῆνος, τῶν δὲ Ἑλλήνων τὸ μεγαλόψυχον· μόνον γὰρ «ἀχνύμενοι» φησίν· τὸ γὰρ μηδʼ ὅλως λυπεῖσθαι ἀπαθείας ἐστίν.

`7.427a`

οὐδʼ εἴα κλαίειν Πρίαμος: ἵνα μὴ κατάδηλοι τοῖς πολεμίοις εἶεν μαλακιζόμενοι.

`7.427b`

οἱ δὲ σιωπῇ: ἐν ἄλλῳ «ἀλλὰ σιωπῇ».

`7.427-8`

οἱ δὲ σιωπῇ νεκροὺς πυρκαϊῇς ἐπενήνεον: πληθυντικῶς, ἐπὶ τῶν Τρώων.

`7.428a1`

πυρκαϊῆς: οὕτως αἱ Ἀριστάρχου κατὰ γενικήν· αἱ δὲ Ζηνοδότου «πυρκαϊῇ». καὶ ἔστι χαριέστερον, ὡς τὸ «ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν».

`7.428a2`

οὕτως Ἀρίσταρχος πυρκαϊὰς κατὰ γενικήν.

`7.428b`

ἐπενήνεον: γράφεται καὶ «ἐπινήνεον», καὶ ἔστιν Ἰακόν.

`7.429`

ἐν δὲ πυρῇ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν: ὅτι ἐκαίοντο οἱ νεκροί, καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον.

`7.433a`

ἀμφιλύκη νύξ: τὸ καλούμενον λυκόφως—ἔτι σκοτῶδες. ἡ διπλῆ δέ, ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται.

`7.433b`

ἀμφιλύκη νύξ: παρὰ τὴν λύγην, ὅ ἐστι σκιάν. καὶ λυκόφως τὸ μεταξὺ σκότους καὶ φωτός.

`7.434`

κριτὸς … λαός: εἰς αὐτὸ τοῦτο κριθεὶς τὰ περὶ τὴν πυρκαϊὰν ἐκπονῆσαι.

`7.435a1`

τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον: τὰ ἀνάξια τῆς ἡρωϊκῆς μεγαλονοίας παρατρέχει. καὶ οὐδεὶς αὐτῶν χειρωνακτῶν ὁρᾶται.

`7.435a2`

οὐ προστέθειται θρῆνος ἐνταῦθα· τὰ γὰρ ἀνάξια τῆς ἡρωϊκῆς μεγαλοφυΐας παρατρέχει. καὶ οὐδεὶς αὐτῶν χείρων ὁρᾶται τῶν ἀτάκτων καὶ θορυβωδῶν ἐκείνων Τρώων.

`7.436a`

ἄκριτον ἐκ πεδίου: ὅτι πολυάνδριον. πῶς οὖν «ὥς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδʼ ἄγῃ»

`7.436b1`

ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν: ἐν τῇ κατὰ Ἀριστοφάνη οὕτως ἐγέγραπτο, «ἄκριτον ἐν πεδίῳ, περὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν»· καὶ μήποτε ἄμεινον οὕτως.

`7.436b2`

ἐκ πεδίου: ἐν τῇ Ἀριστοφάνους «ἐν πεδίῳ», καὶ μήποτε ἄμεινον οὕτως.

`7.443-64a`

οἱ δὲ θεοὶ πὰρ Ζηνί ἕως τοῦ ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ἀθετοῦνται στίχοι εἴκοσι δύο, ὅτι περὶ τῆς ἀναιρέσεως τοῦ τείχους λέγει πρὸ τῆς τειχομαχίας ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε.

`7.443-64b1`

οἱ δὲ θεοὶ—ὣς οἱ μὲν τοιαῦτα: καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος.

`7.443-64b2`

οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ—
ὣς οἱ μὲν τοιαῦτα: τὴν ἀγορὰν τῶν θεῶν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ αὐτὸς Ἀρίσταρχος.

`7.443-64c`

οἱ δὲ θεοὶ πὰρ Ζηνὶ—ὣς οἱ μὲν τοιαῦτα: τοῦτο εἰς ἀξιοπιστίαν τοῦ ἔργου καὶ ἀναιρῶν, ὃ ἐπλάσατο.

`7.445`

τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων: ἀναιρῆσαι τὸ πλάσμα τοῦ τείχους σπουδάζων ὁ ποιητὴς ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πορίζεται εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ ἥρμοττεν ἡ κατηγορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων τῶν Ἑλλήνων τῷ Τρωϊκῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ—ἦ γὰρ ἂν εἶπεν ἡ Ἥρα «εἴη κεν καὶ τοῦτο τεὸν ἔπος»—Ποσειδῶν δὲ Ἑλληνικὸς ὢν θεὸς δοκεῖ ἀπαθῶς τῶν Ἑλλήνων κατηγορεῖν.

`7.446-7`

ἦ ῥά τίς ἐστι βροτῶν—μῆτιν ἐνίψει: ἆρα ἔτι, φησί, τίς τῶν ἀνθρώπων κοινώσεται διὰ τῶν θυσιῶν, ἃ βούλεται, τοῖς θεοῖς;

`7.447a`

ἀθανάτοισι: ὅτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνατος λέγει. καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει.

`7.447b`

καὶ μῆτιν ἐνίψει: λέξει, ἀνακοινώσεται διὰ θυσιῶν συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν, εἰ δεῖ ἐγχειρεῖν ἔργοις ἢ οὔ.

`7.447c`

ἐνίψει: τινὲς ἀντὶ τοῦ «ἐνισπήσει» ἢ λοιδορήσει.

`7.450`

οὐδὲ θεοῖσι δόσαν: ἠθικὸν μὴ συγκαταλέγειν ἑαυτόν, ὡς τὸ «ὅστις ἔτʼ ἀθανάτοισι». παιδεύει δὲ ὅτι καὶ προσφιλὴς ὢν τοῖς Ἕλλησιν ὁ θεὸς οὐ νέμει συγγνώμην, οὐδὲ Ἀθηνᾶ, Ἀπόλλων δὲ σιωπᾷ· ἦ γὰρ εἶπεν Ἥρα «εἴη κεν καὶ τοῦτο τεὸν ἔπος». Ἕλληνες δὲ πρόφασιν ἔχουσι τὸ ἐπὶ τῇ τῶν νεκρῶν ταφῇ τὸ τεῖχος ἐγεῖραι.

`7.451a`

τοῦ δʼ ἤτοι κλέος ἔσται, ὅσην τʼ ἐπικίδναται ἠώς: ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην τὸ τεῖχος ἀοίδιμόν ἐστιν, οὐ δομηθὲν τοῖς Ἕλλησιν, ἀλλʼ Ὁμήρῳ γενόμενον ἕνεκεν τῆς ἐπʼ αὐτῷ μάχης. διὰ δὲ τοῦ ὅσην τʼ ἐπικίδναται ἠώς ὑπερβολικῶς καὶ τὴν ἀοίκητον περιέλαβεν.

`7.451b1`

ὅσην: Ἀρίσταρχος ὅσην, ἄλλοι δὲ «ὅσον».

`7.451b2`

ὅσην: οὕτως Ἀρίσταρχος, Ζηνόδοτος «τόσον».

`7.452a1`

τό τʼ ἐγὼ καὶ Φοῖβος: χωρὶς τοῦ τέ ἐν ταῖς Ἀριστάρχου «τὸ ἐγὼ καὶ Φοῖβος», κατʼ ἔνια δὲ τῶν ὑπομνημάτων «τὸ δʼ ἐγώ».

`7.452a2`

Ἀρίσταρχος «τὸ ἐγώ».

`7.453a`

ἥρῳ: ὅτι δισυλλάβως καὶ ἐν Ὀδυσσείᾳ· «ἥρῳ Δημοδόκῳ».

`7.453b`

ἥρῳ Λαομέδοντι πολίσσαμεν: καὶ «ἥρῳ Δημοδόκῳ» καὶ «ἦλθεν Ἄρῃ ἐπίκουρος». τὸ δὲ πολίσσαμεν ἀντὶ τοῦ περὶ πόλιν ᾠκοδομήσαμεν.

`7.455`

ἐννοσίγαιʼ εὐρυσθενές: κατὰ γὰρ Θαλῆν ὕδατι ὀχεῖται ἡ γῆ· ὅθεν καὶ χάσματα γίνεται.

`7.458`

ὅσον τʼ ἐπικίδναται: οὕτως Ἀρίσταρχος, ὅσην τʼ ἐπικίδναται θηλυκῶς, Ζηνοδότειος δὲ ἡ «ὅσον τʼ ἐπικίδναται».

`7.464`

ὣς οἱ μὲν τοιαῦτα: παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν «ὣς οἱ μὲν πονέοντο», εἶτα εὐθὺς «δύσετό τʼ ἠέλιος».

`7.465`

δύσετο: σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ ἐδύετο.

`7.466`

βουφόνεον: βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς — ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν —, ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατασκευήν.

`7.467`

νῆες δʼ ἐκ Λήμνοιο: ἐπιτηδείως ἐδήλωσεν, πόθεν αὐτοῖς ἡ χορηγία ἦν.

νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν: Λήμνιοι τὰς ἐξ ἔθους —παρʼ Ἀσκληπιάδῃ ἐν τοῖς Τραγῳδουμένοις

`7.468`

Ἰησονίδης Εὔνηος: ὅτι καὶ τὰ Ἀργοναυτικὰ οἶδεν. οἰκεία δὲ Εὐνήῳ ἡ ἐμπορία καὶ πρὸς ὁμοφύλους γινομένη.

`7.471`

μέθυ χίλια μέτρα: ἀντὶ τοῦ μέθυος, ὅ ἐστι οἴνου.

`7.473`

ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ: ὅτι ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν.

`7.474`

ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν: ὅτι ῥινοῖς ταῖς βύρσαις, αὐταῖς δὲ βουσὶν ἀντὶ τοῦ ζώσαις. ἰστέον δὲ ὅτι ὁπόταν περὶ πλήθους—προφέρονται.

`7.475a`

ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν:
ἀθετεῖται, ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον· οὐδὲ γὰρ παρὰ τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται. λυπεῖ δὲ καὶ τὸ ἄλλοι πλεονάζον.

`7.475b`

ἀνδραπόδεσσι: Ἀρίσταρχος διὰ τοῦ ο «ἀνδραπόδοισι».

`7.475c`

ἄλλοι δʼ ἀνδραπόδεσσι: οὐ περισπούδαστος γὰρ ἡ τῶν ἀνδραπόδων κτῆσις ἐκεῖσε οὖσιν ἦν πρὸς φυλακήν. γράφεται καὶ «ἀνδραπόδοισι». νεωτερικὸν τὸ τῶν ἀνδραπόδων ὄνομα· διὸ καὶ ἠθέτητο ὑπὸ Ἀριστάρχου.

`7.475d`

θάλειαν: ἡδεῖαν.

`7.479`

σμερδαλέα κτυπέων: προκινεῖ καὶ ἀγωνιᾶν ποιεῖ τὸν ἀκροατὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής.

`7.480`

χέον: καλῶς τὸ χέον, ἐπεὶ μὴ προσίεται τὴν σπονδὴν ὁ Ζεύς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου

`7.481a`

πρὶν πιέειν, πρὶν λεῖψαι: Ἀρίσταρχος «πιέμεναι, πρὶν λείψω».

`7.481b1`

πρὶν λεῖψαι: πρὶν ἤ, ὡς τὸ «μὴ πρὶν παρʼ νηῶν … πρὶν πυρί».

`7.481b2`

πρὶν πιέειν, πρὶν λεῖψαι: τὸ δεύτερον πρίν ἀντὶ τοῦ πρὶν ἤ, τὸ δὲ πρῶτον ἀντὶ τοῦ πρότερον.

`7.481c`

ὑπερμενέϊ: ὡς καταιβάτῃ.

`7.482a`

κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο:
ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι. τοῦτο δὲ πρὸς τὸ ἐν Ὀδυσσείᾳ· «Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι»· ἐπιφέρει γὰρ «κεῖτʼ ἐγρηγορόων». Ζηνόδοτος δὲ καὶ τοῦτον καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας ἦρκε στίχον.

`7.482b`

κοιμήσαντο: ἀνεκλίθησαν, ὡς τὸ «Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι».

`7.482c`

ὕπνου δῶρον: δῶρον ὕπνου τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς Ὕπνος δωρεῖται.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-aeg`.