---
title: "Scholia on the Iliad: Book XXII"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, ΚΒʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-aev
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-scholia-book-22-vta-aev"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:240fdd84ab4576537773a5e79b1c3027dec49d48747e3e48c178ea6d44de5daf"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on the Iliad: Book XXII

*Σχόλια εἰς Ἰλιάδα, ΚΒʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-aev` · [HTML page](https://eulogikon.org/works/homer-comm-scholia-book-22-vta-aev)

## Text

Part of [Scholia on the Iliad](/works/homer-comm-scholia-vta-ae)

`22.1-2a1`

  
ὣς οἱ μὲν κατὰ ἄστυ, πεφυζότες ἠΰτε νεβροί,  
ἱδρῶ ἀπεψύχοντο: βραχὺ διασταλτέον μετὰ τὸ νεβροί· πεφευγέναι γὰρ αὐτούς φησιν ὡς νεβρούς, οὐ τὸν ἱδρῶτα ἀποψύχεσθαι.

`22.1-2a2`

ἐπὶ τὸ νεβροί βραχὺ διασταλτέον.

`22.1a`

πεφυζότες: καὶ τὴν μετὰ δέους κατάπληξιν οὕτω καλεῖ. ἔστιν οὖν δεδειλιακότες· φησὶ γοῦν «Τρῶες ἄφαρ κλονέοντο πεφυζότες». καὶ ἔστιν ὅμοιον τῷ «τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί;». ἔστιν οὖν φύζα φυζῶ ὡς κίσσα κισσῶ, καὶ μέσος παρακείμενος πέφυζα, οὗ ἡ μετοχὴ πεφυζώς.

`22.1b`

νεβροί: οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες· ἢ νήποροι, οἱ μηδέπω πορεύεσθαι δυνάμενοι.

`22.2a`

ἱδρῶ ἀπεψύχοντο: διχῶς, καὶ «ἀνεψύχοντο» καὶ ἀπεψύχοντο. χαριεστέρα δὲ ἡ διὰ τοῦ ν.

`22.2b`

ἱδρῶ ἀπεψύχοντο: ἀντὶ τοῦ τὸν ἱδρῶτα ἀνέμῳ ἀνεψύχοντο καὶ παρηγοροῦντο. ὁ δὲ Ἀρίσταρχος «ἀνεψύχοντο» γράφει· χαριέστερον δὲ τὸ ἀπεψύχοντο.

`22.2c`

ἄλλως· ἱδρῶ: ὡς παρὰ τὸ εἰκῶ εἰκώς αἰδῶ αἰδώς, οὕτως ἱδρῶ· ὅθεν καὶ ἀναλογώτεροι Αἰολεῖς, θηλυκῶς αὐτὸ λέγοντες.

`22.2d`

ἀκέοντο: κυρίως ἀκεῖσθαι τὸ ἄχος ἰᾶσθαι καὶ τὸ ὃ δή ποτε θεραπεύειν· ὅθεν Φρύγες ἀκεστὴν τὸν ἰατρόν, καὶ Ἀθηναῖοι ἀκέστριαν.

`22.2e`

δίψαν: δίψα Ἰακῶς, δίψος Ἀττικῶς.

`22.3`

κεκλιμένοι  <span class="gap">…</span> ἐπάλξεσιν: ἤτοι ἐπαναπαυόμενοι καὶ ἐπερειδόμενοι ταῖς ἐπάλξεσι διὰ τὸν κόπον τῆς μάχης, ὡς Αὐτόχθων καὶ Ἐπαφρόδιτος· χάριεν γὰρ τὸ μὴ ἀναχωρεῖν ἀπὸ τοῦ τείχους εἰσδραμόντας εἰς τὴν πόλιν. ἢ ἐπάλξεσιν ἔφη ἀπὸ μέρους ἀντὶ τοῦ ὅλῳ τῷ τείχει, κεκλιμένοι δὲ περιεχόμενοι, ὡς «πόντῳ κεκλιμένοι».

κεκλιμένοι καλῇσιν ἐπάλξεσιν: προσκεκλιμένοι, ὅ ἐστι περιεχόμενοι ὑπὸ τῶν τειχῶν· ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν λεγόμενοι προμαχῶνες.

`22.5-6`

Ἕκτορα δʼ αὐτοῦ—Σκαιάων: αὐτοῦ αὐτόθι, ἔνθα Σκαιαί εἰσιν. ἤδη δέ τι τῶν ἑξῆς προαναφωνεῖ ὅτι κατέσχεν αὐτὸν ἡ μοῖρα ἐπὶ κακῷ μεῖναι.

`22.6a`

πυλάων τε Σκαιάων: πρὸς τὰς Σκαιάς.

`22.6b`

πυλάων τε Σκαιάων: ἐν ἀριστερᾷ κεῖνται τοῦ τείχους αἱ πύλαι, καλοῦνται δὲ Δαρδάνιαι.

`22.10`

ἀσπερχές: ἀδιαλείπτως, εἴγε καὶ θεὸν διώκεις.

`22.11a`

ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας: ὅτι σαφῶς ὁ πόνος οὐκ ἔστιν ἀλγηδών· οὐ γὰρ ἂν λέγοιτο «οὐ μέλει σοι ἡ τῶν Τρώων ἀλγηδών»· ἀλλʼ οὕτως εἴρηκεν ἀντὶ τοῦ «οὐ μέλει σοι τὸ περὶ τοὺς Τρῶας πονεῖν καὶ ἐνεργεῖν». καὶ ὅτι ἐφόβησας εἰς φυγὴν ἔτρεψας.

`22.11b`

ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας: τὸ κατὰ τῶν Τρώων ἔργον. ἢ ἆρα οὐ κεκόπωσαι διώκων τοὺς Τρῶας;

`22.12a`

εἰς ἄστυ ἄλεν: λείπει τὸ ἀφικόμενοι, ἐπεὶ ἔδει εἶναι κατάλεν. ἢ τὸ ἄλεν ἀντὶ τοῦ ἐξέκλιναν.

`22.12b1`

  
οἱ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης:  
σοῦ ὧδε ἀποκλίναντος ἐκεῖνοι ἐσώθησαν.

`22.12b2`

ἐκεῖνοι, φησί, σοῦ ἐνταῦθα ἀποκλιθέντος πρὸς τὴν πόλιν συνεστράφησαν.

`22.12c`

ἐλιάσθης: ἐπλανήθης.

`22.13a1`

ἐπεὶ οὔ τοι μόρσιμός εἰμι: σύνδεσμος ὁ τοί· φησὶ δὲ «οὐ γὰρ φονεύσιμός εἰμι».

`22.13a2`

οὔκ εἰμι, φησί, φονεύσιμος, οἷον οὐχ ὑπόκειμαι μοίρᾳ ὡς Ἕκτωρ, ὃν ἤλπισας διώκειν.

`22.15a`

ἑκάεργε: στοχάζεται ἢ ἀπὸ τοῦ «μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων» ἢ τοῦ «λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν», ἢ ἀπὸ τῆς τοξικῆς σκευῆς· ἅμα γὰρ λέγων ἀνέφηνεν ἑαυτὸν τῇ στολῇ, οἷος ἦν.

`22.15b`

ὀλοώτατε: ὀλέθρου παρασκευαστικέ. ἢ ὁ λοιμῶν αἴτιος. οἱ δὲ γράφουσι «δολοώτατε» διὰ τὸ «δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων». ἐκθύμως δὲ παρρησιάζεται, ἀφῃρημένος ὑπʼ αὐτοῦ ἑταῖρον καὶ νίκην. καὶ ἔστιν ὡς τὸ «δικαιότατος Κενταύρων».

`22.15c`

ὀλοώτατε: ἐμοὶ δηλονότι.

`22.18`

ἐμὲ  <span class="gap">…</span> κῦδος ἀφείλεο: ἐμὲ ἀφείλεο Ἀττικῶς, ὡς τὸ «ἐπεί μʼ ἀφέλεσθέ γε δόντες». τὸ δὲ ἀφείλεο διὰ τοῦ εο γράφεται.

`22.20a`

ἦ σʼ ἂν τισαίμην: ἀπʼ ἄλλης ἀρχῆς τοῦτο ἀναγνωστέον, τοῦ η ψιλουμένου.

`22.20b1`

ἦ σʼ ἂν τισαίμην: ἐτισάμην σε ἄν. γενναῖος ὁ μὴ καταπτησσόμενος τὸν φονέα.

`22.20c1`

εἴ μοι δύναμίς γε παρείη: δύναμις ἴση τῇ σῇ. προφέρεσθαι δὲ ταῦτα δεῖ οὐ τεθαρρηκυίᾳ φωνῇ, ἀλλʼ ὡς ἂν εἴποι ἀνὴρ γενναῖος μεγαλόφρων ἀπειλῶν θεῷ.

`22.20b2/c2`

ἐτισάμην ἄν σε, εἴ μοι δύναμις ἦν ἴση τῇ σῇ. γενναῖος δὲ ὁ μὴ καταπτησσόμενος τὸν φονέα, καὶ μεγαλόφρων ὁ μετὰ θάρσους ἀπειλῶν θεῷ.

`22.22`

ἀεθλοφόρος: νικητής. πρὸς τὸ τάχος καὶ τὸ σοβαρόν. καὶ μᾶλλον κέλητι αὐτὸν εἰκάζει· εἷς γὰρ ὄχημα οὐ φέρει. κέλητα οὖν φησιν ἁμιλλώμενον ὀχήματι, ὥστε καὶ τὸ νικᾶν. Ἀλέξανδρον δὲ στατῷ ἵππῳ εἰκάζει

`22.23a1`

ὅς ῥά τε ῥεῖα θέησι τιταινόμενος πεδίοιο: ὅτι θέησιν ἀντὶ τοῦ θέει. πλεονάζει δὲ τῷ τοιούτῳ σχήματι Ἴβυκος καὶ ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.

`22.23a2`

πεδίοιο: διὰ τοῦ πεδίου.

`22.24`

λαιψηρά: ἀντὶ τοῦ λαιψηρῶς ἤτοι λίαν ταχέως.

`22.25`

  
τὸν δʼ ὁ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι:  
ἡ γὰρ περὶ τὸν υἱὸν εὔνοια παραιρεῖται τὴν ἀμβλυωπίαν τοῦ γήρως. ἄλλως τε προτρέχει τῶν αἰσθήσεων ὁ νοῦς· καὶ «νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει» ὡς καὶ «Νέστωρ δὲ πρῶτος κτύπον ἄϊεν»· ὀξυτέρους γὰρ περὶ τὰς αἰσθήσεις τοὺς προήκοντας ποιεῖ.

`22.26`

ἐπεσσύμενον πεδίοιο: πάλιν διὰ πεδίου.

`22.27a`

ὅς ῥά τʼ ὀπώρης εἶσιν: ἐξέρχεται καὶ ἄνεισιν. ἔδει δὲ πρὸ ὀπώρας εἰπεῖν· τότε γὰρ ἡ τοῦ Κυνὸς ἐπιτολή.

`22.27b`

ἀρίζηλοι: ὅτι ἀντὶ τοῦ ἀρίδηλοι· οὐ γὰρ ὁ ζῆλος ἔγκειται.

`22.28a`

ἄστρασιν: Ἀρίσταρχος ὡς πατράσιν. ἄμεινον δὲ προπαροξύνειν, ὥσπερ καὶ τοῖς πλείοσιν ἔδοξε καὶ Φιλοξένῳ, ἵνʼ αὐτῆς τῆς πτώσεως, λέγω δὲ τῆς δοτικῆς, μεταπλασμὸν λάβωμεν· ὅτι γὰρ κατὰ πτῶσιν γίνονται μεταπλασμοὶ ἐξουσίᾳ ποιητικῇ, δεδήλωταί μοι ἐν ἑτέροις ὃν οὖν τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο, «ἔγκασι φωτός», καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοις πρόβασιν ἥ τε «πετάλοις» πέταλσιν, οὕτως ἄστροις ἄστρασιν, ἐπεισελθόντος τοῦ α, ἵνα συστῇ ἡ λέξις.

`22.28b`

ἄστρασιν: οἱ μὲν ὡς «δέρμασιν», οἱ δὲ ὡς κεμάσιν. οἱ μὲν κατὰ μεταπλασμὸν ὡς «ἔγκασι», πρόβασιν, οἱ δὲ ἀπὸ τοῦ ἀστήρ, ὡς πατράσιν.

`22.29a`

ὅν τε κύνʼ Ὠρίωνος: ὅτι περισσὸς ὁ τέ σύνδεσμος.

`22.29b`

ΚΥΝΩΡΙΩΝΟΣ: ὁ Σιδώνιος ὑφʼ ἓν ἀναγινώσκει. ἄμεινον δὲ κατὰ παράθεσιν, ὅτι οἱ κύνες πολλάκις ὀνομάζονται μετὰ τῶν κτητόρων, οἷον Κέρβερος Ἅιδου, Ὄρθρος Γηρυόνου, Ἄλκαινα Ἀκταίωνος· οὕτως κύνα Ὠρίωνος. τῷ δὲ κυνηγετικὸν αὐτὸν εἶναι καὶ πλησίον κατηστέρισαν τὸν κύνα.

ὅν τε κύνʼ Ὠρίωνος: τὸν ἀστραῖον κύνα—ὀνομασίαν ἔσχεν. ἡ ἱστορία παρὰ Ἐρατοσθένει

`22.31`

καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν: ὅτι ἅπαξ ἐνταῦθα ὁ πυρετός, καὶ ὅτι πυρετὸν κυρίως λέγει, οὐχ ὥς τινες δέχονται τὴν διάκαυσιν τοῦ ἀέρος· πρὸς γὰρ τὸ φθοροποιὸν ἡ παραβολή. καὶ ὅτι δειλοῖσιν ἀντὶ τοῦ δειλαίοις.

`22.32a`

  
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος:  
ἔδει χρυσὸς ἔλαμπεν, ἀπὸ κρείσσονος καὶ λαμπροτέρου. εἰ μὴ ὅτι καὶ χαλκὸς ἐκέκρατο· φησὶ γοῦν· «χαλκὸν δʼ ἐν πυρὶ βάλλε».

`22.32b`

ἄλλως· ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος: συμφωνεῖ τοῦτο τῷ περὶ τὴν ἐπιφάνειαν τῆς ἀσπίδος εἶναι τὴν χαλκῆν πτυχήν.

`22.33-4`

κεφαλὴν δʼ ὅ γε κόψατο χερσίν ὑψόσʼ ἀνασχόμενος: πρῶτον τοῖς θεοῖς ἄρας τὰς χεῖρας οὕτω κόπτει τὴν κεφαλήν.

`22.34`

μέγα δʼ οἰμώξας ἐγεγώνει: ἄδηλον, τίνος τὸ μέγα.

`22.36a`

ἑστήκει: οὕτως Ἀρίσταρχος ἑστήκει ἄνευ τοῦ ι.

`22.36b`

ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι: ἄξιον ζητήσεως, πῶς ἀπόντος Ἀχιλλέως μηδεὶς πολεμεῖ Ἕκτορι. ἢ τάχα συνεπορεύοντο αὐτῷ καὶ οἱ λοιποὶ ἀριστεῖς διώκοντι Ἀπόλλωνα. Μεγακλείδης δέ φησι ταῦτα πάντα πλάσματα εἶναι.

`22.37`

χεῖρας ὀρεγνύς: ὡς ἐπʼ αὐτὸν ἐκτείνων τὰς χεῖρας· ἔδει γὰρ οὐ μόνον λόγοις παρακαλέσαι τὸν Ἕκτορα, ἀλλὰ καὶ διὰ τοῦ σχήματος, ἵνʼ, εἰ τύχοι μὴ ἀκούσας τῶν λεγομένων, ἀλλʼ οὖν τὸ σχῆμα τοῦ πατρὸς ὁρῶν οἰκτείρῃ τὸν γέροντα. γραφικῶς οὖν κεῖται τὸ σχῆμα.

`22.38a`

Ἕκτορ, μή μοι μίμνε: πιθανῶς διεῖλε τὸν οἶκτον εἰς πρόσωπα τό τε πρὸ θανάτου καὶ μετὰ θάνατον, ἵνα μήτε μακρὸς εἴη μήτε ἀσυμπαθής. πῶς οὖν Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ θεωρεῖν Ἕκτορος δέ; ἢ ὅτι ὁ μὲν ἐν τῷ πεδίῳ συνέβαλεν, ὁ δὲ πρὸ τοῦ τείχους, ἔνθα παρῆσαν πάντες τῷ μεγέθει τοῦ κινδύνου καταπλησσόμενοι. ἄλλως τε ἐκεῖνον μὲν ἀπιὼν ἐᾷ πολεμεῖν, εἰδὼς ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν θανάτων πρόξενον γεγονότα, καὶ ὅτι οὐδὲν πρὸς σωτηρίαν τῆς πόλεως ἐκεῖνος ὡς Ἕκτωρ ἠδύνατο, τὸν δὲ μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον ἑκατέρων εἰδὼς τῆς τε ἰσχύος καὶ τῆς πρὸς τὴν πόλιν ὠφελείας. ἄλλως τε οὐ θεατὴς τοῦ πολεμεῖν, ἀλλʼ ἱκέτης τοῦ μὴ πολεμεῖν ἐπιμένει.

`22.38b1`

ἀνέρα τοῦτον: τοῦτον· δείκνυσι τὸν λάμποντα.

`22.38b2`

οἱονεὶ δακτυλοδεικτεῖ αὐτῷ τὸν Ἀχιλλέα.

`22.39a`

  
οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς:  
ὡς Ἀγαμέμνων· «μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι». ἀγαθὸν δὲ τοῦτο, μὴ οὕτω φιλοτεκνεῖν ὡς καὶ ἀπατᾶσθαι περὶ τὴν κρίσιν, τὰ βελτίω ὑπειληφότα περὶ τῶν παίδων.

`22.39b`

οἶος ἄνευθʼ ἄλλων: περικόπτει αὐτοῦ πάσας τὰς ἀντιρρήσεις, λέγων ὅτι εἰ μένειν δεῖ, ἀλλʼ οὐ μόνον.

`22.40`

Πηλείωνι δαμείς: πρὸς τὸ σχῆμα.

`22.41a`

αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο: σημειοῦνταί τινες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωται.

`22.41b`

αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο: ἀντὶ τοῦ εἰπεῖν «εἴθε ἐχθρὸς τοῖς θεοῖς γένοιτο». ὁμοίως εἶπε τῷ «τίω δέ μιν ἐν Καρὸς αἴσῃ». σημειοῦνται δέ τινες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωκεν.

`22.41c`

τοσσόνδε: πρὸ τέλους ἡ ὀξεῖα· ἓν γάρ ἐστι μέρος λόγου.

`22.42`

ἔδονται: Ἀρίσταρχος «ἔδοιεν», ἃ δὲ ἀπεύχεται τῷ παιδί, ταῦτα καταρᾶται τῷ πολεμίῳ.

`22.44a`

  
ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε:  
καὶ τοῦτο εἰς ἔλεον ὡς ἄξιον καὶ διὰ τὴν τῶν ἄλλων παίδων ἀποβολὴν ἐλεῆσαι τὸν πατέρα. ἅμα δὲ καὶ ὑπομιμνῄσκει τῆς Ἀχιλλέως δεινότητος.

`22.44b`

εὖνιν: ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα, ἐξ οὗ καὶ ἠρημωμένον, ἐξ οὗ ἐστερημένον. ἢ παρὰ τὴν ἑνὸς γενικὴν ἕνις εὖνις, ὁ μεμονωμένος.

`22.45`

νήσων ἔπι τηλεδαπάων: τινὲς «θηλυτεράων» διὰ τὸ Λῆμνον καὶ Ἴμβρον ὑπὸ θηλειῶν βασιλεύεσθαι· ἀλλʼ οὐκ εἰς ταύτας μόνον ἐπωλοῦντο. ἢ εὐγείων· ἀλλʼ «οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ εὐλείμων».

`22.48a1`

τούς μοι: οὕτως Ἀρίσταρχος διὰ τοῦ τ, ἄλλοι δὲ «οὕς μοι».

`22.48a2`

σὺν τῷ τ τούς μοι.

`22.48b`

κρείουσα γυναικῶν: ἀντὶ τοῦ βασιλικωτάτη καὶ ἐντιμοτάτη, ὡς τὸ «δῖα γυναικῶν».

`22.49a1`

ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ: ἐλεεινὴ καὶ ἡ ἄγνοια τοῦ πατρός: ᾔδει γὰρ ὁ Ἕκτωρ περὶ τῆς ἀναιρέσεως τῶν ἀδελφῶν καὶ ἴσως ἂν αὐτὸν καὶ ἐπὶ τούτῳ ἠλέησεν.

`22.49a2`

ἐλεεινὴ λίαν ἡ ἄγνοια τοῦ πατρός. ὁ δὲ Ἕκτωρ ᾔδει περὶ τῆς ἀναιρέσεως αὐτῶν. ἴσως δὲ διὰ τοῦτο λέγει, ἵνα, εἰ μὴ ἐκεῖνοι ζῶσι καὶ ἀναρρύονται, κἂν οὗτος ὑπολειφθῇ, τὸν πατέρα ἐλεήσας τῆς στερήσεως τῶν τοσούτων καὶ τοιούτων υἱῶν.

`22.49b1`

ἦ τʼ ἂν ἔπειτα: ὅτι περισσὸς ὁ ἄν σύνδεσμος· εἰ γὰρ ἐνετέτακτο κυρίως, ἐπήνεγκεν ἂν ἀπολυσαίμεθα.

`22.49b2`

περισσὸς ὁ ἄν· εἰ γὰρ ἦν εὐκτικόν, ἔδει τὸ ἑξῆς ἀπολυσαίμεθα. ἢ παραπληρωματικός ἐστιν.

`22.49b3`

πλεονάζει ὁ ἄν.

`22.50a`

ἀπολυσόμεθα: ἐν ἄλλῳ «ἀπολύσομεν».

`22.50b`

ἔστι γὰρ ἔνδον: κοινὸν τὸ «χαλκὸς καὶ χρυσός».

`22.50c`

ἔστι γὰρ ἔνδον: δεῖ προσλαβεῖν τὸ «χαλκὸς καὶ χρυσός».

`22.51a1`

πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης: ὅτι κατὰ σύνθετον προενεκτέον. σημαίνει δὲ τὸ ὅλον ὀνομαστός· ὁ γὰρ κλυτός ἐπὶ τοῦ διαβεβοημένου. καὶ ὅτι οἱ πατέρες ταῖς θυγατράσι γαμουμέναις δῶρα παρεῖχον· «ἐγὼ δʼ ἐπὶ μείλια δώσω».

`22.51a2`

διπλῆ δὲ πρὸς τὸ ἔθος· καὶ Ἀγαμέμνων «ἐπιμείλια δώσω».

`22.51b`

παιδὶ γέρων: αἱ ἀπὸ τῶν πόλεων «παιδὶ φίλῃ». Ἀριστοφάνης «πολλά».

`22.51c`

ὀνομάκλυτος Ἄλτης: Ἀθηνοκλῆς φησι τὸν Ὅμηρον πρώην Ἄλτην καλεῖσθαι διὰ τὸ ἐπαινεῖν αὐτὸν ὀνομάκλυτος.

`22.51d`

ὀνομάκλυτος: ὡς τοξόκλυτος. οὕτως δὲ καὶ Ἀρίσταρχος. ἐν μέντοι τῇ Ὀδυσσείᾳ κατὰ παράθεσιν ἀναγνωστέον· «ἐμοὶ δʼ ὄνομα», εἶτα «κλυτὸς Αἴθων»· ἰδίᾳ συστῆσαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔσται κρεμάμενος λόγος. εἴπομεν δὲ ἐν τοῖς πρὸ τούτου βιβλίοις πότε τὸ κλυτός κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει τὸν τόνον καὶ πότε ἀναδίδωσιν.

`22.51e`

ὀνομάκλυτος: Ἀρίσταρχος ὑφʼ ἓν ὡς «πασιμέλουσα». ἐν δὲ Ὀδυσσείᾳ «ὄνομα κλυτὸς Αἴθων» κατὰ παράθεσιν. εἰ δέ φασιν «οὐκ ἔστιν ἐξ οὐδετέρου καὶ ἀρσενικοῦ σύνθετον», τί ἐστι τὸ «Ἀστυάναξ» καὶ ποιηματογράφος; κατὰ σύνθεσιν οὖν ἐστιν, ὡς «τοξόκλυτος»· ἔστι γοῦν παρὰ Πινδάρῳ τὸ θηλυκὸν αὐτοῦ ἐν παρωνύμῳ χαρακτῆρι· «ὀνομακλύτα γάρ ἐσσι».

`22.52-3a`

εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι: βραχὺ διασταλτέον ἐπὶ τὸ τεθνᾶσι καὶ ὑποστικτέον δόμοισιν ἴσως δʼ ἄν τις ἐπὶ τὸ τεθνᾶσι ὑποστίζοι, τὰ δὲ ἑξῆς πάντα συνάπτοι, ἵνʼ ᾖ ὁ λόγος «καὶ ἀποθανόντες ἀνιασόμεθα», ὁμοίως τῷ «εἰ δὲ θανόντων περ

  
καταλήθοντʼ εἰν Ἀΐδαο, αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι»  
.

`22.52-3b`

καὶ εἰν Ἀΐδαο δόμοισιν ἄλγος ἐμῷ θυμῷ: οὕτω δεῖ συνάπτειν, ἵνα ἐπιταθῇ, ὡς τὸ «αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου».

`22.53`

τοὶ τεκόμεσθα: ὡς «Δάρδανον αὖ πρῶτον τέκετο» ἐπὶ ἀρσενικοῦ.

`22.54-5`

λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος ἔσσεται—δαμασθείς: οὐδεὶς γὰρ αὐτοὺς ποθήσει σοῦ περιόντος. ἄκρως δὲ αὐτὸν ὑπερηύξησε· τὴν μὲν γὰρ τῶν ἄλλων παίδων ἀναίρεσιν μόνοις φησὶ τοῖς γονεῦσι πένθος παρασχεῖν, τὸν δὲ Ἕκτορος θάνατον δημοσίαν ἔσεσθαι συμφοράν, ἵνα, εἰ καὶ πρὸς τὴν ἰδίαν σωτηρίαν ὀλιγωροίη, ἀλλʼ οὖν τῶν κοινῇ συμφερόντων προνοησάμενος ἀποστῇ τοῦ κινδύνου.

`22.55`

Ἀχιλῆϊ δαμασθείς: πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ὑπὸ Ἀχιλλέως, ὡς «Τρωσὶ δαμείς».

`22.56a`

τεῖχος: τὴν πόλιν. Καλλίμαχος· «ὁ δʼ ἐκ Λοκρῶν τείχεος Ἰταλικοῦ παρῆν ἀμύντωρ». φιλοπάτριδα δὲ ὄντα ὑπομιμνῄσκει τῆς πόλεως.

`22.56b1`

ἐμὸν τέκος: γράφεται καὶ «ἐμὸν θάλος».

`22.56b2`

τινὲς δὲ συμπαθέστερον γράφουσιν «ἐμὸν θάλος».

`22.56-7`

ὄφρα σαώσῃς Τρῶας καὶ Τρῳάς: φιλότιμον αὐτὸν εἰδὼς ὑπήλλαξε τὴν λέξιν, πρὸς εὔκλειαν καὶ κοινὴν σωτηρίαν αὐτῷ τὴν φυγὴν εἶναι λέγων.

`22.57`

Τρῶας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς: ἤτοι στικτέον μετὰ τὸ Τρῶας καὶ Τρῳάς, ἵνα ἀπʼ ἄλλης ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, μηδὲ μέγα κῦδος ὀρέξῃς. εἰ δὲ συνάπτοιμεν, ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν, κοινοῦ νοουμένου τοῦ «ὄφρα», ἵνα «σαώσῃς» καὶ μὴ ὀρέξῃς καὶ μὴ «ἀμερθῇς αἰῶνος»

`22.58`

φίλης αἰῶνος: οἰκεῖα ταῦτα πατρὶ καὶ γέροντι καὶ πεῖσαι θέλοντι, ἐγκωμιάζειν ἄρτι τὸ ζῆν καὶ ἐπὶ φιλοψυχίαν παρακαλεῖν. ἀντιτέθεικε δὲ τῇ τοῦ ἐχθροῦ δόξῃ τὴν αὑτοῦ ἀτυχίαν, εἰς φόβον κινῶν τὸν Ἕκτορα. ἀπὸ τοῦ ποιεῖν καὶ πάσχειν ἡ κατασκευή. αἰὼν δὲ παρὰ τὸ ἀεί· ἢ τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον.

`22.59a1`

  
πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον:  
ὡς ἔστιν ὅλος θαυμαστὸς ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου συγκείμενος.

`22.59a2`

σημειωτέον ὅτι τὰ ὀκτὼ μέρη τοῦ λόγου ἔχει ὁ στίχος.

`22.59b`

ἐμὲ τὸν δύστηνον: οὕτως ὀρθοτονητέον τὴν ἐμέ ἀντωνυμίαν.

`22.59c`

ἔτι φρονέοντʼ ἐλέησον: τινὲς «ἔτι ζώοντʼ ἐλέησον»·

`22.59d1`

ἔτι φρονέοντα: φρονέων ἀντὶ τοῦ φρονῶν ἔτι εὖ ἢ ἔτι ζῶν· τὸ ζωτικὸν γὰρ φρένας καλεῖ· «ποτὶ δὲ φρένες αὐτῷ ἕποντο», καὶ ἐπὶ Πατρόκλου τεθνεῶτος· «ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν», ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν. ἢ ἕως ἔξεστί μοι φρονῆσαι.

`22.59d2`

ἀντὶ τοῦ τὸν ἔτι εὖ φρονοῦντα καὶ συμβουλεύοντα. ἢ ἀντὶ τοῦ ζῶντα· τὸ γὰρ ζωτικὸν φρένας καλεῖ, ὡς ἐπὶ Πατρόκλου· «ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν», ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν.

`22.60`

γήραος οὐδῷ: ἐξόδῳ τοῦ βίου. ἐφʼ ᾧ ἤδη πεπέραται ὁ βίος, καὶ διεξελήλυθεν ἐξ αὐτοῦ.

`22.61-5a1`

ἐπιδόντα υἷάς τʼ ὀλλυμένους— ἑλκομένας τε νυούς: ἐναργῶς πέφρακε τὰ τῶν πορθήσεων, ὡς καὶ ἐν ἄλλοις· «ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε». καὶ μὴ γράψας δὲ τὴν Ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς τὰ παθήματα, πᾶσαν ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παραλαβών· ταῖς δὲ γυναιξὶν ἡ εἰς τὸ σῶμα ὕβρις μείζων. δαιμονίως δὲ ταῦτα ὑπʼ ὄψιν ἤγαγεν ἐν βραχεῖ, χρησάμενος ἅμα καὶ ἀπεριέργως ταῖς λέξεσιν· οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους θαλάμους λέγει οὐδὲ θύγατρας καλλικόμους ἢ καλλισφύρους, ἀλλʼ ἀπήλλακται τῶν ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων.

`22.61-5a2`

προαναφωνεῖ τὴν Ἰλίου ἅλωσιν.

`22.62-4`

ἑλκηθείσας τε θύγατρας ... καὶ νήπια τέκνα βαλλόμενα προτὶ γαίῃ: ἐντεῦθεν ὁ περὶ Κασσάνδρας καὶ Ἀστυάνακτος ἐρρύη μῦθος ὁ παρὰ τοῖς τραγικοῖς

`22.63`

κεραϊζομένους: ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς κέρασι βαλλόντων ζῴων· ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον ἀκέραιον λέγουσιν.

`22.65`

νυούς: τὰς τῶν υἱῶν γυναῖκας.

`22.66-7`

αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν ... ἐρύουσιν: περισσὸς ὁ ἄν. πρώταις δὲ θύραις ταῖς αὐλείοις, ταῖς ὑπὸ τὴν εἴσοδον πρώταις. ἐντεῦθεν ὑπὸ τῷ βωμῷ τοῦ ἑρκείου Διός φασιν αὐτὸν ἀνῃρῆσθαι· φησὶ γοῦν «μηρίʼ ἔκηεν  <span class="gap">…</span> αὐλῆς ἐν χόρτῳ».

`22.66a1`

πύματον: καὶ τὸ πύματον οἰκτρόν, οἷον ἐπιδόντα τὰ τῆς πορθήσεως δεινά.

`22.66a2`

καὶ τὸ πύματον δὲ πολλῆς οἰκτρότητος, οἷον θεασάμενον πάντα τὰ προκείμενα δεινά.

`22.66b`

πρώτῃσι θύρῃσιν: ὅτι ἀντὶ τοῦ ἄκραις. πρώτῃσι δὲ πύλῃσι πρὸς τὸ «ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ».

`22.67a`

ὠμησταί: Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆται. ἔφαμεν δὲ ἐν τῇ Λ ἐντελῶς περὶ τῆς προσῳδίας, ὡς ἐπεκράτησεν ἡ Ἀριστάρχου.

`22.67b`

ἐρύουσιν: ὅτι χρόνος ἤλλακται ἀντὶ τοῦ ἐρύσουσιν. καὶ ἐν Ὀδυσσείᾳ «νευρὴν ἐντανύειν» ἀντὶ τοῦ ἐντανύσειν.

`22.67c`

ὠμησταί: ὠμηστὴς ὡς ὀρχηστὴς παράγωγον, οὐ σύνθετον· «ὠμηστὴς καὶ ἄπιστος». τὸ δὲ ἐρύουσιν ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος. οἰκτροτάτη δὲ ἡ καὶ μετὰ θάνατον αἰκία· καὶ ὅτι οὐδʼ ἐν τοῖς βασιλείοις καθαγιασθήσεται, ἀλλʼ ἐκριφήσεται.

`22.68a`

τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται: πρὸς τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι. καὶ ὅτι ῥέθη πάντα τὰ μέλη, οἱ δὲ Αἰολεῖς τὸ πρόσωπον.

`22.68b`

ῥεθέων: τῶν μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζομέν τι. Αἰολεῖς δὲ τὸ πρόσωπον καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους φασί. Διονύσιος δὲ καὶ νῦν τὸ πρόσωπον φησὶ δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος· «ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλήν ἔσσυτο».

`22.68c`

ἕληται: ἐν ἄλλῳ «ἕλοιτο».

`22.69a1`

πυλαωρούς: Ἀρίσταρχος «θυραωρούς», θυροφύλακας.

`22.69a2`

«θυραωροὺς» οὖν γραπτέον, θυροφύλακας.

`22.69b`

πυλαωρούς: τινὲς «θυραωρούς»· πύλας γὰρ ἐπὶ πόλεώς φησι. παλαιὸν δὲ ἔθος τηρεῖσθαι τοὺς πυλῶνας κυσίν, ἵνα βαΰζοντες δηλοῖεν τοῖς ἔνδον τοὺς ξένους.

`22.70`

ἀλύσσοντες: ἄγαν λυσσῶντες· τοῦτο γὰρ τοῖς κατοικιδίοις συμβαίνει κυσίν, ἐπὴν γεύσωνται σώματος. οἱ δὲ ἐν ἄλῃ ὄντες, ὡς τὸ «ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο», «ἦ ἀλύεις, ὅτι Ἶρον;». οἱ δὲ παρὰ τὴν ἄλυν, ὅ ἐστι παίγνιον, οἷον «κυνῶν μέλπηθρα».

ἀλύσσοντες: ὑπὸ πλησμονῆς ἀλύοντες, οἷον ἐν ἄλῃ ὄντες, δυσφοροῦντες. οἱ δὲ εἶπον ἐπὶ τὸ ἄγαν λυσσῶντες.

`22.71`

ἐν προθύροισι: ἀντὶ τοῦ παρὰ προθύροις.

`22.71-3`

νέῳ δέ τε πάντʼ ἐπέοικεν — κεῖσθαι: δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀποτρεπτικόν· καίτοι φαίνεται βουλόμενος πείθειν τὸν Ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος καὶ μὴ ὑπομένειν τὸν Ἀχιλλέα. —ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκασθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείας ὑφίστατο θάνατον· διὸ σαφηνίζει τὸν νοῦν διὰ τῶν πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ, ὡς ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν προσηκόντων, ἵνʼ ᾖ «πάντα δὲ τὰ τῆς αἰκίας καλά εἰσι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυσιτελές». σὺ δέ, φησί, ῥιψοκινδύνως ταῦτα βούλει παθεῖν, οὐκ ὠφελῶν τοὺς οἰκείους.

`22.73`

φανήῃ: οὕτως Ἀρίσταρχος φανήῃ διὰ τῶν δύο ηη.

`22.74`

πολιόν τε κάρη πολιόν τε γένειον: κάρη καὶ γένειον τῶν οἰκτρῶν ἡγεῖται μερῶν· καὶ ἃ κομῶσιν οἱ πενθοῦντες.

`22.75`

αἰδῶ: τὰ αἰδοῖα. ἢ τὴν ἀπὸ τῆς ὄψεως τοῦ σώματος ἐντροπήν.

`22.77-8`

ἦ ῥʼ ὁ γέρων— τίλλων ἐκ κεφαλῆς: ἀφʼ ὧν ἤρξατο, ἐνταῦθα καὶ ἔληξεν· «ᾤμωξεν δʼ ὁ γέρων, κεφαλὴν δʼ ὅγε κόψατο χερσίν» ἦ ῥʼ ὁ γέρων, πολιὰς δʼ ἀνὰ τρίχας ἕλκετο χερσί τίλλων ἐκ κεφαλῆς

`22.79`

  
μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δακρυχέουσα:  
παθητικὰ ταῦτα, καὶ κόρον φέροντα τῷ μήκει. ταμιεύεται δὲ τὴν Ἀνδρομάχην ἐπὶ νεκρῷ καὶ συρομένῳ τῷ Ἕκτορι ἵνα μὴ πάλιν οἱ αὐτοὶ θρηνοῖεν.

`22.80a`

κόλπον ἀνιεμένη: ὅτι ἀντὶ τοῦ χαλῶσα, ἀναστέλλουσα. καὶ ἐν Ὀδυσσείᾳ «αἶγας ἀνιεμένους», ἀναδέροντας. ἔστιν οὖν ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλπωμα.

`22.80b`

κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε: ἀνιεμένη γυμνοῦσα τὸ περὶ τοὺς μαζοὺς κόλπωμα· καὶ «αἶγας ἀνιεμένους» γυμνοῦντας, ἐξ οὗ τὸ ἐκδέροντας. κινητικὸν δὲ καὶ γραφικὸν τὸ σχῆμα. ἔδειξε δέ, ὅσον φιλοτεκνότεραι γυναῖκες· ὁ μὲν γὰρ περὶ ἑαυτοῦ δέδιεν ἡ δὲ περὶ τοῦ παιδὸς καὶ ἄνω καὶ κάτω βοᾷ «φίλον θάλος» καὶ «ὃν τέκον αὐτή», τῶν ἐπὶ τῇ πατρίδι δεινῶν ἐπιλελησμένη. παρατηρητέον δὲ καὶ τὸ σχῆμα τοῦ λόγου, ἀπὸ μετοχῆς εἰς ῥῆμα μεταβαῖνον.

`22.80c`

ἄλλως· κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχεν: τὰ γεννήσαντα καὶ θρέψαντα μέρη, «ὡς ἀπὸ κόλπου μητρὸς Ἐλειθυίης ἤλθετε βουλομένης». ἐλέγετο δὲ κόλπος τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου· ὅθεν καὶ προκόλπιον· περὶ γὰρ τὰς ὀσφῦς ἐζώννυντο.

`22.82a1`

τέκνον ἐμόν: οὐκ ἀρκεῖται, ὡς ἀλλαχοῦ, τῷ τέκνον, «τέκνον, τίπτε λιπὼν πόλεμον», ἀλλὰ καὶ ἐμὸν διὰ τὸ ταραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς.

`22.82b1`

τάδε τʼ αἴδεο: ἀντιδοῦναι τούτοις χάριν ὑπὲρ ὧν σοι ἐποίησαν.

`22.82a2/b2`

οὐκ ἀρκεῖται τῷ τέκνον, ἀλλὰ τὸ ταραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς παρασκευάζει αὐτὴν καὶ τὸ ἐμόν προσθεῖναι. τὸ δὲ αἴδεο ἀντὶ τοῦ ἀπόδος τούτοις τὴν χάριν ὑπὲρ ὧν σοι ἐποίησαν.

`22.82-4`

τάδε τʼ αἴδεο καί μʼ ἐλέησον αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· τῶν μνῆσαι, φίλε τέκνον: ἤτοι συναπτέον μέχρι τοῦ ἐπέσχον, εἶτα ἀπʼ ἄλλης ἀρχῆς τῶν μνῆσαι, φίλε τέκνον. ἢ στικτέον αὐτήν, εἶτʼ ἀπʼ ἄλλης ἀρχῆς εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· ἔστι δὲ ὑποστιγμὴ μετὰ τὸ ἐπέσχον

`22.82-3`

καί μʼ ἐλέησον αὐτήν· εἰ μὴ σαυτὸν ἐλεεῖς καὶ τῆς σῆς φροντίζεις ζωῆς, ἐμὲ αὐτὴν τὴν γεννήτριαν καὶ τροφὸν ἐλέησον. τινὲς δὲ παρʼ Ἴωσιν αὐτὴν τὴν μητέρα λέγεσθαι, «τέκνʼ ἔφαγεν στρουθοῖο καὶ αὐτήν».

`22.83a`

εἴ ποτέ τοι: οὕτως διὰ τοῦ τ, εἴ ποτέ τοι.

`22.83b`

λαθικηδέα: καὶ «ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ».

λαθικηδέα: τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν ἁπάντων.

`22.84a`

τῶν μνῆσαι, φίλε τέκνον, ἄμυνε δὲ δήϊον ἄνδρα: ὅτι ἰδίως φίλε τέκνον ἀντὶ τοῦ φίλον τέκνον. καὶ ἄμυνε ἀντὶ τοῦ ἀμύνου.

`22.84b`

φίλε τέκνον: πρὸς τὸ σημαινόμενον ὑπήντησε. τὸ δὲ ἄμυνε ἀντὶ τοῦ ἀμύνου.

`22.84c`

φίλε τέκνον: ἄκρως οὐκ ἀφίσταται τῶν κοινῶν ὀνομάτων, «Ἕκτορ, τέκνον ἐμόν», τῶν μνῆσαι, φίλε τέκνον, «φίλον θάλος, ὃν τέκον αὐτή».

`22.85a`

τείχεος ἐντός: ἱκανὰ δὴ πρὸς πειθώ· οὐ γὰρ ἀποστῆναι τῆς μάχης αὐτῷ συμβουλεύει, ἀλλὰ μετʼ ἀσφαλείας μάχεσθαι.

`22.85b`

ἐών: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «ἰών».

`22.85c`

μὴ δὲ πρόμος ἵστασο τούτῳ: ὅτι σαφῶς πρόμος ὁ πρόμαχος, οὐχ ὁ βασιλεύς.

`22.85d`

ἐντὸς ἰών: «ἐών» γραπτέον, οὐκ ἰών. πρόμος δὲ ὁ πρὸ τῶν ἄλλων μαχόμενος, οὐχ ὁ βασιλεύς.

`22.86a1`

σχέτλιος: ἐπʼ αὐτοῦ τοῦ Ἀχιλλέως. ἐκφωνήσεις δὲ συνεχεῖς ἀπαιτεῖ τὸ πάθος.

`22.86a2`

ὁ πολλῶν ἡμῖν αἴτιος κακῶν. ἐπιφωνήσεις δὲ πολλὰς καὶ ποικίλας ἀπαιτεῖ τὸ πάθος.

`22.87a`

κλαύσομαι ἐν λεχέεσσι: φιλοίκτιστον χρῆμα γυνή. καὶ τοῦτο μέγα τοῖς τεθνεῶσιν οἴονται.

`22.87b`

τέκος: γράφεται «θάλος».

`22.88a`

οὐδʼ ἄλοχος πολύδωρος: ὅτι ἕδνα ἐδίδοσαν οἱ παλαιοὶ ταῖς θυγατράσι· καὶ πολύδωρον λέγει τὴν πολύεδνον.

`22.88b`

οὐδʼ ἄλοχος: ὡς φιλογύνην ὑπέμνησε τῆς γυναικός. πολύδωρος δὲ ἡ εὔμορφος· περὶ γὰρ τούτων πολλὰ δίδοται ἕδνα·

  
«ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα».  

`22.88c`

ἄνευθε ... μέγα: τὸ μέγα ἐπὶ τόπου νῦν.

`22.89a1`

κύνες  <span class="gap">…</span> κατέδονται: οἶδεν αὐτὸν τοῦτο δεδοικότα μάλιστα· «σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν».

`22.89a2`

οἶδε δὲ αὐτὸν τοῦτο μάλιστα δεδοικότα, τὴν τοῦ σώματος ἀπώλειαν· διὸ καὶ εἰς μέσον αὐτὸ ἤγαγε· φησὶ γὰρ οὗτος πρὸς Αἴαντα· «οἴκαδʼ ἐμὸν σῶμα δόμεναι πάλιν».

`22.90a1`

προσαυδήτην: ἢ παρατατικοῦ ἐστι Δωρικοῦ ἢ ἀορίστου συγκεκομμένου. ἄμεινον δὲ διὰ τοῦ παρατατικοῦ τὴν ἀδιάλειπτον δηλοῦσθαι δέησιν.

`22.90a2`

Δωρικῶς.

`22.91a`

πολλὰ λισσομένω: σημαίνει ὅτι πολλὰ παραλέλοιπεν, ἃ δεῖ προσεπινοεῖν.

`22.91b`

οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον: ὅτι ὑπερβίβασται ὁ δέ. Ἕκτορι δὲ θυμὸν οὐκ ἔπειθον, πρὸς τὸ «οὐδʼ ἵκετο γήραος οὐδόν».

`22.91c`

οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον: ἔστι γὰρ θρασὺς καὶ ἕτοιμος, ἀλόγιστος δὲ καὶ οὐ μεταβλητός.

`22.93a`

ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι: ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν, ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρῆσαι· «οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται»· εἰς αὐτὸ γὰρ μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον.

`22.93b`

ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος: ἐπὶ μὲν τῶν ἄλλων ζῴων ξυλόχους τε καὶ εὐνάς φησι — δύναται γὰρ καὶ ἕτερα ζῷα χωρῆσαι —, νῦν δὲ χειὰν τὴν αὐτὸν μόνον χωροῦσαν καὶ τρόπον τινὰ ἔλυτρον αὐτοῦ οὖσαν· «οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται». ἢ ὅτι δίκην ὕδατος ἐκχεῖται εἰς αὐτὴν τὸ θηρίον. ἀγριώτερα δὲ τὰ ἐν ἐρήμῳ γεννώμενα.

`22.93c1`

ὀρέστερος ἄνδρα μένῃσι: ἔν τισι τῶν ἀπὸ τῶν πόλεων «ὀρέστερον ἄνδρα δοκεύῃ».

`22.93c2`

ἔνιαι δὲ τῶν κατὰ πόλεις διὰ τοῦ ν, «ὀρέστερον», καὶ ἀντὶ τοῦ μένῃσι «δοκεύῃ».

`22.94`

βεβρωκὼς κακὰ φάρμακα: φασὶν αὐτὸν ἐσθίοντα μύρμηκας καὶ κανθαρίδας μετὰ τὴν φώλευσιν ἰοῦ πληροῦσθαι, πλείονος ἢ τοῦ ἐμφύτου καὶ ἐρεθίζεσθαι λυσσᾶν τε τοῦ ἀπομάξασθαι τὸν ἐνοχλοῦντα ἰόν.

`22.95a1`

  
σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ:  
εἰκαστικῶς· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν. γίνεται οὖν ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς ἐπὶ μάχῃ τεθηγμένου δεινόν τε τὸ βλέμμα. ἡ δὲ τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος.

`22.95a2`

εἰκαστικὸς ὁ λόγος· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν· γίνεται γὰρ ἐπὶ τῇ μάχῃ αὐτοῦ τεθηγμένου ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς καὶ ὁ συριγμὸς σφόδρα φοβερὸς καὶ τὸ βλέμμα δεινὸν καὶ ὕφαιμοι οἱ ὀφθαλμοί. ἡ δὲ τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης καὶ εὐτολμίας, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος πρὸς κατάπληξιν.

`22.97a`

  
πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας:  
παρὰ τὸ προέχον τοῦ πύργου, ὡς «νείατον ἀνθερεῶνα» καὶ «νείαιραν γαστέρα»

`22.97b`

  
πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας:  
ἡ ἐπί ἀντὶ τῆς παρά, ὡς «ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες». ὡς ἀνδριαντοπλάστης δὲ νῦν μὲν τοῦτον, ὕστερον δὲ ἐπὶ τῆς μελίας ἱδρύει τὸν Ἀχιλλέα.

`22.97c`

ἄλλως· πύργῳ ἔπι προὔχοντι: ὑπονοητέον τὴν οἰκοδομίαν κάτωθεν οὖσαν παχεῖαν καταλήγειν εἰς στενόν. ἢ πύργον προὔχοντα τὸ τοῦ πύργου προέχον, ὡς «νείαιραν κατὰ γαστέρα». ἔστι δὲ πλίνθῳ παραπλήσιον τοῦτο.

`22.99-130`

ὤ μοι ἐγών, —ὀρέξῃ: διαπόρησις ὁ τρόπος. δείκνυσι δὲ ὅσον κακὸν ἡ φιλοτιμία· διὰ γὰρ τὸ μὴ ἀκοῦσαι κακὸς ὑπὸ κακωτέρου «Ἕκτωρ ᾗφι βίηφι» ἀπόλλυται. καὶ ἔστι μὲν ὁ λογισμὸς γενναίου φρονήματος, ἄλλως δὲ ἄφρονος· κακὸν γὰρ κακῷ ἠθέλησεν ἰάσασθαι.

`22.100`

ἐλεγχείην ἀναθήσει: ἀντὶ τοῦ ἀνάψει· καὶ γὰρ «ἀγάλματʼ ἀνῆψεν» ἀντὶ τοῦ ἀνέθηκεν. Ἀττικοὶ δέ φασιν ἀναθεῖναι τὸ φορτίον ἀντὶ τοῦ ἐπιθεῖναι. οἱ δὲ αὐξήσει.

`22.101-2`

ὅς μʼ ἐκέλευε—Ἀχιλλεύς: καὶ τὸ ἑξῆς ὅς μʼ ἐκέλευε νύχθʼ ὑπὸ τήνδʼ ὀλοήν, Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι· στικτέον οὖν εἰς τὸ ὀλοήν· ἐὰν γὰρ συνάψωμεν, ἐναντίον φαίνεται· οὐ γὰρ νυκτὸς ὥρμησεν Ἀχιλλεύς, νυκτὸς μέντοι ὁ Πολυδάμας συνεβούλευσεν

`22.103`

κέρδιον: καὶ «κάλλιον», διχῶς.

`22.105`

καὶ Τρῳάδας: τὰ γὰρ τῶν γυναικῶν ὀνείδη χαλεπώτερα.

`22.106`

κακώτερος: ἀντὶ τοῦ ἥσσων· οὐ γὰρ κακὸς Ἕκτωρ. ἔθος δὲ τοῖς χείροσι ψέγειν τὰ τῶν κρεισσόνων ἔργα, καὶ τοῖς μείζοσιν ἀνιαρὸν τὸ ὑπὸ ἡσσόνων κακολογεῖσθαι.

`22.108a1`

κέρδιον: αἱ κατὰ ἄνδρα «κάλλιον».

`22.108a2`

καὶ «κάλλιον», διχῶς.

`22.109a`

ἄντην: λείπει ἐλθόντα.

`22.109b`

ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι: οἰωνίζεται νῦν ἐν κινδύνῳ ὢν περὶ αὑτοῦ πρότερον λέγειν τι τῶν δυσχερῶν.

`22.109c`

κατακτείναντα: διχῶς, καὶ «κατακτείναντι».

`22.110a1`

ἠέ κεν αὐτῷ ὀλέσθαι: ὅτι ὁ κέν περισσός, καὶ ὅτι ἀμφίβολον, πότερον ἐμοὶ αὐτῷ ὀλέσθαι ἢ καθʼ Ὁμηρικὴν συνήθειαν ἀντὶ τοῦ ὑπʼ αὐτοῦ ὀλέσθαι.

`22.110a2`

ὑπʼ αὐτοῦ ὀλέσθαι, ὡς «Ἀχιλῆϊ δαμασθείς». ὁ δὲ κέν περισσός.

`22.110b`

πρὸ πόληος: ὑπὲρ τῆς πόλεως. φασὶ «πρὸ τῆς πόλεως ἠγώνισται».

`22.111-22`

εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι—θυμός: ἤρτηται μέχρι τοῦ ἀλλὰ τίη μοι ταῦτα, καὶ οὐδὲν αὐτοῖς ἀνταπεδόθη. ἤτοι οὖν διαπορητικός ἐστι κἀνταῦθα ὁ λόγος, ὡς ἐλέγομεν κἀν τῇ Φ «ἆρα τὴν ἀσπίδα κατάθωμαι καὶ τὴν περικεφαλαίαν, πρὸς δὲ τὸ τεῖχος ἐρείσας τὸ δόρυ αὐτὸς προσέλθω Ἀχιλλεῖ καὶ τὰ καὶ τὰ ποιήσω;» ἢ κομματικῶς εἰρῆσθαι ὑποληπτέον, ὡς καὶ ἡμῖν ὁ σύνδεσμος πολλάκις, «ἂν δὲ κατάθωμαι καὶ πορευθῶ». δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν μετανοίᾳ γενόμενος, πρὶν ἀνταποδοῦναι, διακόψαι τὸν λόγον. τὸ ὅμοιον νοητέον καὶ ἐπὶ τῶν ὑπʼ Ἀγήνορος ἀνωτέρω λεγομένων. στίζομεν δὲ ταῦτα ὡς πλήρη.

`22.111-2`

ἀσπίδα μὲν καταθείομαι—ἐρείσας: ὅπως μὴ δοκῇ ὡς πολέμιος προσιέναι. ἢ ἵνα μὴ διὰ τῆς θέας τῶν ὅπλων ἔτι αὐτὸν πυρώσῃ. ὅσον δέ ἐστιν ἐν ταῖς νίκαις ἀφόρητος, τοσοῦτον ἐν ταῖς ἀτυχίαις ταπεινός. ἄλλως τε τὸ μὲν ἅπαντα ἐνθυμεῖσθαι συνετοῦ, τὸ δὲ ἐκλέγεσθαι τὰ ἄριστα γενναίου.

`22.113`

ἀντίος: τινὲς ἱκέτης· ὅθεν ἀνταῖος ἱκέσιος Ζεὺς παρὰ Ἱπποβότῳ.

`22.116`

ἥ τʼ ἔπλετο νείκεος ἀρχή: ἥ τε, ἡ ἁρπαγὴ τῆς Ἑλένης.

`22.117a`

ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς: ἅμα τῇ προτέρᾳ ὑποσχέσει δηλονότι.

`22.117b`

ἀμφίς: χωρὶς ὧν Ἀλέξανδρος ἥρπασεν. οἱ δὲ τὸ ἀμφίς ἀντὶ τοῦ δίχα, ὅ ἐστιν εἰς δύο. τὸ δὲ ἔθος καὶ ἐν τῇ Ὁπλοποιΐᾳ ταύτην οὖν ἴσως καλεῖ Ἀγαμέμνων ποινήν

`22.117-8`

ἀμφὶς Ἀχαιοῖς ἄλλʼ ἀποδάσσεσθαι, ὅσα τε πτόλις ἥδε κέκευθε: ὅτι ἀντὶ τοῦ ἀμφὶς δάσεσθαι, δίχα μερίσεσθαι. πάλιν δὲ ὁ τέ σύνδεσμος περισσός.

`22.118a`

ἀποδάσσασθαι: Ἀρίσταρχος «ἀποδάσσεσθαι» διὰ τοῦ ε.

`22.118b`

ὅσσα πτόλις: γράφεται «ὅσα τε πτόλις».

`22.119a`

  
Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι:  
μετὰ τὴν πρὸς Ἀχιλλέα ὑπόσχεσιν. γερούσιον δὲ σεμνόν, ἢ τὸν τοῖς γέρουσιν ὀφείλοντα προτείνεσθαι.

`22.119b`

Τρωσὶν δέ: παρὰ Τρώων δέ.

`22.119c`

ἕλωμαι: γράφεται «ὀμοῦμαι».

`22.120`

δάσεσθαι: μέλλοντός ἐστι· διὸ διὰ τοῦ ε.

`22.122a`

ἀλλὰ τίη μοι: οὕτως χωρὶς τοῦ δ, ἀλλὰ τίη μοι.

`22.122b`

ἀλλὰ τίη μοι ταῦτα: ἀρίστη ἀνάγνωσις ἥδε.

`22.123a1`

ἵκωμαι: τινὲς ὡς φιλῶμαι ἀναγινώσκουσιν, ἵνα τὸ ἱκετεύσω σημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον ταὐτὸν ὑπισχνεῖται καὶ ἀκόλουθόν ἐστι μέσῳ δευτέρῳ ἀορίστῳ ὁριστικῷ τῷ «τὴν ἱκόμην φεύγων». ὡς οὖν ἐλιπόμην λίπωμαι, οὕτως «ἱκόμην» ἵκωμαι.

`22.123a2`

ὡς λέγωμαι.

`22.123b`

ἵκωμαι ἰών: ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ ἱκετεύσω. παράκειται οὖν τὸ ἰών, ἐπεὶ προσεγγίζομεν οἷς ἂν προσφέρωμεν ἱκετείαν.

`22.123c`

ἵκωμαι ἰών: διὰ τοῦ ἰών ἐδήλωσεν ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ ἱκετεύσω, ὡς «τὴν ἱκόμην φεύγων». ἀνάπαλιν δὲ ἐκεῖ «ἐς Πηλῆʼ ἱκέτευσεν» ἀντὶ τοῦ παρεγένετο.

`22.124a`

οὐδέ τί μʼ αἰδέσεται: ὅτι αἰδέσεται ὡς ἱκέτην προσδέξεται· «αἰδεῖσθαί θʼ ἱερῆα».

`22.124b`

αἰδέσεται: μετὰ αἰδοῦς δέξεται, ὡς «αἰδεῖσθαί θʼ ἱερῆα» καὶ «αἰδοίοισιν ἔδωκα» ἀντὶ τοῦ ἱκέταις· ἐπιμελῶς δὲ τοῦτο τίθησιν ἐπὶ τῶν ἱκετῶν.

`22.124-5`

κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥς τε γυναῖκα: τοῦτο γὰρ αἰσχρὸν ἡγεῖται, εἰ δίχα τῶν ὅπλων ἀποθανεῖται.

`22.126-7a`

οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης τῷ ὀαριζέμεναι: ληρώδεις ἀρχαιολογίας διηγεῖσθαι, ἢ ἀπὸ τοῦ τὸ παλαιὸν ὀρεινόμων ὄντων τῶν ἀνθρώπων ἐκεῖσε τίκτεσθαι ἢ ἐπεὶ μελιηγενεῖς λέγονται οἱ πρώην ἄνδρες καὶ λαοὶ ἀπὸ τῶν λίθων Δευκαλίωνος. ἢ χρησμοὺς διηγεῖσθαι — Δωδώνη γὰρ δρῦς, πέτρα δὲ Πυθών. ἢ περιττολογεῖν, ἀπὸ τῶν περὶ τὰς δρῦς φύλλων καὶ περὶ τὰς πέτρας κυμάτων. ἢ οὐκ ἔστιν αὐτῷ τὴν ἀρχὴν τοῦ γένους διηγεῖσθαι τῶν ἀνθρώπων.

οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς—ὀαριζέμεναι: οὐκ ἔστι, φησίν, ἄντικρυς Ἀχιλλέως—παρὰ Διδύμῳ

`22.126-7b`

οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς—ἠΐθεός τε: οὐκ ἔστιν ἀρχαῖα μυθολογεῖν τῷ Ἀχιλλεῖ νηπίων δίκην, ὡς τῶν πρώτων ἀνθρώπων ἐκ δρυῶν καὶ πετρῶν γεγεννῆσθαι λεγομένων.

`22.126-7c`

ἀπὸ δρυὸς— τῷ ὀαριζέμεναι ἅ τε παρθένος ἠΐθεός τε: καλῶς τὸ φλύαρον τῶν λόγων ἀκάκων ὁμιλίαις παραβάλλει μύθοις παλαιοῖς τερπομένων. διὰ δὲ τὴν πολυλογίαν τῇ ἀναλήψει ἐχρήσατο.

`22.127`

ὀαριζέμεναι: ὁμιλεῖν, προσπαίζειν. ὄαροι δὲ αἱ ὁμιλίαι, ἐπειδὴ ὁμοῦ τοὺς συνιόντας ἁρμόττουσιν· ἢ ὅτι τὸ ὀά συντίθενται δῆθεν ὡς μὴ συνιέντες εὐθέως, ἀλλʼ ὁμιλοῦσι μακρὰ καὶ ἀπηρτημένα, ἐναπολαύοντες ἐπὶ πολὺ τῆς πρὸς ἀλλήλους θέας.

`22.128a`

παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιϊν: πρὸς τὴν ἐπανάληψιν ὅτι πυκνῶς ἐν Ἰλιάδι.

`22.128b`

παρθένος ἠΐθεός τʼ ὀαρίζετον: ὀαρισμός ἐστιν ἀνδρὸς καὶ γυναικὸς ὁμιλία. ὀάραι γὰρ αἱ γυναῖκες.

`22.129a`

ἔριδι ξυνελαυνέμεν: εἰς ἔριν ἢ μετʼ ἔριδος συμβαλεῖν.

`22.129b`

ὅττι τάχιστα: ἐν ἄλλῳ «ὄφρα τάχιστα». τοῦτο δὲ ἑκατέρωθι δύναται προσδίδοσθαι.

`22.130`

εἴδομεν: λείπει τὸ ἵνα. ὅμως καίτοι προσλογισάμενος οὐ μένει τὴν θέαν Ἀχιλλέως, ἀλλὰ νικᾶται τῷ πάθει.

`22.131`

ὁ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεύς: ὑφʼ ἓν πάντα πράττεται· οἱ μὲν δέονται ὁ δὲ ἔπεισιν ὁ δὲ διαλογίζεται ἅμα δὲ πάντα λέγειν ἀδύνατον.

`22.132a`

ἶσος: τινὲς διὰ τῆς ει διφθόγγου ἀντὶ τοῦ ὅμοιος, ἐπεὶ καὶ τὸ «εἰσάμενος» ἀντὶ τοῦ ὁμοιωθείς.

`22.132b`

Ἐνυαλίῳ: ὅτι τῷ Ἄρει.

`22.132c`

κορυθάϊκι: τῷ κινοῦντι ἐν τοῖς πολέμοις τὴν περικεφαλαίαν· ὡς «τριχάϊκες» καὶ «κορυθαίολος». «ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο».

`22.133a`

σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον: δύναται Ἰωνικὸς ἀπὸ μειζόνων γενέσθαι.

`22.133b`

ἄλλως· σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον: οὗτος ὁ στίχος μετατιθέμενος Ἰωνικὸς γίνεται ἀπὸ μείζονος· «σείων μελίην Πηλιάδα δεξιὸν κατʼ ὦμον». ἀλλʼ ἡ σύνθεσις καὶ τὸν ἄρρενα τόνον τεθήλυκεν.

`22.134`

χαλκός: ὁ τῆς παντευχίας χαλκός.

`22.135a`

ἢ ἠελίου ἀνιόντος: πρὶν διασκεδάσει τὰς αὐγάς, ὅτε καὶ ὁραθῆναι δύναται.

`22.135b`

ἄλλως· ἢ ἠελίου: ὑγρότερος ὁ στίχος ἐγένετο τῇ παραλληλίᾳ τῶν φωνηέντων.

`22.136`

Ἕκτορα δʼ ὡς ἐνόησεν, ἕλε τρόμος: ὑπερβατῶς, Ἕκτορα δὲ ἕλε τρόμος.

`22.137a`

ὀπίσω δὲ πύλας λίπε: φεύγει γὰρ ἐπὶ τὸν ἐρινεὸν καὶ τὸ τοῦ Ἴλου σῆμα εἰς τὰ δεξιὰ τῆς πόλεως· ὁ γὰρ Ἀχιλλεὺς ἀπὸ τοῦ Σκαμάνδρου καὶ τῶν ἀριστερῶν μερῶν ἀναστρέφει. ἢ ὀπίσω ἀντὶ τοῦ κατὰ νώτου, καὶ πύλας, ἐφʼ ὧν ὁ Πρίαμος εἱστήκει.

`22.137b1`

βῆ δὲ φοβηθείς: βῆ δὲ βῆ γάρ, φοβηθεὶς δὲ φεύγων. ἢ ἔβη ὥστε φεύγειν.

`22.137b2`

φοβηθεὶς γὰρ βῆ ἀντὶ τοῦ φεύγων ἀπέβη.

`22.137c`

φοβηθείς: ὅτι ἀντὶ τοῦ φυγών.

`22.139`

κίρκος ὄρεσφιν, ἐλαφρότατος πετεηνῶν: ὄρειος γάρ ἐστι καὶ ὀξύπτερος καλεῖται διὰ τὸ τάχος τῆς πτήσεως.

`22.140`

οἴμησε: ὥρμησεν, ὡς τὸ «οἶμα λέοντος ἔχων».

`22.141a`

ἡ δέ θʼ ὕπαιθα φοβεῖται: ὅτι καὶ νῦν σαφῶς ἀντὶ τοῦ ἔμπροσθεν φεύγει.

`22.141b`

φοβεῖται: πάλιν ἀντὶ τοῦ φεύγει, καὶ τὸ ὕπαιθα ἀντὶ τοῦ ἔμπροσθεν ἢ ἐκ πλαγίου.

`22.141-2`

ὁ δʼ ἐγγύθεν ὀξὺ λεληκώς ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει: ἐγγὺς γὰρ γεγονὼς πυκνὰς τὰς ἐπιπτήσεις ποιεῖ καὶ βοᾷ τῇ τοῦ λαβεῖν ἐλπίδι. ἰδίωμα δὲ φωνῆς τὸ λεληκέναι ὡς τὸ κλάζειν.

`22.143a`

ἰθύς: πάλιν «κατʼ εὐθεῖαν».

`22.143b`

τρέσε δʼ Ἕκτωρ: ὅτι τὸ τρέσαι οὐ τὴν πτόησιν σημαίνει, ἀλλὰ συνήθως αὐτῷ φεύγειν· ἐπήνεγκεν γοῦν «τεῖχος ὕπο Τρώων».

`22.143c`

τρέσε: μετὰ δέους ἔφυγεν.

`22.144`

λαιψηρά: ἀντὶ τοῦ λίαν ταχέως

`22.145a`

παρὰ σκοπιήν: σκοπιὴν τὸ Αἰσυήτου μνῆμα· φησὶ γοῦν «τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο».

`22.145b1`

ἐρινεόν: τὸν παρὰ τῷ Ἴλου μνήματι ἐρινεόν.

`22.145b2`

οὐ τὸν ὄντα πρὸς τὸ τεῖχος, ἀλλʼ ἐπὶ τὸ σῆμα τοῦ Ἴλου.

`22.146a`

  
τείχεος αἰὲν ὑπὲκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο:  
βραχὺ διασταλτέον μετὰ τὸ ὑπέκ· τὸ γὰρ ἑξῆς, ὑπὲκ τείχεος κατὰ τὴν ἁμαξιτόν, οἷον ὑπὸ τὸ τεῖχος· ἡ δὲ ἔκ πρόθεσις προσκειμένη ἐμφαίνει ὡς καὶ μικρὸν ἔξω τοῦ τείχους ἔτρεχον.

`22.146b`

τείχεος  <span class="gap">…</span> ὑπὲκ κατʼ ἀμαξιτόν: ἐμφαντικώτατα κεῖνται αἱ προθέσεις, τοῦ μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντος, τοῦ δὲ ἐξωθοῦντος αὐτόν. ὁ δὲ λόγος· κατὰ τὴν ὑπὸ τὸ τεῖχος ἁμαξιτὸν ἔτρεχον.

`22.146c`

τείχεος αἰὲν ὑπὲκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο: τὸ ἑξῆς κατʼ ἀμαξιτὸν αἰὲν ἐσσεύοντο ὑπὲκ τείχεος. δηλοῦσι δὲ αἱ προθέσεις τὸν μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντα, τὸν δὲ ἐξωθοῦντα αὐτόν.

`22.146d`

τείχεος αἰὲν ὑπὲκ κατʼ ἀμαξιτόν: Ἀττικῶς πεπλεόνακε ταῖς προθέσεσι, τὸ δυσέλικτον τοῦ δρόμου παριστάς.

`22.146e1`

κατʼ ἀμαξιτόν: τὴν λεωφόρον· «τῇ περ ἄμαξαι ἄστυ δʼ ἀφʼ ὑψηλῶν ὀρέων».

`22.146e2`

ἀμαξιτὸς δὲ ἡ λεωφόρος καὶ βασιλικὴ ὁδός.

`22.147-56`

κρουνὼ δʼ ἵκανον—υἷας Ἀχαιῶν: δαιμονίως τὸν τῆς διώξεως καιρὸν οὐκ ἀργὸν κατέλιπεν, ἀλλʼ ὥσπερ διατριβὴν ποριζόμενος τῇ ἀκοῇ τοὺς μὲν τρέχειν φησίν, αὐτὸς δὲ ψυχαγωγεῖ τὸν ἀκροατήν.

`22.147a1`

κρουνώ: κρουνοὶ καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ κρούσεως νάοντες· «κρουνῶν ἐκ μεγάλων». αἱ δὲ ἀληθιναὶ πηγαὶ Σκαμάνδρου κατὰ ἀνατολὰς τῆς Ἴδης πρὸ τριακοσίων σταδίων τῆς Ἰλίου εἰσίν· ἴσως δὲ ὑπόγεως ῥέων ἐξ Ἴδης ὧδε ὁρᾶται.

`22.147a2`

κρουνοὶ καλοῦνται καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ κρούσεως νάοντες χείμαρροι. νῦν δὲ αἱ τῶν πηγῶν ἀπόρροιαι· ὁ γὰρ Σκάμανδρος κατὰ ἀνατολὰς τῆς Ἴδης ῥεῖ, πρὸ τριῶν τῆς Ἰλίου σταδίων. ὑπόγειος δὲ γινόμενος ἐν Ἰλίῳ δύο ἀναδίδωσι πηγάς, ἀφʼ ὧν οἱ κρουνοί.

`22.147b1`

ἄλλως· καὶ πῶς ἐν τῇ Μ ἀπὸ τῆς Ἴδης φησὶν ἔχειν αὐτὸν τὰς πηγάς; ῥητέον οὖν ὅτι νῦν φησι τὰς πηγὰς ταύτας ἀναβλύζειν ἀπὸ τοῦ Σκαμάνδρου, ἵνα λείπῃ ἡ ἀπό, «ἀπὸ Σκαμάνδρου» οἱ δὲ τοπικώτερον ἱστοροῦντες δύο λιβάδας εἶναι ἑτέρας τῶν ἀπὸ τῆς Ἴδης πηγῶν, ἃς εἰς τὸν Σκάμανδρον ἐμβάλλειν. μεταξὺ δὲ αὐτῶν καὶ τοῦ τείχους τρέχει ὁ Ἕκτωρ ἴσως, ἀναστηριζόμενος ἀπὸ τοῦ τείχους ὑπὸ Ἀχιλλέως.

`22.147b2`

εἰς δὲ τὸ «Σκαμάνδρου» λείπει ἡ ἀπό, ἵνʼ ᾖ ἀπὸ Σκαμάνδρου.

`22.148`

δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου: ὅτι λείπει πρόθεσις ἡ ἔκ ἢ ἀπό· ἐκ Σκαμάνδρου γὰρ ἢ ἀπὸ Σκαμάνδρου.

`22.149`

ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει: ἢ ῥεῖται ὕδατι ἢ ὕδωρ ῥεῖ. προσληπτέον δὲ τὸ χειμῶνι. φασὶ δὲ καὶ τὰς ἐν Ἴδῃ πηγὰς τοῦτο πάσχειν.

`22.151a`

ἡ δʼ ἑτέρη θέρεϊ προρέει: ὅτι ἐκ τῆς ἀντιδιαστολῆς ταύτης σαφὲς ὅτι ἡ ἑτέρα πηγὴ ὕδατι λιαρῷ ῥεῖ κατὰ χειμῶνα.

`22.151b`

εἰκυῖα χαλάζῃ: ἀντὶ τοῦ εἰκότως ἢ ὡς εἰκός.

`22.152`

ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ: ψυχρότερον γὰρ χαλάζης χιών· καὶ θέρους γὰρ γίνεται χάλαζα. ὁ δὲ κρύσταλλος καὶ τῆς χιόνος ψυχρότερος. ὑγρὸν δὲ ἐποίησε τὸν στίχον τῇ ἐπὶ τὸ αὐτὸ τῶν φωνηέντων παραλήψει.

`22.153a`

ἐπʼ αὐτάων: ὅτι πρόθεσις ἤλλακται καὶ πτῶσις, ἀντὶ τοῦ παρʼ αὐταῖς.

`22.153b`

πλυνοὶ εὐρέες ἐγγὺς ἔασιν: οὐ τῆς πόλεως, ἀλλʼ ἀλλήλων, ἐπεί τοι ἔδει καὶ ἐν τῷ πολέμῳ ἀδεῶς ἐξεῖναι αὐτάς. ἔασι δὲ ἀντὶ τοῦ ἦσαν.

`22.154`

καλοὶ λαΐνεοι: ἐκ καλῶν λίθων γεγονότες, ἢ διαυγὲς ὕδωρ ἔχοντες.

`22.157`

  
τῇ ῥα παραδραμέτην, φεύγων, ὁ δʼ ὄπισθε διώκων:  
βραχὺ διασταλτέον παραδραμέτην καὶ φεύγων.

`22.158a`

πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων: ὅτι ὑγιῶς διώκεσθαι λέγει τὸν φεύγοντα. ἐν ἐνίοις δὲ φέρεται στίχος ὑπὸ τοῦτον εὐτελής· «φεῦγʼ υἱὸς Πριάμοιο, δίωκε δὲ δῖος Ἀχιλλεύς».

`22.158b`

πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε—ἀμείνων: ὅτι πρὸς τὸ πρῶτον ὑπήντησε καὶ τῷ ἀντιθέτῳ σχήματι χρῆται.

`22.158c`

ἔφευγε, δίωκε δέ μιν: ἀεὶ τὸ διώκειν ἐπὶ τοῦ φεύγοντός τινος κατόπιν ἐπιτρέχειν τίθησιν.

`22.159`

ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην: καὶ νῦν Οἰταῖοι Ἡρακλεῖ πεντετηρικὸν ἀγῶνα ποιοῦντες βύρσας διδόασιν. καὶ ἱερεῖον μὲν πᾶν θῦμα, ἰδίως δὲ παρʼ Ἀττικοῖς τὸ πρόβατον.

`22.160a`

ἀρνύσθην: ἄρνυσθαι τὸ ἀντί τινος λαμβάνειν τι.

`22.160b`

ἀρνύσθην: ἀντικατήλλασσον τῷ δρόμῳ.

`22.161a`

ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος: ὅτι ὡς περὶ ἑτέρων λέγει τρεχόντων περὶ τῆς Ἕκτορος ψυχῆς, αὐτοῦ τοῦ Ἕκτορος ἑνὸς ὄντος τούτων.

`22.161b1`

ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος: ἐλεεινὸν τὸ θἀτέρου ἴδιον κοινὸν ἆθλον αὐτοῖς παρέχειν. καὶ ἦν τῷ Ἀχιλλεῖ ἐκ περιουσίας ὁ κίνδυνος.

`22.161b2`

ἐλεεινὸν τὸ πρᾶγμα· τὸ θἀτέρου γὰρ ἴδιον κοινὸν ἆθλον ἦν ἀμφοτέρων, τοῦ μέν, εἰ ἐκφύγοι, τὸ ἴδιον ὡς ἆθλον ἔχοντος, τοῦ δέ, εἰ προφθάσαι, τὸ ἐκείνου λαμβάνοντος.

`22.162-3`

ὡς δʼ ὅτʼ ἀεθλοφόροι—ἵπποι ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον: οὐχ ἁπλῶς δρόμον ἵππων παρέλαβεν, ἀλλʼ ἀγωνιστῶν, καὶ οὐ καθολικῶς δρόμον, ἀλλὰ τὸν περὶ τὰ τέρματα, ὅτε ὀξύτερον θέουσι πλησιαζούσης τῆς νίκης. εἰς δὲ τὴν προθυμίαν καὶ τὸ τοῦ ἄθλου ὅτι μέγα· ὡς περὶ μεγάλων γὰρ πάσῃ προθυμίᾳ χρῶνται.

`22.162a`

ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι: ἀντὶ τοῦ διὰ τὰ τέρματα· εἰς γὰρ τούτους τὸ τέλος τῆς νίκης ἀπόκειται. ἐπεὶ εἰ περὶ τὰ τέρματα τρέχουσιν, εὐφυῶς κάμπτειν οὐ δύνανται. οὕτως Εὔβουλος.

`22.162b`

τέρματα: τὰ τέλη τῆς νίκης.

`22.163a1`

ῥίμφα: ῥᾳδίως. καταστρέφει δὲ εἰς τὸ ταχέως.

`22.163a2`

λίαν ταχέως, μετʼ εὐμαρείας.

`22.164a`

ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνειῶτος: ὅτι ἀμφίβολον, πότερον ἀνδρὸς τεθνεῶτος γυνὴ ἢ ἐπὶ τεθνεῶτι ἀνδρί, ὃ καὶ ὑγιές· οὐκ οἶδεν γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους ἀγῶνας Ὅμηρος.

`22.164b`

ἀνδρὸς ΚΑΤΑΤΕΘΝΕΙΩΤΟΣ: ἡ κατά ἀντὶ τῆς ἐπί, ἐπὶ ἀνδρὸς τεθνεῶτος. οὐκ οἶδε δὲ στεφανίτας, ἀλλʼ ἐπιταφίους ἀγῶνας.

`22.165`

περιδινηθήτην: ὡς ἀπὸ τόρνου περιεστράφησαν· ἐξ οὗ τὸ τάχος καὶ τὸ πρὸς μίαν γραμμὴν τρέχειν. πῶς δέ, φασίν, ὁ ποδωκίστατος πάντων οὐ καταλαμβάνει τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ λέγειν ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα. καὶ τοῦτο δὲ λέγεται ὅτι ὁ μὲν Ἀχιλλεὺς ἀνάριστός ἐστι, πενθήρης, προκαμὼν ὑπὸ Ξάνθου καὶ Ἀγήνορος ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται παρὰ τῷ τείχει καὶ περὶ ψυχῆς τρέχει· οὐκ ἦν τε ἐξ εὐθείας ἡ δίωξις τῷ Ἀχιλλεῖ προϋποτρέχοντι καὶ παρεκκλίνοντι τὸν Ἕκτορα τῆς πόλεως.

`22.166`

θεοὶ δʼ ἐς πάντες ὁρῶντο: ἀπὸ τοῦ Ὀλύμπου ἑώρων. ὅταν δὲ ἔλθῃ εἰς Ἴδην Ζεύς, ἐπὶ τῷ ἐπισεῖσαι αὐτοῖς τὴν αἰγίδα παραγίνεται.

`22.168`

ἄνδρα διωκόμενον: ἀντὶ τοῦ διώκοντα· ἄτοπον γὰρ μεμνῆσθαι μὲν Ἕκτορος, μή γε μὴν Ἀχιλλέως. ἔστιν οὖν ὡς τὸ «ἕως ὁ τὸν πεδίοιο διώκετο».

`22.170a`

Ἕκτορος: ὅτι ἐλλείπει ἡ περί, περὶ Ἕκτορος.

`22.170b`

ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν: τοῦτο πρὸς τὴν ἡμετέραν εὐσέβειαν.

`22.172a`

ἐν πόλει ἀκροτάτῃ: ὅτι ὑπερθετικῶς ἀντὶ τοῦ ἀκροπόλει.

`22.172b`

ἐν πόλει ἀκροτάτη: ἀντὶ τοῦ ἀκροπόλει, ὡς «ἀκροτάτῃ κορυφῇ».

`22.174`

φράζεσθε, θεοί: διδάσκει παρρησίας μεταδιδόναι τοῖς ἀρχομένοις καὶ κοινωνεῖν αὐτοῖς τῆς βουλῆς.

`22.181`

οὔ τοι  <span class="gap">…</span> ἐπαινέομεν: εὖ τὸ μὴ εἰπεῖν «μεμφόμεθά σοι».

`22.183-4a1`

θάρσει, Τριτογένεια, —ἤπιος εἶναι: ὅτι ἐνταῦθα ὑγιῶς λέγονται, κατὰ δὲ τὴν πρὸ τῆς κόλου μάχης ἀγορὰν τῶν θεῶν οὐκέτι.

`22.183-4a2`

μετηνέχθησαν ἐντεῦθεν εἰς τὴν ἀγορὰν τῶν θεῶν· καί εἰσιν ἐνταῦθα οἰκειότεροι· ἐκεῖ γὰρ ὀργίζεται.

`22.183-4b`

οὔ νύ τι θυμῷ πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι: ταὐτὸν ἔχει εἱμαρμένη παρὰ θεοῖς, ὃ νόμος παρὰ ἀνθρώποις. ὡς οὖν ὁ παρʼ ἡμῖν κριτὴς οὐ παρανόμως δικάζει, οὐδὲ Ζεὺς παρὰ τὴν εἱμαρμένην. πολλάκις δὲ ἠπιότητος χάριν καὶ βιάζεσθαι σπουδάζομεν τὸν νόμον. τοῦτό φησι καὶ Ζεὺς ὅτι «ᾔδειν τὸ δίκαιον τῆς εἱμαρμένης, διὰ δὲ τὸ ἤπιον τοῦτο εἶπον», ἵνα εἴη τὸ τοί σύνδεσμος παραπληρωματικός.

`22.185a`

ἐρώει: ἀποχώρει· «ἐρωῆσαι πολέμοιο».

`22.185b`

ἐρώει: ὑποχώρει, ἐνδίδου.

`22.188-361`

Ἕκτορα δʼ ἀσπερχὲς—κάλυψε: σημειῶδες ὅτι μόνος Ὅμηρός φησι μονομαχῆσαι τὸν Ἕκτορα, οἱ δὲ λοιποὶ πάντες ἐνεδρευθῆναι ὑπὸ Ἀχιλλέως.

`22.189`

ὄρεσφι: διʼ ὀρῶν ἢ ἐν ὄρεσι. περισσὸν δὲ τὸ ἐλάφοιο: ὁ γὰρ νεβρὸς ἐπὶ ἐλάφου μόνον, ὡς καὶ μόσχος ἐπὶ βοὸς καὶ πῶλος ἐφʼ ἵππου λέγεται.

`22.190a1`

διά τʼ ἄγκεα καὶ διὰ βήσσας: ὅτι ἀντὶ τοῦ διʼ ἀγκέων καὶ βησσῶν.

`22.190a2`

ἀντὶ τοῦ διʼ ἀγκῶν καὶ διὰ βησσῶν, ὡς τὸ «διά τʼ ἔντεα καὶ μέλαν αἷμα».

`22.190b`

ἄλλως· διά τʼ ἄγκεα καὶ διὰ βήσσας: τοῦ ὄρους τὸ μὲν ἀνωτάτω ἀκρώρεια, τὰ δὲ ὑψηλὰ σκοπιαί, τὰ δὲ προνενευκότα πρῶνες, τὰ δὲ κλίματα κλιτύες, τὰ δὲ βάσιμα βῆσσαι, τὰ δὲ κοῖλα ἄγκη, τὰ δὲ σύνδενδρα νάπαι, τὰ δὲ κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ ταῖς πρυμνωρείαις πεδιὰς παρώρεια.

`22.191`

καταπτήξας: ὑποπεσών. θάμνῳ δὲ τῇ συμφυάδι τῶν μικρῶν δένδρων, παρὰ τὸ θαμινόν.

`22.192`

ἔμπεδον: ἀνενδότως. τινὲς δὲ εἰς τὸ ἐναποτετυπωμένον ἴχνος ἐν τῷ πεδίῳ ἀπὸ τῆς βάσεως τοῦ νεβροῦ.

`22.193`

ὣς Ἕκτωρ οὐ λῆθεν: ἡ παραβολὴ πρὸς τὴν δίωξιν μόνον· οὐδὲ γὰρ κρύπτεται ὁ Ἕκτωρ. ἢ ὅτι καὶ αὐτὸς καιρὸν παρεφύλαττε τοῦ ὑποφυγεῖν εἰς τὴν πόλιν, ὡς ὁ νεβρὸς εἰς τὸν θάμνον.

`22.194-8`

ὁσσάκι δʼ ὁρμήσειε—πρὸς πεδίον: ὁσάκις ἂν κατὰ τὰς πύλας γενόμενος Ἕκτωρ ἐβούλετο παραδῦναι εἰς τὴν πόλιν ἐπειχθεὶς τῷ δρόμῳ, τὸν ἔνδον δρόμον ἔχων Ἀχιλλεὺς ἐδίωκεν αὐτὸν εἰς τὸ πεδίον.

`22.194a`

ὁρμήσειε: ἀντὶ τοῦ διαλογίζοιτο.

`22.194b`

πυλάων Δαρδανιάων: ὅτι ἃς ἄνω Σκαιάς, νῦν Δαρδανίας.

`22.194c`

πυλάων Δαρδανιάων: τὰς Δαρδανίας πύλας ἀνατολικὰς θέλουσι, Σκαιὰς δὲ πρὸς δυσμὴν νευούσας.

`22.196`

εἴ ΠΩΣ οἱ καθύπερθεν ἀλάλκοιεν: οὐ δύναται καὶ ἄρθρον εἶναι.

`22.197a`

τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθάς: ὅτι τοπικῶς τὸ προπάροιθε δυνατὸν ἀκούειν, εἰς τοὔμπροσθεν, δυνατὸν δὲ καὶ χρονικῶς, πρότερος φθάσας ἀπέτρεπεν αὐτὸν εἰς τὸ πεδίον· ὃ καὶ ἔστιν ὑγιές. καὶ πρὸς τὸ παραφθάς, ὅτι Ἰακῶς ἀντὶ τοῦ παραφθάσας.

`22.197b`

προπάροιθεν ἀποστρέψασκε παραφθάς: πρῶτος αὐτοῦ γινόμενος πρὸς τῇ πόλει ἀπέστρεφεν αὐτὸν εἰς τοὐπίσω. ἐπὶ χρόνου οὖν τὸ προπάροιθεν.

`22.197c`

ἀποστρέψασκε: καὶ «παραστρέψασκε», διχῶς.

`22.198`

πέτετʼ αἰεί: οὕτως διὰ τοῦ ε πέτετο.

`22.199-201a`

ὡς δʼ ἐν ὀνείρῳ—οὐδʼ ὃς ἀλύξαι: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι καὶ τῇ κατασκευῇ καὶ τῷ νοήματι εὐτελεῖς· καὶ γὰρ ἀπραξίαν δρόμου καὶ τὸ ἀπαράβατον σημαίνουσιν, ἐναντίως τῷ «ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι».

`22.199-201b`

ἄλλως· ὡς δʼ ἐν ὀνείρῳ—ἀλύξαι: ἀθετοῦνται οἱ τρεῖς διὰ τὸ ἀσθενὲς τῆς φράσεως, καὶ ὅτι ὑπεκλύουσι τὴν ποδώκειαν Ἀχιλλέως.

`22.199-201c`

ὡς δʼ ἐν ὀνείρῳ—ἀλύξαι: τὸ ἄπρακτον θέλει δηλῶσαι· ὡς γὰρ ἐκεῖνα φαντασίαι καὶ οὐκ ἀλήθειαί εἰσιν, οὕτω καὶ οὗτοι οὐδὲν ἤνυον, οὔτε οὗτος τὸ φεύγειν οὔτε οὗτος τὸ καταλαβεῖν· δοκοῦν γὰρ ἑκάτερον γενέσθαι οὐδέτερον γίνεται. καλῶς δὲ καὶ ἐπὶ τὴν μετάφρασιν ἐλήλυθε, «φεύγοντα», «ἀλύξαι»· «μάρψαι», «διώκειν»

`22.201a`

ὥς ῥα τόν: ἐν ἄλλῳ «ὣς ὁ τόν».

`22.201b`

μάρψαι ποσίν: ὅτι τὸ μάρψαι ἐπὶ ποδῶν ἔταξεν.

ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν: πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς—ἔκαμεν ἔξωθεν περιθέων.

`22.202-7`

πῶς δέ κεν Ἕκτωρ—δεύτερος ἔλθοι: ἤτοι στικτέον εἰς τὸ γοῦνα, καὶ ἀφʼ ἑτέρας ἀρχῆς ἄλλοισιν δʼ ἀνένευεν, ἵνʼ ᾖ τῶν προτέρων ὁ λόγος τοιοῦτος· «εὐθέως δʼ ἂν ἀπώλετο ὁ Ἕκτωρ, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησε τὸ πανύστατον». ἢ πάντα συναπτέον ἕως τοῦ ὁ δὲ δεύτερος ἔλθοι, ἵνʼ ᾖ ὁ λόγος· «ἀνῄρητο δʼ ἂν Ἕκτωρ ἤδη, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησεν, τάχος ἐμπνεύσας, Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα».

`22.202a`

πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο: ἀξιοῦσι τοῦτον τὸν στίχον καθʼ αὑτὸν ἀναγινώσκεσθαι, ἐπεὶ ἐρωτηματικός ἐστι, φασίν, εἶτα τοὺς δύο τοὺς ἑξῆς κατὰ μίαν περικοπήν. εἰσὶ μέντοι, οἳ συνῆψαν τὸ πῶς ἀόριστον ἐκδεχόμενοι· «ἐξέφυγε δʼ ἄν πως ὁ Ἕκτωρ τὰς κῆρας, εἰ μὴ πύματον αὐτῷ συνήντησεν ὁ Ἀπόλλων». ἡ διπλῆ πρὸς τὸ ζητούμενον, πῶς ὁ ποδώκης οὐ καταλαμβάνει τὸν Ἕκτορα. λέλυκε δὲ αὐτὸ ὁ ποιητής, ὅτι ὑπὸ Ἀπόλλωνος ἐβοηθεῖτο

`22.202b1`

ὑπεξέφυγεν: Ἀρίσταρχος «ὑπεξέφερεν».

`22.202b2`

γράφεται «ὑπεξέφερεν», ἵνʼ ᾖ ὅμοιον τῷ «ὑπὲκ θανάτοιο φέρονται».

`22.203-7`

εἰ μή οἱ πύματον—δεύτερος ἔλθοι: αἱ δύο αἰτίαι· Ἀπόλλων βοηθὸς, καὶ Ἀχιλλεὺς ἐμποδιζόμενος πρὸς τὸ μὴ βαλεῖν ἀνανεύων τοῖς Ἀχαιοῖς.

`22.203`

πύματόν τε καὶ ὕστατον: ἐκ παραλλήλου τὸ αὐτό.

`22.205-7a1`

λαοῖσιν δʼ ἀνένευε—βαλών, ὁ δὲ δεύτερος ἔλθοι: Μεγακλείδης πλαστὴν εἶναι τὴν μονομαχίαν φησίν· πῶς γὰρ τὰ Ἡφαιστότευκτα ὅπλα εἰσίν;

`22.205-7a2`

Μεγακλείδης πλάσμα εἶναί φησι τοῦτο τὸ μονομάχιον· πῶς γὰρ τοσαύτας μυριάδας νεύματι Ἀχιλλεὺς ἀπέστρεφεν;

`22.206`

οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα: τοῦ γὰρ ἐχθροῦ αὐτόχειρ βούλεται γενέσθαι.

`22.208a1`

ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο: σημειοῦνταί τινες διὰ τὸ δοκοῦν ἄπορον εἶναι, μετὰ μικρὸν τούτων λεγομένων «τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον».

`22.208a2`

σημειοῦνται δέ τινες διὰ τὸ δοκοῦν ἐναντίον εἶναι «τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον» καὶ ἀλλʼ ὅτε δὴ τὸ τέταρτον.

`22.208b`

ἀλλʼ ὅτε δὴ τὸ τέταρτον—ἀφίκοντο: Διοκλῆς φησὶν ὅτι συμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰς τὸν αὐτὸν τόπον παραγίνεσθαι τετράκις, ὅταν τρεῖς συμπληρώσῃ κύκλους. φασὶ δὲ τὸν παλαιὸν περίβολον Τροίας τριάκοντα σταδίων εἶναι.

`22.209`

πατὴρ ἐτίταινε τάλαντα: ἴσως ἀλληγορεῖ τὴν Διὸς γνώμην, πῶς περὶ τῶν ἐνεστώτων ἐσκέπτετο· φησὶ γοῦν ἀλλαχοῦ· «γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα».

`22.210a1`

ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο: ὅτι ἐντεῦθεν ἡ Ψυχοστασία Αἰσχύλῳ πέπλασται ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος, οὐ θανατηφόρους μοίρας.

`22.210a2`

ἐντεῦθεν Αἰσχύλος τὴν Ψυχοστασίαν ἐτυπώσατο, φαύλως ἐκδεξάμενος τὸ εἰρημένον.

`22.210b`

ἐν δʼ ἐτίθει δύο κῆρε: κῆρας τὰς μοίρας —γελᾷ δὲ τὸν μῦθον ὁ Ζωΐλος· ποδαπαὶ γὰρ αἱ Μοῖραι ἐν ταῖς πλάστιγξι, καθήμεναι ἢ ἑστηκυῖαι; —, οὐ τὰς ψυχάς, ὡς ἐξεδέχετο Αἰσχύλος· ἐπάγει γὰρ «τὴν μέν». τὸ κέαρ δὲ λέγεται οὐδετέρως ἐπὶ τῆς ψυχῆς. ὡς δὲ οἱ καταδικάζοντες τὴν ψῆφον ἐπιφέρουσιν ὑπὲρ τοῦ κυρῶσαι, οὕτως καὶ ὁ Ζεὺς τῷ ζυγῷ χρῆται.

`22.212`

μέσσα: Χρύσιππος «ῥῦμα» γράφει· τὴν γὰρ ῥοπὴν τοῦ ζυγοῦ ῥύμην καλεῖσθαι.

`22.213`

ᾤχετο δʼ εἰς Ἀΐδαο: ὑπερβολικῶς, ὡς ἤδη τοῦ Ἕκτορος κατὰ τὸν τῆς πεπρωμένης λόγον μηκέτι ἐν τοῖς ζῶσιν ὄντος. ἢ ὅσον ἐπὶ τῇ τοῦ Διὸς ψήφῳ.

`22.214`

Πηλείωνα δʼ ἵκανε: ὡς τόπον, ὡς «Οὔλυμπον δέ».

`22.216a1`

νῦν δὴ νῶΐ γʼ ἔολπα: ὅτι Ζηνόδοτος γράφει «νῶϊν»· τοῦτο δέ ἐστιν ἡμῖν ἢ ἡμῶν, ὅπερ οὐ συμφωνεῖ. τὸ δὲ νῶϊ χωρὶς τοῦ ν σημαίνει ἡμᾶς ἢ ἡμεῖς, ὅπερ νῦν λέγει· «ἡμᾶς ἔολπα οἴσεσθαι μέγα κῦδος»

`22.216a2`

νῶϊ: ἀντὶ τοῦ ἡμᾶς.

`22.218`

δῃώσαντε: καταπολεμήσαντας.

`22.219`

πεφυγμένον  <span class="gap">…</span> γενέσθαι: ἀντὶ τοῦ φυγεῖν.

`22.221`

προπροκυλινδόμενος πατρὸς Διός: πρὸ τοῦ Διὸς προκυλινδόμενος. ποιοῦσι δὲ τοῦτο οἱ ἱκετεύοντες· «λιτάνευε κυλινδόμενος κατὰ κόπρον». τινὲς δὲ προασπίζων τοῦ Διός, ἐπειδὴ εἶπε· «τῇ μάλʼ ἐπισσείων»

`22.222`

ἄμπνυε: ἐν ἑαυτῷ γενοῦ, ἀπὸ τοῦ πνεύματος.

`22.223`

πεπιθήσω: μετʼ ὀλίγον μέλλων. ἢ διπλασιασμός.

`22.227`

Δηϊφόβῳ εἰκυῖα: οὗτος γοῦν μετὰ θάνατον Πάριδος ἡγήσατο τῆς στρατιᾶς· καὶ «ποτὶ δώματα Δηϊφόβοιο βήμεναι ἠΰτʼ Ἄρηα» ὡς ἄρχοντος.

`22.229a`

ἠθεῖε: ὅτι νεωτέρου πρὸς πρεσβύτερον σεπτικὴ προσφώνησίς ἐστι τὸ ἠθεῖε.

`22.229b`

ἠθεῖε: σεπτικὴ φωνὴ πρὸς πρεσβύτερον ἀδελφόν· καὶ Εὔμαιος «ἀλλά μιν ἠθεῖον καλέω» ἀντὶ τοῦ ὡς πρεσβύτερον ἀδελφὸν σέβω καὶ αἰδοῦμαι. ἔστι δὲ ὑποπτεῦσαι τῶν Πριαμιδῶν πρεσβύτερον εἶναι τὸν Ἕκτορα.

`22.231`

  
ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες:  
ἄτοπον θεὸν οὖσαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴσα πράττει Ἀπόλλωνι, ἐπεὶ κἀκεῖνος ἐπέθετο Πατρόκλῳ μαχομένῳ

`22.234`

γνωτῶν: γνωτὸς ὁ ἀδελφός, παρὰ τὸ πλέον τῶν ἄλλων γνωρίζεσθαι.

`22.235`

τιμήσασθαι: λείπει τὸ σέ, ἵνʼ ᾖ «νῦν δὲ καὶ μᾶλλον κατὰ νοῦν ἔχω τιμῆσαί σε».

`22.239`

ἠθεῖε: πρὸς τὸ αὐτό.

`22.241`

τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες: τοίως ὡς μηδένα συγχωρεῖν πολεμεῖν αὐτῷ.

`22.243-4`

μὴ δʼ ἔτι δούρων ἔστω φειδωλή: ἐκ τοῦ παρεπομένου «μαχεσώμεθα»· οὗτοι γὰρ οὐ φείδονται δοράτων.

`22.244-6`

ἔστω φειδωλή, ἵνα εἴδομεν, ἤ κεν—ἦ κεν σῷ δουρὶ δαμήῃ: βραχὺ διασταλτέον φειδωλή καὶ εἴδομεν, τἄλλα δὲ συναπτέον ἕως γλαφυράς ἤτοι δὲ στικτέον ἐπὶ τὸ γλαφυράς ἢ βραχὺ διασταλτέον. περισπαστέον δὲ τὸν η σύνδεσμον· ἀδύνατον γὰρ τῷ ἤ συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι.

`22.245-6`

νῶϊ κατακτείνας—ἦ κεν σῷ δουρὶ δαμείη: εὖ τὸν κίνδυνον ἐκοινοποιήσατο, τὴν δὲ νίκην μόνῳ περιῆψεν Ἕκτορι.

`22.247a`

  
ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη:  
βραχὺ διασταλτέον ἐπὶ τὸ φαμένη· μᾶλλον γὰρ ἐμφαίνει. τὸ δὲ ἑξῆς ἐστι καὶ ἡγήσατο κερδοσύνῃ, οἷον οὐ μόνον διὰ λόγων αὐτὸν ἠπάτησεν, ἀλλὰ καὶ διὰ τοῦ προελθεῖν ἀξιοπίστως.

`22.247b`

  
ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη:  
ἢ περισσὸς ὁ καί· ἢ τὸ φαμένη ἀντὶ τοῦ ἔφη· ἢ πρὸς τῷ ταῦτα εἰρηκέναι καὶ δολίως καὶ παραλογιστικῶς ἡγήσατο.

`22.247c`

κερδοσύνῃ: τινὲς πληθυντικῶς «κερδοσύνῃς».

`22.250`

φοβήσομαι: ὅτι σαφῶς φεύξομαι.

`22.251a`

τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον: ὅτι τὸ δίον ἐδιώχθην. οὐ μάχεται δὲ τῷ «ἀλλʼ ὅτε δὴ τὸ τέταρτον»· τρεῖς μὲν γὰρ τελείους κύκλους περιέδραμον, τὸ δὲ τέταρτον ἕως τῶν κρουνῶν ἐλθόντες οὐκέτι περιῆλθον τὴν πόλιν.

`22.251b1`

δίον: γράφεται καὶ «δίες». καὶ οὕτως εἶχον αἱ χαριέστεραι.

`22.251b2`

αἱ χαριέστεραι «δίες».

`22.251c`

δίον: δίον ἔδεισα, «περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν». ἢ ἐδιώχθην, «ἀπὸ στρατοῖο δίεσθαι». ἢ φοβηθεὶς ἔφυγον.

`22.253`

ἕλοιμί κεν ἤ κεν ἁλοίην: θρασύνεται ἐν τῇ κλήσει καὶ τὰ ἀμείνω πρῶτα λέγει, καὶ ἑξῆς «οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ». τὸ δὲ θρασὺ νῦν αὐτοῦ ἐλεεινόν ἐστιν, ἐκ φενακισμοῦ καὶ πλάνης ἐγειρόμενον.

`22.254a`

ἀλλʼ ἄγε δεῦρο: δύο τὰ παρακελευστικά.

`22.254b`

ἐπιδώμεθα: ὅτι ἐπιμαρτυρώμεθα.

`22.254c`

ἐπιδώμεθα: ἢ δῶμεν ἑαυτοῖς μάρτυρας καὶ ἀναδόχους, ἢ ἐπόπτας ποιήσωμεν πρὸς τὸ ἰδεῖν, ἢ εἰς οὐρανὸν ἀποβλέψωμεν, οὗ εἰσιν οἱ θεοί. ἢ μαρτυροποιησώμεθα· τοὺς γὰρ μάρτυρας Ἀττικοὶ ἰδύους φασίν. οἱ δὲ ἐπικαλεσώμεθα.

`22.255a`

μάρτυροι: ὅτι μάρτυροι, οὐ μάρτυρες· καὶ γὰρ τὸ ἑνικὸν «Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω».

`22.255b`

ἁρμονιάων: συναρμογῶν, ἀφʼ οὗ δηλοῖ τὸ ὁμολογιῶν, συνθηκῶν.

`22.255c`

ἁρμονιάων: τῶν συμβόλων.

`22.256`

ἀεικιῶ: Ἀττικὸς μέλλων.

`22.257a1`

καμμονίην: ὅτι καμμονίη νίκη οὐ καθολικῶς, ἀλλὰ ἡ ἐκ καταμονῆς· διὸ ἐπὶ τῶν μονομαχούντων καὶ πυκτευόντων τίθησιν, ἐπὶ δὲ δρομέων οὐκέτι.

`22.257a2`

τὴν ἐκ καταμονῆς νίκην.

`22.257b`

καμμονίην: τὴν μονομερῆ νίκην. περὶ ὃ δὲ μάλιστα δέδιεν, αἰκιζόμενος ὁ Ἕκτωρ οἶκτον κινεῖ.

`22.259`

ῥέζειν: ὅτι ἀντὶ τοῦ ῥέζε.

`22.261a`

ἄλαστε: ἄλαστόν φησι τὸν ἀνεπίληστα κακὰ δεδρακότα.

`22.261b`

συνημοσύνας: δασυντέον. σημαίνει δὲ τὰς συνθήκας ἀπὸ τοῦ εἰς ταὐτὸν ἀφεῖναι τὰ τῆς διανοίας. παρὰ τὸν ἥσω οὖν ἥμων τί ἐστι, καὶ ἥμονος ἡ γενική παρʼ ἣν τὸ ἡμοσύνη οὕτως δὲ εἶχεν καὶ τὸ «μεθημοσύνῃ».

`22.261c1`

συνημοσύνας: συνθήκας· οἱ γὰρ συντιθέμενοι εἰς ταὐτὸν ἀφιᾶσι τὴν γνώμην· διὸ καὶ δασύνεται· ἔστι γὰρ παρὰ τὸ ἵημι σύμβολα. καὶ «σύνεσίς τε δύω ποταμῶν» ἀντὶ τοῦ συμβολή.

`22.261c2`

σύμβολα καὶ κοινοβουλίαι.

`22.262-4`

ὡς οὐκ ἔστι λέουσι—διαμπερὲς ἀλλήλοισιν: αἱ ὑποστιγμαὶ πιστά, ἔχουσιν, ἀλλήλοισιν· ἡ γὰρ ἀνταπόδοσις «ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι».

`22.262`

  
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά:  
ἐντεῦθεν τὸν περὶ λεόντων καὶ ἀνθρώπων μῦθον Αἴσωπος ἀνέπλασεν.

`22.263a`

  
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν:  
γνωρίμους τὰς εἰκόνας οὔσας ἐπὶ κεφαλαίων παρατρέχει.

`22.263b`

ἄλλως· οὐδὲ λύκοι τε καὶ ἄρνες—ἔχουσιν: ἐντεῦθεν ἡ παροιμία· «ἄρνα φιλοῦσι λύκοι, νέον ὡς φιλέουσιν ἐρασταί».

`22.265`

ἐμὲ καὶ σὲ φιλήμεναι: ἀντὶ τοῦ φιλῆσαι ἀλλήλους.

`22.265-7`

οὐδέ τι νῶϊν ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα: εἰς τοῦτο ἡ διάνοια καταστρέφει ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ ὅρκους ἡμᾶς ποιήσασθαι, ὡς τὸ «πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ».

`22.266`

ὅρκια ἔσσονται: ὅτι τὰ ὅρκια ἔσσονται, οὐκ ἔσσεται.

`22.268`

παντοίης ἀρετῆς μιμνήσκεο: πρᾶσσε, ὃ δύνασαι.

`22.270-1`

οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ: ἡ καύχησις ὑπὲρ ἄνθρωπον οὐκ ἀνατιθέντος τῇ τύχῃ τὰς ἐλπίδας. ἢ ἐπεὶ εἶπεν Ἀθηνᾶ «Ἕκτορα δῃώσαντα», θαρρῶν τῇ θεῷ διαβεβαιοῦται τὸ μέλλον.

`22.272`

ἐμῶν ἑτάρων: Μυρμιδόνων οὐδένα ῥητῶς ἀνῄρηκεν. «τῶν Ἀχαιῶν» οὖν φησιν. ὁ δὲ νοῦς· «νῦν δώσεις ἀθρόας δίκας ὑπὲρ τῆς λύπης τῆς ἐμῆς».

`22.274a1`

  
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ:  
ἐναγώνιον μὲν ποιεῖ τὴν στάσιν, τὰ κατὰ δόξαν τῶν ἀκροατῶν ἐκκλίνων καὶ λογοποιῶν ἕτερα.

`22.274b1`

ἠλεύατο: κινεῖ τὰς ἐλπίδας τῶν ἀκροατῶν, ὡς τάχα ἂν περιγενησομένου τοῦ Ἕκτορος.

`22.274a2/b2`

ἐναγώνιον ποιεῖ τὴν στάσιν διὰ τῆς ἀποτυχίας, καὶ μικροῦ δεῖν τῆς νίκης ἐλπίδας Ἕκτορι δίδωσιν.

`22.275`

χάλκεον: ἐν ἄλλῳ «μείλινον».

`22.277a1`

λάθε δʼ Ἕκτορα: ἐκεῖνον γὰρ ἐπιλειψάσης τῆς Μοίρας ἐῶσιν οἱ θεοί.

`22.277a2`

ἐπιλειψάσης δὲ ἐκεῖνον τῆς Μοίρας καὶ οἱ θεοὶ πάντες ἐῶσιν.

`22.280a1`

ἤτοι ἔφης γε: ἔφης γε μέν. διὰ τὸ «ἄφαρ δή σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ».

`22.280a2`

ἔφης γε μὲν εἰδέναι, οὐκ ᾔδεις δὲ ἀκριβῶς. ταῦτα δὲ διὰ τὸ «ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ».

`22.281a1`

ἀρτιεπής: ὅτι οὐκ ἐν ἐπαίνῳ τὸ ἀρτιεπής, κατὰ τοὐναντίον τῷ «ἀμετροεπής», ἀλλὰ ὁ λάλος καὶ ἀπηρτισμένως παραλογιζόμενος.

`22.281a2`

σημειοῦται δὲ Ἀρίσταρχος ὅτι οὐκ ἐπὶ ἐπαίνου τὸ ἀρτιεπής.

`22.281b`

ἀρτιεπής: εὐεπής, ἀπηρτισμένος ἐν τῷ λέγειν ὥστε πιστεύεσθαι.

`22.281c`

ἐπίκλοπος: ἠσκηκὼς λόγοις ἀπατᾶν. οἱ δὲ ἐπιθυμητής· κλέπτεσθαι γὰρ τὸ ὀρέγεσθαι, «καὶ ἐπίκλοπος ἔπλετο τόξων». ἢ ἀσκῶν διὰ λόγων παραλογίζεσθαι, ὡς τὸ «κλέπτε νόῳ».

`22.283`

οὐ μέν μοι φεύγοντι: ὅ ἐστιν «οὐκ ἀποτρέψεις με λόγοις».

`22.284a`

ἰθὺς μεμαῶτι: εἰς τοὔμπροσθεν κατὰ σοῦ χωροῦντι. ἀγαθὰ δὲ ταῦτα τοῖς νέοις πρὸς μίμησιν.

`22.284b`

διὰ στήθεσφιν ἔλασσον: εἰρωνεία τοῦτο καὶ μόνον.

`22.285a`

εἴ τοι ἔδωκε θεός: ὡς αὐτὸς ἔφη

`22.285b1`

ἄλευαι: προστακτικῶς ἀναγινώσκειν δεῖ· διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φησιν.

`22.285b2`

προπαροξυτόνως· ἔστι γὰρ προστακτικόν. ἐν εἰρωνείᾳ δέ φησι τοῦτο.

`22.285-6a1`

ἐμὸν ἔγχος ἄλευαι χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο: στικτέον μετὰ τὸ χάλκεον· τὸ γὰρ ὥς ἀντὶ τοῦ εἴθε· διόπερ ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον.

`22.285-6a2`

ὡς ἀντὶ τοῦ εἴθε. ἀπʼ ἄλλης δὲ ἀρχῆς τοῦτο.

`22.286`

πᾶν: ὅτι ἀντὶ τοῦ ὅλον.

`22.287`

καί κεν: ἐν ἄλλῳ «καί σφιν».

`22.290`

οὐδʼ ἀφάμαρτεν: οὐκ ἀφάμαρτε δέ.

`22.291a`

χώσατο: ὅτι ἀντὶ τοῦ συνεχύθη.

`22.291b`

χώσατο: συνεχύθη τὴν διάνοιαν.

`22.293a`

κατηφήσας: κάτω τὰ φάη ἔχων.

`22.293b`

οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος: οὐδέ· οὐ γάρ. ἀεὶ δὲ δύο ἔχει δόρατα· «πάλλων δʼ ὀξέα δοῦρα», «δοιὰ δὲ χερσί δοῦρʼ ἔχε». πῶς οὖν οὐκ ἔχει νῦν δύο; ἢ κατὰ τὸ σιωπώμενον ἔοικε θάτερον ἀποβεβληκέναι ἐν τῷ δρόμῳ.

`22.294a`

ἐκάλει: αἱ τῶν πόλεων «ἐβόα».

`22.294b`

λευκάσπιδα: ὅτι ἅπαξ εἴρηκε λευκάσπιδα.

`22.294c`

λευκάσπιδα: ἅπαξ ἐχρήσατο. τὸ παράσημον δὲ τῶν ὅπλων τὴν ἀρετὴν ἐμφαίνει τοῦ φοροῦντος.

`22.295`

ᾔτεέ μιν δόρυ μακρόν· ὁ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν: ἡδέως χρῆται τῷ ἀσυνδέτῳ, ἀλλὰ καὶ τῇ ἐπιφορᾷ ἐλεεινοτάτῃ.

`22.297`

ὦ πόποι: ἐλεεινοτάτη ἡ ἀναφώνησις καὶ εἰς οἶκτον κινοῦσα.

`22.300-1`

νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδέ τʼ ἄνευθεν· οὐδʼ ἀλεή: βραχὺ διασταλτέον εἰς τὸ κακός, στικτέον δὲ εἰς τὸ ἄνευθε· τὸ γὰρ οὐδʼ ἀλέη καθʼ ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἐστίν.

`22.300`

ἐγγύθι μοι θάνατος κακός, οὐδέ τʼ ἄνευθεν: ὡς τὸ «οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα».

`22.301a1`

οὐδʼ ἀλέη: ἀλέη δὲ οὔ, ὅ ἐστιν οὐδὲ ἄλυξις.

`22.301a2`

δηλοῖ δὲ τὴν ὑπάλυξιν καὶ ἔκκλισιν.

`22.301b`

πάλαι τότε: «πάροιθέ γε». ἐν δὲ ταῖς εἰκαιοτέραις «πάλαι τό γε».

`22.304a`

ἀσπουδί: ὅτι ἀσπουδί χωρὶς μόγου καὶ κακοπαθείας.

`22.304b`

ἀσπουδεί: δίχα ταλαιπωρίας.

`22.305a`

ἀλλὰ μέγα ῥέξας τι: λείπει ἀγαθόν· Ἀλκμάν· «μέγα γείτωνι γείτων». ἢ κακὸν εἰς τοὺς πολεμίους, ὡς «σύν τε μεγάλῳ ἀπέτισαν» καὶ «ἔπαθον μεγάλα».

`22.305b`

καὶ ἐσσομένοισι πυθέσθαι: ὡς καὶ τοὺς ἐσομένους πυθέσθαι.

`22.307`

τέτατο: ἀπὸ τελαμῶνος ἤρτητο.

`22.308a1`

οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις: ὅτι κἀκεῖ γραπτέον «αἰετοῦ οἴματʼ ἔχων», οὐχ ὡς Φιλήτας «ὄμματα».

`22.308a2`

κἀκεῖ οὖν «αἰετοῦ οἴματʼ ἔχων», οὐκ ὄμματα.

`22.308b`

ἀλείς: ἀθρόον ἑαυτὸν συστρέψας· οἱ γὰρ εἰς δρόμον ἑαυτοὺς δόντες οὐκ ἀνειμένως πορεύονται, ἀλλὰ συστρέφονται.

`22.309`

διὰ νεφέων: τινὲς «ἀπὸ νεφέων».

`22.310a`

ἀμαλήν: ἁπαλήν, κατὰ συγγένειαν τῶν στοιχείων. οἱ δὲ ἅμα τῇ μητρὶ ἁλλομένην. οἱ δὲ τὴν μὴ ἔχουσαν μαλλόν, ὅ ἐστιν ἰσχυρόν.

`22.310b`

ἢ πτῶκα λαγωόν: ἰδίως τὸ πτὼξ ἐπὶ λαγωοῦ.

`22.314`

κόρυθι δʼ ἐπένευσε φαεινῇ: οὗτός ἐστιν ὁ «κορυθάϊξ»

`22.315a`

καλαὶ δέ: αἱ πλείους «δειναὶ δέ».

`22.315b`

ἔθειραι: νῦν καταχρηστικῶς αἱ χαῖται τῆς κόρυθος.

`22.317`

νυκτὸς ἀμολγῷ: καὶ τὴν ἑσπέραν ἀμολγὸν καλεῖ· καὶ τότε γὰρ ἀμέλγονται τὰ θρέμματα. λέγει δὲ ἀλλαχοῦ καὶ τὸ μεσονύκτιον.

`22.318a`

ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ: ὅτι νῦν τὸν ἕσπερον κάλλιστον, ἐν ἄλλοις δὲ τὸν ἑωσφόρον «φαάντατον». καὶ οὐ δεῖ ὡς μαχόμενον λαμβάνειν. ἕτερον δὲ τὸν ἕσπερον ὡς ἂν παλαιὸς οἶδε τοῦ ἑωσφόρου.

`22.318b`

ἕσπερος: τὸν ἕσπερον Πέρσαι μὲν τήρων, Ἕλληνες δὲ Ἀφροδίτην φασίν.

`22.318c`

ἄλλως: ἕσπερος, ὃς κάλλιστος: ἀπὸ τοῦ ἑσπέρα ἕσπερος. τὸ δὲ ἑσπέρα παρὰ τὸ τῆς ἕω πέρας εἶναι. καλεῖται δὲ ὁ ἕσπερος καὶ ἑωσφόρος κατὰ καιρῶν μεταβολάς· ὅταν μὲν προηγούμενος ἡλίου ἐπικαταδύνῃ αὐτῷ πρῶτος τῶν ἄλλων, ἕσπερος, ὅταν δὲ ἑπόμενος τῷ ἡλίῳ προανατείλῃ, τότε ἑωσφόρος καλεῖται. κάλλιστος δέ ἐστιν, ἐπεὶ μέγας καὶ προσηνής, Ἀφροδίτης χάριτας ἀπολάμπων. θαυμασίως οὖν ὁ ποιητής, ὅτε μέν ἐστιν ἑωσφόρος, φησὶν «ἔρχεται ἀγγέλλων φάος ἠοῦς ἠριγενείης» καὶ «εἶσι φόως ἐρέων»· ὁρῶμεν γὰρ αὐτὸν ἀνατέλλοντα ὑπὲρ τὸν ὁρίζοντα. ὅτε δέ ἐστιν ἕσπερος, οὐδεὶς αὐτὸν ὁρᾷ ἀνατέλλοντα, ἀλλʼ ὑπὲρ τὴν γῆν μετέωρον ἱστάμενον ἐν τῷ δύνοντι τοῦ οὐρανοῦ μέρει.

`22.318d`

ἵσταται ἀστήρ: καὶ μὴν τῶν πλανήτων ἐστὶν ὁ τῆς Ἀφροδίτης. ἢ οὖν ἀντὶ τοῦ ἀνίσταται, ἀνατέλλει· ἢ πρὸς τὴν ἡμῶν φαντασίαν, καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον αὐτοῦ.

`22.319a`

ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος: ὅτι ἐπὶ τῶν ἀκμὰς ἐχόντων εὐήκεος λέγει καὶ «τανυήκεος»: τὴν γὰρ ἀκμὴν ἀκὴν λέγει. καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος τῆς εὖ ἠκονημένης, ἐκεῖ δὲ παρῆκται τὸ «τανυήκεας ὄζους».

`22.319b`

εὐήκεος: καλὴν ἀκὴν ἐχούσης.

`22.321`

ὅπῃ εἴξειε: ὅπου χωρήσειεν ἡ αἰχμή· καὶ ἀλλαχοῦ «πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη»· φυλάσσεται γὰρ τὰ τοῦ πατρὸς ὅπλα τρῶσαι. ἐμφαίνει δέ, ὅσον ἐρεθισμὸν ἐνεποίει Ἀχιλλεῖ ἡ θέα αὐτοῦ.

`22.322a1`

τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα: ὅτι οὕτως εἴωθε λέγειν ἄλλο τόσον, ἐπειδὰν ἀπολείπῃ τι τοῦ ὅλου μικρὸν ἀτελές· «οἱ δή τοι τόσσον μὲν ἔχον τέλος». καὶ ἐνθάδε οὖν τὸ μὲν ἄλλο σῶμα καθώπλιστο, γυμνὸν δὲ μόνον διεφαίνετο τὸ ἀπὸ τῶν ὤμων ἐπὶ τὸν αὐχένα.

`22.322a2`

οἱ δὲ Γλωσσογράφοι τόσον ἀντὶ τοῦ σῶμα.

`22.322b`

τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα: ὅταν τὸ μὲν ἀπολειπόμενον ἔλασσον εἴη, τὸ δὲ γεγονὸς πλεῖον, τόσον φησίν «οἱ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος». «τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν». λέγει δὲ ὅτι τὸ μὲν ἄλλο σῶμα κατείχετο κρυπτόμενον.

`22.324-5a`

φαίνετο δʼ ᾗ κληῗδες— λαυκανίην: ἔν τισι τῶν ὑπομνημάτων «φαῖνεν δʼ ᾗ κληῗδες», ἵνʼ ᾖ ἐπὶ τῶν τευχέων, τὰ τεύχη οὐκ ἐκάλυπτε τὴν λαυκανίην, ἀλλʼ ἐποίει φαίνεσθαι

`22.324-5b`

φαίνετο δʼ ᾗ κληῗδες— λαυκανίης: ἔν τισι «φαῖνον δʼ ᾗ κληῗδες», ἵνʼ ᾖ οὕτως· τὸ μὲν ἄλλο σῶμα ἔσκεπον τὰ τεύχη, ἐκεῖνον δὲ τὸν τόπον ἔφαινον, ὅπου αἱ κληῗδες τῆς λαυκανίης τὸν αὐχένα συνέχουσιν.

`22.324-5c1`

ἄλλως· φαίνετο δʼ ᾗ κληῗδες— λαυκανίην: ἐφαίνετο δὲ κατὰ τὴν λαυκανίαν, ᾗπερ αἱ κληῗδες αἱ ἀπὸ τῶν ὤμων διήκουσαι συνέχουσι τὸν αὐχένα.

`22.324-5c2`

κληῗδες δὲ αἱ ἀπὸ τῶν ὤμων διήκουσαι διατάσεις τῶν νεύρων καὶ συνέχουσαι τὸν αὐχένα. λαυκανίη δὲ ἡ περὶ τὸν γαργαρεῶνα τῶν ἔξωθεν μυῶν συνοχή.

`22.325`

λαυκανίης: τοῦ λαιμοῦ.

`22.326`

ἘΠΙ ΟΙ: ἐπὶ αὐτῷ. ὀρθοτονητέον δὲ τὴν οι.

`22.328-9a1`

οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον—ἐπέεσσιν: ἴσως ἐκκλίναντος αὐτοῦ πλαγία γέγονεν ἡ τομή. εἴωθε δὲ τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας λέγειν· «ἦλθε δʼ ἐπὶ νότος ὦκα, ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν», «ὦρσαν δὲ Νύμφαι αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι». οἰκονομικὸν δὲ καὶ τοῦτο, ἵνα καὶ ἀποθνῄσκων μὴ ἀπροσφώνητος εἴη. ἔστι δὲ πρόληψις ὁ τρόπος.

`22.328-9a2`

ἀσφάραγος ὁ γαργαρεών. ἴσως δὲ ἐκκλίναντος αὐτοῦ πλαγία γέγονεν ἡ πληγὴ καὶ οὐ διεκόπη ὅλος. καὶ τοῦτο δέ, ἵνα καὶ ἀποθνήσκων μὴ ἀπροσφώνητος ᾖ. εἴωθε δὲ τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας λέγειν.

`22.329`

  
ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν:  
ἀθετεῖται, ὅτι γελοῖος, εἰ ἡ μελία ἐπετήδευσεν μὴ ἀποτεμεῖν τὸν ἀσφάραγον, ἵνα προσφωνήσῃ τὸν Ἀχιλλέα. ἀπολογούμενοι δέ φασιν ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. διὰ τὸ ὅμοιον ἀθετεῖται κἀκεῖνο· «εὖθʼ ὁ δεδειπνήκει, ὁ δὲ παύσατο θεῖος ἀοιδός».

`22.331-2`

ἀτάρ που ἔφης— σῶς ἔσσεσθαι: «ἄφαρ» ἀντὶ τοῦ εὐθέως, κούφως, ἀφρόνως. ἴσως ἐπεὶ ἔλεγε «τίς δʼ οἶδʼ, εἴ κʼ Ἀχιλεύς φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;».

`22.332a`

σῶς: τινὲς ἐκ τοῦ σόος· ἀλλʼ ἔδει σοῦς. τινὲς δὲ ἀπὸ τοῦ σάος. Ἀλκαῖος δὲ καὶ τὰ δύο οο εἰς ω συναλείφει. «ἐπὶ νηῶν» δέ τινες ἐπὶ νέας τε, καί εἰσιν αὗται ἀντὶ τοῦ ἐπὶ νεῶν.

`22.332b`

ἐμὲ δʼ οὐδὲν ὀπίζεο: οὐδὲν ψιλῶς, ἵνα παρέλκῃ τὸ δεν· δύναται δὲ καὶ δασέως. ἔστι δὲ τὸ ἐμέ ἀντὶ τοῦ ἐμοῦ.

`22.333`

μέγʼ ἀμείνων: ἀμείνων σοῦ δηλονότι· οὐ γὰρ φιλῶν Πάτροκλον συνέκρινεν ἂν αὐτὸν ἑαυτῷ.

`22.334`

μετόπισθε: ἢ τοπικῶς ὡς τὸ «νῦν δέ σε τῶν ὄπισθεν γουνάζομαι». ἢ χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα.

`22.335-6`

σὲ μὲν κύνες ἠδʼ οἰωνοί ἑλκήσουσʼ ἀϊκῶς: ἀφορμὴν αὐτῷ δέδωκε δεήσεως, ἀπειλήσας περὶ τῆς αἰκίσεως· πολλὴν γὰρ πρόνοιαν εἶχε τοῦ θάπτεσθαι

`22.336a1`

ἑλκήσουσʼ ἀϊκῶς: οἱ περὶ Ἀντίμαχον ἐπὶ τὸ γνωριμώτερον «ἑλκήσουσι κακῶς».

`22.336a2`

ἀϊκῶς Ἀντίμαχος «κακῶς».

`22.336b`

ΑΙΚΩΣ: οἱ μὲν δισυλλάβως αὐτὸ προφέρονται, οἱ δὲ συνεστάλθαι φασίν. περισπᾶται δέ· ἔστι γὰρ ἐκ τοῦ αἰκέως πεπονθός, ὃ σημαίνει τὸ αἰκιστικῶς καὶ χαλεπῶς, γίνεται αἰκῶς καὶ ἀϊκῶς.

`22.337`

ὀλιγοδρανέων: ὀλίγον τοῦ δρᾶν ἔχων. πολὺς δὲ ἔλεος τοῦ πρὸς τῷ τελευτᾶν φωνὴν ἀφιέντος.

`22.338`

λίσσομʼ ὑπὲρ ψυχῆς: κατὰ ψυχῆς, ὡς τὸ «καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος λίσσεο».

`22.342`

σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με: ὅτι καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος τελευτῶντες διὰ πυρὸς ἐθάπτοντο.

`22.343`

λελάχωσι: ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσι.

`22.344`

τὸν δʼ ἄρʼ ὑπόδρα ἰδών: ἐν ἄλλῳ «τὸν δʼ ἀπαμειβόμενος».

`22.346-8`

αἲ γάρ πως αὐτόν με μένος—ἀπαλάλκοι: τὸ ἑξῆς, ἀνδρῶν οὐκ ἔστιν ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι. αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείη, ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι. μεταξὺ δὲ ἀνεφώνησε τὸ οἷά μʼ ἔοργας ἔστι δὲ ὡς «ὠμὸν βεβρώθοις» καὶ «ἐσθέμεναι προσφῦσα».

`22.347a`

ἀποταμνόμενον: ἐκλύει τὴν ἔμφασιν τὸ ἀποταμνόμενον, εἰ μὴ ἀντὶ τοῦ ἀποσπαράσσοντα κεῖται.

`22.347b`

κρέα ἔδμεναι: κατὰ συστολὴν τὸ α ἀνεγνώσθη, ὥσπερ καὶ ἐν τῇ συνηθείᾳ. ἐκτείνει δὲ Τυραννίων· ἀλλʼ οὐδέποτε ὁ ποιητὴς κρέαα εἶπεν.

`22.348a`

  
ὣς οὐκ ἔσθʼ, ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι:  
βέλτιον πρὸ τούτου στίζειν καὶ τὸ ὥς εἰς τὸ οὕτω μεταλαμβάνειν.

`22.348b`

οὐκ ἔσθʼ, ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι: οὐδὲ νεκρὸς ὢν ἕξεις τὸν βοηθήσοντα.

`22.349a`

οὐδʼ εἴ κεν δεκάκις τε: ἤτοι ἀπὸ τούτου ἀρκτέον, ἵνα ὑποστίζωμεν «ἄγοντες», «καὶ ἄλλα», «Πρίαμος», τῆς ἀνταποδόσεως οὔσης «οὐδʼ ὧς σέ γε πότνια μήτηρ». ἢ τοῖς ἄνω προσαπτέον «ὣς οὐκ ἔσθʼ, ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι», οὐδʼ εἴ κεν δεκάκις τε καὶ τὰ ἑξῆς: ἔσται δὲ ἀπʼ ἄλλης ἀρχῆς «οὐδʼ ὧς σέ γε πότνια μήτηρ».

`22.349b`

εἰκοσινήριτʼ ἄποινα: σημειοῦνταί τινες πρὸς τὴν εἰκοσινήριτα λέξιν ὅτι πρὸς εἴκοσι ἐξισούμενα, εἰκοσαπλᾶ.

`22.349c1`

εἰκοσινήριτα: ὑφʼ ἓν ἀναγνωστέον ὡς τὸ «ἐεικοσάβοια». παραφυλακτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν λήγων συντέθειται· τὸ γὰρ ν τοῦ εἴκοσίν ἐστιν. καὶ ἔστι τὰ εἰκοσάκις ἐρίζοντα καὶ ἰσούμενα· «Νέστωρ οἶος ἔριζεν» καὶ «ἐριζέμεν οὐκ ἐθελήσω» καὶ «μεγήριτα τέκνα θεάων» οἷον θεαῖς ἐρίζοντα.

`22.349c2`

ὑφʼ ἓν ἀναγνωστέον ὡς «εἰκοσάβοια». ἔσται δὲ πρὸς εἴκοσιν ἐρίζοντα, ὅ ἐστιν ἐξισούμενα. φυλακτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη.

`22.349d`

ἄλλως· εἰκοσινήριτα: εἰκοσαπλᾶ. εἰκοσάκις ἐξισούμενα τοῖς ὑπὸ σοῦ νοουμένοις δώροις· τὸ γὰρ ἐρίζειν καὶ ἐπὶ τοῦ ἐξισοῦσθαι τάσσεται.

`22.350`

στήσωσι: παραστήσωσιν, ἢ ἰσόσταθμά σοι κομίσωσιν.

`22.351a`

οὐδʼ εἴ κεν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι: οὐκ ἔστι σύνθετον, ἐπεὶ ἁμαρτήσεται.

`22.351b`

οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι: ὅτι ὑπερβολικῶς λέγει. ὁ δὲ Αἰσχύλος ἐπʼ ἀληθείας ἀντίσταθμον χρυσὸν πεποίηκε πρὸς τὸ Ἕκτορος σῶμα ἐν Φρυξίν

`22.351c1`

χρυσῷ ἐρύσασθαι: πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο δὲ ὑπερβολικῶς εἶπεν. ὁ μέντοι Αἰσχύλος ἐν Ἕκτορος λύτροις ἀληθὲς αὐτὸ ἐξεδέξατο.

`22.351c2`

οὐδʼ εἴ κεν—ἀνώγοι: οὐδὲ ἐάν σοι ἰσοστάθμῳ χρυσῷ ἀναλαβεῖν βουληθῇ. οὐδὲ ἐὰν θελήσῃ σε πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο δὲ ὑπερβολικῶς εἶπεν.

`22.354a`

κατὰ πάντα δάσονται: ὅλον κατέδονται. ἔμφασιν δὲ ἔχει τῆς διακοπῆς τὸ ὑπερβατόν.

`22.354b`

πάντα: ὅτι ἀντὶ τοῦ ὅλον.

`22.355`

καταθνῄσκων: δαιμονίως τῶν καιρῶν στοχάζεται· ἔμπροσθεν μὲν γὰρ «ὀλιγοδρανέων» παρʼ αὐτὴν τὴν τρῶσιν, νυνὶ δὲ ἤδη ἀποθνῄσκων.

`22.356a`

ἦ σʼ εὖ γινώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον: τὸν ἦ σύνδεσμον περισπαστέον· ἔστι γὰρ βεβαιωτικός. ἡ διπλῆ δέ, ὅτι ἀπὸ τῶν ὄσσων ἡ μεταφορά· προβλέπω τῷ νῷ, ἀντὶ τοῦ προέβλεπον· ἤλλακται γὰρ ὁ χρόνος. καὶ πρὸς τὸ οὐδʼ ἄρʼ ἔμελλον, ὅτι ἀντὶ τοῦ οὐκ εἰκὸς ἦν με πείσειν.

`22.356b`

προτιόσσομαι: προσφθέγγομαι, παρὰ τὴν ὄσσαν. ἀλλʼ οὐκ οἶδεν ὁ ποιητὴς τὸ «ὄσσα» ἐπὶ θνητῆς φωνῆς. ἔστιν οὖν ἀντὶ τοῦ προορώμην, ὡς «ὀσσόμενος πατέρʼ ἐσθλόν».

`22.358`

μή τοί τι θεῶν μήνιμα γένωμαι: μὴ ὁ ἐμὸς θάνατος τὸν ἐκ θεῶν θάνατον ἐπὶ σὲ ἐρεθίσῃ, ἐπεὶ καὶ αὐτόν σε δεήσει ὑπὸ Τρώων ἑλκυσθῆναι.

`22.359`

ἤματι τῷ: τῇ ἑξῆς μετὰ τὰς ταφὰς ἀνῃρέθη, «αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος».

`22.359-60a1`

ὅτε κέν σε Πάρις—πύλῃσιν: οἱ μὲν ὅτι μαντεύονται περὶ ἀποβίωσιν. ἀρίστευσε· παρέχουσι δὲ καὶ Ἀπόλλωνα, ἐπεὶ καὶ αὐτὸς Τέννην ἀνεῖλε τὸν Ἀπόλλωνος.

`22.359-60a2`

οἱ μέν φασιν ὅτι ταῦτα λέγει, ἐπεὶ αἱ ψυχαὶ ἐξερχόμεναι μαντικαὶ γίνονται· οἱ δὲ ὅτι στοχάζεται αὐτὸν εἰς τὴν πόλιν εἰσελθεῖν σπεύδοντα καὶ λοχηθῆναι ὑπονοεῖ.

`22.362a`

ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει: σημειοῦνταί τινες ὅτι μόνη κάτεισιν εἰς Ἅιδου ἡ ψυχὴ καὶ οὐ δεῖται τῆς Ἑρμοῦ παραπομπῆς.

`22.362b`

ἐκ ῥεθέων: Αἰολεῖς τὸ πρόσωπον ῥέθος.

`22.365`

τέθναθι: ὑπερβολὴ ὀργῆς τὸ καὶ πρὸς νεκρὸν διαλέγεσθαι.

`22.365-6`

κῆρα δʼ ἐγὼ τότε δέξομαι, ὁππότε κεν δή Ζεὺς ἐθέλῃ—ἄλλοι: καλὸν τοῖς νέοις μεμνῆσθαι τῶν ἐπῶν. ὁ δὲ Ἕκτωρ φιλοψυχῶν πρὸς τὸν Πάτροκλόν φησι· «τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;».

`22.367`

καὶ ἐκ νεκροῖο ἐρύσσατο: ἔστι πάλιν ὡς ἐπὶ γραφῆς τὸ πᾶν σκοπῆσαι.

`22.369`

περίδραμον: ὡς γὰρ ἐπὶ παράδοξον πρᾶγμα συνθέουσιν.

`22.370`

οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητόν: καὶ ταῦτα εἰς οἶκτον τοῦ ἀνῃρημένου.

`22.371a1`

οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη: δημώδους πλήθους τὸ πάθος, αὖξον δὲ τὴν ἀρετὴν τοῦ κειμένου· ὃ εἰδυῖα Ἀνδρομάχη φησί· «χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ». δύο δὲ συνέχονται πάθεσιν, ἐκπλήξει δὲ καὶ μίσει.

`22.371a2`

δημώδους πλήθους τὸ ἔργον· συνέχονται γὰρ δύο πάθεσιν, ἐκπλήξει τε καὶ μίσει. αὔξεται δὲ διὰ τούτου ἡ ἀρετὴ τοῦ κειμένου.

`22.371b`

ἀνουτητί: εἰ μὴ ἔτρωσεν αὐτόν.

`22.373-4`

ἦ μάλα δὴ μαλακώτερος—κηλέῳ: σαρκασμός, ὅταν ἐπαίνων λεγομένων ψόγον ἔχῃ, ὡς τὸ «ἦ μάλʼ ἐλαφρὸς ἀνήρ» καὶ «ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα».

`22.375a`

ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς: ὅτι οὐ πάντως πρότερον ἔλεγον, ἀλλʼ ἅμα παίοντες ἐπεφώνουν ὥστʼ εἶναι, ὣς ἄρα τις ἔλεγε καὶ οὐτήσασκε.

`22.375b`

εἴπεσκε καὶ οὐτήσασκε παραστάς: ἅμα λέγοντες καὶ ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος.

`22.378`

ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: ὅτι Ζηνόδοτος ἀντὶ τούτου πεποίηκεν «Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν». οὐ πάρεστι δὲ ὁ Ἀγαμέμνων ἐπὶ ταύτης τῆς μάχης, ἀλλʼ ἐπὶ τῆς σκηνῆς, ἔτι τραυματίας ὤν.

`22.379a`

ἐπειδὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν: ὅτι τὴν αἰτίαν προτέταχεν, ἐπειδὴ τόνδʼ ἄνδρα θεοί. ἔδει δὲ οὕτως·

  
«εἰ δʼ ἄγετʼ, ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, ὄφρα κʼ ἔτι γνῶμεν  
  
Τρώων νόον, ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, ἦε  
μένειν μεμάασιν», ἐπειδὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν. ὁ δὲ Διονύσιος διστάζει, μὴ πρὸς τὴν ἀπόλειψιν τοῦ χρόνου· παραβάλλει γὰρ τὸ «ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο» καὶ «ἐπίτονος βέβλητο»· τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων, ὅτι σπανίως Ὅμηρος κακομέτρους ποιεῖ.

`22.379b`

ἐπειδὴ τόνδʼ ἄνδρα: σημειῶδες ὅτι καὶ ἀκεφάλοις χρῆται ὁ ποιητής, ὥστε οὐ δεῖ προπερισπᾶν τὸ «φίλε κασίγνητε».

`22.379c`

ἄλλως: ἐπειδὴ τόνδʼ ἄνδρα: τὴν αἰτίαν τοῦ πράγματος προὔθηκεν· ἔδει γὰρ εἰπεῖν «δεῦτε, πειρηθῶμεν, εἰ καταλείψουσι πόλιν ἄκρην, ἐπειδὴ τόνδε ἄνδρα» ἔστι δὲ ὅμοιον τῷ «πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί».

`22.379d`

ἄλλως: ἐπειδὴ τόνδʼ ἄνδρα: παιδευτικὸν καὶ τοῦτο πρὸς εὐσέβειαν· ἐπὶ τηλικούτῳ γὰρ κατορθώματι οὐδὲν ἀλαζονεύεται.

`22.380`

ἔρρεξεν: γράφεται «ἔρδεσκεν».

`22.381-90`

εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν—ἑταίρου: στρατηγικῶς μὲν τὸν καιρὸν συνίησι, καταπλήσσων τοὺς πολεμίους παρὰ τὴν πτῶσιν τῶν ἀπολωλότων· φιλοστόργως δὲ μετάγεται, τὸ φιλέταιρον προτιθεὶς τοῦ φιλοτίμου.

`22.385a`

ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός: ἐνταῦθα ἀνακύπτει τὸ δεξιὸν τῆς οἰκονομίας, τὸ πρὸ τῆς Πατρόκλου ταφῆς ἐξιέναι τὸν Ἀχιλλέα.

`22.385b`

ἄλλως· ἀλλὰ τίη μοι ταῦτα—θυμός: οἱ περὶ Ἡρόδικόν φασι προφασίζεσθαι αὐτὸν διὰ τὸν περὶ τὰς Σκαιὰς πόλεμον.

`22.388`

  
ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ:  
ὅτι «ζωὸς ἐν Ἀργείοισι φιλοπτολέμοισι μετείω».

`22.390a1`

  
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου:  
ἀμέλει καὶ ἐν Ἅιδου συνὼν αὐτῷ ὁρᾶται κάλλιστον οὖν πρὸς φιλεταιρίαν.

`22.390a2`

κάλλιστα πρὸς φιλεταιρίαν τὰ ἔπη καὶ φίλοις ἀναγινώσκειν ἁρμόδια.

`22.391a`

νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα: πῶς τὸν πολέμιον Ἀπόλλωνα ᾄδει; ἢ ὡς Τρῶες Ἀθηνᾶν εὐμενίζονται τὸν θεόν. ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιάν, οὐ πάντως δὲ εἰς αὐτὸν ὁ ὕμνος· μετὰ δὲ τὴν νίκην τοῦ δράκοντος αὐτὸν ἐξεῦρεν.

`22.391b`

παιήονα: ὅτι οὐ μόνον συμποτικὴ καὶ μετʼ ὀρχήσεως ἡ πάλαι μουσική, ἀλλὰ καὶ εἰς θρήνους ἐπιτηδεία· ἥτις καὶ μέχρι τῶν Πυθαγορείων ἐθαυμάζετο, καλουμένη κάθαρσις. περὶ δὲ τὴν ἐαρινὴν εἰς ταὐτὸν συνιόντες ἤκουον ἑνός, ὃς μέσος καθήμενος ᾖδε λύριον ἔχων ταῖς ἠρεμαίαις ἁρμονίαις. Ἀχιλλεὺς δὲ μόνος καὶ Πάρις οἶδε παρʼ Ὁμήρῳ, ὁ μὲν ὑπὸ Χείρωνος τοῦ καὶ Ὀρφέα παιδεύσαντος, ὁ δὲ ἐν Ἴδῃ τραφείς, οὗ διέτριψαν οἱ Ἰδαῖοι Δάκτυλοι, μουσικώτατοι γεγονότες καὶ πολλὰ εἰς τήνδε τὴν τέχνην συμβαλόμενοι: ὧν ἕνα Κρινόεντά φασιν, ὃς πρῶτος Μούσαις ἔθυσεν· οὗ ἀπόγονος Τέρπανδρος ὁ Ἀντισσαῖος. ἐπὶ δὲ τοῦ «ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι καί θʼ ἁπαλὸν γελάσαι» οὐκ ἀποδοκιμάζων τὸ ᾄδειν φησίν, ἀλλὰ τὸ «μάλα» τό τε «ἁπαλὸν γελάσαι», ὅ ἐστι καγχάσαι. ἡ δὲ ἁπαλὴ ὄρχησις, μόθων καὶ βαυκισμὸς καὶ ποδισμός, ἅπαντα τοῖς μαλακοῖς δέδοται.

`22.391c`

ἄλλως: παιήονα: τὸν ἐπὶ καταπαύσει κακῶν ᾀδόμενον ἢ ἐπὶ τῷ μὴ γενέσθαι.

`22.393-4a`

ἠράμεθα μέγα κῦδος—εὐχετόωντο: ἀθετοῦνται στίχοι δύο, ὅτι παρὰ τὴν ἀξίαν Ἀχιλλέως οἱ λόγοι· αὐτὸς γὰρ ἦν ὁ λέγων· «ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος θεράπων».

`22.393-4b`

ἠράμεθα—εὐχετόωντο: Ἑλληνικῶς κοινοποιεῖ τὴν νίκην, καὶ ἀναζωπυρῶν τὸ συμμαχικὸν οἴχεταί φησι Τρωσὶ τὰ πράγματα μετὰ τελευτὴν Ἕκτορος.

`22.395a1`

ἀεικέα: αἰκιστά.

`22.395a2`

χαλεπὰ καὶ αἰκιστικά, ἢ ἀπρεπῆ. μήδετο δὲ ἀντὶ τοῦ εἰργάζετο.

`22.396-7`

ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ἐς σφυρὸν ἐκ πτέρνης: ἐκ τοῦ ὑποκάτωθεν μέρους τοῦ κατὰ τὴν πτέρναν ἕως ἐπὶ τὸ σφυρὸν ὥστε ὅλην λύσασθαι τὴν ἀγκύλην. Λεπτίνης δὲ κακῶς φησιν «ἐκ πτέρνης τοῦ ἅρματος».

`22.396`

ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε: ὅτι νῦν τένοντας εἶπε τὰ διατεταμένα τῶν σφυρῶν νεῦρα ὄπισθεν τῆς κνήμης.

`22.398`

ἐκ δίφροιο δʼ ἔδησε: διὰ τί Ἀχιλλεὺς θανόντα σύρει —ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι.

`22.402a`

πίλναντο: ἔν τισι «πίμπλαντο».

`22.402b1`

πίτναντο: ἐξεπετάννυντο διὰ τοῦ τ. τινὲς δὲ «πίλναντο».

`22.402b2`

ἐξεπετάννυντο καὶ πρὸς γῆν ἥπλωντο.

`22.403-4`

τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι: πῶς ὁ καὶ παρὰ τὴν εἱμαρμένην θέλων σῴζειν οὐκ ἤμυνεν; ἢ ὅτι παρείπετο τῷ θανάτῳ ἡ αἰκία· ἐάσας οὖν ἀποθανεῖν καὶ αἰκισθῆναι εἴασεν. ἢ τὸ δῶκεν ἀντὶ τοῦ «οὐκ ἤμυνεν».

`22.403`

δυσμενέεσσι: ἐν ἄλλῳ «τερπικέραυνος».

`22.405-7`

ἡ δέ νυ μήτηρ—παῖδʼ ἐσιδοῦσα: οὐ λειποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώκεσθαι αὐτόν τῇ δὲ Ἀνδρομάχῃ ἄθρουν προσέπεσε τὸ πάθος

`22.406`

  
τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην:  
ἤλλαξε τὴν τάξιν· ῥίψασα γὰρ ἔτιλλεν.

`22.408`

ᾤμωξεν  <span class="gap">…</span> πατήρ: ἐπὶ μὲν ἄρρενος ᾤμωξεν, ἐπὶ δὲ τῆς θηλείας «κώκυσεν»· ἡ μὲν γὰρ ἄναρθρος, ἡ δὲ μετὰ λόγου. καὶ ἑξῆς «κωκυτῷ τʼ εἴχοντο» γυναικείῳ «καὶ οἰμωγῇ» ἀνδρῶν.

`22.410a`

ὡσεὶ ἅπασα: τινὲς περιέργως διὰ μόνου τοῦ ι γράφοντες ἀποδιδόασιν «ὡς αὐτὴ ἅπασα». οὐκ οἶδεν δὲ ὁ ποιητὴς οὔτε τὴν ἵ οὔτε τὴν σφεῖς. ἔστιν οὖν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ· «σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν, ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα».

`22.410b`

ὡσεὶ ἅπασα: τινὲς τὸ ὡσεὶ διὰ τοῦ ι γράφουσι καὶ δασύνουσιν, ἀντωνυμίαν ἐκδεχόμενοι τρίτου προσώπου ἀντὶ τοῦ «ὡς αὐτή». ἀλλʼ οὐ χρῆται αὐτῇ ὁ ποιητής. Σοφοκλῆς Οἰνομάῳ· «ἡ μὲν ὡς ἳ θάσσονα ἡ δὲ ὡς ἳ τέξοι παῖδα». ἔστιν οὖν δίφθογγος.

`22.410c`

ἄλλως· ὡσεὶ ἅπασα: καὶ Θουκυδίδης· «οὐδὲν γὰρ ἄλλο ἢ πόλει ἁλισκομένῃ ἐῴκεσαν».

`22.411a`

Ἴλιος ὀφρυόεσσα: ὅτι θηλυκῶς ἡ Ἴλιος.

`22.411b`

ὀφρυόεσσα: ἐπὶ ὀφρυώδους τόπου κειμένη.

`22.411c`

σμύχοιτο: οὕτως Ἀρίσταρχος σμύχοιτο.

`22.411d`

σμύχοιτο: σμύχεσθαι τὸ ἐκ τοῦ κατʼ ὀλίγον αὔξεσθαι τὸ πῦρ μὴ τρεπόμενον εἰς φλόγα.

σμύχοιτο: καταφλέγοιτο. ὁ δὲ λόγος· τοιοῦτος δέ φησι θρῆνος διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγομένης.

`22.414`

κατὰ κόπρον: κόπρον τὰ κόπρια. ἔστι δὲ καὶ ἐπίγραμμα, ὃ εἰς Ἐπίχαρμον ἀναφέρεται· «εἰμὶ νεκρός, νεκρὸς δὲ κόπρος, γῆ δʼ ἡ κόπρος ἐστίν· εἰ δὲ γῆ νεκρός ἐστʼ, οὐ νεκρὸς ἀλλὰ θεός.»

`22.415`

ἐξονομακλήδην: οὐ κοινῶς, ἀλλʼ ἰδίως.

`22.416a`

καί μʼ οἶον ἐάσατε: ὀνειδιστικῶς· εἰ καὶ ὑμεῖς οὐ δοκεῖτε ἐξελθεῖν, ἐμὲ μόνον ἐάσατε.

`22.416b1`

κηδόμενοί περ: οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου, καίπερ ὀδυνώμενοι καὶ αὐτοί.

`22.416b2`

Ἀρίσταρχος πληθυντικῶς κηδόμενοί περ.

`22.416c`

κηδόμενοί περ: Ἀρίσταρχος κηδόμενοι. ὁ δὲ πέρ πλεονάζει.

`22.418a`

λίσσωμʼ ἀνέρα τοῦτον: λείπει ὁ ἵνα, «ἵνα λίσσωμαι».

`22.418b`

ἀτάσθαλον ὀβριμοεργόν: λοιδορεῖ ὃν ἱκετεύει, ἐπεὶ στασιάζει ἐπʼ αὐτῷ τῷ πάθει.

`22.419-20`

ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ γῆρας: προμελετᾷ τὴν ἱκετηρίαν

`22.420`

καὶ δέ νυ τῷ γε πατήρ: τοῦτο πρῶτον ἱκετεύων προβάλλεται· «μνῆσαι πατρὸς σεῖο».

`22.423`

τηλεθάοντας: ἀντὶ τοῦ θάλλοντας· οὐ γὰρ ἔγκειται τὸ τῆλε.

`22.425`

κατοίσεται: κατοίσει.

`22.428a`

μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος ἠδʼ ἐγὼ αὐτός: τὸ δυσάμμορος ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι· βέλτιον δὲ ἴσως τοῖς ἑξῆς.

`22.428b`

δυσάμμορος: δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ δυς καὶ α ταὐτὸν δηλοῦσιν.

`22.429a`

πολῖται: γράφεται «γέροντες».

`22.429b`

στενάχοντο πολῖται: «στενάχοντο γέροντες». ἄμεινον δέ· ἁρμόζοντα γὰρ πατράσιν εἴρηκεν.

`22.430a`

ἀδινοῦ: οἰκτροῦ κατὰ Αἰτωλούς· Ἀρίσταρχος ἀθρόου.

`22.430b`

ἀδινοῦ: πυκνοῦ καὶ συνεχοῦς.

`22.431a`

  
τέκνον, ἐγὼ δειλὴ τί νυ βείομαι αἰνὰ παθοῦσα:  
στικτέον καὶ μετὰ τὸ τέκνον καὶ μετὰ τὸ δειλή. βέλτιον δέ ἐστι συνάπτειν μετὰ τὸ τέκνον πάντα, ἵνʼ ᾖ τὸ ἑξῆς «τί νυ βείομαι ἐγὼ δειλὴ αἰνὰ παθοῦσα;».

`22.431b`

τέκνον: ἡ συνεχὴς ἀνάκλησις ἐπικουφίζει.

`22.431c1`

τί νυ βείομαι: οὕτως Ἀρίσταρχος, «πῶς ζήσομαι;» τὸ δὲ «αἰνὰ τεκοῦσα» ὡς τὸ «δυσαριστοτόκεια». τινὲς δὲ παθοῦσα.

`22.431c2`

Ἀρίσταρχος διὰ τοῦ η «βήομαι», βιώσομαι.

`22.431c3`

τὸ δὲ βείομαι Ἀρίσταρχος διὰ τοῦ ι γράφει, ἵνʼ ᾖ «πῶς βιώσομαι καὶ ζήσομαι σοῦ θανόντος;». τὸ δὲ αἰνὰ παθοῦσα «τεκοῦσα» γράφει, ἵνʼ ᾖ ὅμοιον τῷ «δυσαριστοτόκεια». τινὲς δὲ ἀντὶ τοῦ «πῶς ἀποβήσομαι, πῶς φροντισθήσομαι;», ὡς τὸ «οὔτι βέομαι διός» ἤτοι οὐ φροντίζω.

τί νυ βείομαι: ἀντὶ τοῦ ἐς τί ἔτι βιώσω, ὅ ἐστι ζήσω. πῶς Ἑκάβη μὲν οὐ πίπτει—Ἀνδρομάχῃ δὲ ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν.

`22.432-5`

ὅ μοι νύκτας τε καὶ ἦμαρ —θεὸν ὣς δειδέχατο: καθʼ ἑκάστην οὖν ἡμέραν ὡς θεῷ σωτῆρί σοι ηὔχοντο. καὶ ὁ ζῶν ἰσόθεος νῦν οὐδὲ νεκρὸς εὐτυχής.

`22.433`

εὐχωλὴ ... ὄνειαρ: ἐμοὶ μὲν δόξα, τοῖς δὲ πολίταις ὄφελος.

`22.437a`

ἄλοχος δʼ οὔ πώ τι πέπυστο: ἅμα πάντα γέγονεν· ἀμέλει καὶ ἐξελθοῦσα ἀκμὴν εὑρίσκει αὐτὸν ὑπὸ τῶν ταχέων ἵππων ἑλκόμενον ἀλλʼ ἀδύνατον πάντα ὑφʼ ἓν διηγήσασθαι.

`22.437b`

οὔ πώ τι πέπυστο: ἢ τὰ αὐτὰ γὰρ ἂν εἶπε τοῖς γονεῦσι καὶ περισσὴ ἐφαίνετο, ἢ ἐλεεινότερον εἰποῦσα καὶ ἐλύετο ἡ ὑπόθεσις.

`22.440a`

ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο: ὅτι ἀσυμπαθὴς ἡ Ἀνδρομάχη ἐν τοσούτῳ θορύβῳ κατʼ οἶκον ἀτρεμοῦσα, καὶ ταῦτα τὴν Ἀχιλλέως ἔφοδον οὐκ ἀγνοοῦσα. ἔοικεν οὖν, φησὶν ὁ Ἀρίσταρχος, προκαταχρησάμενος ὁ ποιητὴς τῷ τῆς Ἀνδρομάχης προσώπῳ κατὰ τὴν πρὸς Ἕκτορα κοινολογίαν ἀπεσχῆσθαι νῦν τοῦ προσώπου.

`22.440b`

ἱστὸν ὕφαινε μυχῷ δόμου: οἰκείως ἔχει ὁ μυχὸς πρὸς τὸ μὴ ῥᾳδίως αἰσθέσθαι.

`22.441a`

δίπλακα: διπλοΐδα, ἣν οἷόν τε διπλῆν περιβάλλεσθαι. πορφυρέην· γράφεται καὶ «μαρμαρέην».

`22.441b`

θρόνα: τὰ βαπτὰ ἔρια, κατὰ μετουσίαν, ὁμοίως τοῖς ποιοῦσι τὰ ποιούμενα.

`22.441c`

θρόνα ποικίλα: ἄνθη ποικίλα, ἐξ ὧν βάπτουσι.

`22.441d1`

ἐν ... ἔπασσε: ἡ ἔν πρὸς τὸ ἔπασσε. δηλοῖ δὲ κατὰ Κυπρίους τὸ ποικίλλειν, ἀφʼ οὗ καὶ παστός.

`22.441d2`

ἔπασσε: πάσσειν Κύπριοι τὸ ποικίλλειν, ἀφʼ οὗ καὶ ὁ παστός.

`22.442-5`

κέκλετο δʼ ἀμφιπόλοισιν—νηπίη, οὐδʼ ἐνόησεν: αὔξει τὸ πάθος· τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν τι τῶν συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν, μονονουχὶ ὁρῶσα τὸν Ἕκτορα· διὸ καὶ ἐπεφώνησεν ὁ ποιητὴς συμπαθῶς τὸ νηπίη, οὐδʼ ἐνόησεν, ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς.

`22.445a`

νηπίη, οὐδʼ ἐνόησεν: καθʼ ἑαυτὸ τὸ νηπίη.

`22.445b`

τῆλε λοετρῶν: εἰώθαμεν λέγειν ὅτι οὐκ ἐν τούτῳ ὁ παρών ἐστι καιρός.

`22.447-8`

κωκυτοῦ δʼ ἤκουσε—κερκίς: τὸ γὰρ προακουόμενον πάθος ἐκλύεται, τὸ δὲ παράδοξον ἀνιᾷ.

`22.447`

κωκυτοῦ δʼ ἤκουσεν: ἀντὶ τοῦ θρήνου ἤκουσεν. ἐζήτηται δέ, πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν. φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ Ζ σωφρονεῖν αὐτὴν ἀναγκάζει.

`22.448a`

  
τῆς δʼ ἐλελίχθη γυῖα χαμαὶ δέ οἱ ἔκπεσε κερκίς:  
ἀνυπέρβλητον τὸ πάθος· ἐννοεῖν γὰρ χρή, ποδαπὴ ἔσται ἐπιγνοῦσα τὴν συμφοράν, ὁπότε ἐν ἀμφιβόλῳ τῇ ὑπονοίᾳ κατείληπται μὲν τρόμῳ, ὅπερ σημαίνει διὰ τοῦ τῆς δʼ ἐλελίχθη γυῖα, ἀκρατὴς δὲ γέγονε τῶν ἐν χερσίν· οὐ γὰρ ἐκβάλλει τὴν κερκίδα ὡς ἐγνωκυῖα τὸ κακόν, ἀλλὰ χαλασθέντων αὐτῇ τῶν μελῶν ἐκπίπτει τῶν χειρῶν.

`22.448b`

ἐλελίχθη: τρόμῳ περιεσείσθη.

`22.448c`

κερκίς: παρὰ τὸ κρέκειν· ἐπῇδον γὰρ αὐταῖς.

`22.450`

ὅτινʼ ἔργα: ἄμεινον «ἅτινʼ» ἀντὶ τοῦ ἅτινα.

`22.451`

αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον: διʼ ἔθους μὲν γὰρ οἰμωγῆς ἤκουε, τὸ δὲ τῆς Ἑκάβης ἐξένισεν αὐτήν.

`22.452`

πάλλεται ἦτορ ἀνὰ στόμα: ἐμφαντικῶς δηλοῖ τὴν ψυχὴν ἐκπηδῆσαι βιαζομένην.

`22.452-3`

νέρθε δὲ γοῦνα πήγνυται: Καλλίμαχος· «ἐκόλλησαν γὰρ ἀνίαι γούνατα».

`22.455`

θρασὺν Ἕκτορα: οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον· φησὶ γοῦν «φθίσει σε τὸ σὸν μένος».

`22.456-7`

μοῦνον ἀποτμήξας—ἀλεγεινῆς: ὅτι εἴωθεν ὁ ποιητὴς τὸ ἓν ἐν δύο περικοπαῖς φράζειν.

`22.457`

ἀλεγεινῆς: τῆς ἐμοὶ λυπηρᾶς.

`22.459a`

προθέεσκεν: ἐβόα γοῦν «δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι».

`22.459b`

τὸ ὃν μένος οὐδενὶ εἴκων: οὐδενὶ παραχωρῶν τὴν ἑαυτοῦ ψυχικὴν δύναμιν.

`22.460`

μαινάδι ἴση: μαινομένῃ ἐοικυῖα.

`22.463`

ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ: εὖ τὸ μὴ πυθέσθαι παρʼ ἑτέρων· ἀλλὰ ψυχῆς ταρασσομένης ἔργον τὸ αὐτόπτην ἐθέλειν γενέσθαι.

`22.464-5`

ταχέες δέ μιν ἵπποι ἕλκον ἀκηδέστως: ἀπὸ τῆς Ἀχιλλέως διαθέσεως ἀκηδέστως φησὶ καὶ τοὺς ἵππους ἕλκειν. οἶκτον δὲ ἔχει καὶ τὸ ἐν ὄψει τῶν φιλτάτων ἕλκεσθαι, οὐδενὸς ἀμύνειν δυναμένου.

`22.466`

  
τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν:  
τῆς μὲν τὸ πάθος ἐμάρανεν ἡ κατʼ ὀλίγον θέα, τὴν δὲ ἡ αἰφνίδιος ὄψις ἐπάταξεν.

`22.467`

ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν: ὑπερβολικῶς ἐξέπνευσεν.

`22.468a`

τῆλε δʼ ἀπὸ κρατὸς χέε δέσματα σιγαλόεντα: ὅτι βελτίων ἂν ἦν ἡ διάθεσις, εἰ μὴ ἐκπεπληγμένη τὰ ἐπὶ τῆς κεφαλῆς ἀπέβαλεν, ἀλλʼ ὕστερον, ὅτε ἀναπινύσκεταί τε καὶ ἑαυτὴν ἀναλαμβάνει, ἵνʼ ᾖ οὕτως· «ἡ δʼ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, ἀμβλήδην γοόωσα μετὰ Τρωῇσιν ἔειπεν· τῆλε δʼ ἀπὸ κρατὸς χέε δέσματα—μυρία ἕδνα».

`22.468b`

τῆλε δʼ ἀπὸ κρατὸς χέε δέσματα: καὶ πῶς ἀποψύξασα ἐνεργεῖ; ἔστι δὲ σύνηθες Ὁμήρῳ τὸ ὀφειλόμενον ἁπλῶς ἑρμηνεύεσθαι ἐν δυσὶ περικοπαῖς ἐκφέρειν· «αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς» ἀντὶ τοῦ ἔρξας τελευτήσῃς· «ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας», ἀπώσαντες ἄνεσαν· «τιμήσῃ, ὀλέσῃ δὲ πολέας» ἀντὶ τοῦ ὀλέσας τιμήσῃ· «φθέγγεο  <span class="gap">…</span> καὶ ἐγρήγορθαι ἄνωχθι» ἀντὶ τοῦ φθεγγόμενος ἄνωχθι γρηγορεῖν. οὕτως «ἐκάπυσσε», τῆλε δʼ ἔχεεν ἀντὶ τοῦ χέασα τῆλε ἐκάπυσσε. τινὲς δὲ ὡς τὸ «θρέψασα τεκοῦσά τε».

`22.468c1`

χέε: Ἀρίσταρχος «βάλε», αἱ δὲ κοιναὶ χέε.

`22.468c2`

οὕτως ἡ κοινή. Ἀρίσταρχος δὲ «βάλε».

`22.468-72`

δέσματα σιγαλόεντα—ἐπεὶ πόρε μυρία ἕδνα: εἰς μνήμην ἄγει τῆς παλαιᾶς εὐδαιμονίας, ὅπως τῇ μεταβολῇ αὐξήσῃ τὸν οἶκτον. μὴ ἐῶν δὲ ἡμᾶς ἄσχημόν τι σκοπεῖν περὶ τὸ πτῶμα τῆς γυναικός, ἠσχόληκέ τε ἡμᾶς περὶ τὴν κεφαλὴν αὐτῆς καὶ περιέστησε τὰς συγγενεῖς ὅρα δὲ καὶ ἐν τοῖς λεπτοτάτοις τὴν παρατήρησιν τοῦ ποιητοῦ· ἐπὶ μὲν γὰρ τῆς Ἑκάβης διὰ συντόμων εἶπεν «ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην»—ἑνὸς γὰρ ἔδει καλύμματος τῇ πρεσβύτιδι—, ἐπὶ δὲ ταύτης ὡς ἂν νέας καὶ γυναικὸς τοῦ μάλιστα εὐδοκιμοῦντος ἐπεξεργασίᾳ κέχρηται.

`22.469-70`

  
ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην  
κρήδεμνόν τε: ἄμπυξ ἀρσενικῶς τὸ διάδημα τὸ πρὸς ἀνάδεσιν τῶν τριχῶν, ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον παρῆγον· καὶ νῦν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδεῖν· καὶ «χρυσάμπυκες ἵπποι» διὰ τὸ δεῖσθαι στροφίῳ τὰς κορυφαίας τῶν τριχῶν παρὰ τὸ ἀμπέχειν. ἀναδέσμη δὲ σειρά, ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀναδοῦνται· καλεῖται δὲ ὑπʼ ἐνίων καλαυδεύκη. κρήδεμνον δὲ τὸ μαφόριον, «σχομένη λιπαρὰ κρήδεμνα».

`22.469a`

κεκρύφαλον: κεκρύφαλος ὁ κροκύφαντος.

`22.469b`

κεκρύφαλον: παρὰ τοῖς νεωτέροις ἐκτείνεται τὸ υ τοῦ κεκρύφαλος.

`22.470`

κρήδεμνόν θʼ, ὅ ῥά οἱ: ἐκ πλήρους ὁ τέ σύνδεσμος «κρήδεμνόν τε». οὕτως ἅπασαι.

`22.473a`

γαλόῳ: πρὸ τέλους ἡ ὀξεῖα· αἱ γὰρ εἰς ῳ λήγουσαι δοτικαὶ βαρύτονοι, συνεμπίπτουσαι πληθυντικαῖς εὐθείαις, συνεμπίπτουσι καὶ κατὰ τὸν τόνον· τῷ λιπόνεῳ, οἱ λιπόνεῳ.

`22.473b`

γαλόῳ: πρὸ μιᾶς ὁ τόνος· οὐδέποτε γὰρ παρὰ τῷ ποιητῇ συμφώνου προηγουμένου τοῦ ω τρίτη ἀπὸ τέλους εὑρέθη ἡ ὀξεῖα. τοῦτο δέ φημι πρὸς τὸ παρʼ Ἀττικοῖς φιλόγελως καὶ δύσερως.

`22.473c1`

γαλόῳ τε καὶ εἰνάτερες: γαλόῳ οὕτω τῇ γυναικὶ αἱ τοῦ ἀνδρὸς ἀδελφαί. εἰνάτερες δὲ αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλήλας.

`22.473c2`

γαλόῳ: μετὰ τοῦ ι γραπτέον· ἔστι γὰρ πληθυντικὴ εὐθεῖα Ἀττική, ὡς οἱ Μενέλεῳ. σημαίνει δὲ τὰς τοῦ ἀνδρὸς ἀδελφάς. εἰνάτερες δὲ αἱ γυναῖκες τῶν τοῦ ἀνδρὸς ἀδελφῶν.

`22.473d`

εἰνάτερες: ὡς Δημήτερες. οὕτως πάντες, καὶ τὰ τῆς ἀναλογίας ἐπικρατεῖ οὕτως ἔχοντα, ὡς ἐδείχθη.

`22.473e`

ἅλις ἔσταν: γράφεται «ἅλις ἦσαν».

`22.474a`

αἵ ἑ μετὰ σφίσιν εἶχον: ὀρθοτονητέον τὴν σφίσιν· εἰς γὰρ σύνθετον ἡ μετάληψις. ἔφαμεν δὲ ὡς οὐκ ἀντιστρέφει τὰ τοῦ λόγου.

`22.474b`

ἀτυζομένην: ταρασσομένην, ἄτῃ συνεχομένην. ἢ ἑαυτὴν ἀπορρῖψαι τοῦ τείχους θέλουσαν· ἔλεγε γάρ· «ἐμοὶ δέ κε κέρδιον εἴη σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι». ἔστι δὲ ἰδεῖν οἰκτροτάτην ὄψιν, ἐκεῖθεν μὲν Πρίαμον κατεχόμενον, ἐξελθεῖν θέλοντα ἐπὶ Ἀχιλλέα καὶ θανατῶντα τὸν γέροντα ἐντεῦθεν δὲ τὴν Ἀνδρομάχην ὑπὸ τῶν γυναικῶν διειλημμένην πρὸς τὸ μὴ ῥιφῆναι τοῦ τείχους.

`22.475a`

ἄμπνυτο: διὰ τοῦ ε Ἀρίσταρχος «ἔμπνυτο», ἔμπνους ἐγένετο. καὶ ἐπὶ τοῦ Σαρπηδόνος «αὖτις δʼ ἐμπνύνθη».

`22.475b`

ἄμπνυτο: Ἀρίσταρχος «ἔμπνυτο» διὰ τοῦ ε, ἀντὶ τοῦ ἔμπνους ἐγένετο, ἐν ἑαυτῇ τὸ πνεῦμα συνῆξεν.

`22.475c`

θυμὸς ἀγέρθη: ἠθροίσθη ἡ ψυχή, ἐσκορπισμένη οὖσα τὸ πρίν.

`22.476`

ἀμβλήδην: ἀντὶ τοῦ οὐκ ἀπὸ τῶν παρεστώτων, ἀλλʼ ἐκ προοιμίων.

`22.477a`

Ἕκτορ, ἐγὼ δύστηνος: στικτέον μετὰ τὸ Ἕκτορ καὶ μετὰ τὸ δύστηνος.

`22.477b`

Ἕκτορ, ἐγὼ δύστηνος: ἠθικὸς ὁ λόγος καὶ ἁρμόδιος γυναικί.

`22.477c1`

ἐγὼ δύστηνος: ὁ γὰρ ἀποθανὼν πάντων κακῶν ἀπήλλακται.

`22.477c2`

λέγει δὲ ἑαυτὴν δύστηνον διὰ τὸ μὴ συναποθανεῖν· ὁ γὰρ ἀποθανὼν πάντων ἀπήλλακται τῶν δεινῶν.

`22.478`

κατὰ δῶμα: αἱ κοινότεραι «ἐνὶ οἴκῳ».

`22.480a1`

ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν: ὅτι ἀντὶ τοῦ τυτθήν. καὶ ὅτι τὸ ὅ ἀντὶ τοῦ ὅς.

`22.480a2`

τυτθόν: ἀντὶ τοῦ τυτθήν, ὡς «θερμὸς ἀϋτμή»

`22.481`

δύσμορος αἰνόμορον: οὕτως αἰνόμορον ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαι, αἰνόμορον δὲ τὴν Ἀνδρομάχην.

`22.484-5a1`

πάϊς δʼ ἔτι νήπιος ΑΥΤΩΣ ὃν τέκομεν σύ τʼ ἐγώ τε: βραχὺ διασταλτέον μετὰ τὸ ΑΥΤΩΣ· γελοῖοι γὰρ οἱ τοῖς ἑξῆς αὐτὸ συνάπτοντες, «αὔτως ὃν τέκομεν», ἵνʼ ᾖ ὃν μάτην ἐγεννήσαμεν. τοῖς δὲ ἄνω προσδιδόμενον σημαίνει τὸ ὡσαύτως, οἷον νήπιός ἐστιν ὡς καὶ πρότερον οὐδέπω τέλειός ἐστιν.

`22.484-5a2`

ὡσαύτως νήπιός ἐστιν ὡς καὶ πρότερον.

`22.484-5b`

ἄλλως· νήπιος ΑΥΤΩΣ ὃν τέκομεν: αὕτως, ὡς ἐγὼ χήρα, καὶ οὗτος νήπιος. ἢ ματαίως γεγενημένον ἢ ὃν αὔτως ἐτέκομεν. σύνηθες δὲ γυναιξὶν ἐν τῇ μνήμῃ τῶν ἀνδρῶν τῆς ὀρφανίας τῶν υἱῶν μνημονεύειν καὶ τὴν κοινὴν παιδοποιΐαν ἀπολοφύρεσθαι.

`22.485a1`

τέκομεν σύ τʼ ἐγώ τε: οἶδεν ὅτι πρὸς τὴν γένεσιν τῶν παίδων γυνὴ καὶ ἀνὴρ σπέρμα καταβάλλονται.

`22.485a2`

πρὸς τὴν τῶν παίδων γένεσιν ἀμφοτέρων ἡ ἐνέργεια.

`22.485-6`

οὔτε σὺ τούτῳ ἔσσεαι, Ἕκτορ, ὄνειαρ ... οὔτε σοὶ οὗτος: τὸ σχῆμα ἀντιμεταβολή. δαιμονίως δὲ ἔμιξε τὸ πάθος, ἐφʼ ἑκατέρῳ οἶκτον κινοῦσα, ἐπί τε τῷ ἀπολειφθέντι τῆς τοῦ πατρὸς ἀρετῆς ἐπί τε τῷ μὴ ἀπολαύσαντι τοῦ παιδός.

`22.487a`

ἢν γὰρ δὴ πόλεμόν γε φύγῃ: ἀπὸ τούτου ἕως τοῦ «δακρυόεις δέ τʼ ἄνεισι» ἀθετοῦνται στίχοι δεκατρεῖς, ὅτι ἀδιάθετοι· τὸ γὰρ περιέρχεσθαι τὸν Ἀστυάνακτα καὶ τὸν φίλον τοῦ πατρὸς τὸν μὲν χλαίνης ἐρύειν, τὸν δὲ χιτῶνος, ἵνα βρόγχον πίῃ Πριάμου περιόντος καὶ ἄλλων ἀδελφῶν Ἕκτορος καὶ αὐτῆς τῆς Ἀνδρομάχης, ἄτοπον. διὰ τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς ἀποτετμημένας ἀρούρας, κατὰ τὸ βασιλικὸν γένος κληρονόμου τοῦ υἱοῦ Ἀστυάνακτος ὄντος; ὅλως δὲ οὐδʼ ἔστιν ἴδιον τοῦ περὶ τὸν Ἀστυάνακτα οἴκτου, ἀλλὰ κοινῶς ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ λεγόμενα. βέλτιον οὖν οὕτως ἐπιβαλεῖν· «οὔτε σὺ τούτῳ ἔσσεαι, Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος, Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ».

`22.487b`

ἤν περ γὰρ πόλεμόν γε: ἕως τοῦ «δακρυόεις δέ τʼ ἄνεισιν» ἀθετοῦνται στίχοι δεκατρεῖς, ὡς καὶ τὴν σύνθεσιν εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· ἀδολεσχίαν γὰρ ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ σύνηθες γυναιξὶ φλυαρεῖν ἐν τοῖς πένθεσι καὶ μάλιστα ἐπὶ τοῖς παισὶ πάθος κινεῖν.

`22.487c`

ἢν γὰρ δή: γράφεται «ἤν περ γάρ».

`22.488a`

αἰεί τοι τούτῳ: ἐν ἄλλῳ «ἀλλʼ ἤτοι τούτῳ».

`22.488b`

πόνος καὶ κήδεα: ἡ ἀτυχία πάντα τὰ χείρω προσδοκᾶν ἐπάγεται.

`22.489a`

ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας: ὁ μὲν γὰρ Πρίαμος ἐσχατόγηρως, ἔργον δὲ σῶσαι χρήματά ἐστιν ὀρφανοῦ παιδός.

`22.489b`

ἀπουρίσσουσιν ἀρούρας: ὅτι κυρίως νῦν ἀφοριοῦνται.

`22.489c`

ἀπουρίσσουσιν: ἀφαιρήσονται.

`22.490`

  
ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι:  
τὸ τῆς ὀρφανίας ἦμαρ τῶν ἀφηλικιωτῶν ἔρημον τίθησι τὸν παῖδα. ἔνιοι δὲ διεσταλμένως «πᾶν», εἶτα «ἀφήλικα», ἵνʼ ᾖ πᾶν ἦμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν ἡλικιωτῶν.

`22.491a`

πάντα δʼ ὑπεμνήμυκε: πάντα αὐτῷ καταπέπτωκε καὶ κατακέκλιται, παρὰ τὸ ἠμύω ἐμήμυκε, καὶ περισσὸν τὸ ν. ἢ πάντα αὐτὸν εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν.

ὑπεμνήμυκε: καταμέμυκε, κατεστύγνακε, κάτω βλέπει. ὁ δὲ Ἀρίσταρχος ἐπὶ τοῦ κατανένευκεν ἐκδέχεται. οἱ δὲ ἀντὶ τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ πατρός.

`22.491b1`

παρειαί: Ἀρίσταρχος οὐδετέρως «παρειά».

`22.491b2`

οὐδετέρως δὲ τὰ «παρειά».

`22.492`

ἐς πατρὸς ἑταίρους: ὅτι ἀντὶ τοῦ πρὸς πατρὸς ἑταίρους, ὡς «εἰς Ἀγαμέμνονα δῖον».

`22.494a`

κοτύλην: ὅτι εἶδος ποτηρίου ἡ κοτύλη. καὶ λέγεται ἀρσενικῶς κότυλος. καὶ ἐν Ὀδυσσεία· «πύρνον καὶ κοτύλην», ὁμωνύμως τῷ ἀγγείῳ τὸ ὑγρόν.

`22.494b`

κοτύλην: εἶδος ποτηρίου. οἱ δὲ τὸ κοῖλον τῆς χειρός.

`22.495`

ὑπερῴην: ὁ Παριανὸς τὰ οὖλα. ἀπὸ μέρους δὲ τὸ ὅλον στόμα. οἱ δὲ τὸν γαργαρεῶνα.

`22.496a1`

ἀμφιθαλής: ὅτι ἅπαξ ἀμφιθαλής.

`22.496a2`

ἅπαξ δὲ εἴρηται ὁ ἀμφιθαλὴς παρʼ Ὁμήρῳ.

`22.496b1`

ἀμφιθαλής: ὁ ἐπʼ ἀμφοῖν εὐδαίμων· καὶ γὰρ «θαλίῃ ἐνὶ πολλῇ», τῇ εὐδαιμονίᾳ.

`22.496b2`

ὁ ἐπʼ ἀμφοῖν, μητρὶ καὶ πατρὶ καὶ πλούτῳ, εὐδαίμων, παρὰ τὸ ἀμφοτέρωθεν θάλλειν.

`22.497a`

πεπληγώς: ὅτι ἀντὶ τοῦ πλήσσων.

`22.497`

ἐνίσσων: ἄμεινον «ἐνίπτων».

`22.498`

ἔρρʼ οὕτως: ὡς τὸ «εἰς κόρακας».

`22.500`

Ἀστυάναξ: τὸ ἀπὸ τῆς εὐδαιμονίας αὐτῷ συμβὰν ὄνομα λέγουσα πλέον οἰκτίζεται καὶ συμπάθειαν κινεῖ. καὶ ἐπαναλαμβάνει αὐτό

`22.501`

μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν: ἐσήμανεν, οἵοις καὶ ὅσοις δεῖ τιθηνεῖσθαι τοὺς παῖδας. εὖ δὲ τὸ ἁβροδίαιτον ἐδήλωσε μονογενοῦς καὶ βασιλικοῦ παιδός.

`22.502`

νηπιαχεύων: παράγωγόν ἐστι τὸ ῥῆμα παρὰ τὸ νηπίαχος, ὡς ἵππος ἱππεύω.

`22.503`

  
εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης:  
ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμμετρον. ἢ ὡς τῆς τροφοῦ συγκοιμωμένης αὐτῷ. ἐμείωσε δὲ τὴν λέξιν ὁμοίως τῇ βραχύτητι τοῦ παιδός.

`22.504a1`

θαλέων: ἡδυσμάτων.

`22.504a2`

παντοδαπῶν τροφῶν καὶ ἐδεσμάτων.

`22.505`

ἂν ... πάθῃσι: ὅτι ἀντὶ τοῦ πάθοι ἄν, πρὸς τὸ «ἰχθύς, ὅς κε φάγῃσι».

`22.507`

ἔρυσο: συνεῖχες.

`22.508-9`

νῦν δὲ σὲ— αἰόλαι εὐλαὶ ἔδονται: αἰόλαι εὐκίνητοι. πιθανῶς δὲ ἀνέστρεψεν ἐπὶ τοὺς ὀδυρμούς, ἀφʼ ὧν καὶ τὴν εἰσβολὴν πεποίηται.

`22.511a1`

λεπτά τε καὶ χαρίεντα: οὐ τὴν ταλασίαν ἑαυτῆς, ἀλλὰ τὴν δυστυχίαν Ἕκτορος ἐμφαίνει, διʼ αὐτὸν οὕτως ἐπιμελῶς ἐργασαμένη.

`22.511a2`

οὐ τὸν κόπον καὶ τὴν δυστυχίαν ἑαυτῆς, ἀλλὰ τὴν Ἕκτορος ἐμφαίνει, ὡς διʼ αὐτὸν τὰ τοιαῦτα ποιήσασα, οἷς οὐκ ἐπανεπαύσατο.

`22.512-3`

  
ἀλλʼ ἦ τοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ  
οὐδὲν σοί γʼ ὄφελος: παθητικὰ ταῦτα καὶ βιωτικά· συναφανίζουσι γὰρ τοῖς τεθνεῶσι τὰ κάλλιστα, εἰς ἑτέρων ἥκειν αὐτὰ χρῆσιν φυλασσόμενοι· ἔστιν οὖν ἀλλʼ ἦ τοι «ἀλλὰ ὄντως σοι». ἢ ἐγὼ μὲν φλέξω, σοὶ δὲ οὐκ ὄφελος· διὸ ψιλώσομεν τὸ οὐδέν, ὡς περισσοῦ ὄντος τοῦ δεν· ὃ καὶ ἄμεινον.

`22.513a`

ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς: κείσεαι κείσῃ· ἐνετίθετο γὰρ τὰ ὀστᾶ τοῖς ἱματίοις, ὡς ἀπὸ Λαέρτου καὶ Ἕκτορος δῆλον. ἔστι δὲ γυναικεῖον, ὡς τότε ὠφελίμου οὔσης τῆς ἐσθῆτος, εἰ συνέκειτο αὐτοῖς.

`22.513b`

οὐκ ἐγκείσεαι: οὐκ ἐνταφήσῃ.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-aev`.
