title: "Scholia on the Iliad: Book XXI"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, ΚΑʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-aeu
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-scholia-book-21-vta-aeu"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:b83f14457db31fa8deab8d8c3a51051a910a0a3b1690231bfab6c385b59b01b0"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Scholia on the Iliad: Book XXI

*Σχόλια εἰς Ἰλιάδα, ΚΑʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-aeu` · [HTML page](https://eulogikon.org/works/homer-comm-scholia-book-21-vta-aeu)

## Text

Part of [Scholia on the Iliad](/works/homer-comm-scholia-vta-ae)

`21,12.1`

οτε … α … ρ … υ … ο … ω … ἀναγινώσκειν τινὰς «ὁτεδή»  … λέγοντας τὸν δή ἐπι  … τῶι ὅτε χρονικῶι ἐπι … ἐνκλίνειν αὐτόν. ἀγνοοῦσι δὲ ὅτι τὸ δή οὐκ ἔστιν ἀλλοιῶσαι τὸν τόνον τῶν προηγουμένων πόρον … οἱ μὲν τὴν διάβασιν ὁμοίως τῶι ἐν Β «καὶ Θρύον Ἀλφειοῖο πόρον» καθ  … καὶ πορευτὸς ὁ Ἀλφειός.  … αι τὰ Ὀδυσσέως διαι  … ἐν τῶι μ· «οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.» οἱ δὲ τὸ ῥεῦμα ἀπὸ τοῦ εἰς … τὸν διάρρουν. τοῦτο  … Πτολεμαῖος. Ἀριστοφάνης  … ἐχρῆν διὰ τοῦ η γράφειν  … «εὐρρῆος», ἵνʼ ἦι ἀπὸ ὀρθῆς  … ς· ἀγνοεῖ δʼ ὅτι ἀ … σιν καὶ τὸ ἀνεπτυγμένον … ν μὲν γὰρ συλλαβὴν  … ἐπὶ καθαροῦ τοῦ ης  … ἐπὶ γενικῆς πα  … «διοτρεφέος»· «θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος»  … σπασμένη δε  … νων. τὰ δὲ ἀπ  … ενα εὐφωνία  … ον παρὰ τὸ ηρ  … διό φησιν ιφι  … δε τὸ κλέος α

`21,12.63`

… γῆ φυσίζοος … φυσίζωος  … ροις α  … φυσίζωον ε …

`21,12.65-(6)`

ἤθελε θυμῶι  … κον ηὔξηκε  … ιν εὐλόγως  … καὶ ἄλλως δὲ  … τες τελευτᾶν  … τον γε χρόνον  … Στησιχόρωι

`21,12.111`

… δείλην μέν, ὡς οἱ Ἀττικοί,  … σελαν, ὅθεν δεελ … ν φησιν  … «Τμᾶρες, ὅσοι ναίουσι πέλας  … ον». αὐτὸς δὲ «δείελον». Φρύνιχος δʼ ὁ τραγικὸς ἐν Φοινίσσαις  … η  … ὑπὸ τὴν δεείλην  … λ … ο  … ων ἄνδρες ἐκτείνοντο  … ην ἐς δειέλην. ταύτης δὲ τὸ μετὰ μεσημβρίαν κατάστημα δείλην πρωΐαν λέγουσιν οἱ Ἀττικοί, τὸ δὲ πρὸ δύσεως ἡλίου δείλην ὀψίαν. αὐτὸς καὶ ἀρσενικῶς, «εἰς ὅ κεν ἔλθηι δείελος ὀψὲ δύων, σκιάσηι δʼ ἐρίβωλον ἄρουραν», ὡς τὴν ἑσπέραν «ἕσπερον». τρισὶ δὲ διαστήμασιν ὅλην ἡμέραν περιώρικεν· ἠοῖ, μέσηι ἡμέ-

`21,12.112`

ραι, δείληι Ἄρηι: τῶι σιδήρωι, οἱ δὲ τῆι πληγῆι. Ἑρμαππίας δὲ περισπᾶι, ἵνʼ ἧι βλά-

`21,12.113`

βηι βέλους ἢ δόρατος ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῶι: πέπεισται γὰρ ὅτι συστάδην αὐτὸν οὐδεὶς ἀνελεῖ

`21,12.122`

ἘΝΤΑΥΘΟΙ νῦν ἧσο μετʼ ἰχθύσιν … τὸ ἘΝΤΑΥΘΟΙ ὁ Θρᾶιξ βαρυτονεῖ· τὸ γὰρ περισπᾶν τῆς νεωτέρας Ἰάδος. οἱ δὲ διὰ τοῦ «κεῖσο»,  … υ … ο … ἐκ τοῦ ἐνταῦθα παρα … ης ἐκ τοῦ ἐνταυθί … την  … σπωμένην γεγονέναι. Ἀρίσταρχος δὲ Ἀττικόν φησι τὸ ἧσο ἀντὶ τοῦ διάτριβε. ἐὰν δὲ ψιλὴ ἦι, εἰς τὸ ὕπαρχε μεταφραστέον,  … ο  … ἦσο. Ἀριστόνικος μετʼ ἰχθύσιν· ἐν ἰχθύσιν οἵ σʼ ὠτειλήν …

`21,12.123`

… εις αἷμʼ ἀπολιχμήσονται … ἀπολείχειν  … ἀκηδέες … οὐ φροντίζοντες

`21,12.125*`

τ θ λε

`21,12.126-7`

σω … θρώισκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει ἰχθύς, ὅς κε φάγηισι … καὶ Ἀρίσταρχος ὑπὸ τὴν φρῖκα ἀΐξει τῶν ἰχθύων τις κατὰ τὸ κῦμα κολυμβῶν, ὃς φάγοι ἂν Λυκάονος δημοῦ· πάντως γὰρ ἔδει τὸν μέλλοντα τοῦ ὑποφερομένου νεκροῦ ἅπτεσθαι ἰχθὺν ἀνωτέρω μετέωρον ὑπὸ τὴν φρῖκα ἐλθεῖν … τι  … «ὑπαΐξει»  … ν διὰ το … ειον κε … τα … ὅπως καθάπερ ε … αι ὄπισθεν ω … α νφιάλωι Ἰθάκηι  … ἐν τῆι δʼ τῆς Ὀδυσσείας· «ὅς κέν τοι εἴπηισιν ὁδὸν καὶ μέτρα κελεύθου». ἐν δὲ ταῖς Ἀρισταρχείοις «ὑπαΐξει  … ὅς κε φάγηισιν» ἐγέγραπτο καὶ τ … ὑπαΐξει ἀκου πότνια  … δὲ «ὑπαλύξει»  … ὅτι ὁ ἰχθὺς ὁ Λυκάονος τὸν δημὸν φαγὼν πιμελώδης γενόμενος τὸ κρύος φεύξεται. ἀγνοεῖ δὲ ὅτι τὸ διανεστηκὸς τῆς θαλάσσης ἐπιπολῆς, οὐ τὸ κρύος φησὶν Ὅμηρος φρῖκα· «ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθύς», τῆς ἐπιτρεχούσης κατὰ τὴν θάλασσαν πρὸ τῆς τοῦ χειμῶνος ἐμβολῆς

`21,12.136`

… ωι  … ηι ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον … Σκάμανδρο δανα  … ανηρη

`21,12.140*`

… ἱστοροῦσι φανον  … τούτου  … ναυδη  … καιος  … εκα  … δʼ ἤδη  … αρ  … πολ-  … φιο … ειπηλι  … α Ἱππεὺς ἐν τῶι  … ησεν ὅτι οἱ τὰς … λέγουσιν αὐτὸν καὶ  … τὰ ὅπλα αὐτοῦ δεικνύουσι  … εως ἀπὸ τῆς ὕλης τῆς  … τοῦ Ῥήσου προσωικειωμέ-

`21,12.144-5`

… ὁ δὲ ἀντίος ἐκ ποταμοῖο ἔστη ἔχων δύο δοῦρε … διειλη  … σται ὁ πόνος, ὥς φησι

`21,12.146`

… ἐπεὶ κεχόλωτο δαϊκταμένων … ὅτι ἐλλείπει ἡ περί· δαϊκταμένων δὲ ἀνηιρημένων, ὁ μέσος παθη-

`21,12.155`

τικῶς δολιχεγχέας … Σέλευκος

`21,12.155-6`

ξύνει ἥδε δέ μοι νῦν ἠὼς ἐνδεκάτη, ὅτʼ ἐς Ἴλιον  … εἰλήλουθα … ἐν τῆι κατʼ Εὐριπίδην καὶ ἐν τισι ἄλλαις καὶ ἐν Διακόσμωι λέγεται Ἀστεροπαῖος οὕτως· «αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους Πηλεγόνος θʼ υἱὸς περιδέξιος Ἀστεροπαῖος»·  … ος γὰρ αὐτὸς ἀπὸ τοῦ Διακόσμου  … εἰ μὴ παραδέχοιτο δέ τις τὸν ἐν Διακόσμωι περὶ αὐτοῦ στίχον, οὐδὲν κωλύει ἕνα τῶν ἐπὶ μέρους ἡγεμόνων αὐτὸν ὄντα μὴ ὠνομάσθαι καθάπερ Στιχίον, Σχεδίον, Φοίνικα, Πάτροκλον, Ἀντίλοχον, Τεῦκρον· ὃς καὶ ὑπʼ αὐτοῦ τοῦ Ἀγαμέμνονος προσηγόρευται, καθὰ καὶ Ἴστρος φησί, «Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε,

`21,12.163`

α  … περιδέξιος … αν  … ἀμφοτέραις ταῖς χερσὶ  … εἰς  … ονα τὸ δόρυ· ουτ … κ … α … α … Ἀνακρέ ἐν Παρθενείοις· “παῖς δʼ Ἀστεροπαίου γεγένημαι, ὅς πο … ια … αεν … ας ἀμφοτέραισι χερσί ῥῖπτε καὶ  … αμ ὁ δὲ χαλκέοις θρασυ γενὴς χὠμόπτολις μάχαι θαύμαινε  … ἀζαλέων ἱέντα ῥόμβον”  … ἀμφοτέραις, τὴν δʼ ἀσπίδα προαπέβαλεν, ὅτι δύσχρηστος ἐν ὕδασιν καὶ Ἀχιλλ … ὅθεν καὶ ἐν τῶι ἀγῶνι ἆθλα μόνα τό τε ξίφος αὐτοῦ τίθησιν “ἀργυρόηλον καλὸν Θρηΐκιον” καὶ τὸν θώρακα “χάλκεον, ὧι περὶ χεῦμα φαεινοῦ κασσιτέροιο ἀμφιδεδίνηται”  … α  … συν  … οι  … υν  … ς  … ς  … ε  …

`21,12.195*`

σανται … κ … α … π … ας … νκατέλεξα Ἀχελωΐου ἀργυροδίνεω, ἐξ οὗ πᾶσα θάλασσα». καὶ Μεγακλείδης δʼ ἐν αʹ Περὶ Ὁμήρου γράφει· «ποῖον ῥεῖθρον μεῖζον Ἀχελώιου, “ἐξ οὗπερ πάντες ποταμοί”;»  … ὁ μέντοι γʼ Ἀρίσταρχος Ὁμηρικὸν αὐτὸν ἀποφαίνει· τὰ γὰρ ῥεύματα ἐξ Ὠκεανοῦ εἶναι. Σέλευκος δʼ ἐν εʹ Ἡρακλείας· «πῶς δʼ ἐπορεύθης ῥεῦμα Ἀχελωΐου ἀργυροδίνα, Ὠκεανοῦ ποταμοῖο διʼ εὐρέος ὑγρὰ κέλευθα;». τοῦτο δὲ ἐμφαίνειν καὶ Πίνδαρον, λέγοντα τὸν αὐλητικὸν κάλαμον Ἀχελώιου ὕλην, ἀντὶ τοῦ ὕδατος· «πρόσθα μὲν ἲς Ἀχελωΐου τὸν ἀοιδότατον Εὐρωπία κράνα Μέλανός τε ποταμοῦ ῥοαὶ τρέφον κάλαμον» — ἑτέρως γοῦν λέγειν· «Ὠκεανοῦ πέταλα κράνας» —, πολλούς τε πρὸ Δήμητρος θύειν Ἀχελώιωι, ὅτι πάντων ποταμῶν ὄνομα ὁ Ἀχελῶιος καὶ ἐξ ὕδατος ὁ καρπός. Ἔφορος δʼ ἐν βʹ φησὶ τὸ ἐν Δωδώνηι μαντεῖον σχεδὸν ἐν ἅπασι τοῖς χρησμοῖς προστάττειν Ἀχελώιωι θύειν, ὅθεν τοὺς Ἕλληνας πᾶν ὕδωρ πότιμον

`21,12.197`

νομίζειν Ἀχελῶιον καὶ φρείατα μακρὰ νάουσιν … ὅτι ἀντὶ τοῦ νάει, ῥεῖ. μά-

`21,12.203`

κρὰ δὲ ἀντὶ τοῦ βαθέα τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες … ἴσως ὅτι μάλιστα σαρκοφαγοῦσιν αἱ ἐγχέλυες, κατʼ ἐξοχὴν εἴρηνται· καὶ ἐλλείπει τὸ ἄλλοι, ἵνʼ ἦι καὶ οἱ ἄλλοι ἰχθύες, ὁμοίως τῶι «τῆι μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι τρήρωνες». ἴσως δʼ ὅτι ἐν ἰλύϊ εἰσὶ καὶ σαρκὸς ἀνθρωπείου λιχνεύονται. ἢ κεχώρικεν αὐτὰς ἀπὸ τῶν ἰχθύων, ὅτι οὔτε ἐξ ὀχείας γίνονται, καθά φησιν Ἀριστοτέλης, οὔτε ζωοτοκοῦσιν οὔτε σπερματικοὺς πόρους οὔτε ὑστερικοὺς ἔχουσιν, ἀλλʼ ἐκ τῶν καλουμένων γῆς ἐντέρων αὐτόμαται συνίστανται ἐν τῶι πηλῶι καὶ ἐν τῆι γῆι τῆι ἐνίκμωι. ζῶσι δὲ καὶ τρέφονται ὀμβρίωι ὕδατι· ἐν ταῖς γοῦν τελματώδεσι λίμναις τοῦ τε ὕδατος παντὸς ἐξαναλωθέντος καὶ τοῦ πηλοῦ ἐξυσθέντος γίνονται πάλιν, ὅταν ὕδωρ γένηται ὄμβριον. ἐν δὲ τοῖς αὐχμοῖς οὐ γίνονται οὐδʼ ἐν ταῖς διαμενούσαις λίμναις. ἐν δὲ τῶι ζʹ φησὶν αὐτὸν λέγειν Δίδυμος ἀμαρτύρως ὅτι καὶ ἀλληλοφάγον ἐστὶν καὶ ὅτι ζῆι ζʹ καὶ ηʹ ἔτη. ἔστι δὲ καὶ μονογενὲς πάλιν, οὐ τὸ μὲν ἄρσεν, τὸ δὲ θῆλυ. καὶ ἐν τῶι ἀγορανομικῶι δὲ νόμωι Ἀθηναίων διέσταλται ἐγχελύων τέλη καὶ ἰχθύων ἀμφεπένοντο … περὶ αὐτὸν ἐγίνοντο ἐνεργοῦντες. προαναπεφώνηκε δὲ τὸ τρίτηι ἡμέραι ἐσόμενον, ὅτε ἔμελλεν ἐπιπλεῖν· ἢ τότε ἔκειτο ἐν ταῖς ἄμμοις, καὶ ἐγχέλυες ἤδη αὐ-

`21,12.204`

τοῦ ἤσθιον ἐνδύουσαι δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες … ὅτι ἡ πιμελὴ περὶ τοὺς νεφρούς ἐστι. τὸ δʼ ἐρεπτόμενοι σκληρῶς ἐπὶ τῶν ἰχθύων κεῖται· ἐπὶ γὰρ τῶν τῆι γλώσσηι λαμβανόντων ἀπὸ τῆς ἔρας  … τὸ ἐρέπτεσθαι. κείροντες· δαπανῶν-

`21,12.205,213`

τες μετὰ Παίονας: ἐπὶ Παίονας ἀνέρι εἰδόμενος … καὶ Ἀρίσταρχος διχῶς,

`21,12.214`

εἰδόμενος καὶ «εἰσάμενος» περὶ μὲν κρατέεις … περισσῶς δὲ ἰσχυρὸς εἶ αἴσυλα … ἄνομα· καὶ παρὰ καθῆκον

`21,12.217`

ἐξ ἐμέθεν γʼ ἐλάσας … σὺν τῶι γ· παρὰ δὲ Ἀριστοφάνει «πελάσας» πεδίον κατὰ μέρμερα ῥέζε … τὰ μερίμνης

Ἀμμώνιος Ἀμμωνίου γραμματικὸς ἐσημειωσάμην

`21,12.218`

ἄξια κακά ἐρατεινὰ ῥέεθρα … ὁ Σιδώνιός φησιν ὅτι ὁ ποιητὴς ἐξέπεσεν εἰς τὴν διηγηματικὴν κατασκευὴν μιμητικῶν ὄντων τῶν λόγων. οἱ δὲ τὰ φύσει καὶ πρὸ τῆς παραποταμίας μάχης

`21,12.219-20`

ἐρατεινά οὐδέ τί πηι δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν στεινόμενος νεκύεσσι … στενοχωρούμενος. παρὰ ταῦτα Ἀλκαῖος· «στένω  … Ξάνθω ῤόος ἐς θάλασσαν ἴκανε»· καὶ ἐν Ὀδυσσείαι·

«αἶψα κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ
μάλʼ ἐόντα φεύγοντες στείνοιτο», οὐ-

`21,12.220`

χ ὡς Σοφοκλῆς «στενάζοι» νεκύεσσιν … ὑπὸ νεκύων. ἀϊδήλω … ς· ἀφανιστικῶς

`21,12.221`

ἔασον … αἱ Ἀριστάρχειοι οὕτως, ἵνα τὸ σύνηθες ἡμῖν ἦι. οἱ δὲ ἀντὶ τοῦ χορτάσθητι παρὰ τὸ «αἵματος ἆσαι Ἄρηα», οὐ

`21,12.221,225-6`

κ εὖ ἄγη· πλησμονή Ἕκτορι πειρηθῆναι … ἀντὶ τοῦ Ἕκτορι θέλω ἕως πέρα-

`21,12.229-32`

… τος ἐξ ἐναντίας πολεμῆσαι ὦ πόποι, ἀργυρότοξε, Διὸς τέκος, οὐ σύ γε βουλάς ἐφράσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθηι δείελος ὀψὲ δύων … ἀποτείνεται ἐπὶ τὰ κοινῶς εἰρημένα πρὸς πάντας· «ἀμφοτέροισι δʼ ἀρήγεθʼ, ὅπηι νόος ἐστὶν ἑκάστου· εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλείωνα». αὐξητικῶς οὖν εἴρηκεν ὁ ποταμός· ἢ κατὰ τὸ σιωπώμενον οἰητέον τὴν ἐ … ντολὴν γεγενῆσθαι, ὅθεν καὶ «αὐτὰρ Ἀπόλλων οἶος ἐδύσετο

Ἴλιον ἱρήν· βέμβλετο γὰρ οἱ τεῖχος

`21,12.230`

ἐϋδμήτοιο πόληος» εἰρύσαο … πρὸς σεαυτὸν ἐποιήσω, ἐφύλαξας ὅτοι … ὅς

`21,12.232`

σοι δείελος ὀψὲ δύων: ὅτι ἀντὶ τοῦ δείλη ἀρσενικῶς, ὡς «θυρεὸν μέγαν» ἀντὶ τοῦ θύραν  … το δὲ ὁ δείελος κατὰ  … ἀπὸ τῆς ζʹ ὥρας· ἐκείνη

`21,12.234`

… ε … της, αὕτη δὲ ὀψία κρημνοῦ ἀπαΐξας … ἀφορμήσας ἀπὸ τοῦ κρημνοῦ ὁ δʼ ἐπέσσυτο οἴδματι θυίων … δυνατώτερα ἢ Ἀχιλλεὺς ἐφορμῆσαι τὰ κύματα τοῦ ποταμοῦ, ἐνθουσιῶν-

`21,12.236,238`

… ο … ἅλις … ἀθρόως χέρσον δέ … τοὺς λελουμένους  … εἰς τὸ πεδίον ἐ-

`21,12.238-9`

κτὸς ἑαυτοῦ ἐξέβαλλεν: ζωιοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνηισι βαθείηισιν: οἷον ἐν κόλπωι τινὶ ὕδατος ὡς ἐπὶ τῆς Τυροῦς· «πορφύρεον δʼ ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα». τρία δὲ μὴ κατʼ ἄνδρα· τοὺς νεκροὺς ἐκβάλλει, τοὺς ζῶντας σώζει, πρὸς Ἀ-

`21,12.240`

χιλλέα μάχεται δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα· Πρωταγόρας φησὶ πρὸς τὸ διαλαβεῖν τὴν μάχην τὸ ἐπεισόδιον γεγονέναι τὸ ἑξῆς τῆς Ξάνθου καὶ θνητοῦ μάχης, ἵνʼ εἰς τὴν θεομαχίαν μεταβῆι· τάχα δὲ ἵνα καὶ τὸν Ἀχιλλέα αὐξήσηι καὶ προκαταπονήσας τοῖς προτέροις κινδύνοις ποιήσηι αὐτὸν  … ς καταλαμβάνοντα τὸ πεδίον … ἐπήδα δὲ οὐ-

`21,12.246-7`

κ ἐν τῶι ῥείθρωι ἔτι, ἀλλʼ ἐν τῶι πεδίωι ὁ δʼ ἄρʼ ἐκ  … δίνης ἀνορούσας ἤϊξεν ΠΕΔΙΟΝΔΕ ποσὶ κραιπνοῖσι πέτεσθαι … τῶι δὲ ἅρματι οὐκ ἦν χρῆσθαι, μὴ καθάπερ ἐν εἱρκτῆι τῶι  … κινδυνεύσηι ὑπὸ συρέντων τῶν  … ς καὶ τοῦ ποταμοῦ θᾶσσον  … κἂν ἠφανίζετο ἡ ἀγωνία … εἰ κινδύνου ὁ ἀγωνιῶν  … ν δὲ τῶι τόνωι  … έστησε τὸν τ ξ ο

`21,12.246*`

δ λι … ης … δε … πη … «ἀνεδύσετο λίμνης»  … εδύσετο πελ ως ἐκ λίμνης ται ὡς ἐν …

`21,12.247`

ἤϊξεν πεδίοιο … ὅτι ἐλλείπει ἡ διά ποσὶ κραιπνοῖσι πέτεσθαι …

`21,12.249`

φέρεσθαι ἀκροκελαινιόων … μελαινόμενος κατὰ τὰ  … τ … τα γὰρ τα … θαλάσσια φα … τυφλὸς ἐκ γενετῆς  … ὕδατ …

`21,12.249-50`

ἵνα μιν παύσειε πόνοιο δῖον Ἀχιλλῆα … τοῦ κατὰ τὸν πόλεμον ἔργου. Ἀριστοφά-

`21,12.251`

νης δὲ «φόνοιο»,  … ὅσον τʼ ἐπὶ

`21,12.252`

δουρὸς ἐρωή … αἰετοῦ οἴματʼ ἔχων  … θηρητῆρος … μέλανας ὀφθαλμοὺς ἔχοντος σωμα αἰετο  … αισε δα … ιοθ … ηται κ ἱστορησ ρον φ τύπτ καὶ κρατιστο κη κα … «καλεῖται μελανάετος καὶ λαγωφόνος. ἐκτρέφει δὲ μόνος τὰ τέκνα οὗτος καὶ ἐξάγει. ἔστι δὲ ὠκυβόλος καὶ εὐθήμων καὶ ἄφθονος καὶ ἄφοβος καὶ μάχιμος

`21,12.282*`

… διηιρῆσθαι, καθʼ ὃν λόγον τὸ  … ν ε δασυντεόν, τὸ δὲ α ψιλωτέον· ἀπὸ ταὐτοῦ δʼ εἴρηκεν· «ὅν ῥά τʼ ἔναυλος ἀποέρσηι χειμῶνι περῶντα» καὶ «Ἥρη δὲ μέγα ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ, μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης», καὶ ἕρσαν  … δρόσον, καὶ «χωρὶς δʼ αὖθʼ ἕρσαι»· εἰ … αἱ ἁπαλαὶ καὶ δροσώδεις. Κράτης δὲ «εἰλθέντα», ἵνʼ ἦι ἐρχθέντα. καὶ τὴν ἐξουλῆς δίκην ἐντεῦθεν. ἐκτίθησι δὲ καὶ Σόλωνος ἐκ εʹ ἄξονος· «ἐξουλῆς· ἐάν τις ἐξείλληι, ὧν ἂν δίκην νικήσηι τις, ὅσου ἂν ἄξιον ἦι, εἰς δημόσιον  … ιν καὶ τῶι ἰδιώτηι, ἑκατέρωι

`21,12.283`

ἴσον» ἔναυλος … χειμάρρους ὡς Ἀρίσταρχος  … ν παραμήκεσι τόποις  … νεσαι ἐν τοῖς αὐλῶσιν  … αὐλῶνες οἱ στενοὶ καὶ ἐπιμήκεις τόποι. ὁ δὲ Θρᾶιξ τὰ κοιλώματα,  … αἱ ἐκ … ρύσεις τῶν ποταμῶν πίμπλανται· «καὶ ἐμπίπληθι ῥέεθρα ὕδατος  … ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους». αὐλὸς δὲ πᾶν τὸ στενοῦν … θύει οὖν ὁ Σιμόεις διὰ τὸ στενούμενον πη-

`21,12.286`

γῶν ἄθροισμα χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι … διὰ δεξιᾶς πίστιν ἐποιήσαντο τῶν λόγων. Ἀριστοτέλης δὲ μὴ βοηθῆσαι αὐτοὺς Ἀχιλλεῖ, ὅτι Ἥφαιστος ἀντετέτακτο τῶι Ξάνθωι. ἄτοπον δὲ καὶ νεανιεύεσθαι πρὸς ἤπιον

`21,12.287`

θεόν τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων … ὅτι Ποσειδῶνος καὶ Ἀθηνᾶς καὶ ἄλλων μὴ ὄντων «τοῖς» εἶπεν, ὡς καὶ ἐν Ὀδυσσείαι ἐπὶ Καλυψοῦς καὶ Ὀδυσσέως· «τοῖσι δὲ μύθων ἦρχε

`21,12.288`

Καλυψώ, δῖα θεάων» μή τάρ τι λί-

`21,12.290`

ην τρέε: μὴ ὑποχώρει Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη … ἀθετεῖται, ὅτι οὐκ εἴρηκεν ὄνομα τοῦ θεοῦ, ἀλλʼ ἐγώ, μεταβεβληκὼς τὴν ἰδέαν εἰς ἄνδρα· καὶ γὰρ οὐδὲ κατὰ τὴν ἄφοδον σημείωι ἐπιφανεῖ τὸν Ἀχιλλέα ἐθάρσυνεν· «οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος ἀλλʼ ἔτι μᾶλλον χώετο Πηλείωνι». πρὸς ταῦτα λέγει Σέλευκος ἐν τῶι γʹ Κατὰ τῶν Ἀριστάρχου σημείων ὅτι ἀνδράσιν ὡμοιωμένοι ὅμως κατὰ τὸ σιωπώμενον διὰ τῆς δεξιώσεως ἴχνη τοῦ θεοὶ εἶναι παρέχονται· ἐπεὶ πῶς εἰρήκασι «τοίω γάρ τοι νῶι θεῶν ἐπιταρρόθω εἰμέν»; καὶ ὑπὸ Διὸς δὲ κατὰ τὸ σιωπώμενον ἐπέμφθησαν. ἐν δὲ τῶι εʹ τῶν Διορθωτικῶν ὁ αὐτὸς ἀθετεῖ σὺν τοῖς ἑξῆς β ὡς περισσούς … οὐ-

`21,12.291`

κ εἶναι δὲ οὐδʼ ἐν τῆι Κρητικῆι πο-

`21,12.292`

ταμῶι γε … ὑπὸ τοῦ ποταμοῦ λωφήσει … ἐνδώσει. ἀπὸ τῶν τοὺς λόφους τοὺς τραχήλους ὑποτιθέντων ζώιων· τέως γὰρ ζυγομαχοῦντα ἐνδιδῶσιν ζευχθέντα. καὶ ὁ Καλλίμαχος· «ἦλθεν ὁ βοῦς

`21,12.293`

ὑπʼ ἄροτρον ἑκούσιος» πυκινῶς

`21,12.318?*`

… ι … ος …  … υπ …

`21,12.318-9?*`

… δε …

`21,12.319-21?*`

περιοντα  … ον … τα ποταμ τον απ … τ … ὑπʼ ἄσιος μας εκ  … βαστα  … πεντ

`21,12.327*`

… καθήιρει, κατέβαλλε, καὶ δασύνεται

`21,12.331`

ὄρσεο, ΚΥΛΛΟΠΟΔΕΙΟΝ, ἐμὸν τέκος … Πτολεμαῖος τὴν παρατέλευτον περισπᾶι, ὅτι πάντα ἐπὶ παρεσχάτ  … ον φασιν, ὅτῖ τακται τὸ ι … κον νῦν ἀλλ  … ος αὐτοῦ κα τὸ ἔσχατον πόδειον … βέλτιον  … οὐδετέρωι γὰρ πρεπόντως, ἀλλὰ ἀκ … αίρως τὸ ἐπίθετον κεῖται πρὸς τὴν φιλανθρωπ ὅτι ὑπομεν  … ν χειρουτ τοιοῦτο οὖν ἐ … Σκα-

`21,12.332`

… μάνδρωι θε … ἠΐσκομεν … ὡμοιοῦμεν· εἰκότως νομίζομεν ὅτι ὕδωρ πυρὶ ἐναντίον  … νεων πο

`21,12.334-5`

ε αὐτὰρ ἐγὼ Ζεφύροιο … ἐν βʹ Περὶ τ μένων φησὶν ὅτι Ζέφυρος ὁ ἀπὸ ἑσπέρας καὶ ὁ ἀπὸ μεσημβρίας Νότος καλεῖται παρὰ  … Νότος δὲ ἀργεστής, ὅτι εἰς τὴν Τροίαν ἀπὸ τῆς Πελοποννήσου πνεῖ, ἔνθα κεῖται τὸ Ἄργος. τὸ δʼ ἐξ ἀνέμων δύο κεκραμένον

`21,12.335`

θύελλα εἴσομαι … πορεύσομαι  … αὐτοὺς ἄλλον ἀλλαχόθεν. Ζηνόδοτος δὲ γράφει «ὄρσασα» ὥστε τὸ εἴσομαι

`21,12.336`

γνώσομαι αὐτούς ἥ κεν ἀπὸ Τρώων κεφα-

`21,12.337*`

λάς … τοὺς Τρῶας  … ξιν τὴν φλόγα,  … Ἡσίοδος· «καῦμα δὲ θεσπέσιον κάτεχεν χάος»

τευ

ομ

`21,12.351`

ἠδὲ κύπειρον … αἱ ἐκ τῶν πόλεων «ἠδὲ κύπαιρον»  … ὅτι τὰ …

`21,12.353`

… ἐξῆλθον τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες … ὅτι κεχωρισ-

`21,12.355`

μένοι ἐγχέλυες καὶ ἰχθύες πνοιῆι τειρόμενοι … τῆι ἀποφορᾶι τοῦ πυρὸς καταπονούμενοι. «ῥιπῆι» δὲ ἡ  …

`21,12.356`

… καίετο δʼ ἲς ποταμοῖο … ἢ ἰσχυρὸς ποταμός. οἱ δὲ τὸν καί σύνδεσμον ἐλάμβανον, τὴν δὲ ἕ ἀντωνυμίαν, ἵνα ἦι «καὶ αὐτὸν τοῦτο προσεῖπεν ἲς ποταμοῖο». ἀντιμαρτυρεῖ δὲ τὸ «φῆ πυρὶ καιόμενος» καὶ τὸ «αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος»· διὰ γὰρ

`21,12.361`

… ν … υ … απτέον ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα … ἡ φλυκτὶς ἀνάζεσις

`21,12.363`

τοῦ ὕδατος. οἱ δὲ ἐπλήθυε κνίσην μελδόμενος … Ἀρίσταρχος καὶ ἡ Καλλιστράτου σὺν τῶι ν κνίσην, ἵνʼ ἦι συὸς τὴν κνῖσαν τήκων, ὁμοίως τῶι «κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον». κνίση δὲ οὐ μόνον ὁ ἐπίπλους, ἀλλὰ πᾶν λίπος. τὰ κνίση δὲ οὐδέποτε εἴρηκεν Ὅμηρος … κυρίως δʼ ἐστὶ μέλδειν, ὡς Δίδυμος, τὰ μέλη ἔδειν. ὡμοίωσε δὲ τὴν μὲν ὑπὸ τῶι ὕδατι γῆν τῶι λέβητι, τὸ δʼ ὕδωρ τῶι λίπει. Κράτης δʼ ἐν  … Διορθωτικῶν γραφομένου «ΜΕΛΔΟΜΕΝΟ» φησὶν ἀντὶ τοῦ μελδομένου διὰ τὸ τοὺς ἀρχαίους τῶι ο τὸ υ μὴ προστιθέναι ἀγνο-

`21,12.459-60`

… ἀπόλωνται πρόχνυ κακῶς … ἀπολεῖται  … υσιας ἐ … προσω πρὸ γονάτων

`21,12.462-3`

… ειν Ἐνοσίγαιʼ, οὐκ ἄν με

`21,12.462-9?*`

σαόφρονα μυθήσαιο ἔνμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω …

`21,12.468-9`

… ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα πατροκασιγνή-

`21,12.474*`

… τι … αὔτως  … ειρεας  … ὡς γὰρ ὁ ἀθὴρ καταψώμενός ἐστι λεῖος, ἀνάπαλιν δὲ τραχύς, οὕτως τὰ Κρητικὰ βέλη ἐμπήσσεται μὲν τῆι σαρκὶ ἀκωλύτως, ἐξέρχεται δὲ δυσχερῶς διὰ τὰς ἀπαγκι-

`21,12.475-7`

στρώσεις μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μμεγάροισιν ἀκούσω εὐχομένου ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν … οι … γὰρ μ  … ιωσ  … ρσι  …

`21,12.512`

… ην … στυφέλιξε … ν

`21,12.513`

… ἔρις καὶ α νεῖκος … καὶ «νείκεα» πληθυντικῶς. ε

`21,12.516?*`

… ελητο εξ

`21,12.d`

… αρσουκ  … ιωναμ  … ερεται οιω  … νιωε … αιμ  … υγεται τ  … ολ … να  … τ  …

`21,12.e`

… λοφ  … ικαν  … ευοθ  … ο … ες  … απινδ  … ρκ … τα  … Ἀρχιλοχ  … της α … φεν

`21,12.f`

… ω  … ρ … νι … οτι  … αι … σομ  … ν  … ωμ  …

`21,12.k`

… ν  … οι  … εκ  … μ  … ελ  … ε  … ι  … η  … σα  … ο  … η

`21,12.l`

… τοῦτο  … ορ … ἱστοροῦ

`21,12.m`

… α … ι … ομε  … πο … εν  … αι και … αι ἀνε  … ρι τουτο

`21.1a`

πόρον: ἤτοι τὸν ποταμὸν περιφραστικῶς—οἱονεὶ Κάμανδρον γενόμενον καμάτου ἑαυτῷ παραίτιον· ὅθεν εἰκότως ὁ ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διΐ. Ξάνθος δὲ προσηγορεύθη, ἀφʼ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη, ὅτι ἐν αὐτῷ λουσάμεναι ξανθὰς ἔσχον τὰς κόμας.

`21.1b`

πόρον ... ποταμοῖο: τὸν πορευτὸν αὐτοῦ τόπον, «καὶ Θρύον Ἀλφειοῖο πόρον». οἱ δὲ τὸν ῥοῦν. οἱ δὲ πόρον Ξάνθου κατὰ περίφρασιν τὸν Ξάνθον. Ἀριστοφάνης γράφει «ῥόον».

`21.1c`

ἐϋρρεῖος: ἀπὸ τοῦ εὐρύς, καὶ κατʼ ἐπένθεσιν τοῦ ι. ἢ ἀπὸ τοῦ εὐρέης εὐρέεος καὶ κράσει.

`21.2a`

Ξάνθου δινήεντος: Ξάνθου, ὅτι ξανθὰς ποιεῖ τὰς τρίχας. δινήεντος δὲ τοῦ περιφερῆ ῥεύματα ἔχοντος.

`21.2b`

ὃν ἀθάνατος τέκετο Ζεύς: πῶς ὕστερον μέν φησιν ἐπὶ τοῦ Ὠκεανοῦ «ἐξ οὗ περ πάντες ποταμοί», νῦν δὲ Διὸς τὸν Ξάνθον γενεαλογεῖ; ῥητέον δὲ ὅτι τοῦ μὲν θεοῦ πατὴρ ὁ Ζεύς, τοῦ δὲ ῥεύματος χορηγὸς ὁ Ὠκεανός· «ἐξ οὗ περ πάντες ποταμοί», «πατὴρ ἀνδρῶν τε θεῶν τε». ἢ διὰ τὸ πλέον χειμάρρουν εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησι· φησὶ γοῦν «ὀρόθυνον ἐναύλους», «ὅν ῥα τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα».

`21.2c`

ὃν ἀθάνατος τέκετο Ζεύς: ὅτι Ζηνόδοτος γράφει «ἀθάνατον», ἵνα μὴ ὁ Ζεὺς ἀθάνατος λέγηται, ἀλλʼ ὁ Ξάνθος. καὶ ἐν ἄλλοις δὲ εἴρηται «υἱὸς Σπερχειοῖο, τὸν ἀθάνατος τέκετο Ζεύς». καὶ καθόλου «ἀθανάτοισι θεοῖσι».

`21.2d`

ἄλλως· ὃν ἀθάνατος τέκετο Ζεύς: ὡς «υἱὸς Πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύς» καὶ «ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ».

`21.3`

ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε: θαυμαστήν τινα τὴν φαντασίαν ὑποτίθεται, ὑφʼ ἑνὸς τοσαύτας μυριάδας ἀνδρῶν διαιρεθῆναι, καὶ μεταξὺ τῶν δυεῖν αὐτὸν τάξεων εἶναι, ἀπονειμάμενον αὐτῶν τὴν ἑτέραν μοῖραν. τάχα οὖν ποικίλλει τὸν λόγον, μόνον αὐτὸν λαμβάνων. ἦσαν δὲ καὶ οἱ λοιποὶ ἐκεῖσε.

`21.4`

ᾗ περ Ἀχαιοί: γράφεται «ᾗπερ οἱ ἄλλοι».

`21.5a`

ἤματι τῷ προτέρῳ, ὅτʼ ἐμαίνετο φαίδιμος Ἕκτωρ:
τὸ τῆς Νεμέσεως ἔδειξεν ὅτι, διʼ ἧς ἐδίωκον Τρῶες, ταύτῃ διώκονται· καὶ ὅ φησιν «ὁμοιΐου πτολέμοιο», τοῦτο νῦν καὶ τόπῳ δείκνυσιν ἐμφανῶς.

`21.5b`

ὅτʼ ἐμαίνετο φαίδιμος Ἕκτωρ: τοῦτο ἄν τις σημειώσαιτο πρὸς τὸ «τινάσσετο μαινομένοιο»· γράφουσι γάρ τινες «μαρναμένοιο».

`21.5c`

ἐμαίνετο: ἐνθουσιωδῶς ἐμάχετο· διὸ οὐκ εἶπεν «ἐμάρνατο».

`21.6-7`

τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη πίτνα—ἐρυκέμεν: προχέοντο ὡς ἐπὶ τῶν προβάτων, «ἐπʼ ἀλλήλῃσι κέχυνται», τὸ ἄτακτον καὶ ἀνώμαλον τῆς φυγῆς τούτων δηλοῖ. εἰ δὲ Ἥρα ὁ ἀὴρ κατὰ τοὺς φυσικούς, πῶς τοῖς μὲν ἐπιχέεται, τοῖς δὲ οὔ; ἀλλὰ καὶ Ἀθηνᾶ «ἀχλύν θεσπεσίην κατέχευε» τῷ Ὀδυσσεῖ, καὶ Ποσειδῶν τῷ Ἀχιλλεῖ ἀχλὺν ἐπέχει ὥστε οὖν ἐκπεσόντας τῆς πόλεως ἐμπεσεῖν τῷ ποταμῷ, τοῦτο ποιεῖ ἡ Ἥρα.

`21.6`

πεφυζότες: δειλιῶντες· «θεσπεσίη ἔχε φύζα», ἀντὶ τοῦ δειλία.

`21.7`

πίτνα: ἐξέτεινε, «πιτνὰς εἰς ἐμὲ χεῖρας».

`21.8`

εἰλεῦντο: συνωθοῦντο.

`21.9a`

ἐν δʼ ἔπεσον: οὐκ εἶπεν ἐνέβησαν, ἀλλʼ ἐνέπεσον, τὸ ἀκούσιον τῆς φυγῆς θέλων σημᾶναι.

`21.9b`

πατάγῳ: πάταγος ψόφος ἐκ τριῶν μιγνύμενος, ὅπλων βοῆς ὕδατος. καὶ Θουκυδίδης· «ἐπί τʼ αὐτὸν ἐμπίπτουσιν οὐδενὶ κόσμῳ.»

`21.9c`

ἄλλως· πατάγῳ, βράχε  … ἴαχον  … ἀλαλητῷ πάντα ταῦτα συνήγαγε πρὸς ἔμφασιν.

`21.10`

ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον: αἱ περὶ αὐτὸν ὄχθαι ἀμφίαχον. ἢ πρὸς ἔμφασιν αἱ δύο κεῖνται προθέσεις, ἵνʼ ᾖ ὡς συνᾴδουσαι τοῖς ἐγχωρίοις· ἔμφασιν δὲ ἔχει ὁ τόπος ἐφʼ ἑκατέραν ὄχθην τοῦ ψόφου καὶ τῆς βοῆς ἀνακλωμένων.

`21.11a`

ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας:
ἔνιαι τῶν κατὰ πόλεις «νήχοντʼ ἔνθα καὶ ἔνθα». τὸ δὲ ἔνθα καὶ ἔνθα ἑκατέροις δύναται προσδίδοσθαι.

`21.11b`

ἔνθα καὶ ἔνθα ἑλισσόμενοι: οἱ μὲν πρὸς τὸ ἀνωφερές, οἱ δὲ πρὸς τὸ κατωφερὲς ἑλισσόμενοι· καὶ ἔμπροσθεν «ἡμίσεες δέ ἐς ποταμὸν εἰλεῦντο». ἢ ἐπὶ πολλοὺς τόπους διερρῖφθαι τοὺς νηχομένους φησίν· διὰ γὰρ τούτου τοὺς οὐκ εὐχερῶς νήχεσθαι δυναμένους διὰ τὴν σφοδρότητα τοῦ ῥεύματος δείκνυσιν.

`21.11c`

περὶ δίνας: γράφεται «κατὰ δίνας».

`21.12-4`

ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
—καθʼ ὕδωρ: ἐπεὶ ταπεινὴ ἡ εἰκών, ἐφαίδρυνεν αὐτὴν λέξεσι, τῷ ῥιπῆς καὶ τῷ ἠερέθονται· ἅπτουσι δὲ οἱ γεωργοὶ πῦρ, διώκοντες αὐτὰς τοῦ σπόρου. ἐμφερέστατα δὲ ἐφʼ ἑκατέρου τῇ εἰκόνι κέχρηται· τὸ μὲν γὰρ ἀκαταμάχητον τοῦ διώκοντος πυρὶ παρέβαλε, τὸ δὲ ἄπρακτον τῶν φευγόντων ἀκρίσιν ἐντεῦθέν τινες Κύπριόν φασι τὸν ποιητήν· κατά τινας γὰρ χρόνους ὀχλεῖται ἡ Κύπρος ὑπὸ ἀκρίδων, ὡς ἡ Κυρήνη καὶ ἡ Βάρκη.

`21.12a`

ἀκρίδες: παρὰ τὸ κρᾶν, ὅ ἐστιν ἐσθίειν· «ὃς αἰζηῶν ἔκραε κηδεμόνας» ἢ παρὰ τὸ ἀκρίζειν, ὅ ἐστι τὰ ἄκρα ἐσθίειν. βροῦχος δὲ παρὰ τὸ βρύκειν.

`21.12b`

ἠερέθονται: ἐρεθίζονται. πλεονάζει γὰρ τὸ η, ὡς «ἠμύει».

`21.14a1`

ὄρμενον: ψιλῶς τὸ ὄρμενον· παρὰ γὰρ τὸ ὄρω κέκλιται ψιλούμενον καὶ βαρυνόμενον. καὶ ἤτοι ἐκ τοῦ ὠρμένον ἐστί, παρῳχημένον σημαίνοντος, καὶ ἔπαθε συστολὴν καὶ ἀναδρομὴν τοῦ τόνου, ἢ καὶ ἐκ τοῦ ὀρόμενον συνεκόπη.

`21.14a2`

ψιλωτέον τὸ ὄρμενον· ἀπὸ γὰρ τοῦ ὄρω ἐστὶ ψιλουμένου καὶ βαρυνομένου ὀρόμενον ὄρμενον κατὰ συγκοπήν, ἢ ἐκ τοῦ ὠρμένον συστολῇ καὶ ἀναδόσει τοῦ τόνου.

`21.14b`

πτώσσουσι: ἐμπίπτουσι καταπτήξασαι.

`21.16a1`

κελάδων ἐπιμίξ: βαρυτονητέον τὴν μετοχήν· κελάδοντος γὰρ ἡ γενική, καὶ ἡ αἰτιατικὴ κελάδοντα, «πὰρ ποταμὸν κελάδοντα», οὐ κελαδοῦντα. περὶ δὲ τοῦ ὀξύνεσθαι τὸ ἐπιμίξ εἴπομεν ἤδη πολλάκις

`21.16a2`

τὸ μὲν κελάδων βαρυντέον· φησὶ γοῦν «πὰρ ποταμὸν κελάδοντα», οὐ κελαδοῦντα. τὸ δὲ ἐπιμίξ ὀξυτονητέον.

`21.16a3`

ὁ κελάδων ἀντὶ τοῦ ἠχῶν. παροξυτόνως δέ· παρὰ ποταμὸν γὰρ κελάδοντα, οὐ κελαδοῦντα, φησίν.

`21.17a`

ὁ διογενής: μόνον τοῦτον οὕτω δίχα τοῦ κυρίου καλεῖ.

`21.17b1`

δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ: ὅτι ἀποτίθεται μὲν τὸ δόρυ ῥητῶς, ἀναλαμβάνει δὲ οὐ κατὰ τὸ ῥητόν, ἀλλʼ ὕστερον αὐτῷ φαίνεται χρώμενος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον, ἀγνοοῦντα ὅτι πολλὰ δεῖ προσδέχεσθαι κατὰ τὸ σιωπώμενον ἐνεργούμενα.

`21.17b2`

οὐ δηλοῖ, πῶς ἀνέλαβεν αὐτό.

`21.17c`

ὄχθῃ: ὄχθη καὶ κρημνὸς ταὐτόν· φησὶ γοῦν «μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης» καὶ «οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι». ὄχθαι δὲ οἱ παραποτάμιοι κρημνοί.

`21.18a`

κεκλιμένον μυρίκῃσιν, ὁ δʼ ἔσθορε δαίμονι ἶσος:
κεκλιμένον περικεκλεισμένον, κεκρυμμένον. πᾶσαν ἰδέαν μάχης διελθὼν ἐν τῷ πεδίῳ καὶ περὶ τὸ τεῖχος καὶ ἐν ταῖς ναυσί, καινόν τι ἐξεῦρεν ἐπὶ τῇ Ἀχιλλέως ἐξόδῳ τὴν παρὰ τῷ ποταμῷ μάχην, οὐ μόνον τὴν μονοείδειαν περιϊστάμενος, ἀλλὰ καὶ καινὰς διαθέσεις ἐπεισφέρων τῇ ποιήσει· τετάρτην γὰρ ταύτην συνιστὰς μάχην ἐπὶ λήξει τῆς ποιήσεως, ἐπεὶ μὴ ἀξιομάχους οἶδε βαρβάρους Ἀχιλλεῖ, καὶ ἄτοπον εἰς ἀκατέργαστον λῆξαι τὴν ποίησιν, θεῶν τε μάχην παρεισάγει καὶ τὸν ποταμὸν καθίστησιν, εὔλογον ἀφορμὴν λαβὼν τὴν ἀπὸ τῶν νεκρῶν στένωσιν

`21.18b`

ἄλλως· κεκλιμένον μυρίκῃσιν, ὁ δʼ ἔσθορε: Πυθοκλῆς ὡς ἓν προφέρεται τὸ ὁ δέ, ἵνʼ ᾖ ἀντὶ τοῦ καί, ὡς ἠδὲ καὶ ἰδέ.

`21.18c`

ἔσθορε: γράφεται καὶ «ἔνθορε».

`21.20`

τύπτε δʼ ἐπιστροφάδην: συνεστραμμένως, ἰσχυρῶς. ἢ μηδένα τόπον παραλιμπάνων, ὡς καὶ ἐπὶ τῆς τειχομαχίας· «πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ἐρράδατʼ ἀμφοτέρωθεν»· ἑκατέρωθεν γὰρ ὑπʼ ὄψιν ἤγαγε τὸ πρᾶγμα καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων παρέστησε. στόνος δὲ ἀεικὴς ὁ δεινὸς καὶ χαλεπὸς στεναγμός.

`21.22-4`

ὡς δʼ ὑπὸ δελφῖνος—λάβῃσιν: καλῶς τὰ τῆς παραβολῆς. ὅτε μὲν γὰρ ὁ διώκων ἐπὶ γῆς ἦν, οἱ δὲ φεύγοντες εἰς τὸν ποταμὸν συνωθοῦντο, τὸν μὲν πυρί, τοὺς δὲ ἀκρίσιν ὡμοίωσεν· ὅτε δὲ ἐν ὕδατι ὁ διώκων καὶ οἱ διωκόμενοι, πρὸς τὸν ὑποκείμενον τόπον ἡ παραβολὴ συνᾴδει. καλῶς δὲ καὶ δελφῖνι εἴκασται· θαλασσίας γὰρ δαίμονος υἱός. ὡς ἰχθύος δὲ ὄντος τοῦ δελφῖνος τὸ ἄλλοι εἶπεν. καὶ Πίνδαρος «ἰχθὺν παιδοφάγον» ἐπὶ τοῦ κήτους.

`21.22`

μεγακήτεος: μέγα κύτος ἔχοντος, ὡς «μεγακήτεϊ νηΐ». ἢ μεγάλου κήτους.

`21.23`

μυχούς: τὰς διαδύσεις. γίνεται δὲ παρὰ τὴν νύκτα, νυχὸς καὶ μυχός.

`21.25a1`

ποταμοῖο κατὰ δεινοῖο: δίνας ἔχοντος καὶ ἤδη «ἀκροκελαινιόωντος»

`21.25a2`

μεγάλου καὶ θαυμαστοῦ.

`21.26a`

πτῶσσον: κατέπτησσον ταπεινοῦντες αὑτούς. κρημνοὺς δὲ τὰς ἐπικρεμαμένας τοῖς ὕδασιν ὄχθας.

`21.26b`

κάμε χεῖρας ἐναίρων: Ἑρμόδωρος ὁ ῥαψῳδὸς χεῖρας ἐναίρων ἤκουε «χειροκοπῶν», κατεχρήσατο δέ· κυρίως γὰρ ἐναίρειν τὸ σκυλεύειν, ὅθεν καὶ «κατηναρισμένας» φησὶν ὁ Σοφοκλῆς

`21.27`

δυώδεκα λέξατο κούρους: ὡς εἰς θυσίαν μέλλων παριστάνειν τὴν καλουμένην δωδεκάδα. μεγάλην δὲ τὴν ὑπεροχὴν διὰ τούτου παρίστησιν, ἐπιλέξασθαι αὐτὸν τοὺς αἰχμαλώτους λέγων οἵους καὶ ὅσους ἐβούλετο, εἶτα καὶ τούτους καθʼ ἕνα συνδῆσαι, ὥσπερ ἀνδράποδα προτείνοντας τὰς χεῖρας τοίνυν συνυπούργουν αὐτῷ οἱ ἑταῖροι ἐν τούτοις πᾶσι, τὸ δὲ ὅλον ἦν τὸ αὐτοῦ.

`21.29`

θύραζε: καταχρηστικῶς, ὡς καὶ «ἐκ πόντοιο θύραζε».

`21.31a1`

τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι: περιπαθῶς ἄγαν: ταῦτα γὰρ ἀφορμὴ γέγονε τῶν δεσμῶν αὐτοῖς, ἃ εἰς σωτηρίαν ἐπήγοντο.

`21.31a2`

περιπαθῶς καὶ τοῦτο· δείκνυσι γὰρ ὅτι ταῦτα αὐτοῖς ἀφορμὴ τῶν δεσμῶν ἐγένετο, ἃ εἰς σωτηρίαν ἐπήγοντο.

`21.31b`

ἐπὶ στρεπτοῖσι χιτῶσι: ὅτι στρεπτοὺς χιτῶνας τοὺς νηστούς: ὑποδύτας γὰρ εἶχον ὑπὸ τοὺς στατοὺς μαλάγματος ἕνεκα:

«αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος».

`21.31c`

στρεπτοῖσι: ἀντὶ τοῦ κλωστοῖς: ἐνήθετο γὰρ καὶ ἡ κρόκη. οὐδέποτε δὲ ἐγινώσκετο τρῖψις κρόκης, ἀλλὰ νῆσις. Μένανδρος· «κρόκην δὲ νήσεις στήμονα».

`21.33a`

αὐτὰρ ὁ ἂψ ἐπόρουσε: ἐν ἐνίαις «αὐτὸς δʼ αἶψʼ ἐπόρουσεν».

`21.33b`

δαϊζέμεναι μενεαίνων: πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου ὅτι ἀντὶ τοῦ δαΐξαι προθυμούμενος κατὰ τὸ συντελικόν.

`21.33c`

δαϊζέμεναι: γράφεται «κατακτάμεναι».

`21.34a`

υἱεῖ: περισπαστέον καὶ διὰ τῆς ει διφθόγγου γραπτέον· καὶ γάρ ἐστιν ἀπὸ τῆς υἱεύς.

`21.34b`

ἄλλως· ἔνθʼ υἱεῖ Πριάμοιο συνήντετο: μετέβαλεν εἰς ἄλλην διάθεσιν, ποικίλλων τὴν διήγησιν. πρῶτος οὖν καὶ τὸ τῶν περιπετειῶν εἶδος ἔδειξε, ποικίλον ὂν καὶ θεατρικὸν καὶ κινητικόν. πάντα δὲ λέγων ἀληθοποιεῖται τὸν λόγον.

`21.36a1`

ἀλωῆς: ὅτι ἀλωὴν τὴν δενδροφόρον γῆν νῦν λέγει· ἐπιφέρει γὰρ «ὁ δʼ ἐρινεόν».

`21.36a2`

δενδροφόρου γῆς.

`21.36b`

οὐκ ἐθέλοντα: ἀντὶ τοῦ πρὸς βίαν.

`21.37a`

ἐννύχιος προμολών: εἶπε γὰρ «πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον».

`21.37b`

ἐρινεόν: ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ἐρινεοῦ νέους ὄρπηκας. καὶ ἐν Ὀδυσσείᾳ· «ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα» ἀντὶ τοῦ οἰνοχόου. ἔστι δὲ ἡ φράσις συνήθης αὐτῷ.

`21.38`

ὄρπηκας: ὁ Ἀσκαλωνίτης ἐνθάδε γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκας, ἐπεί, φησί, παρὰ τὸ ὀρούειν ἐγένετο, ἐπιλαθόμενος ἑαυτοῦ· ἐν γὰρ ταῖς Ὀδυσσειακαῖς προσῳδίαις φησίν· «ὅσα ὀνοματικῶς σχηματίζεται ἀπὸ ψιλῶν ῥημάτων, ταῦτα δασυνθήσεται, ὡς ἀπὸ τοῦ ὀρούει ὅρπηξ.» γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐστιν ἐκεῖνο λέγειν ὡς ἐπεὶ τὸ α καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ «ἅρπη» «ἁρπάζω» «ἁρπαλέος» «ἑρπετόν» «ἑρπύζω» «ἅρπυια», καὶ τὸ ὄρπηξ τούτοις συνεξομοιοῦντές τινες ἠθέλησαν δασύνειν· οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν πλεονασμῷ φησι τοῦ π γεγενῆσθαι τὸ ὄνομα.

`21.37-8a`

ὁ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ τάμνε νέους ὄρπηκας: ἀπὸ τοῦ γενικοῦ εἰς τὸ εἰδικὸν μεταβέβηκεν. ὄρπηξ δὲ ψιλοῦται· ἔστι γὰρ παρὰ τὸ ὄρω πλεονασμῷ τοῦ π, εἰ καὶ ὁ λόγος κελεύει αὐτὸ δασύνεσθαι· τὸ γὰρ α καὶ τὸ ε εἰς ρ καταλήξαντα ἑπομένου τοῦ π δασύνεσθαι θέλει, «ἅρπη» «ἑρπετόν»· οἷς συνεξομοιοῦσι καὶ τὸ ὄρπηξ.

`21.37-8b`

ἄλλως: ὁ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ τάμνε νέους ὄρπηκας: εἰ διαστείλαιμεν βραχὺ ἐπὶ τὸ τάμνε, γένοιτʼ ἂν εὐλογώτερον τὸ σχῆμα, ὡς πρὸς τὸ σημαινόμενον ἀπηντηκότος αὐτοῦ.

`21.37-8c`

ἄλλως· ὁ δʼ ἐρινεὸν—ὄρπηκας: ἀντὶ τοῦ ἐρινεοῦ, ὡς «γυναῖκά τε θήσατο μαζόν» καὶ «οἰνοχόον βάλε χεῖρα». τινὲς δὲ ἀντὶ τοῦ ξύλου· οὐ γὰρ εὐθετεῖ ὁ ἐρινεὸς εἰς ἅρματα· εἴη ἂν οὖν ξύλον ἀντὶ τοῦ ξύλου τεθεικώς.

`21.39-48`

τῷ δʼ ἄρʼ ἀνώϊστον—νέεσθαι: ἀναγκαίως προεκτίθεται τὰ περὶ αὐτὸν ἅπαντα, ἵνα ἑξῆς ἱκετεύοντος αὐτοῦ γνώριμος ὁ λόγος καθεστήκῃ.

`21.39`

ἀνώϊστον: ἀνεπιλόγιστον· νωΐσασθαι γὰρ τὸ νοῆσαι. ἢ παρὰ τὸ ὀΐσασθαι ἀνόϊστον καὶ κατʼ ἐπέκτασιν.

`21.40a`

καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε: ὅτι ἐλλείπει ἡ εἴς, εἰς Λῆμνον.

`21.40b`

Λῆμνον ἐϋκτιμένην ἐπέρασσε: ἤδη γὰρ αὐτὴν ᾤκουν Ἕλληνες τῶν Ἀργοναυτῶν. κυρίως δὲ περάσαι τὸ εἰς πέραν ἀποδόσθαι.

`21.41`

νηυσὶν ἄγων: ἴσως κελεύσας Πατρόκλῳ, ὡς καὶ «λούσασʼ ἐν ποταμῷ».

`21.42-3a`

κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο, πολλὰ δʼ ἔδωκεν, Ἴμβριος Ἠετίων: τὸ ἑξῆς ἐστιν ἐλύσατο Ἴμβριος Ἠετίων. διὰ μέσου δὲ τὸ πολλὰ δʼ ἔδωκεν

`21.42b`

ξεῖνός μιν ἐλύσατο, πολλὰ δʼ ἔδωκεν, Ἴμβριος Ἠετίων: ἐπιξενωθεὶς ἠλευθέρωσε. τὸ δὲ ἑξῆς ξεῖνός μιν ἐλύσατο Ἴμβριος Ἠετίων

`21.43a`

Ἴμβριος Ἠετίων: πρὸς τὴν ὁμωνυμίαν, καὶ ὅτι φίλοι τοῖς Ἕλλησιν οἱ Λήμνιοι, ἐχθροὶ δὲ τοῖς Τρωσίν· ἐπεί τοι διὰ τί μὴ τὸν υἱὸν τοῦ βασιλέως ἀπέδωκαν;

`21.43b`

Ἀρίσβην: μεταξὺ Περκώτης καὶ τῆς Ἀβύδου.

`21.45-6`

ἐτέρπετο ... ἐλθὼν ἐκ Λήμνοιο: σωθεὶς ἀπὸ τῆς Λημνίας δουλείας ἐτέρπετο.

`21.48`

καὶ οὐκ ἐθέλοντα: περισσὸς ὁ καί. ἴσως δὲ τὸ φιλόψυχον αὐτοῦ κωμῳδεῖ καὶ διὰ τοῦ πρώτου

`21.49-53`

τὸν δʼ ὡς οὖν ἐνόησε—θυμόν: τὸ ἑξῆς ἐστι· τὸν δʼ ὡς οὖν ἐνόησεν, ὀχθήσας δʼ ἄρα εἶπεν. τὰ δὲ λοιπὰ ὡς διὰ μέσου διορθωτέον.

`21.50a`

γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος οὐδʼ ἔχεν ἔγχος: ὅμοιον τὸ σχῆμα τῷ «ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον». ἴσως δὲ καὶ διὰ τῆς ἐξαλλαγῆς χλευάζει τὸ πρόσωπον, ὡς οὐδὲ τῶν ἀμυντηρίων ἑαυτῷ τι καταλιπεῖν ὑπέμεινεν.

`21.50b`

γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος: οὕτω γὰρ καὶ ἐγνωρίσθη.

`21.54`

ὦ πόποι: πόποι οἱ θεοὶ παρὰ τὸ ἐποπτεύειν πάντα.

`21.55-9a`

ἦ μάλα δὴ Τρῶες μεγαλήτορες—ἐρύκει: ὑπερβολικῶς εἶπε «τάχα Τρῶες καὶ ἐξ Ἅιδου φεύξονται, ὅπου θαλασσοκρατούντων Ἑλλήνων ἀπὸ νήσου ἔφυγεν».

`21.55-9b`

ἦ μάλα δὴ Τρῶες μεγαλήτορες—ἐρύκει: Πῖος στίζει εἰς τὸ μεγαλήτορες, εἶτα τὸ ἑξῆς ἐν ἤθει φησὶν ἀναφωνήσας· «διαναστήσονται ἄρα καὶ οἱ τεθνεῶτες, εἴπερ καὶ οὗτος ἴσχυσε διαπεραιωθῆναι.»

`21.55-6`

ἦ μάλα δὴ Τρῶες—ἠερόεντος: ταῦτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον· διὸ καὶ τὸν ἦ περισπαστέον, ὡς ἐκεῖ «ἦ μάλα δή τινα Κύπρις», «ἦ μάλα δὴ τέθνηκεν». δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι, βαρυνομένου τοῦ συνδέσμου, ἵνʼ ᾖ ὁ λόγος· «μέγα δὴ τοῦτο καὶ θαυμαστόν εἴπερ οἱ Τρῶες ἐξ Ἅιδου ἀναστήσονται, οὓς ἀνεῖλον.»

`21.57a1`

φυγὼν ὑπὸ νηλεὲς ἦμαρ: ἔφαμεν ὅτι, ἐὰν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως κέηται, μὴ γίνεσθαι ἀναστροφήν, ὥσπερ καὶ ἐνθάδε.

`21.57a2`

ἐπεὶ οὐδέποτε πρόθεσις ἀντὶ προθέσεως κειμένη ἀναστρέφεται.

`21.58`

πεπερημένος: εἰς τὸ πέραν πεπραμένος.

`21.60-3`

ἀλλʼ ἄγε δὴ καὶ δουρὸς—ἐρύκει: γενναῖον ἦθος καὶ ἐπάνω τῶν δεινῶν κείμενον ἡ εἰρωνεία παρίστησιν.

`21.62`

καὶ κεῖθεν: ἐκ πλήρους τὸν καί σύνδεσμον Ἀρίσταρχος.

`21.63`

φυσίζοος: οὐ καλὸν τὸ ἐπίθετον ἐπὶ νεκρῶν καὶ τύμβων ταττόμενον.

`21.64`

ὣς ὥρμαινε μένων· ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπώς: ὁ μὲν περιμένει διὰ τὴν ὑπεροχὴν τεθαρρηκὼς ἑαυτῷ καὶ οὐχ οἷον ἁρπάζων τὸν καιρόν, ὁ δὲ ἐμπέδως πάντα ὁρῶν ἄφυκτα ἑαυτῷ αὐτὸς πρόσεισιν

`21.65-6`

περὶ δʼ ἤθελε θυμῷ —κῆρα μέλαιναν: ἐπιτείνει τὸ φιλόζωον, ὅπως συγγνώμην ἔχοι παρατείνων τὰ τῆς δεήσεως.

`21.67a1`

ἤτοι ὁ μὲν δόρυ μακρὸν ἀνέσχετο: ὅτι κατὰ τὸ σιωπώμενον ἀνέλαβε τὸ δόρυ.

`21.67a2`

ὅπως ἀνείλετο, ῥητῶς οὐκ εἶπεν.

`21.68-72`

οὐτάμεναι μεμαώς—οὐδὲ μεθίει: οὐτάμεναι μεμαώς· ὥστε οὐκ ἀφῆκε τὸ δόρυ, ἀλλʼ ἐνέπηξε τῇ γῇ· τὸ γὰρ οὐτῆσαι ἐπὶ τοῦ τρῶσαι. ἔστι δὲ ὥσπερ ἐν γραφῇ θεάσασθαι τὸν μὲν ἐπανατεινόμενον τὸ δόρυ τρῶσαι θέλοντα τὸν δὲ φθάσαντα τὴν πληγὴν καὶ τοῖς γόνασι προσπίπτοντα, καὶ τὴν μὲν αἰχμὴν τῇ γῇ προσπεπηγυῖαν, τὸν δὲ καὶ τῶν γονάτων ἐχόμενον καὶ τὸ δόρυ κατέχοντα τοῦ κτείνοντος

`21.70a`

χροὸς ἄμεναι: «ἄσασθαι κλαυθμοῖο». ἐναγώνιον δὲ τὸ ἐνιαχοῦ ἀποτυγχάνειν καὶ παρέχειν καιρὸν τοῖς ἐλεεινολογήμασιν.

`21.70b`

ἄμεναι: γεύσασθαι.

`21.73a`

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
τοῦτον προστιθέασί τινες οὐ φερόμενον ἐν ταῖς Ἀριστάρχου. ἐν δέ τισι «καί ῥʼ ὀλοφυρόμενος».

`21.73b`

καί μιν φωνήσας: γράφεται «καί μιν λισσόμενος».

`21.74`

αἴδεο καί μʼ ἐλέησον: ὡς ἱκέτην προσδέχου· δύο γὰρ πρὸς σωτηρίαν ἀνυστικά, αἰδὼς καὶ ἔλεος.

`21.75a`

ἀντί τοί εἰμʼ ἱκέταο: ὅτι ἀντὶ τοῦ ἴσος ἱκέτῃ εἰμί· «ἀντὶ κασιγνήτου ξεῖνος» ἀντὶ τοῦ ἴσος κασιγνήτῳ.

`21.75b`

ἀντί τοί εἰμʼ ἱκέταο: ὡς «ἀντιάνειρα» καὶ «Ἀντίκλεια». ἱκέταο δὲ τοῦ εἰς τὴν ἑστίαν ἥκοντος καὶ ἱκετεύοντος. πιθανὴ δὲ ἡ ἐπανάληψις· ὁ γὰρ αἰχμάλωτος ἱκέτην ἑαυτόν φησιν· ἱκέτην γάρ, φασί, κυρίως καλοῦμεν τὸν ἑκουσίως καταφυγόντα, ὁ δὲ τῷ ὁμωρόφιος γεγονέναι καὶ τροφῆς μετεσχηκέναι εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἑαυτὸν τάττει.

`21.76a1`

πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτήν:
τὸ λέγειν ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἤσθιον, ἀλλʼ ἄρτους κριθίνους, ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν υἱός, καὶ οὐδαμοῦ τοῦτο ὁ ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις, ὅτι παρʼ Ἕλλησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ γεγονέναι φησί.

`21.76a2`

πρώτῳ: πρώτῳ ξένων.

`21.76b`

Δημήτερος ἀκτήν: τὸ τοῦ σίτου λεπτότερον. λέγεται δὲ ἀκτὴ ἡ ἄγουσα ἡμᾶς καὶ πορεύεσθαι ποιοῦσα. ἄτοπον δὲ τὸν μεταδόντα τροφῆς, ἐξ ἧς ἄνθρωποι ζῶμεν, τῆς ζωῆς ἀφαιρεῖσθαι. καὶ Δημήτερος φησὶν εἰς δεισιδαιμονίαν παρακαλῶν. καὶ ὁ μὲν εἰς τροφὴν ἐπὶ τῷ πωλῆσαι παρέλαβεν, ὁ δὲ τοῦτο εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἔλαβε. καὶ θαυμάσαι ἄξιον τὴν εὐπορίαν τοῦ ποιητοῦ· πολεμίῳ γὰρ προσώπῳ λόγον περιθεὶς ὅμως ηὐπόρησε πρὸς τὴν σωτηρίαν εὐλόγου προφάσεως.

`21.78`

καί μʼ ἐπέρασσας: ἐν ἄλλῳ «καί με πέρασσας».

`21.80a`

λύμην τρὶς τόσσα πορών: εὐκτικῶς, ἀντὶ τοῦ λυθησοίμην παρασχὼν τοσαῦτα τριπλασίως· πρὸς ὅ φησι· «μή μοι ἄποινα πιφαύσκεο» ἀφʼ οὗ καὶ πληθυντικαὶ κατὰ ἀναδιπλασιασμόν, «λελῦντο δὲ γυῖα ἑκάστου». συνέσταλται δὲ διὰ τὸ μέτρον.

`21.80b`

λύμην τρὶς τόσσα πορών: λυτρωθείην, ἂν τριπλάσια διδῶ σοι.

`21.83a`

μέλλω που ἀπέχθεσθαι: ὅτι ἀντὶ τοῦ ἔοικα ἀπεχθάνεσθαι.

`21.83b`

μέλλω που ἀπεχθέσθαι Διῒ πατρί: ἔοικα, φησίν, ἀπεχθὴς γεγονέναι τῷ Διΐ. ἄκρως δὲ διαγράφει δειλόν, ἀπεγνωκότα μέν, ὅμως δὲ δεόμενον τῆς σωτηρίας  … ἔχεται γὰρ ἁπάντων ἡ ἀμείνων ἐλπίς.

`21.84`

αὖτις ἔδωκε: Ἀρίσταρχος Ἰακῶς «αὖτις δῶκε».

`21.85`

Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος: ἵνα δείξῃ ὅτι καὶ πρὸς μητρὸς εὐγενής ἐστι καὶ πολλὰ δύναται δοῦναι. ἅμα δὲ ὅτι οἱ ἐν τύχαις μεγίσταις ἐλεοῦνται ἀτυχοῦντες.

`21.86a`

Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει: φασὶ Πρίαμον πρὸ τῆς Ἑκάβης γῆμαι τὴν Λαοθόην πασῶν τῶν Ἀσιατίδων εὐγενείας ἕνεκα προκρίνας τὸν γάμον τῆς κόρης.

`21.86b`

ἄλλως· Ἄλτεω: τὸ αὐτὸ ὄνομα διχῶς ἐσχημάτισεν, «Ἄλταο» ὡς «Ἀτρείδαο» καὶ Ἄλτεω ὡς Μενέλεω.

`21.86c1`

Ἄλτεω, ὃς Λελέγεσσι: ὅτι τοὺς Λέλεγας ἐν τῷ Καταλόγῳ παρῆκεν· καὶ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος.

`21.86c2`

ἄλλως· Ἄλτεω: πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος τὸ σημεῖον.

`21.86c3`

σημειωτέον δὲ τὴν ἐπανάληψιν.

`21.86d`

ἀνάσσει: ἔνιαι τῶν κατὰ πόλεις «ἄνασσε»·

`21.86e`

ἀνάσσει: Ἀρίσταρχος σὺν τῷ ι τὸ ἀνάσσει· οἱ δὲ χωρίς, οὐκ ἀλόγως· ἔλεγε γὰρ περὶ Πηδάσου ὡς πεπορθημένης, «πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον»· εἰ μὴ ἄρα φαίημεν πεπορθῆσθαι μὲν πρότερον τὴν Πήδασον, ἀνειληφέναι δὲ πάλιν τὴν ἀρχὴν τὸν Ἄλτην.

`21.87`

ὑπὸ Σατνιόεντι: «ἐπὶ» τοῖς ποταμοῖς φαμεν κεῖσθαι τὰς πόλεις.

`21.88a`

τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας: αὔξει τὸ γένος, Πρίαμον λέγων ἐπιδεδικάσθαι τὴν συγγένειαν Ἄλτου. ἀλλοτριῶν δὲ ἑαυτὸν τοῦ γένους Ἕκτορός φησι πολλὰς δὲ καὶ ἄλλας.

`21.88b`

πολλὰς δὲ καὶ ἄλλας: ἐν τῇ Μασσαλιωτικῇ «πολλῶν τε καὶ ἄλλων».

`21.89`

σὺ δʼ ἄμφω δειροτομήσεις: ἐν ἐρωτήσει τινές, ἵνα μὴ εἰδὼς πάλιν παρακαλῇ. καταχρηστικῶς δὲ ἀναιρήσεις.

`21.92a`

ἘΝΘΑΔΕΜΟΙ: ἄμεινον ἀπολύτως ἀναγινώσκειν· πρὸς γὰρ τίνα ἡ διαστολή;

`21.92b`

κακὸν ἔσσεται: ἐν ἄλλῳ «κακὸν ἔσσεαι».

`21.95a1`

οὐχ ὁμογάστριος: ὅτι Ζηνόδοτος γράφει «οὐκ ἰογάστριος», παρόσον ἐν ἄλλοις ἔφη «ἰῆς ἐκ νηδύος». ἴα δέ ἐστιν ἡ μία, καὶ οὐ τίθησιν Ὅμηρος τὸ μία ἐπὶ τοῦ ὁμοῦ οὐδὲ κατὰ σύνθετον ἐκφέρει· «τῆς μὲν ἰῆς στιχὸς ἦρχεν».

`21.95a2`

Ζηνόδοτος «ἰογάστριος», ἐπεὶ ἐν ἄλλοις ἔφη «ἰῆς ἐκ νηδύος ἦσαν» καὶ «ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ».

`21.96`

ἐνηέα: ἐν τῷ ἐπιθέτῳ τοῦ φίλου μαλάσσειν αὐτὸν οἴεται, διδάσκων αὐτὸν ζηλοῦν τὴν προσήνειαν τοῦ φίλου.

`21.99a`

νήπιε: διὰ τοῦ ἐπιθέτου πᾶσαν ἐλπίδα τοῦ πείθειν ἐξέκοψεν.

`21.99b`

μή μοι ἄποινα πιφαύσκεο: τινές, ἐπεὶ ἔλεγεν «ἑκατόμβαιον δέ τοι ἦλφον». ἢ ἐπεὶ διὰ τοῦ «μή με κτεῖνε» τοῦτο ὑπέφηνεν, ἢ διὰ τοῦ «νῦν δʼ ἐλύμην».

`21.100-2`

πρὶν μὲν γὰρ Πάτροκλον—ἠδʼ ἐπέρασσα: τάχα τοῦτό φησιν ὡς ἐκεῖνος ἦν ὁ ἡμερῶν αὐτὸν πρὸς τοὺς ἁλισκομένους· διὸ καὶ αἱ αἰχμαλωτίδες ὡς ἤπιον αὑταῖς ἀπολοφύρονται τὸν Πάτροκλον

`21.100`

ἐπισπεῖν αἴσιμον ἦμαρ: ἐπὶ τὴν πεπρωμένην ἐλθεῖν.

`21.101a`

τόφρα τί μοι: ἐν ἄλλῳ «τόφρα δέ μοι».

`21.101b`

τόφρα τι: τότε. πλεονάζει δὲ τὸ τί.

`21.101c`

πεφιδέσθαι: παροξυτονητέον ὁμοίως τῷ «εὖ δʼ οἴκαδʼ ἱκέσθαι»· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.

`21.102`

ἠδʼ ἐπέρασσα: ἐν ἄλλῳ «ἠδὲ πέρασσα».

`21.105a`

καὶ πάντων: γράφεται καὶ «συμπάντων».

`21.105b`

περὶ δʼ αὖ Πριάμοιό γε παίδων: ὁ μὲν ὡς ἐπὶ τῇ εὐγενείᾳ προὐβάλετο, ὁ δὲ διὰ τοῦτο φονεύειν αὐτόν φησιν.

`21.105c`

ἄλλως· περὶ δʼ αὖ Πριάμοιό γε παίδων: ὁ μὲν ἔλεγεν ὅτι οὔκ εἰμι Ἑκάβης, ὁ δὲ ἀντέθηκεν ὅτι Πριάμου παῖς ἐστιν.

`21.106a`

ἀλλὰ φίλος θάνε καὶ σύ. τίη ὀλοφύρεαι οὕτως;
τὸ ὑγιὲς συνάπτειν τῆς ἀντωνυμίας μέχρι, ἵνʼ ᾖ ἐν σχήματι· ἀλλʼ ὦ φίλε καὶ σὺ ἀπόθανε, εἰρωνείας νοουμένης. εἶτα ἀφʼ ἑτέρας ἀρχῆς τίη ὀλοφύρεαι;

`21.106b`

ἀλλὰ φίλος θάνε καὶ σύ—οὕτως; τινὲς ἀξιοῦσι μετὰ τὸ θάνε στίζειν, ἵνʼ ᾖ «φίλος ἔθανεν ὁ Πάτροκλος, καὶ σὺ τί θρηνεῖς οὕτως;».

`21.106c`

ἄλλως· ἀλλά, φίλος, θάνε καὶ σύ: πιθανὴ ἡ εἰρωνεία πρὸς τὸν ξενίαν προβαλλόμενον θανάτου δὲ κρείσσων ὢν παραμυθεῖται τὸν ἀγεννῶς τοῦ ζῆν ἐφιέμενον.

`21.106d`

οὕτως: οὕτως διὰ τοῦ ο ἅπασαι οὕτως.

`21.108`

καλός τε μέγας τε: ὁπότερον γὰρ ἂν θατέρου στερηθῇ, πρὸς σωματικὸν κόσμον ἀτελές.

`21.110a`

ἀλλʼ ἐπί τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή:
Ἀρίσταρχός φησι τὴν ἐπί ἀναστρέψαι, ἵνα σημαίνῃ τὸ ἔπεστιν, ὁμοίως τῷ «σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων». οἱ δʼ ἐφύλαξαν τὸν τόνον, τῇ ἐμοί ἀντωνυμίᾳ συντάσσοντες αὐτήν, ὥστε τὸ ἑξῆς εἶναι «ἀλλὰ καὶ ἐπʼ ἐμοί». καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τούτου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρχον ἐδόκει· λείπει γὰρ τὸ ἐστί ῥῆμα. τὸ δὲ ἑξῆς ἀφʼ ἑτέρας ἀρχῆς· «ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ». ἔσται δὲ ὁ λόγος τοιοῦτος· «ἔσται τις ὄρθρος ἢ καὶ μεσημβρία ἢ καὶ δειλινὴ ὥρα, καθʼ ἣν κἀμέ τις ἀνέλῃ» οὕτως δὲ χωρὶς τοῦ ς γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ διορθώσει

`21.110b1`

ἀλλʼ ἐπί τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή:
οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστιν «ἐπʼ ἐμοί», ἵνʼ ᾖ «ἀλλὰ καὶ ἐπʼ ἐμοὶ ἔσσεται» τινὲς δὲ τελείαν δόντες ἐν τῷ προτέρῳ τὸν ἑξῆς ὡς ἀπό τινος ἀρχῆς προφέρονται τὸν «ἔσσεται ἢ ἠώς» καὶ τὴν ἐπί ἀναστρέφουσιν, ἵνʼ ᾖ ἔπεστιν. οὕτως Ἀρίσταρχος καὶ Νικίας. ἄμεινον δὲ τὸ πρῶτον, ὥσπερ ἔχει καὶ τὰ τῆς παραδόσεως.

`21.110c1`

ἄλλως: ἀλλʼ ἐπί τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρχον δοκεῖ. καὶ τὸ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς· «ἔσσεται ἠὼς ἢ δείλη». τὸ δὲ λεγόμενον τοιοῦτον· «ἔσται τις ὄρθρος ἢ μεσημβρία ἢ δειλινὴ ὥρα, καθʼ ἣν κἀμέ τις ἀναιρῇ» καὶ χωρὶς τοῦ ς τὸ «δείλη», ὡς καὶ Δίδυμός φησιν

`21.110b2/c2`

οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστιν «ἐπί σοι καὶ ἐμοί». ὁ δὲ Ἀρίσταρχός φησιν, «ἀλλʼ ἔπεστι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα», καὶ ἀξιοῖ στίζειν εἰς τὸ κραταιή. τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς· «ἔσσεται ἢ ἠὼς ἢ δείλη», «ἔσται τις ὄρθρος ἢ μεσημβρία ἢ δείλη». τὸ δὲ «δείλη» χωρὶς τοῦ ς, ὥς φησι Δίδυμος.

`21.111a`

ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ: ὅτι ὅλην τὴν ἡμέραν εἰς τρία διαιρεῖ, ἠῶ τὴν πρωΐαν, μεσημβρίαν πᾶν τὸ μέσον τῆς ἡμέρας, δείλην, ὅτε ἐνδεῖ ἡ τοῦ ἡλίου ἕλη, τουτέστιν ἡ αὐγή, ὥσπερ καὶ τὴν νύκτα εἰς τρία, ἑσπέραν, ἀμολγόν, ἑῴαν.

`21.111b1`

ἠώς: ἕωθεν ἕως μεσημβρίας, ὡς τὸ «ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ» καὶ «πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ. ἔνδιος δʼ ὁ γέρων». ἡ δὲ μετὰ μεσημβρίαν ἕως ἑσπέρας δείλη, ἧς τὸ μὲν πρῶτον δείλην πρωΐην, τὸ δὲ πρὸς ἑσπέραν δείλην ὀψίαν Ἀττικοί φασι. τρισὶ δὲ διαστήμασιν ὥρισε τὴν ἡμέραν διὰ τὸ μηδέπω ὡροσκοπίαν παραδεδόσθαι.

`21.111b2`

ἠὼς μὲν γὰρ ἡ ἕωθεν ἕως μεσημβρίας ὥρα, μεσημβρία δὲ ὁ καιρὸς τῆς ἕκτης, ἣν Ἀττικοὶ δείλην λέγουσι πρωΐαν, δείλη δὲ ἡ μετὰ τὴν ἕκτην, ἣ καὶ δείλη ὀψία καλεῖται.

`21.111c1`

ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ: ὅλαι εὐθεῖαί εἰσιν. δίχα οὖν τοῦ ς ἡ δείλη.

`21.111c2`

εὐθεῖαι δέ εἰσιν αἱ τρεῖς.

`21.111d`

δείλης: Ἀρίσταρχος χωρὶς τοῦ ς, «δείλη».

`21.112`

Ἄρῃ: τῷ σιδήρῳ. συνείληπται δὲ ἀπὸ τοῦ Ἄρηϊ. τινὲς δὲ «ἀρῇ», βλάβῃ βέλους ἢ δόρατος.

`21.113`

ἢ ὅγε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ:
πέπεισται γὰρ ὡς οὐδεὶς αὐτῷ συνελθὼν συστάδην ἀνελεῖ.

`21.114`

αὐτοῦ: ἐν ᾧ ἦν τόπῳ ἱκετεύων.

`21.115`

ὁ δʼ ἕζετο χεῖρε πετάσσας: ἀπογνοὺς κἂν τὸν σύντομον αἱρεῖται θάνατον.

`21.120`

ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι: τὸ μὲν τοὺς ἐν τῷ ποταμῷ ὄντας ἐπιβάντα ἀναιρεῖν συγγνωστόν, τὸ δὲ καὶ τοὺς ἐν τῇ γῇ ἀναιρουμένους εἰς τὸ ῥεῖθρον ἐμβάλλειν αἰτίαν πιθανὴν παρέχει τῷ ποταμῷ εἰς τὴν κατʼ Ἀχιλλέως ἐπιβουλήν. ἔπειτα καὶ κατʼ αὐτοῦ βλασφημεῖ· «οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης ἀρκέσει». θηρώμενος οὖν ὁ ποιητὴς τὴν πρὸς τὸν ποταμὸν μάχην, ζητεῖ πιθανὰς αἰτίας.

`21.121`

ἔπεα πτερόεντʼ ἀγόρευεν: γράφεται «ἔπεα πτερόεντα προσηύδα».

`21.122a1`

ἘΝΤΑΥΘΟΙ νῦν ἧσο: περισπαστέον τὸ ἘΝΤΑΥΘΟΙ· ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. τὸ δὲ ἧσο δασυντέον· τινὲς δὲ ψιλοῦσιν, ἵνʼ ᾖ ἀντὶ τοῦ ἴσθι. ἔνιοι δὲ γράφουσιν «ἐνταῦθοι νῦν κεῖσο»· ἄμεινον δὲ τὸ πρῶτον.

`21.122a2`

τὸ ἘΝΤΑΥΘΟΙ περισπαστέον· ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. οἱ δὲ «ἐνταυθοῖ ἧσο». δασυντέον δὲ τὸ ἧσο. φέρεται δὲ καὶ ἡ «κεῖσο» γραφή.

`21.122b1`

ἄλλως· ἘΝΤΑΥΘΟΙ: Ἀττικόν ἐστιν· οἱ δὲ ἀπὸ τοῦ ἐνταυθί. ἧσο δὲ δίαγε ἢ ὕπαρχε.

`21.122b2/a3`

τινὲς ἧσο γράφουσιν, ἀντὶ τοῦ δίαγε, ὕπαρχε, ὃ καὶ δασύνεται. τὸ δὲ ἐνταυθοῖ περισπαστέον Ἀττικῶς.

`21.122c`

κεῖσο: διχῶς, κεῖσο καὶ «ἧσο».

`21.122d`

ὠτειλήν: οὕτως διὰ τοῦ ν, ὠτειλήν, ἅπασαι.

`21.123a`

ἀπολιχμήσονται: καταφάγωσιν. ἀπὸ τοῦ λείχειν δὲ εἴληπται τὸ λιχμᾶν.

`21.123b`

ἀκηδέες: ὡς εὐσεβέες, ἵνα αὐτοὶ οἱ ἰχθύες ἔχωσι τὸ ἐπίθετον, τουτέστι μηδεμίαν φροντίδα ἔχοντες.

`21.123c`

ἀκηδέες: οὐ κηδόμενοι. οἱ δὲ ὡς ἀνηλεές, ἐπὶ τοῦ Λυκάονος.

`21.123-4a1`

οὐδέ σε μήτηρ —γοήσεται: ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο, «μινυνθάδιον δέ με μήτηρ γείνατο», «τῆς δὲ δύω γενόμεσθα», ὥσπερ ἐμπιπλάμενος τῆς κατὰ τῶν πολεμίων κολάσεως τοῦτό φησιν.

`21.123-4a2`

ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο ἐκεῖνος, ὅτι ὡραία καὶ πλουσία ἦν, οὗτος, ὥσπερ ὑπερεμπιπλάμενος τῆς εἰς τοὺς πολεμίους κολάσεως, φησὶν ὅτι οὐδὲ ἐκείνη σοι ἐπιχαρήσεται, οἱονεὶ κἀκείνην τιμωρούμενος διʼ αὐτοῦ.

`21.124`

ἐνθεμένη λεχέεσσι: κηδεύσασα.

`21.125`

εἴσω ἁλὸς εὐρέα κόλπον: ὅτι τὸ εἴσω ἰσοδυναμεῖ τῷ εἴς, ἀντὶ τοῦ εἰς ἁλός. πλεονασμῷ τοῦ ω.

`21.126-7a`

θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει ἰχθύς, ὅς κε φάγῃσι—δημόν: πρὸς τὸ σημαινόμενον· Φιλήτας γὰρ καὶ Καλλίστρατος γράφουσι «φρῖχʼ ὑπαλύξει», λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων καὶ εὔτροφοι τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται. ὁ δὲ ποιητὴς οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν, ἀλλὰ τὸ ἐκ γαλήνης πρῶτον ἐξορθούμενον κῦμα. ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ ἐπιστίζοντα τὴν θάλασσαν· «οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρίξ» καὶ «ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω». ἡμεῖς δὲ λέγομεν ψῦχος κρύος καὶ πάχνην. ἔστιν οὖν τὸ λεγόμενον, μέλαιναν φρῖχʼ ὑπαΐξει, τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθύς, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸν δημόν, ἐπιπολάζοντος καὶ ἐξ ἐπιπολῆς φερομένου τοῦ νεκροῦ· τὸ γὰρ ὅς κε φάγῃσι ὃς φάγοι ἄν. καὶ ἐν Ὀδυσσείᾳ «τῶν κέν τις τόδʼ ἔχῃσιν» ὃς ἔχοι ἄν.

`21.126-7b1`

θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν: οὕτως ὑπαΐξει Ἀρίσταρχος· τὸ γὰρ λεγόμενον εἶναι βούλεται τοιοῦτο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων, τουτέστι κολυμβῶν, ὑπὸ τὴν φρῖκα ἀΐξει, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸ λίπος· δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. παρὰ δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ ω «ὥς κε φάγῃσι».

`21.126-7b2`

οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «ὑπαλύξει».

`21.126-7b3`

Ἀριστοφάνης «ὥς κε φάγῃσι».

`21.126-7c`

θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαλύξει ἰχθύς, ὅς κε φάγῃσι—δημόν: οὕτως αἱ Ἀριστάρχου «μέλαιναν φρῖκʼ ἐπαΐξει», ἡ δὲ Χία «μελαίνῃ φρίχʼ ὑπαΐξει». οὕτω δὲ αὐτὸ Ἀρίσταρχος ἐξηγήσατο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων, ὅ ἐστι κολυμβῶν, ἐπὶ τὴν φρῖκα ἀΐξει, ἵνα φάγῃ σε φερόμενον· δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ἐπὶ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. τὸ δὲ πᾶν οὕτως· νεοσφαγὴς μὲν οὖν ὢν καταδύσῃ ἐπὶ τὸ βάθος τοῦ ποταμοῦ, ἔνθα σὺν τοῖς ἰχθύσιν ὢν ἀπολιχμηθήσῃ τοῦ αἵματος. ἐπὶ πλέον δέ σε ἄταφον ὄντα καὶ μετεωρισθέντα ἐκβαλεῖ παρὰ θάλασσαν ὁ ποταμός, ἔνθα τις τῶν ἰχθύων σε κατέδεται ἐπὶ τὴν φρῖκα φερόμενος. Φιλήτας δὲ ἀρεσκόμενος τῇ ὑπαλύξει γραφῇ φησιν ὡς ἐκεῖνος ὁ λιπανθεὶς ἰχθὺς ὑπὸ τοῦ δημοῦ τὴν ψυχρασίαν ὑπαλύξει.

`21.127`

ὅς κε φάγῃσι: ὅτι ἀντὶ τοῦ ὃς φάγοι ἄν.

`21.128`

Ἰλίου ἱρῆς: ὅτι θηλυκῶς τὴν Ἴλιον.

`21.129`

κεραΐζων: ἐρημῶν.

`21.130-5a1`

οὐδʼ ὑμῖν ποταμός περ—νόσφιν ἐμεῖο: Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων Ἀριστοφάνη φησὶ στίχους ἓξ ἠθετηκέναι ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων, διὰ τί ὁ ποταμὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος τὴν αἰτίαν· «Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, οὓς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν». καὶ τὸ δηθά ὡς οὐχ Ὁμηρικῶς κείμενον αἰτιῶνται. μήποτε μέντοι καὶ ὁ Ἀρίσταρχος συγκατέθετο τῇ ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει.

`21.130-5a2`

ἕως τοῦ οὓς ἐπὶ νηυσὶ θοῇσιν Ἀριστοφάνης ἠθέτηκεν ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων, διὰ τί ὁ ποταμὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος «Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν»· εἰ γὰρ ἐβλασφημήθη ὁ ποταμός, ἔλεγεν ἂν τοῦτο πρὸς Ἥραν καὶ Ἥφαιστον

`21.131a`

δηθά: ὅτι τὸ δηθά ἀντὶ τοῦ πολλάκις.

`21.131b`

δηθά: νῦν ἀντὶ τοῦ ἐκ πολλοῦ χρόνου.

`21.131c1`

πολεῖς: Ἀρίσταρχος «πολέας», ἔνιοι δὲ πολεῖς. ἠθέτει δὲ αὐτοὺς Ἀριστοφάνης.

`21.131c2`

οὕτως τινές. ἠθέτει δὲ αὐτοὺς Ἀριστοφάνης. ἄμεινον οὖν «πολέας».

`21.132`

ζῳοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους: τὰ ὁρμητικώτατα γὰρ τῶν ζῴων αὐτοῖς ἀφιᾶσιν.

`21.135`

νόσφιν ἐμεῖο: λείπει τὸ ὄντος.

`21.136a`

ποταμὸς δὲ χολώσατο: οὐχ ὅτι ἐβλασφημήθη, ἐπεὶ κἂν πρὸς Ἥραν τοῦτο εἰρήκει καὶ πρὸς Ἥφαιστον —φησὶ γοῦν «ἐπεὶ κεχόλωτο δαϊκταμένων»—, ἀλλὰ διὰ τὸ τοὺς ἐπὶ γῆς ἀναιρουμένους εἰς αὐτὸν ῥίπτεσθαι.

`21.136b`

χολώσατο κηρόθι μᾶλλον: ῥιφέντος Λυκάονος ἦρκται τοῦ θυμοῦ. νῦν δὲ μᾶλλον διὰ τὸ κακῶς ἀκοῦσαι.

`21.137`

πόνοιο: τοῦ κατὰ τὴν μάχην ἔργου.

`21.140`

Ἀστεροπαίῳ ἐπᾶλτο: πῶς, φασί, πρὸ πέντε ἡμερῶν τὸν Κατάλογον ποιησάμενος Ἀστεροπαῖον παρέλιπε, λέγοντα ῥητῶς πρὸ ιαʹ ἡμερῶν ἐληλυθέναι; καὶ οἱ μὲν ὑποτάσσουσι στίχον ἐν τῷ τῶν Παιόνων καταλόγῳ· «αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους Πηλεγόνος θʼ υἱὸς περιδέξιος Ἀστεροπαῖος», ὃν καὶ ἐν πολλαῖς τῶν Ἰλιάδων φέρεσθαι. οὐ θαυμαστὸν τὸ παραλελεῖφθαι αὐτὸν ἐν τῷ Καταλόγῳ· μόνων γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων. ἐν δὲ τοῖς κατὰ μέρος καὶ τοὺς μετʼ ἐκείνους τεταγμένους παρέλαβεν. ὡς ἐπὶ Ἀθηναίων· ἐν μὲν γὰρ τῷ Καταλόγῳ Μενεσθέα φησὶν εἶναι τὸν ἡγεμόνα, ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ· «οἱ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσι Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς». ταὐτὸν οὖν ἐστι καὶ ἐπὶ Ἀστεροπαίου· ὁ μὲν γὰρ Πυραίχμης τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν δὲ δευτέραν Ἀστεροπαῖος. νυνὶ μέντοι τὴν πᾶσαν ἡγεμονίαν αὐτῷ ἀνατίθησι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι ὥσπερ καὶ Πρωτεσιλάου ἀποθανόντος ὁρῶμεν τὸν Ποδάρκην ἔχοντα.

`21.141-3`

υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος —βαθυδίνης: καὶ τίς χρεία τοῦ πατρός, μέλλοντος αὐτοῦ γενεαλογεῖν αὑτόν; ἀλλʼ ὁ μὲν ὡς ἀγνὼς Ἀχιλλεῖ — τῶν γὰρ ἐπηλύδων ἦν — ἐδίδαξεν αὐτὸν τὸ γένος· ὁ δὲ ποιητής, ἵνα μὴ ἐκεῖνος ἐπιμένοι τῷ οἰκείῳ καταλόγῳ, συνέτεμε καὶ τὴν μητέρα ἐδίδαξεν.

`21.141`

Πηλεγόνος: ὡς «Σαρπηδόνος». οὕτως καὶ ὁ Ἀσκαλωνίτης, ἐπεί, φησίν, ἡ εὐθεῖα ὀξύνεται, Πηλεγών. τὸ δὲ τοιοῦτον οὔπω ἐχυρόν, ἐπεί τοι ἐπιζητήσειέ τις· διὰ τί γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται; ἄμεινον οὖν οὕτως λέγειν ὡς ἐκ τῆς κλίσεως πολλάκις καταλαμβανόμεθα τοὺς τόνους τῶν εὐθειῶν. τὰ δὲ εἰς γων λήγοντα ἀρσενικὰ ὑπὲρ δύο συλλαβὰς τότε μὲν θέλει ὀξύνεσθαι, ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεσθαι, ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου «Παφλαγόνος» «Λαιστρυγόνος», Πηλαγόνος, «Πηλαγόνων ἐλατῆρα», ἀρηγών — λέγω δὲ ἐπὶ τοῦ συμμάχου —, ἀρσενικῶς «ἀρηγόνος ἡμετέροιο». οὕτως οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήσεται· Πηλεγόνος γάρ, καὶ Πηλεγόνα ἡ αἰτιατική, «ὃς τέκε Πηλεγόνα». τὰ δὲ ἄλλως κλιθέντα βαρύνεται, «Οὐκαλέγων», «Πελάγων», Σαλάγγων, «μέσφα Σαλάγγωνος ποταμοῦ». τὸ δὲ καταπύγων βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν εἶχεν ἀφορμὴν τὸ βαρυνόμενον παρώνυμον εἶναι τοῦ κατάπυγος, ὡς καὶ τοῦ ἄπειρος τὸ «ἀπείρων».

`21.142`

Ἀκεσσαμενοῖο: ὀξυτονητέον τὸ Ἀκεσσαμενός, ἵνα ὄνομα γένηται. οὕτως δὲ ἔχει καὶ Δεξαμενός, Τισαμενός.

`21.143`

τῇ γάρ ῥα μίγη: ἐν ἄλλῳ «τῇ γάρ ῥʼ ἐμίγη».

`21.145-6a`

μένος δὲ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος, ἐπεὶ κεχόλωτο: δαιμονίως οὐκ ἀθρόαν τὴν τοῦ ποταμοῦ ὀργὴν εἰσάγει, ἀλλὰ πρῶτον μὲν διʼ ἑτέρου ἐπιβουλεύει τῷ Ἀχιλλεῖ, εἶτα δʼ αὐτὸς ἐπιφέρεται.

`21.145-6b1`

ἄλλως· μένος δὲ οἱ ἐν φρεσὶ θῆκε — κεχόλωτο: ὅτι ψυχικὴ ἀρετὴ ἡ δύναμις. πιθανὸν δὲ ποταμοῦ αὐτὸν ἀπόγονον εἶναι, ὅπως πλέον ἐρεθίσῃ τὸν ποταμόν.

`21.145-6b2`

ψυχικὴ γὰρ ἀρετή ἐστιν ἡ εὐθαρσία. πιθανῶς δὲ αὐτὸν υἱὸν ποιεῖ ποταμοῦ, ἵνα πλέον ἐρεθίσῃ τὸν ποταμόν.

`21.146`

κεχόλωτο δαϊκταμένων αἰζηῶν: ὅτι λείπει ἡ περὶ πρόθεσις.

`21.147`

οὐδʼ ἐλέαιρεν: Πῖος ψυχρόν φησι τὸ ἐπίθετον, εἴτε ἐπὶ τῶν Τρώων — πῶς γὰρ ἄξιον ἐγκαλεῖν Ἀχιλλεῖ ὅτι οὐκ ἐλεεῖ τοὺς πολεμίους; —, εἴτε ἐπὶ τοῦ ποταμοῦ ὅτι αὐτὸν οὐκ ἠλέει, οὐχ ἁρμόζον ἐπὶ θεοῦ.

`21.150a`

τίς πόθεν εἶς ἀνδρῶν: πιθανὴ ἡ εἰσβολὴ ἐκ τοῦ καιροῦ, ὅτι τῶν ἄλλων φευγόντων οὗτος μόνος ἀντέστη.

`21.150b`

ὅ μευ: τινὲς «ὅ μου».

`21.155a`

Παίονας ἄνδρας ἄγων δολιχεγχέας: ὅτι ἕτερος οὗτος Παιόνων ἡγεμών, ὃν οὐ κατείλοχε διὰ τοῦ Καταλόγου

`21.155b1`

δολιχεγχέας: ὡς «εὐειδέας»· παραιτητέον γὰρ τοὺς ἄλλως ἀναγινώσκοντας.

`21.155b2`

παροξύνεται δὲ τὸ δολιχεγχέας ὡς «εὐειδέας».

`21.155c1`

δολιχεγχέας: καὶ πῶς ἐν τῷ Καταλόγῳ φησὶν αὐτοὺς «ἀγκυλοτόξους»; καὶ γὰρ καὶ Τεῦκρος ἐπαμφοτερίζει. ἴσως δὲ δισσὸν ἦν τὸ γένος, καὶ οἱ μὲν ὑπὸ Πυραίχμῃ, οἱ δὲ ὑπʼ Ἀστεροπαίῳ εἰσίν.

`21.155c2`

καὶ πῶς ἐν τῷ Καταλόγῳ «ἀγκυλοτόξους» αὐτούς φησιν; ἴσως οὖν διττὸν ἦν τὸ γένος, τὸ μὲν τοξεῦον, τὸ δὲ ἀκοντίζον. ἢ καὶ ἐπαμφοτερίζουσιν, ὡς καὶ Τεῦκρος.

`21.156`

ἠὼς ἑνδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα: ἀντὶ τοῦ ᾠχόμην, ὡς «ᾤμωξαν ἀολλέες» ἀντὶ τοῦ ᾤμωζον, ὥστε πρὸ ἕνδεκα ἡμερῶν ἐκ Παιονίας ἐξεληλυθέναι. διὰ τούτου δὲ λύσις τοῦ πῶς πρὸ πέντε ἡμερῶν τὸν Κατάλογον ποιησάμενος οὐκ ἐμνήσθη τοῦ Ἀστεροπαίου· οὔπω γὰρ ἦν φθάσας.

`21.159`

τὸν δέ μέ φασι: ὁ Ἀσκαλωνίτης ἐκ πλήρους λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ, εἰσὶ μέντοι, οἳ ἀπολύτως ἀνέγνωσαν. ὅμοιον δέ ἐστι τὸ ἐν Ὀδυσσείᾳ «μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι»· καὶ οὐδέν ἐστι τὸ κωλῦον.

`21.162a1`

ὁ δʼ ἁμαρτῇ δούρασιν ἀμφίς: Ἀρίσταρχος ἀποκοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην, ὅ ἐστιν ἅμα· διὸ καὶ χωρὶς τοῦ ι γράφει. ἐν δὲ τῇ Μασσαλιωτικῇ «ὁ δʼ ἁμαρτῇ δούρασιν ἄμφω»· καὶ λόγον ἔχει.

`21.162b1`

ἁμαρτῇ: περισπαστέον καὶ σὺν τῷ ι γραπτέον κατὰ τὸν χαρακτῆρα τῶν εἰς τη ληγόντων ἐπιρρημάτων. καὶ διελέγχει ἡ παράδοσις τὸν Ἀρίσταρχον, ἔχουσα τὸ ι.

`21.162b2/a2`

ἁμαρτῇ: περισπᾶται καὶ σὺν τῷ ι γράφεται· ἔστι γὰρ παρὰ τὸ ἅμα ἀρτῶ. ὁ δὲ Ἀρίσταρχος δίχα τοῦ ι, ἀπὸ τοῦ ἁμαρτήδην λέγων ἀποκεκόφθαι τὴν λέξιν, κακῶς.

`21.162a3`

ἀμφίς: «ἄμφω» ἡ Μασσαλιωτική.

`21.162c`

ἀμφίς: δίχα. «τὼ δʼ ἀμφὶς φρονέοντε», «ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει», εἰς ἑκάτερα διείργει. «καὶ εἴριον ἀμφὶς ἀνέλκει». «ἀμφὶς ἐάγη». ἀμφίβολον δέ, πότερον «ἁμαρτῇ ἀνέσχετο» ἢ ἁμαρτῇ ἀμφίς, ἐξ ἑκατέρου μέρους· ὃ καὶ ἄμεινον· περιδέξιος γάρ ἐστιν.

`21.163a`

περιδέξιος: ἄμεινον συνθέτως ἀναγινώσκειν, ὡς «ἐπιδέξιος» καὶ ἀμφιδέξιος.

`21.163b`

περιδέξιος: τινὲς ἀντὶ τοῦ ὑπερδέξιος, μεγάλως δεξιός, ὡς «περίεσσι γυναικῶν». οἱ δὲ ἀμφιδέξιος. τὴν δὲ ἀσπίδα ἀπέβαλεν ὡς δύσχρηστον ἐν ὕδασι. δύναται δὲ καὶ πελτάριον ἔχειν ὡς οἱ τοξόται.

`21.165a`

χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο: ὅτι ἄτρωτα τὰ Ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἠθετημένους ἐν τῇ πρὸ ταύτης ῥαψωδίᾳ «ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας».

`21.165b`

χρυσὸς γὰρ—θεοῖο: Ἀριστόνικος ὅτι ἄτρωτα τὰ Ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἠθετημένους στίχους

`21.165c1`

χρυσὸς γὰρ ἐρύκακε: οὐκοῦν ἐπιπόλαιος ἦν ὁ χρυσός. εἰ δέ φησιν ὅτι μέχρι τινὸς ἔρρηξε, μέσην τακτέον τὴν χρυσῆν πτύχα κατὰ Πορφύριον δύναται δὲ καὶ οὕτως εἶναι πρῶτος.

`21.165c2`

ὅτι ἐν ἐπιφανείᾳ ἡ χρυσῆ πτυχή.

`21.166a`

τῷ δʼ ἑτέρῳ μιν πῆχυν ... βάλε χειρός: ὅτι ἀρχαϊκῶς πάλιν τὸν πῆχυν αὐτὸν ἔβαλεν, οὐχὶ τὸν πῆχυν αὐτοῦ.

`21.166b`

ἐπιγράβδην: ὡς ἐπιξέσαι.

`21.167a`

σύτο δʼ αἷμα: ὑπὸ μόνου τούτου Ἀχιλλεὺς τιτρώσκεται.

`21.167b1`

ἡ δʼ: ὡς τὸ «νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη· τὸ μὲν οὔποτʼ ἐρωεῖ», οὕτω καὶ νῦν πρὸς τὴν συνώνυμον μελίαν ὑπήντησεν.

`21.167b2`

σημείωσαι ὅτι «τῷ δʼ ἑτέρῳ» εἰρηκὼς ἐπήγαγεν ἡ δʼ ὑπὲρ αὐτοῦ «γαίῃ ἐνεστήρικτο».

`21.169a`

ἰθυπτίωνα: ἀπὸ τοῦ «ἰθὺ βέλος πέτεται». μεταφορικῶς δὲ ἀπὸ τοῦ φοροῦντος τὸ πλεονέκτημα ἐπὶ τὸ φορούμενον μετήγαγεν. ἔστιν οὖν «κατʼ εὐθὺ πετομένην».

`21.169b1`

ἰθυπτίωνα: ὅτι Ζηνόδοτος γράφει «ἰθυκτίωνα» διὰ τὸ κτηδόνας λέγεσθαι τῶν ξύλων τὰς γραμματοειδεῖς διαφύσεις. παρέλκει δὲ νῦν τὸ περὶ τῆς τοῦ ξύλου φύσεως εἰπεῖν. τὸ μέντοι ἰθυπτίωνα εἰς εὐθὺ φερομένην, ἀναφερομένου τοῦ ἐπαίνου εἰς τὸν ἀκοντίζοντα· «καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτεται».

`21.169b2`

ἄλλως· ἰθυπτίωνα: ἀρίσταρχος «ἰθυκτίωνα», ὅ ἐστιν ἐπʼ εὐθείας ἔχουσαν τὰς κτηδόνας καὶ τὰς ἐν τοῖς ξύλοις διαφύσεις.

`21.169c`

ἰθυπτίωνα: ἐπʼ εὐθείας φερομένην ὑπὸ τῆς εὐστοχίας τοῦ Ἀχιλλέως. οἱ δὲ γράφοντες «ἰθυκτίωνα» φασὶ κτηδόνας καλεῖσθαι τὰς κατʼ εὐθεῖαν διαφύσεις τῶν ξύλων οἷον ἶνας. ἰθυπτίωνα δὲ λέγει τὴν ἐπʼ εὐθείας πετομένην καὶ πορευομένην. ὅτι Ζηνόδοτος γράφει «ἰθυκτίωνα» καὶ Καλλίστρατος. Ἑρμαπίας περισπᾷ τὴν παρεσχάτην, «ἰθυπτιῶνα» ὡς Ἑλικῶνα.

`21.171`

καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν: ἐναγώνιον τὸ τιτρώσκεσθαι καὶ ἀποτυγχάνειν Ἀχιλλέα.

`21.172a`

μεσσοπαλὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος: μέχρι τοῦ μέσου παλλόμενον· οὕτω γὰρ τὸ μετὰ βίας ἐκπεμφθὲν σημαίνει, ὅτι μέχρι τοῦ μέσου καταπεπηγὸς τὸ δόρυ περὶ τὸν οὐρίαχον ἐπάλλετο. δηλοῖ δὲ καὶ τὸ ὑποκείμενον ἔδαφος τελματῶδες ὄν. τοῦτο δὲ οἰκονομεῖ, ἵνʼ ἑξῆς ἐπιχειρῶν Ἀστεροπαῖος ἀνελκύσαι αὐτὸ μὴ δυνατὸς ᾖ. ἢ ὅτι δόρυ ἐκ μέσου πάλλεται.

`21.172b1`

μεσσοπαλές: ἔνιοι «μεσσοπαγές» διὰ τοῦ γ, οὐκ εὖ· βούλεται γὰρ λέγειν «ἕως μέσου παλλόμενον», διʼ οὗ τὸ σφοδρὸν τῆς βολῆς παρίστησιν. οὕτως Ἀρίσταρχος.

`21.172b2`

οὕτως Ἀρίσταρχος μεσσοπαλές.

`21.172b3`

μεσσοπαλές, οὕτω διὰ τοῦ λ.

`21.172c`

κατʼ ὄχθης: ὅτι ἣν νῦν ὄχθην εἴρηκεν, ἑξῆς κρημνόν· «οὐ δύνατʼ ἐκ κρημνοῖο»· πάντα γὰρ τὰ ὑψηλὰ ὄχθαι λέγονται.

`21.173a1`

Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος: ὅτι ὡς περὶ ἑτέρου λέγει, προειπὼν «δεύτερος αὖτʼ Ἀχιλεύς».

`21.173a2`

ἐπανείληφεν ὡς περὶ ἑτέρου διαλεγόμενος.

`21.173b`

Πηλείδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος: Ἀριστόνικος ὅτι ὡς περὶ ἑτέρου λέγει· εἴρηκε γάρ· «δεύτερος αὖτʼ Ἀχιλεύς».

`21.174a1`

ἆλτʼ ἐπί οἱ μεμαώς: ἡ οἷ ἀντωνυμία ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τῆς ἐπί προθέσεως τὸ τέλος ὀξύνουσιν.

`21.174a2`

ἀπόλυτος ἡ οἷ.

`21.174a3`

Πτολεμαῖος ὁ Ἀσκαλωνίτης τὸ ἐπί βαρύνει· ἔστι γὰρ ψιλοῦν αὐτό.

`21.175`

οὐ δύνατʼ—χειρὶ παχείῃ: γραφικῶς.

`21.179a`

Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα: λείπει τὸ ἐλθών.

`21.179b`

ἄορι: τῷ δόρατι. Φιλήτας· «καί κεν Ἀθηναίης δολιχαόρου» ἀντὶ τοῦ «μέγα δόρυ ἐχούσης».

`21.181`

χολάδες: τὰ ἔντερα, ἀπὸ τῆς κοιλότητος ἢ τοῦ κεχαλάσθαι, ὅθεν καὶ κῶλον. οἱ δὲ τὰ ἔντερα, ἃ τὴν ξανθὴν ἔχει χολήν· τῆς γὰρ χολῆς ἡ μὲν ξανθή, ὅθεν ὁ ἴκτερος, ἡ δὲ μέλαινα, ἀφʼ ἧς αἱ μελαγχολίαι.

`21.183a`

ἐξενάριξε: ἐν ἐνίαις διὰ τοῦ ζ «ἐξενάριζε».

`21.183b`

εὐχόμενος: ὅτι ἀντὶ τοῦ καυχώμενος.

`21.184-5`

Κρονίωνος παισίν: ἀντὶ τοῦ ἐκγόνοις. Αἰακοῦ γὰρ καὶ Ἐνδηΐδος τῆς Σκείρωνος Πηλεύς, οὗ Ἀχιλλεύς.

`21.185a1`

ποταμοῖό περ ἐκγεγαῶτι: ὅτι περισσὸς ὁ πέρ, ὡς ἐκεῖ «φυγόντι περ αἰπὺν ὄλεθρον». οὕτως δὲ κατὰ δοτικὴν ἐκγεγαῶτι αἱ Ἀριστάρχου.

`21.185a2`

περισσὸς ὁ πέρ. Ἀρίσταρχος δὲ τὸ ἐκγεγαῶτι κατὰ δοτικήν.

`21.186a`

φῆσθα: εἴτε ἐνεστῶτα σημαίνει, προπερισπασθήσεται, εἴτε δεύτερον ἀόριστον, ὁμοίως. τούτῳ δὲ μόνῳ διαλλάξει τῷ σὺν τῷ ι γράφεσθαι τὸ η ἐπὶ τοῦ ἐνεστῶτος.

`21.186b`

φῆσθα: προπερισπαστέον· παρατατικοῦ γάρ ἐστιν. Τυραννίων δὲ βαρύνει ὡς ἐνεστῶτος χρόνου καὶ μετὰ τοῦ ι γράφει.

`21.186c`

φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι: ἀλλὰ καὶ Αἴγινα Ἀσωποῦ. οὐκ εὐτελίζει οὖν τοὺς ποταμούς, ἀλλὰ Δία προκρίνει ἄλλως τε τὰ τῶν πατέρων ἀεὶ προκρίνει ὁ ποιητής.

`21.189`

Αἰακός: ἐπειδὴ ἀετῷ εἰκασθεὶς ἐμίγη αὐτῇ, τὸν παῖδα Αἰακὸν ὠνόμασεν.

`21.190a1`

ἁλιμυρηέντων: κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρηνεῖν. φησὶ δὲ «οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν».

`21.190a2`

ἁλιμοιρηέντων: κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρηνεῖν, ὅπερ καὶ ἐνταῦθα Ἀρίσταρχος οὐ καλῶς ὑπενόησε, διὰ ψιλοῦ γράφων τοῦ υ· δηλοῖ γὰρ τοὺς τὴν ἰδίαν μοῖραν εἰσβάλλοντας ἐν ἁλί.

`21.191`

κρείσσων δʼ αὖτε: Ἀρίσταρχος ἔξω τοῦ δέ, «κρείσσων αὖτε».

`21.192`

καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας: ἤτοι περὶ τοῦ Ἀξιοῦ φησιν, οἷον «πάρεστι σοι ποταμὸς ὁ πρόγονος»· ἢ καὶ μᾶλλον «πάρεστί σοι ὁ Ξάνθος», ἵνα διὰ τούτου ἐπὶ τὴν ὀργὴν προκαλῆται τὸν Ξάνθον.

`21.192-3a1`

καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν: ἤτοι συναπτέον μέχρι τοῦ χραισμεῖν· ἢ στικτέον μετὰ τὸ μέγας, ὑποστικτέον δὲ μετὰ τὸ εἰ δύναταί τι, ἵνα τὸ χραισμεῖν ἀντὶ προστακτικοῦ κέηται.

`21.192-3a2`

μέγας, φησίν, ἐστὶν ὁ ποταμός, εἴ γε δύναται καὶ χραισμεῖν, ἵνα μὴ στίξωμεν εἰς τὸ μέγας. εἰ δὲ ᾖ στιγμὴ εἰς τὸ μέγας, λέγει ὅτι εἰ δύναται χραισμεῖν, χραισμείτω.

`21.194`

τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει: Ἡρακλῆς εἰς Ἅιδου κατελθὼν ἐπὶ τὸν Κέρβερον, συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως· οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν, ἐπανελθὼν εἰς φῶς ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευομένην τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμόν, διεπάλαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον παρὰ Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος· διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἡ ἱστορία παρὰ Πινδάρῳ

`21.194a1`

οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει: ἡ ἀρχαία Ἑλλὰς περὶ Δωδώνην καὶ Σελλοὺς ἔκειτο, ὅθεν ὁ Ἀχελῷος ἐκρέων διʼ Αἰτωλίας εἰς τὸν Ἀμβρακικὸν ἐξῄει κόλπον, ἄχρις οὗ Ἡρακλῆς αὐτὸν ἀπέτρεψεν. μέγιστος οὖν τῶν ταύτῃ ποταμῶν ὁ Ἀχελῷος· διὸ Ἀχελῷος πᾶν πηγαῖον ὕδωρ. καὶ τὸ ἐν Δωδώνῃ δὲ μαντεῖον ἐν ἅπασι τοῖς χρησμοῖς κελεύει θύειν Ἀχελῴῳ.

`21.194b1`

κρείων Ἀχελώϊος: πρεσβύτερον τῶν ἄλλων ἥγηνται τὸν Ἀχελῷον· διὸ καὶ κρείοντα αὐτόν φησιν.

`21.194b2/a2`

τῶν ἄλλων πάντων ποταμῶν μείζονα εἶναι λέγουσιν Ἀχελῷον· ὅθεν καὶ κρείοντα αὐτὸν πρὸς τοὺς ἄλλους λέγει. ῥεῖ δὲ διʼ Ἀκαρνανίας καὶ Δωδώνης.

`21.194c1`

οὐδέ: Ἀρίσταρχος «οὔτε».

`21.194c2`

ἄλλως· οὐδέ: «οὔτε» διὰ τοῦ τε.

`21.194d`

Ἀχελώϊος: Ἀχελῷος λέγεται διὰ τὴν τοῦ ι ἐκφώνησιν καὶ Ἀχελωὸς ὀξυτόνως ἄνευ τοῦ ι γράφεται, παρὰ τὴν τοῦ α ἐπίτασιν καὶ τὸ ὅλος χέεσθαι. ἢ Ἀχελήϊος.

`21.195a1`

οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο: ὅτι Ζηνόδοτος αὐτὸν οὐκ ἔγραφεν· γίνεται γὰρ ὁ Ἀχελῷος πηγὴ τῶν ἄλλων πάντων. ἔστι δὲ καθʼ Ὅμηρον ὁ Ὠκεανὸς ὁ ἐπιδιδοὺς πᾶσι τὰ ῥεύματα· διὸ καὶ κατὰ τιμήν φησιν· «οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο».

`21.195a2`

ὅτι Ζηνόδοτος τοῦτον ἠθέτηκεν ἄρας.

`21.195b`

οὐδὲ βαθυρρείταο—Ὠκεανοῖο: τοῦτον οὐ γράφει Μεγακλείδης· φησὶ γὰρ ἐν τῇ πρώτῃ Περὶ Ὁμήρου· «ποῖον ῥεῖθρον μεῖζον Ἀχελῴου, “ἐξ οὗπερ πάντες ποταμοί”» ὥστε παρέλιπεν τὸν περὶ τοῦ Ὠκεανοῦ. Κράτης δὲ ἐν δευτέρῳ τῶν Ὁμηρικῶν δεικνύει ὅτι Ὠκεανὸς Μεγάλη θάλασσα· «ταῦτα γάρ, φησί, μόνως ἂν ἁρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, ἣν ἔτι καὶ νῦν οἱ μὲν Μεγάλην θάλατταν, οἱ δὲ Ἀτλαντικὸν πέλαγος, οἱ δὲ Ὠκεανὸν προσαγορεύουσι. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν τὴν δύναμιν; καίτοι γʼ ἔνιοι ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ στίχον τῷ Ἀχελῴῳ περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης μείων ἐστίν, ἀλλὰ καὶ τῶν ἐν αὐτῇ κόλπων, λέγω δὴ Τυρρηνικοῦ καὶ Ἰονίου.» εἶτα δʼ ἐν τῷ τρίτῳ φησὶν ὅτι «καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ Ὠκεανὸν εἶναι· ἐξ οὗπερ τὸ πότιμον. Ἵππων· “τὰ γὰρ ὕδατα τὰ πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστίν· οὐ γὰρ δή που τὰ φρέατα βαθύτερα ἢ ἡ θάλασσά ἐστιν, ἐξ ὧν πίνομεν· οὕτως γὰρ οὐκ ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλʼ ἄλλοθέν ποθεν. νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστὶν τῶν ὑδάτων. ὅσα οὖν καθύπερθεν τῆς θαλάσσης ἐστίν, πάντα ἀπʼ αὐτῆς ἐστιν.” οὕτως τὰ αὐτὰ εἴρηκεν Ὅμηρος.»

`21.195c`

οὐδὲ—Ὠκεανοῖο: τινὲς οὐ γράφουσι τὸν στίχον, θέλοντες ἐξ Ἀχελῴου ῥεῖν· τὸν γὰρ αὐτὸν Ὠκεανῷ Ἀχελῷόν φασιν.

`21.196-7`

ἐξ οὗπερ πάντες ποταμοὶ—νάουσιν: Ξενοφάνης ἐν τῷ Περὶ φύσεως· «πηγὴ δʼ ἐστὶ θάλασσʼ ὕδατος, πηγὴ δʼ ἀνέμοιο· οὔτε γὰρ ἐν νέφεσιν ἔσωθεν ἄνευ πόντου μεγάλοιο οὔτε ῥοαὶ ποταμῶν οὔτʼ αἰθέρος ὄμβριον ὕδωρ, ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε καὶ ποταμῶν», ὡς Ὅμηρος· ἐξ οὗπερ πάντες ποταμοί.

`21.196`

πᾶσα θάλασσα: ὅλη. ἢ ἐπεὶ πολλὰ πελάγη εἰσίν, Ἀτλαντικόν, Λιγυστικόν, Τυρρηνικόν, Λιβυκόν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὔξεινος, Κασπία, Ἐρυθρά.

`21.197`

μακρά: βαθέα. καὶ «ἠϊόνος προπάροιθε βαθείης» ἀντὶ τοῦ τῆς μακρᾶς. νάουσι δὲ πιδύουσιν.

`21.200`

ἐκ κρημνοῖο: ὅτι ἀντιπέφρακε τῇ ὄχθῃ τὸν κρημνόν.

`21.202`

δίαινε: διαίνεσθαι κυρίως τὸ ἐκ Διὸς βρέχεσθαι.

`21.203a`

ἐγχέλυές τε καὶ ἰχθύες: ὅτι Ὅμηρος διαστέλλει τὰς ἐγχέλυας ἀπὸ τῶν ἰχθύων· καὶ ἑξῆς· «τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες». ἔστι δὲ πιθανεύσασθαι οὕτως δεχόμενον, ἐγχέλυες καὶ οἱ ἄλλοι ἰχθύες, ὡς «Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα» κατʼ ἐξοχήν.

`21.203b`

ἐγχέλυες: χωρίζει αὐτὰς τῶν ἰχθύων, ἐπεὶ οὔτε ἐξ ὀχείας γίνονται οὔτε ζωὰ τίκτουσιν οὔτε σπερματικοὺς οὔθʼ ὑστερικοὺς ἔχουσι πόρους. οὐκ εἰς θῆλυ καὶ ἄρρεν διακρίνονται, ἀλλʼ ἐκ τῶν καλουμένων γῆς ἐντέρων αὐτόματα συνίστανται ἐν τῷ πηλῷ, ζῶσι δὲ ὄμβρῳ καὶ ὕδατι. φασὶ δὲ καὶ ἀλληλοφάγους αὐτὰς εἶναι καὶ ζῆν ἑπτὰ ἢ ὀκτὼ ἔτη. καὶ ἐν τῷ ἀγορανομικῷ δὲ νόμῳ Ἀθηναίων διέσταλται ἰχθύων καὶ ἐγχελύων τέλη. καί φησιν ὡς καὶ οἱ ἐν βάθει ἰχθύες ἀνέβρασσον ἐσθίοντες αὐτόν. ἢ ὅτι μάλιστα τῶν ἄλλων ἰχθύων σαρκοφαγοῦσιν.

`21.204a`

δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες: συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς ἐστι δημὸν ἐπινεφρίδιον. τὸ δὲ ἐρεπτόμενοι καὶ κείροντες δισσολογεῖται.

`21.204b`

δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον: περὶ γὰρ τοὺς νεφροὺς πολλή ἐστιν ἡ πιμελή. εἴρηνται δὲ νεφροί, ἀφʼ ὧν νείφεται τὰ οὖρα. κυρίως δὲ τὸ ἀπὸ τῆς ἔρας τῇ γλώσσῃ ἐπαίρειν ἐρέπτεσθαι.

`21.204c`

κείροντες: ἀπλήστως ἐσθίοντες· ὅθεν ὁ κόρος.

`21.205`

Παίονας ἱπποκορυστάς: οὐκ «ἀγκυλοτόξους»· διεπολέμουν γὰρ πρὸς τοὺς ὁμόρους Θεσσαλούς· διὸ τὴν διαφορὰν συνέστησεν, ὡς Λυδίων καὶ Λυκίων.

`21.206`

πεφοβήατο: συνδεδιωγμένοι ἦσαν.

`21.213`

εἰσάμενος, βαθέης δʼ ἐκφθέγξατο: γράφεται καὶ «εἰδόμενος». τὸ δὲ βαθέης χωρὶς τοῦ δ.

`21.214-21`

ὦ Ἀχιλεῦ—ὄρχαμε λαῶν: ἐντέχνως εὗρεν πρέποντας ποταμῷ λόγους, μεταξὺ ὀργῆς καὶ παραγγελίας ἀνδρῶν λόγων.

`21.214-5`

περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις ἀνδρῶν· αἰεὶ—αὐτοί: τοιοῦτόν ἐστιν, ὃ λέγει· «ἐν ᾧ διὰ τοὺς θεοὺς κρατεῖς, ἀδικεῖς».

`21.214a1`

περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις: οὐκ ἀναστρεπτέον τὴν περί πρόθεσιν· κεῖται γὰρ ἀντὶ τοῦ περισσῶς.

`21.214a2`

οὐκ ἀναστρεπτέον δὲ τὴν περί· ἔστι γὰρ ἀντὶ τοῦ περισσῶς.

`21.214b`

αἴσυλα: ἐστερημένα αἴσης, ὅ ἐστι τῆς ἰσότητος.

`21.215`

αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί: ἀφῄρηταί τι αὐτοῦ τοῦ φρονήματος, ὡς οὐ διʼ ἀνδρείαν πάντα ποιοῦντος καὶ κατορθοῦντος.

`21.217a`

ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε:
ἀπὸ τῶν ἐμῶν ῥείθρων ἐλάσας. τοῦτο λέγει ἐνεδρεύων, ὅπως ἐναλλόμενος πρὸς τὸ ἐξελάσαι τοὺς Τρῶας εἰς τὸ πεδίον διαφθαρῇ. ὁ δὲ Ἀχιλλεὺς οὐ συνεισήλατο. τὸν τόπον παραιτεῖται, οὐ κωλύσων τὸν φόνον, ἀλλʼ ἵνʼ ᾖ κατὰ τὸ πεδίον.

`21.217b1`

ἐμέθεν γʼ ἐλάσας: οὕτως διὰ τοῦ γέ, ἐμέθεν γʼ ἐλάσας.

`21.217b2`

τινὲς «ἐμέθεν πελάσας».

`21.218a`

ἐρατεινὰ ῥέεθρα: ὅτι ἄκαιρον τὸ ἐπίθετον· πεφοίνικται γὰρ ὑπὸ τοῦ αἵματος. ὅμοιον οὖν τῷ «ἐσθῆτα φαεινήν» καὶ «ἄστρα φαεινὴν ἀμφὶ σελήνην».

`21.218b`

ἐρατεινὰ ῥέεθρα: καλῶς τὸ ἐπίθετον εἰς ἔνδειξιν τοῦ ὅτι τὰ τοιαῦτα ῥεύματα μεμίανται.

`21.218c`

ἐρατεινά: πρὸς τὰ καλά, ἔρωτος ἄξια.

`21.219a`

προχέειν ῥόον: ἐπεὶ καὶ προχοαὶ τὰ ῥεύματα.

`21.219b`

εἰς ἅλα δῖαν: μεγάλην, ἀπὸ τοῦ Διός ἢ παρὰ τὸ δέος. ἢ ὅτι θρεπτικὴ τῶν οὐρανίων.

`21.220`

στεινόμενος: ὅτι ἀντὶ τοῦ στενοχωρούμενος ὑπὸ τοῦ πλήθους τῶν νεκρῶν, οὐ στενάζων.

`21.221a`

ἔασον: ψιλῶς· ἔστι γὰρ ἄφες, ἀπὸ τοῦ ἐῶ περισπωμένου κείμενον.

`21.221b1`

ἔασον: τινὲς πληρώθητι, παρὰ τὸ ἆσαι.

`21.221c1`

ἔασον: ἀπὸ τοῦ ἥδω τινὲς οἰόμενοι τὸ ἔασον κατὰ διαίρεσιν τῆς πρώτης συλλαβῆς ἐδάσυναν, ἵνα σημαίνῃ τὸ πληρώθητι. ἄμεινον δὲ ψιλοῦν· ἔστι γὰρ ἀπὸ τοῦ ἐάω τὸ ἔασον.

`21.221b2/c2`

πληρώθητι, κορέσθητι, παρὰ τὸ ἆσαι. ἢ ἔασον τοῦ μιαίνειν τῷ φόνῳ τὰ ῥεύματα.

`21.221d`

ἄγη: θαυμασμός, παρὰ τὸ ἄγαν.

`21.223a1`

ἔσται ταῦτα, Σκάμανδρε: ἀμφιβόλως συγκατατίθεται ἀφέξεσθαι τῆς εἰς τὸν ποταμὸν τῶν νεκρῶν ἐμβολῆς. εἶτʼ ἑξῆς παραβαίνει τὰς συνθήκας, καὶ πάλιν ἐπεισβαίνει τῷ ῥείθρῳ· «ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ κρημνοῦ ἀπαΐξας».

`21.223a2`

συγκατατίθεται ὑποχωρῆσαι τοῦ ῥείθρου καὶ πάλιν ἑξῆς ἐπεισβαίνει τῷ ῥείθρῳ· ὅθεν αὐτῷ ἐπεξέρχεται ὁ ποταμός.

`21.226`

ἀντιβίην ἤ κέν με δαμάσσεται ἤ κεν ἐγὼ τόν:
ἤτοι στικτέον ἐπὶ τὸ ἀντιβίην, ἵνα ὀξυτόνως ἀμφοτέρους ἀναγινώσκωμεν τοὺς διαζευκτικοὺς συνδέσμους, ἤ κέν με δαμάσσεται ἤ κεν ἐγὼ τόν, ἵνα τοῦ κέν συνδέσμου δὶς περισσεύοντος ὁ λόγος ᾖ ἀποφατικός, ἢ ἀνελεῖ με ἢ ἐγὼ αὐτόν. ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος διαπορητικός, «τοῦ Ἕκτορος πειραθῆναι ἄντικρυς, πότερον αὐτὸς ἀνελεῖ με ἢ ἐγὼ αὐτόν».

`21.227`

δαίμονι ἶσος: ἀκμὴς ὡς θεός.

`21.229-30`

οὐ σύ γε βουλάς εἰρύσαο Κρονίωνος: διὰ τὸ «ἀμφοτέροισι δʼ ἀρήγεθʼ, ὅπῃ νόος ἐστὶν ἑκάστου». καὶ πρὸς τὸ «εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται». ὑπομιμνῄσκει οὖν ὅτι δεῖ κωλύειν ἀριστεύοντα οὕτω τὸν Ἀχιλλέα, ἐξουσίαν ἅπαξ δόντος τοῦ Διός.

`21.232a`

δείελος ὀψὲ δύων: τὴν πρὸς τὴν τοῦ ἡλίου δύσιν ὀψίαν δείλην ὑπὸ Ἀττικῶν λεγομένην αὐτὸς ἀρσενικῶς «ὀψὲ δύοντα δείελον» ἔφη. τινὲς δὲ δείλη, ἐπεὶ δειλότεροι τότε ἐγίνοντο τὸ νυκτερινὸν οἰωνιζόμενοι σκότος.

`21.232b1`

δείελος ὀψὲ δύων: ἡ «δείλη» δείελος εἴρηται ὡς ἡ ἑσπέρα «ἕσπερος», ὠνὴ «ὦνος» χολὴ «χόλος». τὸ δὲ ὀψὲ δύων ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο, ὀψιδύων ὡς ὀψιμαθής, «ὀψιτέλεστον». οὕτως δὲ καὶ τὸ «ὀψὲ δύοντα Βοώτην». ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς Καθόλου

`21.232b2`

δείελος: ἡ «δείλη» δείελος δὲ εἴρηται ὡς ἑσπέρα «ἕσπερος», ὠνὴ «ὦνος», χολὴ «χόλος». εἰσὶ μέντοι, οἳ καὶ τὸ ε ἐδάσυναν, προσέχοντες τῇ ἐτυμολογία· παρὰ γὰρ τὸ ἐνδεῖν τῇ ἕλῃ. οὐκ ἐπείσθη δὲ αὐτοῖς ἡ παράδοσις.

`21.232c`

δείελος: ὅτι ἀρσενικῶς τὴν δείλην δείελον.

`21.232d`

σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν: σκίασμα γὰρ γῆς ἡ νύξ.

`21.234-5`

ὁ δʼ ἐπέσσυτο οἴδματι θύων πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκρούς: ἐδεινοποίησε τὸν τόπον τοῖς ὀνόμασιν· τὸ μὲν γὰρ ἐπέσσυτο σφοδρὰν τὴν ὁρμὴν παρίστησι, τὸ δὲ οἶδμα ἀπὸ τῆς θαλάσσης μετήνεγκε, τὸ δὲ θύων ὁρμῶν ἐμμανῶς. ἡ μεταφορὰ δὲ τοῦ κυκᾶσθαι τὸν ποταμὸν κατὰ τὸ οἴδματι θύειν καὶ ὀρίνειν τὰ κύματα καὶ τοὺς νεκροὺς ὠθεῖν

`21.235-40`

πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκρούς πολλούς, —ἵστατο κῦμα: θείας ἐνεργείας τὸ μιᾷ ὁρμῇ τοὺς μὲν νεκροὺς ἐκβάλλειν, τοὺς δὲ ζῶντας ἐγκρύπτειν κολποῦντα ἑαυτόν, τὸν δὲ Ἀχιλλέα περιΐστασθαι· διὸ εἶπε πάντα δʼ ὄρινε ῥέεθρα ἀντὶ τοῦ διήγειρεν.

`21.237-8`

τοὺς ἔκβαλλε θύραζε, μεμυκὼς—ῥέεθρα: συναπτέον μέχρι τοῦ χέρσον δέ· τὰ δὲ ἑξῆς ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἑξῆς ἔκβαλλε θύραζε χέρσον δέ, τὸ δὲ μεμυκὼς ἠΰτε ταῦρος διὰ μέσου. ἐντεῦθεν δὲ κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ ταυρομόρφους λέγουσιν εἶναι τοὺς ποταμούς.

`21.237`

ἔκβαλλε: ἐν ἄλλῳ «ἐξῆγε».

`21.238a1`

χέρσον δέ: μέχρι τούτου τὰ τῆς ἀναπαύσεως, εἶτα ζωοὺς δὲ σάω, ἵνα διαστολὴ γένηται ἥ τε τῶν νεκρῶν καὶ ἡ τῶν ζώντων.

`21.238a2`

στικτέον εἰς τὸ χέρσον δέ, ἵνα μὴ ὁ νοῦς ἐμποδίζοιτο.

`21.239`

κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι: τὸ ὁμοιοτέλευτον δίδωσι πλάτος τῷ ποταμῷ.

`21.241`

ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος: ἀντίπαλος γάρ ἐστιν Ἡφαίστου τοῦ δημιουργοῦ.

`21.242-3`

πτελέην  … εὐφυέα: κυριολεξία, ὡς καὶ ἐπὶ τοῦ «καί μοι φύσιν αὐτοῦ ἔδειξεν».

`21.242`

πτελέην: ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ιαʹ τῆς Καθόλου· πτελέα, ἰτέα. «καίοντο πτελέαι τε καὶ ἰτέαι»· ὁμοίως γὰρ τὸ ἰτέαι καὶ τὸ πτελέαι. καὶ ὁ δὲ πτελέην ἕλε χερσίν. ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶσίν τινες ὀξύνουσι — διὸ καὶ τὴν εὐθεῖάν τινες ὤξυνον· καὶ δῆλον ὅτι κατὰ μεταβολὴν τόνου, ὥσπερ καὶ ἐπὶ τοῦ «ἦλθε κατʼ ἰγνύην βεβλημένος» τὴν μεταβολὴν τῆς τάσεως ἐποιήσατο.

`21.243`

ἐκ ῥιζῶν ἐριποῦσα: οὐ παρέλκει τὸ ἐκ ῥιζῶν· βαθύρριζον γὰρ τὸ δένδρον· ὅθεν καὶ ὅλῳ συγκατηνέχθη τῷ κρημνῷ.

`21.244a`

κρημνὸν ἅπαντα διῶσεν: τὴν συνεχομένην ὑπὸ τῶν ῥιζῶν γῆν πᾶσαν διέλυσε.

`21.244b1`

διῶσεν: προπερισπαστέον. ἤδη δὲ προείπομεν περὶ τῶν τοιούτων ῥημάτων, λέγω δὲ τῶν κατὰ τοὺς παρῳχημένους, τίνα τε τῶν συντεθειμένων φυλάσσει τὸν τόνον καὶ τίνα ἀναδίδωσιν.

`21.244b2`

προπερισπωμένως δὲ τὸ διῶσεν.

`21.245`

γεφύρωσεν δέ μιν αὐτόν: ἐν ἄλλῳ «γεφύρωσεν δὲ κέλευθον».

`21.246a`

ἐκ δίνης: Ἀρίσταρχος ἐκ δίνης, ἄλλοι «ἐκ λίμνης».

`21.246b`

ἐκ δίνης: ὅτι διχῶς γράφεται, «ἐκ λίμνης» καὶ ἐκ δίνης. τὸ μὲν οὖν ἐκ δίνης ἐκ τῆς συστροφῆς τοῦ ῥοῦ, τὸ δὲ «ἐκ λίμνης» ἐκ τοῦ καθʼ ὕδατος τόπου· διὸ καὶ τὸν Ὠκεανὸν λίμνην καλεῖ

`21.246c`

ἐκ δίνης: οὕτως ἡ γραφὴ ὁ δʼ ἂρ ἐκ δίνης. καὶ ἕτεραι «ἐκ λίμνης». εἰ δὲ μὴ τὸ εὐσταθὲς ὕδωρ Ὠκεανοῦ, οὐ καλεῖ οὕτως· καὶ ἐν Ὀδυσσείᾳ «ἀνεδύσατο λίμνης». τινὲς δὲ καὶ «ἐκ ῥιπῆς» γράφουσιν.

`21.247a`

ἤϊξεν πεδίοιο ... πέτεσθαι: ὅτι ἐλλείπει ἡ διά.

`21.247b`

πεδίοιο: γράφεται «πεδίον δέ».

`21.247c`

ποσὶ κραιπνοῖσιν: εἰ τοὺς πολεμίους διώκων ὠκύτατός ἐστιν, χρὴ ἐννοεῖν, περὶ τῆς ἰδίας σωτηρίας δεδοικὼς ποῖος ἦν.

`21.247d`

πέτεσθαι: ἐν ἄλλῳ «φέρεσθαι».

`21.249a`

ἀκροκελαινιόων: σκυθρωπάζων διὰ τῆς ἐπιφανείας.

`21.249b`

ἄλλως· ἀκροκελαινιόων: ἐπὶ μὲν τῶν τῆς θαλάσσης κυμάτων λέγει «κυρτὰ φαληριόωντα». ἀκριβέστατα δὲ ἐπὶ τῶν ποταμῶν παρεφύλαξε· κυμαινομένων γὰρ αὐτῶν μέλαινα ἡ ἐπιφάνεια ὁρᾶται. τῇ δὲ παραγωγῇ καὶ τῇ συνθέσει τῶν λέξεων ἔδειξεν ἐπαιρόμενον καὶ μελαινόμενον κῦμα.

`21.249c1`

πόνοιο: ὅτι τοῦ πολεμικοῦ ἔργου. οὕτως δὲ πόνοιο αἱ Ἀριστάρχου διὰ τοῦ π. Ἀριστοφάνης «φόνοιο», καὶ λόγον ἔχει.

`21.249c2`

Ἀριστοφάνης «φόνοιο», ὁ δὲ Ἀρίσταρχος πόνοιο, τοῦ κατὰ τὸν πόλεμον ἔργου.

`21.251`

δουρὸς ἐρωή: ἐρωὴ ἡ μεθʼ ὁρμῆς βολή.

`21.252a`

αἰετοῦ οἴματʼ ἔχων μέλανος: λέοντι δελφῖνι ἀετῷ αὐτὸν εἴκασεν. καλεῖται δὲ μέλας ἀετὸς καὶ φασσοφόνος. ἔστι δὲ μικρὸς μέν, τῶν δὲ ἄλλων ἰσχυρότερος.

`21.252b`

οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος: τὸ μὲν οἴματα δασυντέον, τὸ δὲ τοῦ ἄρθρον ἐκδεκτέον, οὐχ ὥς τινες ὑφʼ ἓν ἀναγινώσκουσι «μελανόστου».

`21.252c`

μέλανος: οὕτως, εἶτα ἀπʼ ἄλλης ἀρχῆς τοῦ θηρητῆρος. τινὲς δὲ «μελανόστου» ὑφʼ ἓν ἀναγινώσκουσι, τοῦ μέλανα ὀστᾶ ἔχοντος.

`21.252d1`

μέλανος τοῦ θηρητῆρος: Ἀριστοτέλης «μελανόστου» ἀναγινώσκει, τοῦ μέλανα ὀστᾶ ἔχοντος. ἀγνοεῖ δὲ ὡς οὐ δεῖ ἀπὸ τῶν ἀφανῶν ποιεῖσθαι τὰ ἐπίθετα. οἱ δὲ «μελανόσσου», μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρχος «μέλανός του» ἀντὶ τοῦ τινός. ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς τὸ τοῦ ἐγκλιτικὸν οὐδέπω λέγει. ἄμεινον οὖν ἄρθρον αὐτὸ δέχεσθαι· οὐ γὰρ ἀεὶ λείπει τοῖς ἄρθροις ὁ ποιητής.

`21.252d2`

«μελανόστου» Ἀριστοτέλης συνθέτως κατὰ βαρεῖαν τάσιν, ὡς Ὀρέστου· φησὶ γὰρ τοὺς ἀετοὺς μέλανα ὀστᾶ ἔχειν. τινὲς δὲ γράφουσι «μελανόσσου», τοῦ μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρχον δὲ παρατίθενται ἀορίστως ἀνεγνωκότα «μέλανός του», ὡς εἶναι μέλανός τινος. τὸ δὲ τοῦ, εἴτε πύσμα ᾖ εἴτε ἀόριστον, ἀγνοεῖ ὁ ποιητής· «τεῦ» γὰρ ἀντὶ αὐτοῦ λέγει καὶ «τέο». ἄμεινον οὖν ἐκδέχεσθαι τὸ τοῦ ἄρθρον.

`21.252d3`

ὅτι μέλανα ὀστᾶ ἔχουσιν οἱ ἀετοί, ὡς καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων.

`21.255a1`

ὕπαιθα: ὅτι τὸ ὕπαιθα εἰς τοὔμπροσθεν σημαίνει.

`21.255a2`

ἀντὶ τοῦ ἔμπροσθεν.

`21.256`

φεῦγʼ, ὁ δʼ ὄπισθε ῥέων ἕπετο: Ζωΐλος αἰτιᾶται ὅτι ἀθανάτους ἵππους ἔχων ἐν τῷ ἀντικειμένῳ καιρῷ αὐτοῖς οὐ χρᾶται.

`21.257-62a`

ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς—καὶ τὸν ἄγοντα: ἀπὸ τοῦ ἁδροῦ ἐπὶ τὸ ἰσχνὸν ἔρχεται καὶ ἀνθηρόν. ἡ δὲ παραβολὴ πρὸς τὴν ταχεῖαν ἐπιφορὰν καὶ τὴν παραλλαγὴν τοῦ ὕδατος. κόσμου δὲ ἕνεκα παρεδιηγήσατο τὰ λοιπά, ὡς ἐν τῷ «ἠΰτε κούρη νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσα» καὶ τὰ ἑξῆς. παραφυλάττει δὲ τὴν ἐπεξεργασίαν· «ἀπὸ κρήνης» μὲν τὴν φορὰν τοῦ ὕδατος πρὸς τὸ δαψιλὲς τῆς ἐπιρρύσεως, ἐν κατάντει δὲ χωρίῳ πρὸς τὸ συνεχὲς καὶ ταχὺ τοῦ ῥεύματος.

`21.257-62b`

ὡς δʼ ὅτʼ ἀνὴρ—καὶ τὸν ἄγοντα: τῇ ἑρμηνείᾳ ἐνέθηκε γλαφυρὸν πλάσμα. Δοῦρις δʼ αἰτιᾶται τὴν εἰκόνα ὡς τοῦ ὀρυμαγδοῦ καὶ τῆς ἀπειλῆς ἐνδεεστέραν καί φησι ταῦτα διὰ τὸ τὴν ἐν τοῖς κήποις ὑδραγωγίαν ἐκμιμεῖσθαι λανθάνειν πως τοὺς ἀναγινώσκοντας ὥστε μηδεμίαν ἔννοιαν λαμβάνειν πρὸς ὃ πεποίηκε. ἀλλὰ τοῦτο συνέθηκεν οὕτως, ἀγαθὸς ὢν καινοτομῆσαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν.

`21.257`

ὀχετηγός: ὑδραγωγός· ὀχετοὶ γὰρ αἱ ἐπιρρύσεις.

`21.258`

ὕδατι ῥόον ἡγεμονεύει: ἡγεμονεύει ὁδηγῶν τὸν ῥόον τοῦ ὕδατος.

`21.259a`

χερσὶ μάκελλαν ἔχων: Ἡλιόδωρος γράφει· «χερσὶ δίκελλαν ἔχων».

`21.259b`

μάκελλαν: μάκελλα ἡ σκαλὶς ἡ μακέλλουσα καὶ κινοῦσα· δίκελλα γὰρ ἡ διχόθεν κέλλουσα.

`21.259c`

ἀμάρης: ἀμάρη ἡ ὑδρορόη, παρὰ τὸ τῇ ἄμῃ ῥεῖν. ἢ παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι.

`21.259d`

ἀμάρης: ἀμάρα τὸ ὑδραγώγημα διὰ τὸ μὴ μαραίνεσθαι τὰ παραπεφυκότα. Παρμενίων ὁ Βυζάντιος· «Θεσσαλοὶ τὸν ὀχετὸν ἀμάραν, Ἀμβρακιῶται δὲ καλαρύαν» ἐν τῷ τετάρτῳ τοῦ Περὶ διαλέκτων ἔγραψεν.

`21.259e`

ἄλλως· ἀμάρης ἐξ ἔχματα βάλλων: τὰ κωλύματα τῆς διώρυγος ἐκβάλλων.

`21.260-1`

τοῦ μέν τε προρρέοντος ὑπὸ ψηφῖδες ἅπασαι ὀχλεῦνται: ἡ ὑπό πρὸς τὸ ὀχλεῦνται, ἵνʼ ᾖ ὑποκινοῦνται.

`21.260`

ψηφῖδες: οὐχ ὑπὸ Ὁμήρου αἱ ψηφῖδες πεποίηνται, ἀλλʼ ἔστιν ἡ λέξις Ἀττική· οὕτως γὰρ καὶ ἐν τοῖς Ἄξοσι.

`21.261`

κελαρύζει: μετὰ κελάδου ῥεῖ· ἢ κατὰ ἀντίθεσιν λακερύζει.

`21.262a1`

χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε: τινὲς ἐδάσυναν τὸ προαλεῖ, παρὰ τὸ ἅλλεσθαι ἐκδεχόμενοι τὸν σχηματισμόν. ἄμεινον δὲ ψιλοῦν, ὡς καὶ ὁ Ἀσκαλωνίτης, φάσκων ἀπὸ τοῦ ἀλίζεσθαι γεγενῆσθαι, τουτέστιν ἀθροίζεσθαι  … ὥστε σημαίνεσθαι τὸ καταφερεῖ· καὶ γὰρ τοῦ χωρίου ἐστὶ τὸ ἐπίθετον. τοῦ δὲ φθάνει ἐκτατέον τὸ α διὰ τὸ μέτρον, ὥσπερ καὶ Ἀρίσταρχος ἠξίου.

`21.262a2`

φθάνει: Ἀρίσταρχος ἐξέτεινε τὸ α διὰ τὸ μέτρον.

`21.262b`

προαλεῖ: κατάντει, καθʼ ὃν τὸ ὕδωρ ἔρχεται ἅλις.

`21.262c`

χώρῳ ἔνι προαλεῖ: Παρμενίων ὁ Βυζάντιος· «Κύπριοι καὶ Ἀρκάδες καὶ Λακεδαιμόνιοι προαλὲς τὸ κάταντες.» καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ψιλοῖ τὸ προαλές· ἔστι γὰρ τὸ καταφερές, ἀφʼ οὗ «ἀλέν» καὶ ἀθροῦν καταφέρεσθαι δύναται τὸ ὕδωρ. ἔνιοι δὲ δασύνοντες λέγουσι σημαίνεσθαι τὸ πρόαλες.

`21.262d1`

φθάνει: οὕτως φθάνει διὰ τοῦ ἑτέρου ε, οὐ «φθανέει».

`21.262d2`

Ζηνόδοτος «φθανέει» ὡς «νοέει»

`21.262e`

φθάνει: καὶ Λυσανίας γράφει «φθανέει» καὶ Δοῦρις

`21.264`

λαιψηρόν: λίαν ταχύν.

`21.265a`

ὁρμήσειε: τινὲς ἀντὶ τοῦ διανοήσειε.

`21.265b`

ὁρμήσειε: γράφεται καὶ «οἰμήσειε». προκρίνει δὲ τὴν διὰ τοῦ ρ γραφὴν Ἀρίσταρχος.

`21.266-7`

εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσιν: ἀντὶ τοῦ εἰ μηδένα βοηθὸν ἔχει, ἀλλὰ πάντας ἐπιβούλους· ἢ εἰ ἄρα δύναταί τισι τῶν θεῶν καὶ εἰς μάχην ἐλθεῖν.

`21.269a`

πλάζʼ ὤμους καθύπερθεν: ὅλον τὸ πεδίον πέλαγος γεγενημένον ὑπὸ τοῦ ποταμοῦ ἔδειξεν ὥστε καὶ τοὺς ὤμους ἐπικλύζειν τοῦ Ἀχιλλέως. καὶ πρὸς μὲν ἀλήθειαν ταῦτα οὐ πιθανά· τί γὰρ ἐπράττετο περὶ τοὺς ἄλλους στρατιώτας; ἀπίθανον γὰρ μόνον τὸν Ἀχιλλέα ὑπὸ τοῦ ποταμοῦ ταῦτα πάσχειν. ὡς δὲ ἐν ποιήσει παραδεκτά. καὶ οὕτω τῇ ἀπαγγελίᾳ κατώρθωται, ὥστʼ οὐδʼ ἀνίησι τὸν ἀκροατὴν ἐπιλογίσασθαί τι τῶν λεγομένων, εἰ ἀληθὲς ἦν ἢ μή· ὅτι γὰρ εἰς τὸ πεδίον τραπόμενον τὸν ποταμὸν ταῦτα δρᾶν φησι, δῆλον ἐκ τοῦ «ἄψορρον δʼ ἄρα κῦμα».

`21.269b1`

πλάζʼ ὤμους: πλάσσεν, ἔπλησσεν, ὡς καὶ «δύο τʼ ἤματα κύματι πηγῷ πλάζετο». ἀλλὰ καὶ «πλάζε δὲ πίνοντας» καὶ «πλάζει δʼ ἀπὸ πατρίδος αἴης».

`21.269c1`

ὑψόσε ποσσὶν ἐπήδα: ἵνα ὑπερβάληται τὸ κῦμα.

`21.269b2/c2`

πλάζειν δὲ τὸ στροφοδινεῖν καὶ οἱονεὶ σκοτίζειν, καὶ πλασμὸς ἡ ἐξ ἀμφοῖν τῶν μερῶν ἐπεισβολὴ τοῦ κύματος. ἐπήδα δὲ ὁ Ἀχιλλεύς, ἵνα μὴ τὸ κῦμα ποσῶς αὐτὸν ὑφʼ ἑαυτὸ σχῇ.

`21.271a`

λάβρος ὕπαιθα ῥέων: ὡς προφθάσαντος τοῦ ῥεύματος τὸν ἥρωα.

`21.271b`

κονίην δʼ ὑπέρεπτε ποδοῖϊν: ὑπήσθιεν, ὑπέσπα. ἐμφαντικῶς δὲ τὴν κατὰ μικρὸν ὑπονοστοῦσαν γῆν ἔδειξεν, ὅπως ἀκρατὴς εἴη τῆς βάσεως ὁ ἥρως.

`21.273a`

ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη: ἐμὲ τὸν ἐλεεινόν· ἢ λείπει τὸ ὄντα. τὸν ἀκλεῆ δὲ θάνατον ὀδύρεται. καὶ Λεωνίδας ὁ Λάκων τὴν χεῖρα βληθεὶς ὠδύρετο, ὅτι μὴ ἔχων τὴν χεῖρα τελευτᾷ.

`21.273b`

ἐλεεινόν: ἐλέου ἄξιον τυγχάνοντα.

`21.274`

ἔπειτα δὲ καί τι πάθοιμι: ἔπειτα μετὰ τὸ σωθῆναι ἐκ τοῦ ποταμοῦ.

`21.275`

Οὐρανιώνων: θεῶν· οὐ γὰρ Θέτις οὐρανία.

`21.276a`

ψεύδεσσιν ἔθελγεν: μεγαλοπρεπῶς ἐπὶ τῇ τοιούτου θανάτου ἐλπίδι θέλγεσθαί φησιν, ὥσπερ ἡδέσι λόγοις πιστεύσας. λυπεῖ οὖν αὐτὸν οὐχ ἡ τελευτή, ἀλλʼ ὁ τρόπος.

`21.276b1`

ψεύδεσσιν: ψεύδεσσιν ὡς «βέλεσσιν»· οὐ γὰρ ἐπίκειταί τινι. ἔστι δὲ αὐτοῦ τὸ ἑνικὸν «ψεῦδος δʼ οὐκ ἐρέω».

`21.276b2`

ἄλλως· ψεύδεσσιν: προπαροξυτόνως ὡς «βέλεσιν», ἀπὸ τοῦ ψεῦδος· οὐ γὰρ ἐπίκειταί τινι ἐπιθετικῶς.

`21.278`

λαιψηροῖς: τοῖς αἰφνίδιον ἀποκτείνουσιν.

`21.279a`

ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι—ἄριστος: ὅρα τὸ μεγαλοφυές· οὐ γὰρ μόνον τὸν ἐν πολέμῳ θάνατον αἱρεῖται, ἀλλὰ καὶ ὑπὸ τοῦ ἀρίστου ἀναιρεθῆναι. ἔοικεν οὖν καὶ ἡ Θέτις δικαίως ἀποκρύψασθαι τὴν ἀλήθειαν καὶ τὸν Ἀπόλλω ἀντὶ τοῦ Ἀλεξάνδρου παραλαβεῖν

`21.279b`

ὃς ἐνθάδε γʼ ἐτράφʼ ἄριστος: παροξυτονητέον· τὸ γὰρ τέλειόν ἐστιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τῆς Ξ, ὅπου διαλαμβάνει περὶ τοῦ «διχθάδιʼ ἢ μεθʼ ὅμιλον». καὶ λέγει ὅτι συναλιφὴν πέπονθε διὰ τοῦ η. δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃς ἐνθάδε γʼ, εἶτα ἐτράφʼ ἄριστος, οὐχ ὡς οἱ πολλοὶ «τέτραφʼ ἄριστος», ἀπὸ τοῦ τ ποιοῦντες τὴν ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες.

`21.279c`

ἐνθάδε γʼ ἐτράφʼ ἄριστος: ἐν ἄλλῳ «ἐνθάδε τέτραφʼ ἄριστος».

`21.279d`

τέτραφεν: ἀντὶ τοῦ ἐτράφη· τὰ γὰρ ἐνεργητικὰ τούτου τοῦ ῥήματος ἀντὶ παθητικῶν τάσσει.

`21.280a`

τῶ κʼ ἀγαθὸς—ἐξενάριξε: διὸ δὴ γενναῖος μὲν καὶ ἀνδρεῖος ἐφόνευσεν ἄν, γενναῖον δὲ ἐσκύλευσεν.

`21.280b`

ἀγαθὸν δέ κεν ἐξενάριξεν: οὐχ ὅτι καὶ νῦν οὐκ ἀγαθὸς ὁ Ἀχιλλεύς, κἂν ὑπὸ τοῦ ποταμοῦ διαφθαρείη, ἀλλὰ τοιοῦτόν τί ἐστιν, ὃ λέγει· «ἀγαθὸν ὄντα καὶ πράττοντά τι γενναῖον».

`21.281a1`

λευγαλέῳ: ὅτι ἐκ τούτου οἱ νεώτεροι ἐξεδέξαντο λευγαλέον τὸν δίυγρον. ἔστι δὲ κατὰ κοινωνίαν στοιχείων λευγαλέον ὀλέθριον, παρὰ τὸν λοιγόν. καὶ ἐν Ὀδυσσείᾳ· «λευγαλέοι τʼ ἐσόμεσθα».

`21.281a2`

χαλεπῷ, ἀδόξῳ. ὀλεθρίῳ.

`21.281b`

λευγαλέῳ: χαλεπῷ, οὐ διύγρῳ, ὡς Ἡσίοδος· τί γὰρ ἐπὶ τοῦ «λευγαλέοι τʼ ἐσόμεσθα»

`21.282a`

ἐρχθέντα: ψιλωτέον τὸ ἐρχθέντα.

`21.282b1`

ἐρχθέντα: ψιλωτέον δέ· ἔστι γὰρ παρὰ τὸ εἴργω. Ἀττικοὶ δὲ δασύνουσιν.

`21.282b2`

πνιγέντα. ψιλῶς, παρὰ τὸ εἴργω εἴρχθην παθητικόν, ἐρχθείς. Ἀττικοὶ δὲ τὸ εἴρχθην δασύνουσιν.

`21.282c`

ἐρχθέντα: παρὰ τὴν ἔρσαν. κυρίως τὸ ἐν ὕδατι ἀπολέσθαι.

`21.282d`

ἐρχθέντα: ἐν τῇ Μασσαλιωτικῇ «εἱρχθέντα».

`21.282e`

ἐρχθέντʼ ἐν μεγάλῳ: ὅτι ἔν τισιν «ἐρχθέντα μεγάλῳ». Πτολεμαῖος ὁ Ἀσκαλωνίτης «ἑρθέντα» δασέως· ἀπὸ γὰρ τῆς ἕρσης. Κράτης· «εἰλθέντʼ ἐν μεγάλῳ»· εἴλλειν γάρ φησιν εἶναι τὸ εἴργειν, ὥστε τὴν τῆς κωλύσεως δίκην ἐξουλῆς καλεῖσθαι, καὶ παρατίθεται Σόλωνος ἐν πέμπτῳ ἄξονι· «ἐξουλῆς· ἐάν τις ἐξίλλῃ, ὧν ἄν τις δίκην νικήσῃ, ὁπόσου ἂν ἄξιον ᾖ, εἰς δημόσιον ὀφλανεῖ καὶ τῷ ἰδιώτῃ, ἑκατέρῳ ἴσον.» ὁ Σοφοκλῆς ἐν Δαιδάλῳ· «ἐλλημενήσω τόνδʼ ἀχαλκεύτῳ πέδῃ». Ἀριστόνικος ὅτι ἐρχθέντα ἀποπνιγέντα, καὶ ἐν ἄλλοις· «ἔνθα με κῦμʼ ἀπόερσε», ἀπέπνιξεν. Ἀλεξίων ὁ Χωλὸς φησί· «“ἐρθέντα” δεῖ γράφειν χωρὶς τοῦ χ· οὐ γὰρ παρὰ τὸ εἰρχθῆναι, ἀλλὰ παρὰ τὸ ἔρσαι, ὅ ἐστι πνῖξαι· ὅθεν καὶ ἐν ἄλλοις φησὶν ὁ ποιητής· “ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα” καὶ “μή μιν ἀποέρσειε μέγας ποταμός”. ἐπεὶ οὖν ἐπὶ τῶν δύο τόπων τούτων χωρὶς τοῦ χ, κἀνθάδε γράφοιμεν “ἐρθέντα”.» ἔνιοι δασύνουσιν «ἑρθέντα» παρὰ τὴν δρόσον.

`21.282f`

ὡς παῖδα συφορβόν: πρὸς τὸ ἀγεννὲς καὶ εὐτελὲς τοῦ θανάτου. καὶ διὰ τῆς ἡλικίας καὶ διὰ τοῦ ἐπιτηδεύματος ταπεινοῖ τὸ πρόσωπον· παιδὶ δὲ συφορβῷ ἑαυτὸν εἰκάζει ὁ λέγων «ἐγὼ καλός τε μέγας τε».

`21.282g`

συφορβόν: σημειοῦνταί τινες ὡς ἅπαξ εἰρημένον.

`21.283a`

ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα: ὅτι ἀντὶ τοῦ χειμῶνος διαπερῶντα. ἐναύλους δὲ τοὺς ποταμοὺς τοὺς ἐπιμήκεις.

`21.283b`

ἔναυλος: χειμάρρους διὰ στενοῦ τόπου καὶ περιμήκους ποιούμενος τὴν ῥύσιν.

`21.284-6`

τῷ δὲ μάλʼ ὦκα—ἐπιστώσαντʼ ἐπέεσσι: ἔδει γὰρ πολλοῦ τάχους εἰς τὸ ἀνακτήσασθαι τὸν οὕτως ἠθυμηκότα· διὸ καὶ δύο θεοὶ προσίασι, καὶ οὐ μόνον διαλέγονται, ἀλλὰ καὶ τῆς δεξιᾶς πίστιν παρέχουσιν.

`21.286`

χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι:
διὰ τῆς δεξιᾶς πίστιν ἐποιήσαντο· ἔθει γὰρ ἀρχαιοτέρῳ οὕτως εἰς βεβαίωσιν ἀληθῆ ἐπιστοῦντο ἀλλήλους.

`21.287`

τοῖσι δὲ μύθων ἦρχε: ὅτι δυεῖν ὄντων πληθυντικῶς εἴρηκε τοῖσι δὲ μύθων ἦρχε.

`21.288-91`

μήτʼ ἄρ τι λίην τρέε μηδέ τι τάρβει—αἴσιμόν ἐστιν: ἱκαναὶ αἱ προσθῆκαι ὑπὲρ τοῦ θαρρῆσαι Ἀχιλλέα, ὅτι θεοί τέ εἰσιν οἱ συμμαχοῦντες καὶ Ζεὺς ὁ ἐπινεύσας καὶ τὸ μοιρίδιον οὔπω ἐληλυθός. πρὸς δὲ τοὺς ζητοῦντας, πῶς διαλέγονται μὲν αὐτῷ οἱ θεοί, οὐκ ἐπιβοηθοῦσι δέ, ῥητέον ὅτι ἕτερος ἦν ὁ ἀντιτεταγμένος τῷ Σκαμάνδρῳ.

`21.288a`

μήτʼ ἄρ τι λίην τρέε μήτε τι τάρβει: λέγει τὸ ἀνάνδρως πρὸς τοὺς κινδύνους τούτους ἔχειν, ἐφʼ οἷς σφοδρῶς οὕτως γίνεται τρόμος. πρὸς πάντα δὲ τὰ ἀπὸ τῆς τύχης συμβαίνοντα τὸν ἀνδρεῖον εὐρώστως διακεῖσθαι προσήκει, διότι καὶ αὐτὴν τὴν ἀπὸ τῶν ἀρρωστιῶν γινομένην καταστροφὴν φοβούμενοί τινες οὕτως ὡς καὶ τρέμειν λέγοιεν ἂν ὅτι δεινόν ἐστιν ἀποθανεῖν ὡς ἂν παιδίον ἢ γύναιον τὸ τυχόν. Ζηνόδοτός φησιν ὅτι οὐ τὸ θανεῖν δεινὸν ἡγεῖται, ἀλλὰ τὸ ἀδόξως, καὶ οὐ γέγραπται «τρέμε», ἀλλὰ τρέε, ὅ ἐστιν εὐλαβοῦ.

`21.288b`

τρέε: ὑποχώρει καὶ φεῦγε.

`21.289`

ἐπιτάρροθοι: πλεονάζει ὁ ταρ, ὡς ἐν τῷ ἀταρτηρός.

`21.290a`

Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη:
ἀθετεῖται, ὅτι ἀπίθανον εἰς ἀνδρὸς μορφὴν ὡμοιωμένον λέγειν ἐγὼ καὶ Παλλὰς Ἀθήνη· τίς γάρ ἐστιν, οὐ μὴ νοήσῃ.

`21.290b`

ἐγὼ καὶ Παλλὰς Ἀθήνη: ἡμάρτηται, ὅτι τὸ ἑαυτοῦ ὄνομα οὐ προσέθηκεν. κατὰ τὸ σιωπώμενον δὲ ἴσως ἐκελεύσθησαν.

`21.292`

λωφήσει: κοπάσει. κυρίως δὲ ἐπὶ τῶν ὑποζυγίων.

`21.293`

αἴ κε πίθηαι: οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος· διὰ τί γὰρ ἤμελλε μὴ πεισθήσεσθαι καὶ θεοῖς καὶ τὰ κεχαρισμένα συμβουλεύουσι; τάχα οὖν πρὸς τὰ ἑξῆς ἐστι, «σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν»· ὁρῶσι γὰρ αὐτὸν ἐπιτεταμένως ἔχοντα πρὸς τὸν φόνον τῶν πολεμίων καὶ δυσκόλως ἀφέξεσθαι τῆς σφαγῆς, κἂν Ἕκτορος κρατήσῃ.

`21.294a1`

μὴ πρὶν παύειν χεῖρας: ἀφʼ ἑτέρας ἀρχῆς τοῦτο ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστακτικοῦ τοῦ παῦε.

`21.294a2`

μὴ πρὶν παύειν χεῖρας: ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ ἐστιν.

`21.295`

Ἰλιόφι: συνήθης καὶ Θηβαίοις ὁ σχηματισμός.

`21.296-7a1`

Τρωϊκόν, ὅς κε φύγῃσι. σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν: ἐπὶ τὸ φύγῃσι βέλτιον στίζειν, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς σὺ δʼ Ἕκτορι, τοῦ ἀπαρεμφάτου ἴμεν πάλιν ἀντὶ προστακτικοῦ κειμένου τοῦ ἴθι. ἡ διπλῆ δέ, ὅτι Ἕκτορι ἀντὶ τοῦ Ἕκτορος, καὶ ὅς κε φύγῃσιν ὃς ἂν φύγοι.

`21.296-7a2`

ἀντὶ τοῦ ὃς ἂν φύγοι. καὶ Ἕκτορι ἀντὶ τοῦ Ἕκτορος.

`21.296-7b`

ἄλλως: ὅς κε φύγῃσι. σὺ δʼ Ἕκτορι— ἴμεν: στικτέον εἰς τὸ φύγῃσι. τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, τοῦ ἀπαρεμφάτου ἀντὶ προστακτικοῦ κειμένου.

`21.297`

ἴμεν: ἴμεναι, ἴμεν.

`21.298`

τὼ μὲν ἄρʼ ὣς εἰπόντε: συλληπτικόν.

`21.299-300a1`

αὐτὰρ ὁ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, ἐς πεδίον: τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ἐς πεδίον. τὰ δʼ ἄλλα ὡς διὰ μέσου διορθωτέον.

`21.299-300a2`

τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ἐς πεδίον. τὰ δὲ ἄλλα διὰ μέσου εἴρηται.

`21.299-300b`

ἄλλως· αὐτὰρ ὁ βῆ—ἐκχυμένοιο: ὑπεκκαύματα δέδωκε τῇ ἀπαγγελίᾳ, τὸν μὲν ὑπὸ θεῶν ῥώσας, τὸν δὲ Σκάμανδρον μᾶλλον προσεπιτιθέμενον καὶ προσεταιριζόμενον κατʼ αὐτοῦ εἰπών.

`21.301`

δαῒ κταμένων: ἄμεινον κατὰ διάστασιν ἀναγινώσκειν τὸ δαῒ κταμένων ὡς τὸ «Ἄρηϊ κταμένων» οὐδὲν γὰρ πλέον ἐκ τῆς συνθέσεως.

`21.302a1`

πλῶον καὶ νέκυες: ἀλλὰ τριταῖοι πλέουσιν. ἢ οὖν ὑπὸ ὀργῆς ἐπῆρε κατὰ τοῦ Ἀχιλλέως τὰ σώματα, ἢ ἐν τῇ μάχῃ ἀπολόμενοι.

`21.302a2`

ἀλλὰ τριταῖοι πλέουσιν. τάχα οὖν ἡ τῶν ῥευμάτων σφοδρότης αὐτοὺς ἀνῆκεν.

`21.303a`

πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν: ἀνὰ τὴν φορὰν τοῦ ὕδατος ὁρμῶντος.

ἀνʼ ἰθύν: ἐπʼ εὐθείας.

`21.303b`

ἔσχεν: Ἀρίσταρχος διὰ τοῦ ι «ἴσχεν».

`21.305`

ἔληγε: ἔπαυεν, ὡς τὸ «Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεί».

`21.306`

κόρυσσε: ἐμετεώριζεν ἢ ὥπλιζε κατὰ Ἀχιλλέως.

`21.307`

ὑψόσʼ ἀειρόμενος: μετεωριζόμενος· «ἵστατʼ ἀειρομένη».

`21.308-11`

φίλε κασίγνητε—ἐπάμυνε τάχιστα: καὶ ἀδελφὸν παρακαλεῖ, καὶ κατὰ ἀνθρώπου καὶ ὑπὲρ φιλουμένης πόλεως.

`21.310a1`

κατὰ μόθον: γράφεται «κακὸν θεόν», οἶον κακὸν ἐπίκουρον Τρῶες οὐ μενέουσιν, ἀλλʼ ὀξυλαβείας χρεία πρὸς τὸ σῶσαι αὐτούς.

`21.310a2`

οἱ Τρῶες, φησίν, οὐ μενοῦσιν Ἀχιλλέα κατὰ τὴν μάχην· χρεία οὖν ὀξυλαβείας πρὸς τὸ σῶσαι αὐτήν.

`21.312`

ἐναύλους: τοὺς χειμάρρους, τὰς στενὰς διώρυχας.

`21.313-4`

πολὺν δʼ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων: πολλὴ ἡ ὁρμὴ κελεύοντος καὶ τὰ παρακείμενα κατασπᾶν φυτὰ καὶ τοὺς παρατυγχάνοντας λίθους.

`21.315`

μέμονεν: διανοεῖται.

`21.316-7`

φημὶ γὰρ οὔτε βίην χραισμησέμεν—τεύχεα καλά: δαιμονίως κατείλοχε πάντα, οἷς ἐπηρμένος Ἀχιλλεὺς ὑπερηφάνως διέκειτο, ὑπὸ ἀνδρείας, ὑπὸ κάλλους, ὑπὸ τῆς πανοπλίας.

`21.317a1`

τὰ τεύχεα καλά: ὅτι ἀντὶ τοῦ τὰ καλὰ τεύχεα, ὡς «οὕνεκα τὸν Χρύσην ἠτίμησʼ ἀρητῆρα».

`21.317a2`

μετάθεσις ἄρθρου, ὡς «τὸν Χρύσην ἠτίμησʼ ἀρητῆρα».

`21.317b`

νειόθι λίμνης: πρὸς τῷ κατωτάτω τῆς θαλάσσης.

`21.318a1`

ἰλύος: τὸ υ ἐκτέταται διὰ τὸ μέτρον· τὸ γὰρ ἀκόλουθόν ἐστιν ἰλύος ὡς ἰσχύος.

`21.318a2`

μέτρου χάριν ἐκτέταται τὸ υ.

`21.319a`

εἰλύσω: ἐὰν μὲν διὰ τοῦ ει, εἰλύσω, δηλοῖ τὸ εἰλήσω· ἐὰν δὲ διὰ τοῦ ι, τὸ σκεπάσω, ἀφανίσω, παρὰ τὴν ἰλύν, ὡσεὶ ἔλεγε «τῇ ἰλύϊ καλύψω». διχῶς οὖν ἡ γραφή.

`21.319b1`

χέραδος: ὅτι ἅπαξ τὸ χέραδος. ἔστι δὲ τὸ συναγόμενον ἐν τῇ ῥύσει πλῆθος ἰλύος καὶ ὀστράκων καὶ λίθων. φησὶ γοῦν «πολὺν δʼ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων».

`21.319b2`

ἅπαξ δὲ εἴρηται παρʼ Ὁμήρῳ.

`21.319c`

χέραδος: τὸ χέραδος οὐδέτερον, προπαροξυτόνως ὡς κίναδος. καὶ Πίνδαρος δὲ τὴν δοτικὴν ἐξήνεγκε «χεράδει», ὡς μεγέθει.

`21.319d`

χεράδος: Ἀπολλόδωρος τὸ πλῆθος τῶν θαλαττίων καὶ ποταμίων λίθων, οὓς ἡμεῖς τροχμάλους, οἱ δὲ χερμάδια καλοῦσιν, ὄντας χειροπληθεῖς. ἔστι δὲ ἡ λέξις παρὰ Ἀλκαίῳ· «οἶδʼ ἦ μὰν χέραδος μὴ βεβάως ἐργάσιμον λίθον κίνεις καί κεν ἴσως τὰν κεφάλαν ἀργαλέαν ἔχοι.» τινὲς γράφουσι διὰ δύο σσ «ἅλις σχεράδος», ἐπεὶ Εὐφορίων ἐν Θρᾳκί· «τύμβος ὑπὸ κνημοῖσι πολυσχεράδος Μυκόνοιο». Ἀπολλόδωρος δέ φησι περισσὸν τὸ ς παρʼ αὐτῷ εἶναι, ὡς παρʼ Ὁμήρῳ τὴν φερέσβιον· καὶ Σοφοκλῆς ἐν ἀρχῇ Λαρισσαίων· «Λάρισσα μήτηρ προσγόνων Πελασγίδων», ἀντὶ τοῦ προγόνων.

`21.319e`

ἄλλως· ΧΕΡΑΔΟΣ: τὸ πλῆθος τῶν ποταμίων ἢ θαλασσίων ψήφων ἢ τῶν εἰς χερμαδίας ἐπιτηδείων λίθων. ἢ πᾶσαν συρρέουσαν ἀκαθαρσίαν ἐκ τῶν ὑδάτων κατὰ μίμησιν τοῦ ἤχου τοῦ γινομένου κατὰ τὴν σύρσιν· ἀντιφράζει γοῦν αὐτῷ «πολὺν δʼ ὀρυμαγδὸν ἐπῆρε φιτρῶν». εἰλύσω ψαμάθοισιν ἅλις χεράδος περιχεύας: Ἀρίσταρχός φησι χεράδας καλεῖσθαι τοὺς ποταμοὺς καὶ τοὺς ἐν αὐτοῖς λίθους. εἶναι δὲ τὸν νοῦν τοιοῦτον· πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω. χεράδας οὖν λιθάδας.

`21.320a`

ἐπιστήσονται: ὅτι ἐπιστήσονται ἀντὶ τοῦ δυνήσονται. καὶ ἐν Ὀδυσσείᾳ· «νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι» ἀντὶ τοῦ οὐ δύναμαι.

`21.320b`

ἐπιστήσονται: ἀντὶ τοῦ δυνήσονται. καὶ ἐπὶ τῆς μελίας· «ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς» ἀντὶ τοῦ ἐδύνατο.

`21.321a`

ἀλλέξαι: Ἀρίσταρχος «ἀνλέξαι» διὰ τοῦ ν.

`21.321b`

ἄσιν: τὸ ἐν ὕδασι ξηρόν, ἀπὸ τῆς ἄζης. οἱ δὲ τὴν ἐκ τοῦ ποταμοῦ δεῖσαν· ὅθεν καὶ ἄσιον τὸν λειμῶνα ἤκουσαν.

`21.323a`

ΤΥΜΒΟΧΟΗΣ: ὅτι τὸ πλῆρές ἐστι τυμβοχοῆσαι· διὸ σημειοῦνταί τινες.

`21.323b1`

ΤΥΜΒΟΧΟΗΣ: τὸ πλῆρες τυμβοχοῆσαί ἐστι· χυτοὺς γὰρ τοὺς τάφους· διὸ περισπαστέον τὸ η. οὕτως καὶ Ἀρίσταρχος. τοιοῦτον δέ ἐστιν· «οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου». Κράτης μέντοι γενικὴν πτῶσιν ἐξεδέξατο· καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίως τῷ οἰνοχόης. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι.

`21.323b2`

τυμβοχοῆσʼ: ἀπαρέμφατον ῥῆμα τὸ τυμβοχοῆσαι. ὃ δὲ λέγει, «οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου». ὁ δὲ Κράτης ὡς οἰνοχόης.

`21.324`

ἦ καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων:
… πρὸς τὴν ἔμφασιν.

`21.325a`

μορμύρων: ἀναβράσσων ἢ θηριούμενος, παρὰ τὴν μορμώ. ἔστι δὲ ἀπαραμίλλητα ταῦτα τοῦ Ὁμήρου· οὐ γὰρ μόνον τῇ μεγαληγορίᾳ τῶν ὀνομάτων, ἀλλὰ καὶ τῇ ἐννοίᾳ κατώρθωται· ἔστι γὰρ ἰδεῖν κῦμα μετέωρον αἵματι καὶ ἀφρῷ μεμιγμένον καὶ τούτῳ ἐπιπλέοντα τὰ σώματα.

`21.325b`

μορμύρων: Ἡρακλείδης ὁ Μιλήσιος· «μορμύρων· θηριούμενος, ὅτι τὸ μορμώ τάσσεται ἐπὶ τοῦ θηριώδους.»

`21.327a`

κατὰ δʼ ᾕρεε: τὸ αἱρῶ περισπώμενον δασύνεται, σημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δασυντέον.

`21.327b1`

κατὰ δʼ ᾔρεε: καθῄρει, κατέβαλλεν. δασυντέον δὲ τὸ ᾕρεεν ἢ κατελάμβανεν· τὸ γὰρ αἱρῶ περισπώμενον καὶ δασυνόμενον δηλοῖ τὸ καταλαμβάνω.

`21.327b2`

κατέβαλλε καὶ κατεπόνει, ἀπὸ τοῦ αἱρῶ, τὸ καταβάλλω· καὶ δασύνεται.

`21.328`

Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ: κατὰ συλλογισμὸν ἐνέφηνε τὸν κίνδυνον. οἰκεῖον δὲ τὸ σχῆμα θηλείᾳ.

`21.329`

ἀποέρσειε: πνίξειε. Κυπρίων ἡ λέξις.

`21.331a`

ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος: ἀθετεῖται, ὅτι ἄκαιρον τὸ ἐπίθετον· ἡ γὰρ φιλανθρωπευομένη καὶ λέγουσα ἐμὸν τέκος οὐκ ὤφειλεν ἀπὸ τοῦ ἐλαττώματος προσφωνεῖν. τὸ δὲ κυλλοπόδιον Ἀρίσταρχος προπαροξύνει, ᾧ καὶ ἐπείσθημεν, ὥσπερ ἤδη προείπομεν ἐπὶ τοῦ «ὀλβιόδαιμον» γενόμενοι.

`21.331b`

κυλλοπόδιον: ἄκαιρον καὶ ἀπρεπὲς τὸ ἐπίθετον.

`21.331c1`

ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος: ἐπὶ τὸ τέκος ὁ λόγος στίζει.

`21.331c2`

εἰς τὸ τέκος ἡ στιγμή.

`21.331d`

κυλλοπόδιον: προπαροξυτόνως. λέγει «εἰ καὶ κυλλοποδίων εἶ, ὅμως ὄρσεο». διδασκαλία δὲ στρατηγικῶν εὐμήχανον εἶναι καὶ συνορᾶν ταχέως δύνασθαι, τίνα καὶ ποῖα τίσι καὶ ποίοις μάχεται καὶ τίνων ἀφεκτέον καὶ τίσι πολεμιστέον· νῦν γὰρ ἀντίπαλον Σκαμάνδρῳ πέμπει τὸν υἱόν, ἑξῆς δὲ Ἑρμῆς ἀπολέγει τῇ Λητοῖ καὶ Ἀπόλλων Ποσειδῶνι

`21.331e`

ΚΥΛΛΟΠΟΔΙΟΝ: τινὲς ὅτι ὡς Χαλκῶδον εἴρηται, τινὲς δὲ ὡς σύνθετον βαρυτονοῦσιν. Ἑρμαππίας «κυλλοποδῖον», περισπῶν τὴν παρατέλευτον, ἀναγινώσκει. Ἀλεξίων ὁ Χωλὸς χρῆται παραδείγματι τοιούτῳ· «τὰ εἰς ων λήγοντα ὀνόματα, φησί, καὶ τὴν παρεσχάτην ἔχοντα μακράν, ὅταν κατὰ κλητικὴν ἐκφέρηται πτῶσιν, περισπᾶται κατʼ αὐτήν, οἷον “Πανδίων” Πανδῖον, Ἰάσων Ἰᾶσον, “Ἀμφίων” Ἀμφῖον, ὥστε εἰ Κυλλοποδίων, καὶ “Κυλλοποδῖον” ὀφείλει ἐπὶ κλητικῆς περισπᾶσθαι κατὰ τὴν παρατέλευτον.»

`21.332`

ἠΐσκομεν: εἰκότως νομίζομεν ὅτι ὕδωρ πυρὶ ἐναντίον.

`21.333`

πιφαύσκεο: ἐνδείκνυε, ἐξύφαπτε.

`21.334-5`

αὐτὰρ ἐγὼ Ζεφύροιο—θύελλαν: κἂν μὴ διαστείλωμεν ἐπὶ τὸ εἴσομαι, τὸ ὑπερβατὸν νοεῖται· αὐτὰρ ἐγὼ εἴσομαι Ζεφύροιο καὶ Νότοιο χαλεπὴν ὄρσουσα θύελλαν ἐξ ἁλόθεν

`21.334a1`

Ζεφύροιο: Ζέφυρος παρὰ τὸν ζόφον, ἐπεὶ ἀπὸ δύσεως, ἣν ζόφον καλεῖ.

`21.334a2`

Ζέφυρος παρὰ τὸν ζόφον. καὶ ἡ ἀπὸ δύσεως πνοὴ ζοφόπνοια καλεῖται.

`21.334b`

ἀργεστᾶο Νότοιο: τοῦ λεγομένου Λευκονότου.

`21.334c1`

ἀργεστᾶο Νότοιο: ἀργεστὴν τὸν Νότον, ἐπεὶ ἀπὸ Ἄργους ἐπὶ τὴν Τροίαν πνεῖ.

`21.334c2`

ἀργεστὴς δὲ ὁ Νότος, ὅτι λευκαίνει τὰς νεφέλας.

`21.335a`

εἴσομαι: πορεύσομαι.

`21.335b`

χαλεπὴν ὄρσουσα θύελλαν: χαλεπὴν θύελλαν φησὶ τὴν ἐκ δυοῖν κρεμαμένην ἀνέμων.

`21.335c`

ὄρσουσα: ὅτι Ζηνόδοτος γράφει «ὄρσασα». ἐκ δὲ τούτου φανερός ἐστι δεδεγμένος τὸ εἴσομαι γνώσομαι καὶ τὸ «ἥ κεν» ψιλῶς ἀνεγνωκώς. οὐ βούλεται δὲ γνῶναι, ἀλλὰ πορευθῆναι παρασκευάσουσα.

`21.336a`

Τρώων κεφαλάς: κατὰ περίφρασιν τοὺς Τρῶας.

`21.336b1`

κῆαι: προπερισπαστέον τὸ κῆαι· ἔστι γὰρ ἀπαρέμφατον.

`21.336b2`

προπερισπᾶται· οὐ γάρ ἐστιν εὐκτικόν, ἀλλʼ ἀπαρέμφατον.

`21.337a`

φλέγμα: ὅτι τὴν φλόγα κατὰ τὸ οὐδέτερον.

`21.337b`

φλέγμα: τὴν φλόγα, ὡς «καῦμα  … θεσπέσιον» ἀντὶ τοῦ καῦσις.

`21.337c`

κακόν: κακοποιόν.

`21.338`

ἐν δʼ αὐτὸν ἵει πυρί: καὶ αὐτὸν δὲ τὸν Ξάνθον περίβαλλε πολλῇ φλογί.

`21.339`

ἀρειῇ: ἀπειλῇ. ὁ καί ἀντὶ τοῦ ἤ.

`21.341`

ἰάχουσα: ὡς «φέρουσα».

`21.342`

τιτύσκετο: παρεσκεύαζεν.

`21.343`

ἐν πεδίῳ πῦρ δαίετο: ἵνα ἀναξηράνῃ τὸ εἰς αὐτὸ ἐκκεχυμένον ὕδωρ. καῖε δὲ νεκρούς· Ἀχιλλέα δὲ οὔ· οὐδὲ γὰρ ὁ Σκάμανδρος τοὺς Τρῶας ἀπέπνιγεν ἐν ἑαυτῷ.

`21.344`

πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν: πρὸς τὸ ζητούμενον, πῶς οὐ κατακαίεται ὁ Ἀχιλλεὺς ἀναζέοντος τοῦ ὕδατος. λέγει δὲ ὁ Ἀρίσταρχος ὅτι πρῶτον τὸ πεδίον ἀνεξήρανται τῇ φλογί, εἶτα εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ τρέπει τὴν φλόγα, ὅτε ὁ Ἀχιλλεὺς ἤδη ἐν τῷ πεδίῳ ἐγεγόνει.

`21.345`

πᾶν δʼ ἐξηράνθη πεδίον: ὅτι ἀντὶ τοῦ ὅλον, καὶ ὅτι πρότερον ἀνεξηράνθη τὸ πεδίον.

`21.346a`

ὀπωρινὸς Βορέης: ἰσχυροὶ γὰρ κατὰ τὴν ὀπώραν οἱ Βορέαι πνέουσιν. εὐκταῖον δὲ ἀρδευθείσῃ γῇ Βορρᾶν ἐπιλαβεῖν πυκνουμένης γὰρ τῆς ἐπιφανείας δύνει κατὰ ῥιζῶν ἡ νοτὶς ὑπὲρ τοῦ ἀποθεῖναι τὸ ὑγρόν. ὀπωρινὸς δὲ ὁ θερινὸς κατὰ Σικυωνίους.

`21.346b`

ἄλλως· ὀπωρινὸς Βορέης: οἱ γὰρ ἐτησίαι ξηρότεροι τοῦ ἐν χειμῶνι πνέοντος Βορέου.

`21.347a1`

ἀνξηράνῃ: Ἀρίσταρχος ἀνξηράνῃ.

`21.347a2`

Ἀριστοφάνης δὲ γράφει «ἐξαυήνῃ».

`21.347b`

ἀγξηράνῃ: μετὰ τοῦ α. καὶ «θερμήνῃ» μέν φησιν, ἀλλʼ οὐκ ἀγξηρήνῃ διὰ τὸ κακόφωνον, ὡς «ψαρῶν» καὶ «ψῆρας».

`21.348-9`

ἐξηράνθη πεδίον— κῆεν: οἰκονομικὸν καὶ τοῦτο, ἵνα τὰ ἑξῆς διάθηται.

`21.349`

κῆεν· ὁ δʼ ἐς ποταμὸν τρέψε: ὅτι πάλιν ἐπανέλαβεν ὥσπερ  …

`21.350-2`

καίοντο πτελέαι—πεφύκει: δηλονότι ὑποφυγόντος τοῦ ποταμοῦ καὶ εἰς τὸ ἴδιον ῥεῖθρον τραπομένου τοῦ ὕδατος.

`21.351-2`

λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον τὰ— πεφύκει: τοῖς ὑπʼ αὐτοῦ τρεφομένοις ὕλῃ χρῆται κατʼ αὐτοῦ.

`21.351`

κύπειρον: αἱ ἐκ τῶν πόλεων «κύπαιρον» εἶχον.

`21.353a`

τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες: ὅτι διέστειλε τὰς ἐγχέλεις ἀπὸ τῶν ἰχθύων.

`21.353b`

τείροντʼ ἐγχέλυες: καὶ τὰς ἐγχέλυας εἰπεῖν καιομένας οὐ πάνυ ἁρμόδιον· οὐ γὰρ οἷον καὶ αὐτῶν ἅπτεται τὸ πῦρ, ἀλλὰ πνοῇ μόνον καὶ τῇ ἀναφορᾷ τοῦ πυρὸς τείρονται

`21.353c`

τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες: ὑπερβολὴ τὸ κατὰ βάθη κάεσθαι.

`21.354`

κυβίστων: σημαντικώτερον οὐκ ἂν εὕροιμεν ὄνομα· οὐ γὰρ ἀναπάλλεσθαι τοὺς ἰχθῦς ἔφη, ὅπερ καὶ χωρὶς πυρὸς συμβαίη ἄν, ἀλλὰ τοὺς ἀναπαλλομένους τε ἅμα καὶ καταδυομένους πάλιν ἀπὸ τῆς φλογὸς διὰ τοῦ ῥήματος ἔδειξεν.

`21.355`

πνοιῇ: οὕτως πνοιῇ. ἔν τισι δὲ «ῥιπῇ».

`21.356a`

καίετο δʼ ἲς ποταμοῖο: ἐπὶ τὸ ποταμοῖο στικτέον.

`21.356b`

καίετο δʼ ἲς ποταμοῖο: Πτολεμαῖος ὁ Πινδαρίων τὸν καί σύνδεσμον καὶ τὴν ἕ ἀντωνυμίαν ἐνόμιζεν.

`21.356`

ἄλλως· καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατο: τινὲς «καί ἑ τόδε», ἵνʼ ᾖ «καὶ αὐτὸν τόδε εἶπεν ἲς ποταμοῖο».

`21.357a`

οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν: εὐφυῶς ἄγαν ἧτταν ὁμολογούμενος καὶ τοὺς ἄλλους θεοὺς συμπεριλαμβάνει.

`21.357b`

ἄλλως· οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν: ἀνίκητον γὰρ τὸ πῦρ· καὶ σίδηρον γοῦν μαλάσσει καὶ οὐδὲ ὑπὸ ἄλλου μαραίνεται, ἀλλʼ ὑφʼ ἑαυτοῦ· καὶ Ζεὺς πύρινον ἔχει τὸ δόρυ. λεπτομερεστάτη δὲ ἡ οὐσία τοῦ πυρὸς διὰ πάντων διϊκνουμένη.

`21.361`

ἀνὰ δʼ ἔφλυεν: ἀνέζει δέ. ἔνθεν καὶ τὸ ἐκ θερμότητος ἀνάστημα φλυκτίς, καὶ φλύαρος ὁ ἀναζέων τοῖς λόγοις. ἐμφαντικῶς δὲ ἄγαν ὡς ἐπὶ ἀγγείου καιομένου. εἶτα καὶ τῇ εἰκόνι τοιαύτῃ χρήσεται

`21.362a`

ὡς δὲ λέβης ζεῖ ἔνδον: ὅτι οἶδεν ἕψησιν κρεῶν, χρωμένους δὲ τοὺς ἥρωας οὐ παρεισάγει.

`21.362b`

ὡς δὲ λέβης ζεῖ ἔνδον: καὶ αὐτὸς μὲν κρεῶν ἑφθῶν οἶδεν χρῆσιν, τοὺς δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους. πῶς οὖν βοείους πόδας ἐσθίουσι μνηστῆρες οὐ γὰρ ἂν ὤπτησαν πόδας.

`21.362c`

ὡς δὲ λέβης ζεῖ ἔνδον: ἐμφαντικῶς τὸ ἔνδον, ἵνα καὶ τὴν κοιλότητα δείξῃ καὶ τὴν κάτωθεν ἀνάζεσιν. κοῖλα δὲ ἀμφότερα, καὶ ὁ ποταμὸς καὶ ὁ λέβης.

`21.362-4`

ἄλλως· ὡς δὲ λέβης ζεῖ ἔνδον, ἐπειγόμενος πυρὶ πολλῷ, — πάντοθεν ἀμβολάδην: τὸ ἑξῆς ζεῖ ἔνδον πάντοθεν ἀμβολάδην, καὶ ἡμεῖς ὑπὲρ τῶν ζεόντων φαμὲν ἀναβάλλειν τὸ χαλκίον. ἀναζεῖ οὖν πάντοθεν διὰ τὴν τῆς φλογὸς ὑπερβολήν· διὸ καὶ ἐπάγει ὑπὸ δὲ ξύλα κάγκανα κεῖται

`21.363a`

κνίσην μελδόμενος: ὅτι ἀντὶ τοῦ μέλδων, τήκων τὰ κνίση, παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. γράφουσι δέ τινες κνίσην σὺν τῷ ν· οὕτως γὰρ καὶ Ἀρίσταρχος, καί φησιν ὅτι ἀντὶ τοῦ τηκόμενος, ὅπερ ἰσοδυναμεῖ τῷ τήκων. κνίσην δὲ πᾶν τὸ πιμελές.

`21.363b`

κνίσην: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «κνίσῃ».

`21.363c`

κνίσῃ μελδόμενος: σὺν τῷ ν Ἀρίσταρχος «κνίσην», τὸ δὲ μελδόμενος ἀντὶ τοῦ τήκων, κνίσην δὲ πᾶν τὸ πιμελές. τινὲς δὲ οὐδετέρως ἤκουον «τὰ κνίση» καὶ τὸ μελδόμενος ἀντὶ ἐνεργητικοῦ τοῦ μέλδων, ὅ ἐστι τήκων. ἀλλʼ οὐδὲν τῶν εἰς ος οὐδετέρων ἀδιαίρετόν ἐστι παρʼ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· «τείχεα» γὰρ καὶ «βέλεα» λέγει. τί οὖν ἐστι τὸ «Τηλέμαχος τεμένη νέμεται» οὕτως οὖν καὶ τὸ «κνίση μελδόμενος». ἀλλʼ ἀεὶ παρʼ Ὁμήρῳ ἡ κνῖσα θηλυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ Περὶ τῶν πέντε προβλημάτων γράφει «κνίσῃ μελδομένου», ᾖ «τῇ κνίσῃ μελδομένου». τινὲς δὲ «κνίσην μελδομένου», ἵνʼ ᾖ «συὸς τηκομένου τὴν κνῖσαν». μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν. ἄμεινον δὲ τῇ συνήθει γραφῇ χρῆσθαι κνίσῃ μελδόμενος ἀντὶ τοῦ λιπαινόμενος. καὶ ἔστι μελδόμενος ἀντὶ τοῦ τὰ μέλη ἀλδόμενος, ὡς ἀλλαχοῦ «μέλεʼ ἤλδανε ποιμένι λαῶν». σημαίνει δὲ ἡ κνῖσα καὶ τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν, ὡς ὅταν λέγῃ «καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή» καὶ «κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη». σημαίνει δὲ καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γαστέρων ἔφη «ἐμπλείην κνίσης τε καὶ αἵματος». σημαίνει δὲ καὶ τὸν ἐπίπλουν, ὡς ὅταν λέγῃ «κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες»· διπλᾶ γὰρ ποιήσαντες τὰ κνίση τοὺς μηροὺς ἐκάλυψαν· «δίπτυχα» δὲ αὐτὰ τὰ κνίση «ποιήσαντες»· ἐπεὶ γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον τῶν μηρῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. καὶ ἔστιν ἐν τῇ κωμῳδίᾳ τὸ ἑνικὸν οὐδέτερον· «τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας».

`21.363d`

ἄλλως· κνίσην μελδόμενος: τὴν πιμελὴν τήκων. τινὲς δὲ οὐδετέρως ἤκουον «τὰ κνίση». τινὲς δὲ «κνίσην μελδομένου», ἵνʼ ᾖ συὸς τηκομένου τὴν κνῖσαν. μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν.

`21.363e`

κνίσην μελδόμενος: τὴν κνῖσαν τήκων. καὶ Καλλίστρατος ἐξηγεῖται· «τὴν πιμελὴν τήκων ἁπαλοῦ συός». Κομανὸς ὁ Ναυκρατίτης γράφει σὺν τῷ ν «κνίσην μελδόμενος», ὅπως κείσεται τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ τοῦ μέλδων τὴν κνῖσαν, καίων. Πεισίστρατος δὲ ὁ Ἐφέσιος καὶ Ἑρμογένης ἐν τῷ Περὶ τῶν πέντε προβλημάτων· «ἐγέγραπτο, φησί, ΜΕΛΔΟΜΕΝΟ, καὶ δέον ἦν τὸ υ προσθεῖναι, κακῶς δέ τις τὸ ς προσέγραψεν· ὁ γὰρ νοῦς “τῇ κνίσῃ τηκομένου τοῦ συός”. ὁ μὲν οὖν ποιητὴς μέλδεσθαί φησι τὰ ἑψόμενα, οἱ δὲ πεποιήκασι τὸν λέβητα τηκόμενον. ἡ δὲ αἰτία γέγονεν ἐν τῷ μὴ τοὺς ἀρχαίους προστιθέναι τῷ ο τὸ υ, ἀλλʼ ὅταν τὴν συλλαβὴν ταύτην βούλωνται γράφειν ου, τὸ ἓν γράμμα σημειοῦσθαι μόνον. γεγραμμένου δὴ οὕτως “ΚΝΙΣΗΙ ΜΕΛΔΟΜΕΝΟ” καὶ οὐ προσκειμένου τοῦ υ, ὁ μεταγράφων εἰς τὴν νῦν γραμματικὴν οὐκ ἐνόησεν ὅτι “μελδομένου” ἦν, ἀλλʼ ἄνευ τοῦ υ ἀναγινώσκων ἀδιανόητον ἡγεῖτο καὶ ἡμαρτημένον εἶναι· διόπερ προσέθηκε ἀντὶ τοῦ υ τὸ ς, μελδόμενος ποιήσας. γράφεται οὖν ὁ λέβης τηκόμενος ἀντὶ τοῦ τηκομένου ἁπαλοτρεφέος σιάλοιο. εἰ δέ τις τὸ τηκόμενος φήσει ἶσον εἶναι τῷ τήκων, παραθεὶς ὅτι καὶ ὁ λοιδορῶν λοιδορούμενος λέγεται ἢ “πεπληγυῖα” ἀντὶ τοῦ πλήσσουσα καὶ “πέπληγον δὲ χορόν” ἀντὶ τοῦ ἔτυπτον, κατανοείτω τὴν ἀνομοιότητα· βιάσεται γὰρ λέγειν “ὡς δὲ λέβης πυρὶ πολλῷ τήκων”, κωλυούσης τῆς ἐπιφερομένης λέξεως· ἔσται γὰρ ἀσύνετον τὸ σιάλοιο. φανερὸν οὖν ὅτι λέγεται τηκομένου σιάλοιο ζεῖν τὸν λέβητα. οὐ προσγραφομένου δὲ πρότερον τοῦ υ, ὁ μεταγράφων, ὅπερ ἔφην, ἐλλείπειν νομίσας τὴν λέξιν, προσέθηκε τὸ ς.»

`21.363f1`

κνίση μελδόμενος: ἤτοι τὰ κνίση τηκόμενος ἢ τῇ κνίσῃ.

`21.363f2`

σημαίνει τὰ κνίση.

`21.363g`

σιάλοιο: σιτευτοῦ.

`21.365a`

ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ:
καὶ πῶς μὴ ἐκαίετο ὁ Ἀχιλλεύς; ἀλλʼ ὥσπερ ὁ Σκάμανδρος Ἀχιλλέα μὲν ἔπνιγεν «ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι», οὕτω καὶ ὁ Ἥφαιστος πᾶν μὲν ὑφάπτει τὸ ἄλλο τοῦ ποταμοῦ πλὴν ἐκείνου τοῦ τόπου, ἔνθα ἦν Ἀχιλλεύς.

`21.365b`

ζέε δʼ ὕδωρ: γράφεται καὶ «σχέτο δʼ ὕδωρ», ἤγουν τῆς ὁρμῆς.

`21.366a`

οὐδʼ ἔθελε προρέειν: ὅτι ἀντὶ τοῦ οὐκ ἠδύνατο. καὶ ἐν Ὀδυσσείᾳ· «ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύς».

`21.366b`

οὐδʼ ἔθελε προρέειν: οὐκ ἠδύνατο. καὶ «ποιῆσαι δύναται. τοὶ δὲ φθινύθουσιν ἔδοντες» καὶ «ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός».

`21.366c`

ἀϋτμή: ἐξατμιζομένη πυρώδης πνοή· τὸ μὲν γὰρ καθαρὸν ὕδωρ ὡς τὴν ἰδίαν φύσιν ἔχον ἀκολούθως ὅπῃ θέλει ῥεῖ, τὸ δὲ θερμαινόμενον βραδύπορον γίνεται, πολὺ τῆς δυνάμεως ἀφῃρημένον· καὶ ὅτι Ἥφαιστος ἡ πυρώδης ἐστὶν ὅλη οὐσία, ὁ δὲ Σκάμανδρος μέρος τῆς οὐσίας τοῦ ὕδατος.

`21.369a`

τίπτε: ἐπὶ τίνι αἰτίᾳ;

`21.369b1`

ἐμὸν ῥόον ἔχραε κήδειν: ἔχραεν ὥρμησεν ὥστε λυπεῖν· «μητέρι μοι μνηστῆρες ἐπέχραον».

`21.369b2`

τὸ δὲ ἐπέχραεν ἀντὶ τοῦ μετὰ λυπήσεως ἐπῆλθε, βλαπτικῶς ἐφώρμησεν.

`21.370a`

ἐξ ἄλλων: βέλτιον ἡ συνήθεια τοῖς ἄνω συνάπτει τὸ ἐξ ἄλλων.

`21.370b`

ἐξ ἄλλων: παρὰ τοὺς ἄλλους Ἑλληνικοὺς θεούς. ἢ ὑπὲρ τοὺς ἄλλους συμμάχους τῶν Τρώων ὥρμησεν ἐμὲ λυπεῖν

`21.370c`

οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι: τοῦ μὴ ἁλίσκεσθαι τὴν Τροίαν.

`21.373`

ἐπὶ καὶ τόδʼ ὀμοῦμαι: ἐπὶ τούτοις καὶ τόδε ὀμοῦμαι, ἢ μετὰ τὸ λῆξαι ἐπομοῦμαι.

`21.374`

ἐπὶ Τρώεσσιν ἀλεξήσειν: τὸ ἑξῆς ἐπαλεξήσειν.

`21.375a1`

μαλερῷ: παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. ἢ παρὰ τὸ μαλεῖν, ὅ ἐστιν ἀφανίζειν.

`21.375a2`

παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. δηλονότι τῷ θερμῷ καὶ καυστικῷ.

`21.376`

καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν: ἀναφωνεῖ τὸ τέλος τῆς ἱστορίας εὐκαίρως ὁ ποιητής· οὐ γὰρ προκόψει μέχρι τούτων τὸ σύγγραμμα τῷ Ὁμήρῳ.

`21.379`

ἀγακλεές: εὔκαιρον πρὸς τὴν νίκην τὸ ἐπίθετον.

`21.380`

στυφελίζειν: σκληρῶς τύπτειν καὶ βλάπτειν.

`21.382`

ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα:
περιφερὲς ὂν τὸ ἔπος ἐδήλωσε τὴν κατάστασιν καὶ πρόχυσιν τοῦ ποταμοῦ, ὡς τὴν ἔπαρσιν τὸ «ἀκροκελαινιόων».

`21.385`

ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε: τὸ ἑξῆς ἐνέπεσεν. ἔνδοξος δὲ Ἀχιλλεύς, οὗ τὴν γένεσιν αὔξουσι θεοὶ καὶ τὴν τελευτὴν καὶ τὸν πόλεμον.

`21.386a`

δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο: διχῶς δὲ αὐτῶν ὡρμήθη ἡ ψυχή, τουτέστι διάφορον ἔσχον τὴν γνώμην.

`21.386b1`

ἄητο: ᾐωρεῖτο ἢ ὥρμα. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλλήλοις ἀντιπνεόντων ἀνέμων.

`21.386b2`

ἄλλως· ᾐώρητο ἢ ὥρμα ἀλλήλοις ἀντιπνεόντων.

`21.386c`

ἄητο: εἴληπται μὲν ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν. σημαίνει δὲ νῦν τὸ μεγάλως παρώρμητο.

`21.387`

πατάγῳ: γράφεται «ὁμάδῳ».

`21.388a1`

ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός: ὅτι αὐτὸς μὲν οἶδε σάλπιγγα, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει.

`21.388a2`

πάλιν σάλπιγγα αὐτὸς μὲν οἶδε, τοὺς δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους.

`21.388a3`

ὅτι ἐκ τοῦ ἰδίου προσώπου οἶδε σαλπιγκτάς, τοὺς μέντοι ἥρωας οὐκ εἰσάγει χρωμένους.

`21.388b`

ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός: εὖ πόλεμον θεῶν κελεύσματι οὐρανοῦ διήγειρεν. ἢ περιήχησε διαδεδομένης τῆς φωνῆς, ὅ φησιν ἀλλαχοῦ «ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα». καινὸν δὲ ἐζήτησε διανόημα, σαλπίζειν τὸν οὐρανὸν φήσας· εἰ γὰρ εἶπεν ἐβρόντησεν, οὐδὲν παράδοξον οὐδὲ καταπληκτικὸν εἰσῆγεν.

`21.389a1`

ἐγέλασσε δέ οἱ φίλον ἦτορ: διὰ τὸ ἥκιστα ἐπιχειρηθῆναι παρὰ τῶν διχονοούντων. καὶ Μένανδρος· «καὶ τοῦτο θύων οὐδεπώποτʼ ηὐξάμην ἐγὼ τὸ σῷζον τὴν ἐμὴν συνοικίαν, ἀλλὰ παρέλειπον οἰκετῶν εἶναι στάσιν ἔνδον παρʼ αὑτῷ, πρᾶγμα χρησιμώτατον.» τοιοῦτο καὶ τὸ «χαῖρε νόῳ, ὅτʼ ἄριστοι Ἀχαιῶν δηριόωντο». ἢ ἐπεὶ ὁρᾷ περὶ ἀρετῆς αὐτοὺς ἀγωνιζομένους, χαίρει ὁ Ζεύς.

`21.389a2`

χαίρει γάρ, ἵνʼ ᾖ ἐπιτεθῇ τέλος τῷ πράγματι. καὶ Ἀγαμέμνων ἔχαιρεν, «ὅτʼ ἄριστοι Ἀχαιῶν δηριόωντο», ἐπεὶ ὥρα περὶ ἀρετῆς αὐτοὺς ἀγωνιζομένους. καὶ Μένανδρός φησιν· «οὐδέποτε θύων εὐξάμην ἄλλως σώζεσθαι τὴν οἰκίαν ἢ στάσιν οἰκετῶν εἶναι ἐν αὐτῇ».

`21.390a`

γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας:
Ἀριστοτέλης ἐν Ἀπορήμασι ζητεῖ, πῶς τῷ Ἄρει ἐπιπλήξας ὅτι αὐτῷ «ἔρις τε φίλον πόλεμοί τε», αὐτὸς γέγηθεν ἐπὶ τούτοις. φησὶ δὲ ὅτι ὀρθῶς ἐπιτιμᾷ τῷ Ἄρει· οὐ γὰρ ὅτι ἔριδι ἔχαιρεν, ἀλλʼ ὅτι αἰεί, φιλόμαχος. οὐδὲ οἰνόφλυξ, ὅστις χαίρει οἴνῳ, ἀλλʼ ὅτι αἰεὶ καὶ σφόδρα.

`21.390b`

γηθοσύνῃ, ὅθʼ—ξυνιόντας: Χαμαιλέων ἐν πρώτῃ Περὶ Ἰλιάδος μέμφεται τὸ ἐθελόκακον τοῦ Διὸς καί φησιν· «ὡσπερεί τι καλὸν ὁρῶν, οὐ τὴν μεγίστην ἀτοπίαν». ῥητέον ὅτι περὶ ἀρετῆς ἡμιλλῶντο: οὐ γὰρ ἦσαν θνητοί, ἵνα κινδυνεύσωσιν.

`21.392a1`

ῥινοτόρος: πρῶτον γὰρ δεῖ τῆς τῶν ἀσπίδων τρώσεως, εἶτα τῶν σωμάτων ἐφικέσθαι.

`21.392a2`

πρῶτον γὰρ αἱ ἀσπίδες τιτρώσκονται, εἶτα τὰ σώματα.

ῥινοτόρος: ὁ τιτρώσκων—τὸ τῶν ἀνθρώπων δέρμα.

`21.393`

ὀνείδειον: ὡς Ὁμήρειον. Τυραννίων ὡς «ἀχρεῖον» περισπᾷ· διαίρεσιν γάρ, φησίν, ἐπιδέχεται, ὀνειδέϊον  … διὸ καὶ ἐν πέμπτῳ γράφεται· «ὡς τέλος τέλειον, ἕλος ἕλειον, οὕτως ὄνειδος ὀνείδειον. διὰ τῆς ει διφθόγγου ἡ παραγωγή, καὶ παροξύνεται.»

`21.394a`

κυνάμυια: ὅτι αὐτὸς ἐσχημάτισε τὸ ὄνομα ἀπὸ τοῦ κυνὸς καὶ τῆς μυίας· ὁ μὲν γὰρ κύων ἀναιδής, ἡ δὲ μυῖα θρασεῖα.

`21.394b`

κυνάμυια: Νεοπτόλεμος ὁ Παριανὸς γράφει «κινάμυια». φησὶ δὲ ἐν τρίτῳ Περὶ γλωσσῶν Ὁμήρου· «κυνάμυια συνήχθη ἀπὸ κυνός τε θρασέος καὶ μυίης. ἀλλʼ οὐ γραπτέον οὕτως, “κινάμυια” δέ ἐστι, τὸ ι ἀντὶ τοῦ υ. μὴ οὖν τὴν σύνθεσιν ᾖ ἀπὸ τοῦ κινεῖν τὴν μύσιν τῶν βλεφάρων καὶ μὴ ἀτενίζειν, ὡς ἂν ὁ σώφρων τε καὶ κόσμιος· διὸ καὶ λέγομεν τοὺς ἀναιδοφθάλμους κινοφθάλμους καὶ λιρούς, ὃ φωνεῖται ἀπὸ τοῦ λίην ἢ διὰ τὸ λελίσθαι εἰς ἀναιδείην.»

`21.394c1`

κυνάμυια: ἀναιδὴς καὶ θρασεῖα, ἢ αἱμοπότις, ὅ ἐστι κροτών. οἱ δὲ γράφουσι «κινάμυια», ἡ κινοῦσα τὴν μύσιν τῶν ὀφθαλμῶν καὶ μὴ ἠρεμαῖον ἔχουσα τὸ βλέμμα.

`21.394c2`

ἀναιδὴς καὶ θρασεῖα, καὶ αἱμοποτοῦσα. λέγεται δὲ τὸ ζῶον καὶ κυνάμυια καὶ κρότων.

`21.394d`

κυνάμυια: φασὶν ὅτι δεῖ γράφειν «κυνόμυια»· ὅταν γὰρ ἐπιφέρηται συμφώνῳ τὰ παρὰ τὸν κύνα, ο γραπτέον, οἷον κυνοπρόσωπος, κυνοκέφαλος. μήποτε οὖν ἐστιν ἡ κυνάμυια καὶ μυῖα, ὡς παρὰ Σώφρονι «κυναναιδές», καὶ κυνάγχη.

`21.394e`

κυνάμυια: συνθέτως.

`21.395a`

θάρσος ἄητον ἔχουσα: δύναται καθʼ ἑαυτὸ λέγεσθαι τὸ ἡμιστίχιον κατὰ κλητικὴν πτῶσιν, «ὦ θάρσος ἄητον ἔχουσα».

`21.395b`

ἄητον: μέγα, παρὰ τὴν αἶαν.

`21.395c`

μέγας δέ σε θυμὸς ἀνῆκεν: μετεωρισμὸς δέ σε ψυχῆς ἀνέπεισεν.

`21.396-8`

ἢ οὐ μέμνῃ—ἔδαψας: κακῶς ἥττης ἑαυτοῦ ὑπομιμνῄσκει· ἔδει γὰρ αὐτόν, ὡς Ζεὺς «ἢ οὐ μέμνῃ, ὅτε τʼ ἐκρέμω ὑψόθεν». ἢ θέλει αὐτὴν πλῆξαι ὡς δίκην νῦν ληψόμενος.

`21.397a1`

πανόψιον: οὕτως Ἀρίσταρχος πανόψιον. τὸ οἱονεὶ πανόρατον καὶ λαμπρὸν καὶ ἐπιφανές. δύναται δὲ καὶ τὸ «πάντων τελευταῖον» ἀκούεσθαι, ἵνα τὸ ὀψέ ἐγκέηται καὶ μὴ ἐπὶ τοῦ ἔγχους δεχώμεθα, ἀλλὰ τοιοῦτον νοῶμεν· «τὸ δὲ πάντων ἔσχατον αὐτὴ τὸ ἔγχος λαβοῦσα ἐπʼ ἐμὲ ὦσας»

`21.397a2`

Ἀντίμαχος δὲ γράφει «ὑπονόσφιον». καὶ τί ποτε διʼ αὐτοῦ θέλει δηλοῦσθαι ἄμεινον;

`21.397b`

πανόψιον: ὅτι τὸ λαμπρὸν καὶ ἐπιφανές. ἢ ὀπισθίδιον ἔχουσα ἐπὶ τοῦ στύρακος. ἢ τάχα ἐπὶ χρόνου εἴρηται· «αὐτὴ δὲ τὸ πάντων ἔσχατον τὸ ἔγχος ἑλοῦσα ἔτρωσας»

`21.397c`

πανόψιον: πάντων ἔσχατον — ἡ γὰρ ὀψία ὁ ἔσχατος καιρός —, ἵνα λέγῃ· «τὸ δὲ πάντων ἔσχατον αὐτὴ λαβοῦσα τὸ ἔγχος ἔπληξάς με». ἢ τὸ ὁλόλαμπρον, ὡς ταὐτὸν εἶναι τῷ πάνοπτον πρωτοτύπῳ.

`21.397d`

πανόψιον: φανερῶς, οὐ πειρωμένη λανθάνειν.

`21.398`

ἰθὺς ἐμεῦ ὦσας: ἐξ ἐναντίας μου ἤρεισας τὸ δόρυ.

`21.399`

ἀποτισέμεν: ἐκτίσειν διὰ τιμωρίας.

`21.400`

κατʼ ἀσπίδα: γράφεται «κατʼ αἰγίδα».

`21.401a`

ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός: ὅτι ἰδίως ἐπὶ τῆς αἰγίδος τοῦτό φησιν, ἣν Διὸς ὅπλον παραδίδωσιν.

`21.401b`

ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός: αὐτοῦ γὰρ τὸ ὅπλον.

`21.402`

τῇ μιν Ἄρης οὔτησε ... ἔγχεϊ μακρῷ: τῇ ἐκεῖ, οὐχ ὡς τοῦ Ἄρεος ἐκεῖσε βαλόντος, ἀλλὰ τῆς Ἀθηνᾶς μετενεγκούσης πρὸς τὸ μὴ τρωθῆναι.

`21.403`

χειρὶ παχείῃ: ἐν ἄλλῳ «Παλλὰς Ἀθήνη».

`21.405`

οὖρον ἀρούρης: ὅριον γῆς.

`21.406`

βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα: διὰ τί κατʼ αὐχένα βάλλεται Ἄρης; ὅτι ὑψαύχην ἡ ὕβρις.

`21.407`

ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών: πόσον ἔχει τὸ πλέθρον; τὸ πλέθρον ἔχει πόδας ἑκατόν, πήχεις δὲ ἑξήκοντα ἓξ δίμοιρον. εἰ δὲ ζητοίης, πῶς ἔφθασεν ὁ Διομήδης τὸν τηλικοῦτον τρῶσαι, ἴσθι ὡς Ἀθηνᾶς συνεργούσης

`21.408`

ἀμφαράβησε: ἄραβος κυρίως ἡ ἐν Ἄρει βοή, καταχρηστικῶς δὲ ἦχος ὅπλων.

`21.409`

καί μιν: γράφεται «καί οἱ».

`21.410-1`

ὅσσον ἀρείων εὔχομʼ ἐγὼν ἔμεναι: ἔστι γὰρ ἡ μὲν ἐξ ἀνδρὸς μόνου, ὁ δὲ καὶ ἐκ γυναικός. καὶ ἡ μὲν ἔνοπλος γεννηθεῖσα συμπεφυκυῖαν τοῖς ὅπλοις τὴν ἀρετὴν ἔχει· καὶ ταύτην ὁ πατὴρ ἅμα τῇ γενέσει Νίκην ἐποίησεν. ἄλλως τε τὸ δίκαιον ἐπικρατεῖν ἀεὶ πέφυκεν.

`21.411`

ἰσοφαρίζεις: ἐν ἄλλῳ «ἀντιφαρίζεις».

`21.412a`

τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις: τιμωρίας ἀποδοίης τῇ Ἥρα.

`21.412b`

ἐρινύας: κατάρας. οὕτω δέ, πρὸς τοὺς κρείσσονας ἐθέλων μάχεσθαι.

`21.414`

ἀμύνεις: γράφεται καὶ «ἀρήγεις».

`21.415`

πάλιν τράπεν: παρέτρεψεν.

`21.416a`

τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη: ὅτι οἱ Χωρίζοντες φασὶ τὸν τῆς Ἰλιάδος ποιητὴν εἰδέναι συνοῦσαν τῷ Ἄρει τὴν Ἀφροδίτην, τὸν δὲ τῆς Ὀδυσσείας διαφώνως Ἡφαίστῳ. λέγειν δὲ δεῖ ὅτι οὐχ οἱ αὐτοὶ χρόνοι ἦσαν τῆς συμβιώσεως.

`21.416b1`

τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα—Ἀφροδίτη: δεῖ γὰρ κρᾶσιν εἶναι τῶν ἠθῶν· Ἁρμονίαν γοῦν παῖδα ἐσχήκασιν. ἢ ὅτι τὸ πλέον διὰ γυναῖκας οἱ πόλεμοι. ἢ ἀνταμείβεται αὐτὸν τῆς χρήσεως τῶν ἵππων. Ἥρα δὲ ἀπέχεται τῆς Ἀφροδίτης διὰ τὸν κεστόν.

`21.416b2`

ἐπειδὴ τὸ πλέον διὰ γυναικείας αἰσχρότητας καὶ πορνείας οἱ πόλεμοι, τούτου χάριν αὐτῷ βοηθεῖ. ἢ τὴν τῶν ἵππων ἀνταμείβεται χάριν. Ἥρα δὲ ἀπέχεται Ἀφροδίτης διὰ τὸν κεστόν.

`21.416c`

Διὸς θυγάτηρ: γράφεται «φιλομμειδής».

`21.417`

μόγις δʼ ἐσαγείρατο θυμόν: τὸ ζωτικὸν πνεῦμα συνέλεξεν. ἐν παρατατικῷ δὲ τὸ ἐσαγείρατο Ἀρίσταρχος.

`21.419-22`

αὐτίκʼ Ἀθηναίην—μέτελθε: ὅτι τὸν πολέμιον αὐτῆς ὠφελεῖν ἐπιχειρεῖ.

`21.421`

ἡ κυνάμυια: γράφεται «τὴν κυνάμυιαν».

`21.422a1`

κατὰ κλόνον: κλόνος, ἐν ᾧ κλίνεται τὰ πράγματα.

`21.422a2`

κλόνος ἡ μάχη, ἐν ᾗ κλονοῦνται οἱ πολεμοῦντες.

`21.424a`

καί ῥʼ ἐπιεισαμένη: ὅτι ἐπιεισαμένη ἐστὶν ἐπελθοῦσα, ἐφορμήσασα, ἀπὸ τοῦ εἶμι, ὡς τὸ «ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε».

`21.424b`

καί ῥʼ ἐπιεισαμένη: Δημήτριος Ἰξίων ἐν τρίτῳ προφέρεται πρὸς Ἀρίσταρχον· «“καί ῥʼ ἐπερεισαμένη”·  … κατὰ τοὺς Ἰταλιώτας ὀρεξαμένη. τὸ ὅλον οὖν ἐπορεξαμένη.»

`21.424c`

ἐπιεισαμένη: ἐφορμήσασα, «εἴσομαι ἐξ ἁλόθεν». ἢ ἀντὶ τοῦ ἐπελθοῦσα.

`21.424d1`

πρὸς στήθεα: ὅπου ἡ ἀφροσύνη οἰκεῖ. ἀντήρκει δὲ οὐδὲ τῇ πληγῇ τῆς χειρός.

`21.424d2`

πρὸς στήθεα δέ, ὅτι ἐκεῖσε ἡ ἀφροσύνη ἐγκάθηται.

`21.424e`

χειρὶ παχείῃ: πρέπει τῇ παρθένῳ «χειρὶ βαρείῃ», οὐ παχείῃ. γυμνῇ δὲ χειρί, ἵνα μὴ τὴν ἄνοπλον ὅπλῳ νικᾷ.

`21.426`

ἐπὶ χθονί: γράφεται «ποτὶ χθονί».

`21.427`

πτερόεντʼ ἀγόρευε: γράφεται «πτερόεντα προσηύδα».

`21.428a`

τοιοῦτοι νῦν πάντες: εἴρηται ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περισπᾶται, κἂν παρέλκῃ, χωρὶς εἰ μὴ μέτρον κωλύοι, ὡς ἐπὶ τοῦ «δεῦρό νυν, ἢ τρίποδος» καὶ «ἐκτελέει, ὅσα πού νυν ἐέλπεται».

`21.428b`

τοιοῦτοι νῦν πάντες: ἀεὶ τὸ νῦν φυλάσσον τὸν χρόνον καὶ τὸν τόνον φυλάσσει. εἴ που δὲ συσταλῇ διὰ μέτρον, ἐγκλίνεται· «δεῦρό νυν, ἢ τρίποδος», «ἐκτελέει, ὅσα πού νυν ἐέλπεται».

`21.430a`

τλήμονες: ὅτι ὑπομενητικοὶ οἱ τλήμονες, καὶ οὐκ ἀτυχεῖς, ὡς οἱ νεώτεροι.

`21.430b`

τλήμονες: εὔτολμοι. οἱ δὲ τραγικοὶ ἐπὶ δυστυχοῦς τιθέασι τὴν λέξιν.

`21.431a`

ἦλθεν Ἄρῃ ἐπίκουρος: διὰ τί αὐτὸν οὐ πλήσσει; ὅτι ἡ Ἀθηνᾶ τῷ Ἄρει ἀντιτέτακται, ὡς ἔχῃ βοηθεῖν.

`21.431b`

ἐπίκουρος: ἐν ἄλλῳ «ἐπίουρος».

`21.433`

Ἰλίου: γράφεται «Ἴλιον».

`21.435`

κρείων: ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρὸς γάρ, καὶ κραίνειν τὸ πληροῦν.

`21.436a`

διέσταμεν: οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα· μιγνύναι γὰρ λέγει τὸ πολεμῆσαι· ὡς αἰσχρὸν μὲν τῶν ὁμοφύλων μαχομένων ἀργεῖν καὶ πρεσβύτην δὲ ἄρχειν μάχης δεινότερον

`21.436b`

διέσταμεν: ἀντὶ τοῦ ἀφέσταμεν τῆς μάχης.

`21.437`

ἀμαχητί: συστελλόμενον Δώριον, ἐκτεινόμενον δὲ Ἀττικόν.

`21.440`

καλόν: δηλονότι τὸ ἄρχειν.

`21.441`

ἔχες: ἀντὶ τοῦ ἔχεις.

`21.442`

μέμνηαι: οὕτως ἐνταῦθα μέμνηαι· διπλῆ γὰρ ἡ χρῆσις.

`21.444a`

πὰρ Διός: τινὲς ἐξ οὐρανοῦ, ἀπὸ τοῦ Διὸς οἴκου. «ἐν Διὸς εἰλεῖται» Ἄρατος

`21.444b1`

θητεύσαμεν: ὅτι Ὅμηρος οὐ παραδίδωσιν αἰτίαν, διʼ ἣν ἐθήτευσαν οὗτοι οἱ θεοὶ Λαομέδοντι.

`21.444b2`

οὐ παραδίδωσι Ὅμηρος τὴν αἰτίαν, διʼ ἣν ἐθήτευσαν.

`21.444c`

θητεύσαμεν: ἐπὶ μισθῷ ἐδουλεύσαμεν. ζητεῖται, διὰ τί ἐθήτευσαν. Ἑλλάνικος φησὶ πειράζοντες Λαομέδοντα. γράφει δὲ ἐν πρώτῳ τῶν Τρωϊκῶν· «μετὰ δὲ ταῦτα λέγεται Ποσειδῶ καὶ Ἀπόλλωνα δουλεῦσαι Λαομέδοντι, ὅτι ὑβριστὴς ἦν, πειρωμένους αὐτοῦ. λέγονται μὲν οὖν ἀνδράσιν εἰδόμενοι ἐπὶ μισθῷ, εἴτε ἄρα ἀποδώσει εἴτε καὶ οὔ, τεῖχος λάϊνον ἐν τῷ Ἰλίῳ ἐπʼ ἀκροτάτῳ τῶν κολωνῶν τειχίσαι, ὅ ἔτι νῦν Πέργαμος καλεῖται.» Μητρόδωρος ἐν Τρωϊκοῖς· «μετὰ ταῦτα λέγουσι παρʼ αὐτὸν ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ οἵτινες, οὐδεὶς ἔχει εἰπεῖν ἀτρεκέως. ἐλθόντας δʼ εἰπεῖν ὅτι Λαομέδοντι χρὴ ἀνδρὶ βασιλεῖ εἶναι ἀκρόπολιν ἐν τῇ πόλει, ἐν ᾗ αὐτὸν οἰκεῖν πρέποι· “ἡμεῖς οὖν σοι θέλομεν τειχίον κτίσαι καὶ ἐπιστατῆσαι”.»

`21.444d`

ἄλλως· θητεύσαμεν: ἠθέλησαν γὰρ συνδῆσαι τὸν Δία «Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων». οἱ δὲ ἐπὶ τῷ πειρᾶσαι τὴν ὕβριν Λαομέδοντος· «καί τε θεοὶ ξείνοισιν ἐοικότες». ὡς ἀποθανόντος οὖν τοῦ αἰτίου, τιμώμενος νῦν ἐν Ἰλίῳ, Κίλλῃ, Χρύσῃ, Τενέδῳ, βοηθεῖ αὐτοῖς. οἱ δὲ δύο φασὶν ἐργασαμένους ἀμισθὶ ἀναθεῖναι Ἀπόλλωνι καὶ Ποσειδῶνι. οἱ δὲ ὅτι ἀπὸ τῶν ἱερατικῶν χρημάτων ᾠκοδόμησεν αὐτά.

`21.445`

μισθῷ ἔπι ῥητῷ: μισθὸς λέγεται ἡ ἐλαχίστη ἀμοιβή, παρὰ τὸ μεῖον. ῥητῷ δὲ τῷ ὡρισμένῳ· ὅθεν καὶ αἱ ὡρισμέναι συνθῆκαι ῥῆτραι καλοῦνται.

μισθῷ ἔπι ῥητῷ: ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ. πῶς δέ, φησίν, Ἀπόλλων—ἔγκλημα λῦσαι.

`21.446a1`

ἤτοι ἐγὼ Τρώεσσι πόλιν περὶ τεῖχος ἔδειμα: πρὸς τὴν ἐν τοῖς ἐπάνω ἀθέτησιν ὅτι διαφωνεῖ ταῦτα ἐκείνοις, ἐν οἷς φησι· «τότʼ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων ἥρῳ Λαομέδοντι».

`21.446a2`

διαφωνεῖ ταῦτα τοῖς ἐν τῇ Τειχοποιΐᾳ ἀθετουμένοις.

`21.446b1`

ἤτοι ἐγὼ—ἔδειμα: Ἀριστόνικος πρὸς τοὺς ἐν τῇ Η τῆς Ἰλιάδος· ἐκεῖ γάρ φησι «τότʼ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων»

`21.446b2`

πρὸς τὴν ἀθέτησιν τὴν ἐν τῇ Η ὅτι ὁ Ποσειδῶν μόνος ᾠκοδόμησε τὸ τεῖχος.

`21.446c`

ἤτοι ἐγὼ Τρώεσσι πόλιν περὶ τεῖχος ἔδειμα: Ἀριδίκης προφέρεται· «ἤτοι μὲν γὰρ ἐγὼ πόλεως περὶ τεῖχος ἔδειμα». Νικίας «πόλιν πέρι», ἵνα ᾖ περὶ πόλιν. ἀγνοεῖ δὲ ὅτι «περιέδειμα» ἐστίν.

`21.446d`

πόλιν: γράφεται «πόλει», ὡς Ἀριστοφάνης.

`21.446e`

πόλιν περὶ τεῖχος ἔδειμα: ἡ περί τῷ ῥήματι συντάσσεται· διὸ φυλακτέον τὸν τόνον.

`21.446-9`

ἤτοι ἐγὼ Τρώεσσι—ὑληέσσης: Ἀπολλόδωρός φησιν ἐν ιγʹ Περὶ θεῶν· «ἐφόσον γὰρ τῷ Ποσειδῶνι προσήκειν ἡγεῖτο τὰ κατὰ τὴν τειχοδομίαν, ὃν ἡμεῖς μὲν ἀσφάλιον καὶ θεμελιοῦχον, αὐτὸς δὲ ἐνοσίχθονα καὶ γαιήοχον καλεῖν εἴωθεν, ἐπὶ τοσοῦτον καὶ τὰ κατὰ τὰς νομὰς τῷ νομίῳ Ἀπόλλωνι· διὸ καὶ περὶ τῶν Εὐμήλου πεποίηκεν ἵππων· “τὰς ἐν Πιερίῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων”.»

`21.447a`

εὐρύ τε καὶ μάλα καλόν: Ζωΐλος γράφει «εὐρύ τε καὶ μάλα μακρόν».

`21.447b`

ἵνʼ ἄρρηκτος πόλις εἴη: ἀσφάλιος γὰρ καὶ θεμελιοῦχος ὁ Ποσειδῶν καὶ πάντων σύστασις.

`21.448a1`

Φοῖβε, σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες:
νόμιος γὰρ ὁ θεός. οἱ δὲ ἐπεὶ αἱ ἀρχαὶ τῶν λοιμῶν ἀπὸ τῶν τετραπόδων ἄρχονται, αὐτοῖς ἐπέστησαν αὐτόν, ὅπως ἀναβαλλόμενος τούτων ἅπτεσθαι πολὺ μᾶλλον τῶν ἀνθρώπων ἀπέχηται.

`21.448a2`

ὁ Ἀπόλλων νόμιος ὡς ἐπὶ πλεῖστον καὶ τῶν θρεμμάτων αὐξητικός. φασὶ δὲ ὡς ἐπεὶ ἀρχὴν ὡς ἐπὶ πᾶν ὁ λοιμὸς ἀπὸ τετραπόδων λαμβάνει, αὐτοῖς αὐτὸν ἐπέστησαν, ὅπως ἀναβαλλόμενος ἅπτεσθαι αὐτῶν ἔσται καὶ τοῖς ἀνθρώποις σωτήρ.

Φοῖβε, σὺ δʼ εἰλίποδας: φασὶ τὸν Ἀπόλλωνα— ἱστορεῖ Ἀπολλόδωρος

ἕλικας βοῦς: ἕλικας τοὺς βοῦς φησιν ἐπιθετικῶς ἤτοι— ὅ ἐστιν ἐπικαμπῆ.

`21.450`

πολυγηθέες ὧραι: αἱ πολλοῖς αἴτιαι τοῦ χαίρειν· αὔξουσι γὰρ τοὺς καρπούς. ἢ αἱ εἰς πολλὴν χαρὰν ἄγουσαι τοὺς καρπιζομένους.

`21.451a`

ἐξέφερον: ἐμήνυον καὶ ἐφανέρουν

`21.451b`

νῶϊ βιήσατο μισθόν: ἐβιήσατο ἡμᾶς τὸν μισθόν. μισθὸς ἐλαχίστη ἀμοιβὴ παρὰ τὸ μεῖον.

`21.451c`

βιήσατο: ἀντὶ τοῦ ἀπεστέρησε μετὰ βίας.

`21.452`

ἀπέπεμπε: διχῶς, καὶ «ἀπέβλεψε».

`21.453-4`

πόδας καὶ χεῖρας ὕπερθε δήσειν: ἐξαγκωνίσειν.

`21.454a`

δήσειν καὶ περάαν νήσων ἔπι τηλεδαπάων:
Ζωΐλος ζητεῖ, πῶς ὁ Ποσειδῶν τὸν Αἰνείαν μεταθεὶς ἐξ ὅλου τοῦ στρατεύματος αὐτὸς κινδυνεύει πραθῆναι.

`21.454b`

νήσων ἔπι τηλεδαπάων: Πτολεμαῖος «νήσων ἐπὶ τηλεδαπάων».

`21.454c`

τηλεδαπάων: οὕτως Ἀρίσταρχος τηλεδαπάων. αἱ δὲ ἀπὸ τῶν πόλεων «θηλυτεράων».

`21.454d`

ἄλλως· τηλεδαπάων: τηλοῦ τὸ πέδον ἐχουσῶν, ἢ μακρὰν ἀπὸ τῆς Τροίας οὐσῶν. καταχρηστικῶς οὖν ἐπὶ τοῦ αὐτοῦ ἐδάφους πραθῆναι φαμέν τινα.

`21.455a`

στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ: ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, διεβεβαιοῦτο, πρὸς τὰ ἐν τῇ Νεκυίᾳ ἀθετούμενα. καὶ ὅτι καταχρηστικῶς ἀπολεψέμεν ἀντὶ τοῦ ἀποκόψειν.

`21.455b`

στεῦτο: κατὰ ψυχὴν ἔσπευδε. λεψέμεν δὲ τὸ σιδήρῳ τεμεῖν.

`21.455c`

ἀποκόψειν οὔατα: γράφεται «ἀπολεψέμεν οὔατα».

`21.456`

ἄψορροι: ὀπισθόρμητοι εἰς οὐρανόν.

`21.458a`

τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν: ἐν ἤθει ταῦτα.

`21.458b`

οὐδὲ μεθʼ ἡμέων: λείπει γενόμενος.

`21.462-3a`

οὐκ ἄν με σαόφρονα μυθήσαιο —πτολεμίξω: τινές φασιν ἐγγὺς γεγονότος Ποσειδῶνος μηκέτι δύνασθαι τὸν τοξότην πολεμεῖν.

`21.462-3b`

οὐκ ἄν με σαόφρονα μυθήσαιο —πτολεμίξω: εἰ μάχην σοι, φησί, συμβαλοίμην, ὃ μὴ δεῖ, οὐκ ἂν ἔτι με συνετὸν ὑπολάβοις.

`21.464`

δειλῶν: ἀτυχῶν: Δειλᾶς γὰρ πρῶτον τὸν εἰς φόνους κλῆρον εὗρεν, ὥς φησι Θεόκλυτος.

`21.465a`

ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες:
ζαφλεγέες μεγαλόφρονες, καὶ ταῦτα θνητήν, φησί, τροφὴν ἐσθίοντες, οὐ σιτούμενοι ἀμβροσίαν ὡς ἡμεῖς. ὅταν δὲ ἀποβλέψῃ εἰς τὴν θείαν φύσιν ὁ ποιητής, τότε τὰ ἀνθρώπινα πράγματα ἐξευτελίζει.

`21.465b`

ζαφλεγέες: λαμπροί.

`21.466a`

ἄλλοτε δέ: γράφεται «ἄλλοτε δʼ αὖ».

`21.466b`

ἀκήριοι: νεκρούμενοι.

`21.467a1`

δηριαάσθων: τὸ δεύτερον α ἐκτατέον· τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται.

`21.467a2`

τὸ δεύτερον α ἐκτατέον ὥσπερ ἐπὶ τοῦ ἀδιαιρέτου.

`21.468-9a1`

αἴδετο γάρ ῥα πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι: ἄλλως τε ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται. πῶς οὖν ἔδει μάχεσθαι;

`21.468-9a2`

ἐπεὶ ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται, εἰκότως αὐτῷ μάχην οὐ συμβάλλει.

`21.469a`

πατροκασιγνήτοιο: τοῦτον οἱ μὲν πάτρωα, οἱ δὲ θεῖον καλοῦσιν.

`21.469b`

μιγήμεναι: τινὲς γράφουσι «δαμήμεναι».

`21.469c1`

μιγήμεναι: συμβαλεῖν. ἔστι δὲ παιδευτικά, ὡς τὸ «Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον γάρ» καὶ

«ἀλλά τοι οὐκ ἐθέλουσα Ποσειδάωνι μάχεσθαι».

`21.469c2`

ἔστι δὲ παιδευτικὸς ὁ λόγος πρὸς τὸ αἰδεῖσθαι τοὺς εὐεργέτας καὶ μᾶλλον τοὺς πρεσβυτέρους.

`21.470`

πότνια θηρῶν: δεσπότις. μεταλαβὼν οὖν φησιν Ἀνακρέων. «δέσποινʼ Ἄρτεμι θηρῶν». οἰκεῖον δὲ ταύτῃ τὸ προπετές· διὸ καὶ περιπίπτει βλάβῃ. ὥστε καὶ τὰ πεπραγμένα ἐν τῇ Θεομαχίᾳ τολμηρότερον ἀφορμὰς ἔχει Ἄρην καὶ Ἄρτεμιν

`21.471a`

Ἄρτεμις ἀγροτέρη καὶ ὀνείδειον φάτο μῦθον:
ἀθετεῖται, ὅτι περισσὸς μετὰ τὸν «τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν». τίς δὲ κυνηγετικὴ θεὸς εἰ μὴ ἡ Ἄρτεμις;

`21.471b`

Ἄρτεμις ἀγροτέρη: περισσὸς ὁ στίχος. οὕτω δὲ παρὰ Συρακοσίοις καὶ Ἀθηναίοις τιμᾶται· «τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλίων παρῄνεσα εὐχὴν ποιήσασθαι»

`21.471c`

ἀγροτέρη: κυνηγός, ἀπὸ τοῦ ἀγρεύειν.

`21.471d1`

ὀνείδειον: ὡς «τέλειον» καὶ ὄρειον· οὕτως γὰρ ἐκπίπτει καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας, οἷον «ἕλος», ἕλειος· διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α· «τέλος», «τέλειος»· «ὄρος», ὄρειος· οὕτως «ὄνειδος», ὀνείδειος. παρεφυλάξατο δὲ τὰ δύο σύμφωνα διὰ τὸ «Ἀργεῖος» καὶ τὸ «ἑρκεῖος», καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεσθαι ἡ παραγωγή, πελάγιος ἅγιος, «Θάλπιος».

`21.471d2`

ὡς «τέλειον» καὶ ὄρειον· οὕτω γὰρ ἐκπίπτει καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα κατὰ διάστασιν, οἷον «ἕλος» ἕλειος· «ὄρος» ὄρειος. παρῃτησάμεθα δύο σύμφωνα διὰ τὸ ἕρκος «ἑρκεῖος», τὸ α διὰ τὸ «πέλαγος», πελάγιος, ἅγος ἅγιος· τὸ γὰρ «Ἀργεῖος» οὐκ ἀπὸ οὐδετέρου παρῆκται, ἄλλως τε καὶ ἔχει δύο σύμφωνα.

`21.472`

ἑκάεργε: Φανόδικος ἀπὸ Ἑκαέργης. Ἀπολλόδωρος ἐν ιγʹ· «καλεῖται δʼ οὕτως ἀπὸ τῆς ῥιπῆς, ὡς ἂν ἕκαθεν εἴργων ἢ ἕκαθεν τὸ ἴδιον ἔργον ἐπιτελῶν.»

`21.473`

μέλεον: ἄμοχθον καὶ ἄλυπον.

`21.474a`

ἀνεμώλιον αὔτως: Ἀριδίκης· «γράφεται “κἀτειρέας οἰστούς”.» φησὶ δὲ κακῶς φέρεσθαι «ἀτειρέας»· οὐδὲν γὰρ εἶναι βέλος ἀτειρές. «ἀθειρέας» οὖν τοὺς ὁμοίους ἀθέρι· ὡς γὰρ ὁ ἀθὴρ καταψώμενος λεῖός ἐστι, ἀνάπαλιν δὲ τραχύς, οὕτως τὰ ἀγρευτικὰ τὰ Κρητικὰ βέλη ἐμπήσσεσθαι μὲν τῇ σαρκὶ ἀκωλύτως, ἐξέρχεσθαι δὲ δυσχερῶς διὰ τὰς ἀπαγκιστρώσεις.

`21.474b`

ἀνεμώλιον: ἀνεμωλίως, ἀντὶ τοῦ ἀπράκτως.

`21.475-7`

μή σευ νῦν ἔτι—πολεμίζειν: παραπεποίηνταί πως ἐκεῖθεν οἱ στίχοι· «πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης». τί δὲ καὶ βουλόμενος συνεχῶς τοῦτο ἐκαυχᾶτο ὁ Ἀπόλλων;

`21.475`

μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω:
ἀπὸ τούτου ἀθετοῦνται στίχοι τρεῖς· οὐ δύναται γὰρ ὁ αἰδούμενος «πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν» ἀεὶ προκαλεῖσθαι τὸν Ποσειδῶνα ἐν τῷ Ὀλύμπῳ πρὸς μάχην. ἄλλως τε οὐδὲ πολεμικός ἐστιν, ἀλλὰ χοροῖς καὶ φόρμιγγι τέρπεται.

`21.478`

τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων: προείρηκε γὰρ τὴν αἰτίαν τῆς παραιτήσεως· «αἴδετο γάρ ῥα πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν». ὥστε δισσολογεῖν οὐκ ἐχρῆν αὐτόν.

`21.479a1`

ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις: ὅτι κοινὸν δεῖ δέξασθαι τὸ «προσέφη»· «ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις προσέφη». οὕτως οὖν κἀκεῖ· «παῖδά τέ σοι ἀγέμεν Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην»· ἀπὸ κοινοῦ γὰρ τὸ «ἀγέμεν», καὶ περιττὸς ὁ ἑξῆς· «ῥέξαι ὑπὲρ Δαναῶν».

`21.479a2`

ἀπὸ κοινοῦ τὸ «προσέφη». οὕτως οὖν κἀκεῖ· «παῖδά τέ σοι ἀγέμεν Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην»· ἀπὸ κοινοῦ γὰρ τὸ «ἀγέμεν», καὶ περιττὸς ὁ ἑξῆς «ῥέξαι ὑπὲρ Δαναῶν».

`21.479b`

ἀλλὰ χολωσαμένη—παράκοιτις: Ἀριστόνικος ὅτι ἀπὸ κοινοῦ ἐστιν ἀκουστέον τὸ «προσέφη».

`21.482`

χαλεπή τοι ἐγὼ μένος ἀντιφερίζειν: ἐξ ἐναντίας τὸ ἐμὸν μένος φέρειν. ἐπεὶ δὲ εἶπε «τί νυ τόξον ἔχεις;», φησὶν ὅτι, εἰ καὶ τοξοφόρος εἶ χαλεπή σοι πολέμιος ἔσομαι.

`21.483a`

ἐπεί σε λέοντα: ἐπεὶ λέαινάν σε.

`21.483b`

λέοντα: λέαιναν. οὐδέποτε δὲ παρʼ Ὁμήρῳ εὕρηται τὸ λέαινα.

`21.484a`

καὶ ἔδωκε κατακτάμεν, ἥν κʼ ἐθέλῃσθα: Χρύσιππος ἐν τῷ Περὶ ἀρχαίας φυσικῆς δεικνὺς ὅτι σελήνη ἡ Ἄρτεμις καὶ τὰ περὶ τοὺς τόκους δὲ εἰς ταύτην  … ταῖς πανσελήνοις οὐ μόνον τὰς γυναῖκας εὐτοκωτάτας εἶναι, ἀλλὰ καὶ γίνεσθαι  … σα πάντα. καὶ Ἀλκαῖος ἐπὶ τῶν βελῶν τῆς Ἀρτέμιδος λέγει «μὴ φόνος κέχυται γυναίκων».

`21.484b1`

κατακτάμεν ἥν κʼ ἐθέλῃσθα: προΐσταται γὰρ ἡ Ἄρτεμις τοκετῶν, ἐπεὶ περὶ τὰς πανσελήνους εὐτοκώταται αἱ γυναῖκες, ὥς φησι Χρύσιππος

`21.484b2`

λέγει δὲ αὐτὴν λέαιναν διὰ τὸ ἀναιρετικόν, ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας, ὥς φησι Χρύσιππος, εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ τὰς σκοτομαίνας δύστοκοι ἄγαν.

`21.485a1`

θῆρας ἐναίρειν: ὅτι ἐναίρειν καταχρηστικῶς· θῆρες γὰρ οὐκ ἔχουσι παντευχίαν ὥστε σκυλευθῆναι.

`21.485a2`

σημειοῦνται δέ τινες ὅτι ἔναρα ἐπὶ ἀλόγων ζῴων οὐκ ἔστιν.

`21.485b1`

θῆρας ἐναίρειν: φονεύειν ἢ σκυλεύειν· περιάπτεται γὰρ νεβρίδας. Ἀλκμάν· «ἐπάμεναι πέρι δέρματα θηρῶν».

`21.485b2`

φονεύειν ἢ σκυλεύειν. τοῦτο δὲ λέγει, ὅτι τῆς νυκτὸς πανσελήνου οὔσης οἱ κυνηγοὶ τοὺς θῆρας σκυλεύουσιν.

`21.486a`

ἀγροτέρας: τινὲς τὰς μὴ ταχέως γηρώσας.

`21.486b`

ἀγροτέρας: ἀγριωτέρας.

`21.487-8`

εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς ὅσσον—ἀντιφερίζεις: ὑποστικτέον ἤτοι ἐπὶ τὸ ἐθέλεις ἢ ἐπὶ τὸ δαήμεναι, ὡς ἐν τῇ Ζ ῥαψῳδίᾳ προείρηται. ἢ καὶ κομματικὸν ἀπέλιπε τὸν λόγον ἐπίτηδες ὁ ποιητής, τῆς θεοῦ διὰ τῶν ἔργων τὸ λεῖπον ἀναπληρούσης.

`21.487a`

εἰ δʼ ἐθέλεις, πολέμοιο δαήμεναι: στικτέον εἰς τὸ δαήμεναι· ἔστι γὰρ ἀντὶ τοῦ δάηθι.

`21.487b`

δαήμεναι: ὅτι ἀντὶ τοῦ δάηθι προστακτικοῦ.

`21.489`

ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε: τῆς Ἀρτέμιδος. ἔμφασιν δὲ ἔχει πολλῆς δυνάμεως.

`21.490a`

ἀπʼ ὤμων αἴνυτο τόξα: ποιητικῶς ἀντὶ τῶν βελῶν τόξα φησίν. ἢ τὴν πᾶσαν τοξικὴν κατασκευήν.

`21.490b`

τόξα: τὰ τοξεύματα.

`21.491a`

αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα: κατηγοροῦσιν Ὁμήρου ὡς ἐνησεβηκότος τῇ Ἀρτέμιδι. Δημήτριος δὲ ὁ Ἰξίων φησί: «πάνυ νέαν παρθένον αὐτὴν εἰσάγει καὶ παίδων τρόπον κλαίουσαν καὶ τοῖς κόλποις τοῦ πατρὸς ἐπικλινομένην, ἀκολουθοῦν τῇ ἡλικίᾳ μεμυθευκώς. ῥητέον οὖν ὅτι οὐ μαίνεται, ἀλλʼ ἀνθʼ ὧν στασιώδη εἴρηκεν, ὡς μήτηρ νουθετεῖ παιδικῇ ζημίᾳ.»

`21.491b`

μειδιόωσα: Δοῦρις ὅτι πικρῶς διάκειται ὡς μητρυιά· διὸ ἐπιγελᾷ τὸ Σαρδόνιον.

`21.492a`

ἐντροπαλιζομένην: οὕτω τὸ ἐντροπαλιζομένην διὰ τοῦ ν.

`21.492b`

ἐντροπαλιζομένην: ἐν τῇ Χίᾳ καὶ Κυπρίᾳ ἀναξίως «πολλὰ λισσομένης». Πτολεμαῖος ἐντροπαλιζομένην.

`21.492c`

ἐντροπαλιζομένη: ἐξ ὑποστροφῆς ἀνθισταμένη. αἱ δὲ πλείους κατʼ αἰτιατικήν, ἵνʼ ᾖ ἐκτρέπουσαν τὰς ὄψεις πρὸς τὰς τῆς χειρὸς καταφοράς.

`21.492d`

ἐντροπαλιζομένη: ἐξ ὑποστροφῆς ἀνθιστανομένη. ἄτοπον δέ ἐστιν· διὰ τί γὰρ ἐντροπαλίζεται; βέλτιον οὖν «ἐντροπαλιζομένην».

`21.493a`

ὕπαιθα: γράφεται «ἔπειτα».

`21.493b`

ὕπαιθα: ἔμπροσθεν.

`21.493c`

πέλεια: Ἀριστοτέλης φησὶ μικροτέραν τῆς περιστερᾶς εἶναι καὶ ὑπέρυθρον καὶ τραχύπουν.

`21.493d1`

πέλεια: πέλεια ὡς Μάλεια καὶ Θάλεια, τρίτῃ ἀπὸ τέλους ἡ ὀξεῖα. ἔστι δὲ καὶ πελειάς, ἔνθεν τὸ «αἱ δὲ βάτην τρήρωσι πελειάσι». καὶ ἔστιν ὅμοιον τῷ μαῖα καὶ μαιάς.

`21.493d2`

ἄλλως· πέλεια: ὡς Κράτεια. ἔστι δὲ καὶ πελειὰς ὀξυτόνως, ὡς μαῖα καὶ μαιάς.

`21.493e`

πέλεια: ἐπὶ «τίλλε πέλειαν ἔχων» καὶ «εἶδε τρήρωνα πέλειαν».

`21.495a`

χηραμόν: κατάδυσιν ὄφεως. Ἀριστόνικος ὅτι αὐτὸς ἐξηγεῖται, τί ἐστι χηραμός, ὅτι κοίλη πέτρη· καὶ ὅτι γενικὸν τὸ πέτρη καὶ εἰδικὸν τὸ χηραμός.

`21.495b`

χηραμόν: ὅτι αὐτὸς ἐξηγεῖται, τί ἐστι χηραμός, ὅτι κοίλη πέτρα

`21.495c`

χηραμόν: ἀπὸ τοῦ χωρεῖν, πέτραν διαγωγὰς ἔχουσαν πολλὰς ὥς τι χωρεῖσθαι. σημειωτέον δὲ ὅτι προεξηγήσατο, τίς ἡ χηραμός, κοίλη πέτρα, ἐπεξηγεῖσθαι εἰωθώς, οὐ προεξηγεῖσθαι· «νεβρὸν ἔχοντʼ ὀνύχεσσι, τέκος ἐλάφοιο».

`21.495d`

οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν: καὶ ἐπʼ ἀλόγοις μοιρίδιον οἶδεν, οὐ μόνον ἐπὶ ἀνθρώποις.

`21.497`

Λητὼ δὲ προσέειπε διάκτορος: Τυραννίων περισπᾷ, ἐπεὶ οἱ Δωριεῖς διαιροῦσι Λητόα λέγοντες.

`21.498a`

Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι: ἄτοπον γὰρ ἦν τὸν λόγον ὅπλοις κρίνεσθαι. διὰ τοῦτο ἄχρειοι οἱ γραμματικοὶ νομίζονται, ὅτι διὰ τὸ εἰρηνικὸς εἶναι θεὸς οὐ μάχεται ὁ Ἑρμῆς. τοῦτο δὲ εἴπερ ἤθελεν εἰπεῖν ὁ ποιητής, εἰρήκει ἄν· «ἀργαλέον κήρυκʼ ὄντα πολεμεῖν». ὁ δὲ ἑτέραν εἴρηκεν αἰτίαν ὅτι ταῖς τοῦ Διὸς γενομέναις γυναιξὶν οὐ πρέπον αὐτὸν πληκτίζεσθαι· ὁ γὰρ Ἑρμῆς αἰτίαν ἔχει φιλογυνίας καὶ ἐρωτικὸς νομίζεται· διὸ ἐξ αὐτοῦ καὶ τῆς Ἀφροδίτης συνέθεσαν τὸν Ἑρμαφρόδιτον. λέγει δὲ Πυθαγόρας ὅτι καὶ τὸν Πελασγικὸν οἶδεν Ὅμηρος μῦθον, οἵτινες ἐντεταμένον αὐτὸν ἱδρύουσιν. ὅτε γοῦν κατείληπτο ἡ Ἀφροδίτη σὺν Ἄρει, οὕτως εἰς ἐπιθυμίαν ἐκκέχυται ὥστε εὔχεσθαι σὺν πλείοσι δεσμοῖς παρακεκλίσθαι τῇ Ἀφροδίτῃ ταύτην οὖν τὴν ὑπόνοιαν φυλάσσει.

`21.498b`

Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι: ἄτοπον γὰρ τὸν λόγιον καὶ εἰρηνικὸν θεὸν μάχεσθαι. ἢ ὡς φιλῶν μίξεις· καὶ γὰρ μετʼ Ἀφροδίτης ἐθέλει δεθῆναι καὶ Πελασγοὶ δὲ ἐντεταμένον τὸν Ἑρμῆν ἱδρύονται. ἄλλως τε ἄνοπλος ἑκάτερος, καὶ ἄτοπος ἡ δίχα ὅπλων μάχη.

`21.498c`

ἀργαλέον γάρ: γράφεται «ἀργαλέον δέ».

`21.498-9`

Λητοῖ, ἐγὼ δέ τοι—ἀλόχοισι Διός: ἐπεὶ συνέζευκτο θεῷ καὶ Διῒ κεκοινωνηκυῖα κοίτης ἦν. Δοῦρις δὲ ἐν πρώτῳ Προβλημάτων Ὁμηρικῶν γράφει· «εἰκότως τοῦτο ποιεῖ· ὁ γὰρ Ἑρμῆς οὐ πολέμου αὐξητικός, ἀλλʼ εἰρήνης. οὐκ ἤθελεν οὖν ἰσχυρὸν ποιεῖν τὸν ἐν τοῖς ὅπλοις ἀγῶνα. ἢ διότι καταφρονητὴς ἦν πολέμου· ὁ μὲν γὰρ πόλεμος ἄλλων, τὸ δὲ Ἑρμοῦ κηρύκιον καὶ τὸν αὐτὸν πόλεμον καταστρέφεται ἐν τῷ αὐτῷ τὰ περὶ τελευταῖα.»

`21.499`

πληκτίζεσθαι: μάχεσθαι. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις.

`21.501a1`

εὔχεσθαι ἐμὲ νικῆσαι: ἄτυφος· διὸ λογικὸς θεός, ὃς οὐδὲ ἀδοξίας φροντίζει.

`21.501a2`

καλῶς ἄτυφος ὁ λογικὸς θεὸς μηδὲ ἀδοξίας φροντίσας· λέγει γὰρ ὅτι, εἰ βούλει, καυχῶ ὡς ἐμὲ νικήσασα.

`21.501b`

εὔχεσθαι: ὅτι ἀντὶ τοῦ εὔχου, καυχῶ.

`21.502a1`

Λητὼ δὲ συναίνυτο καμπύλα τόξα: ἴσως πρὸς τὸ σκῦλα μὴ μεῖναι τῆς θυγατρός· ὅπερ ἐκ περιουσίας ὁ ποιητὴς προσῆψεν.

`21.502a2`

συνῆξε δὲ αὐτά, ἵνα μὴ ἐκεῖ κείμενα τὴν θυγατέρα πλέον αἰσχύνοιεν.

`21.502b`

καμπύλα τόξα: ὅτι μέμιχε τὸν κατὰ τοῦ τόξου λόγον τῷ κατὰ τῶν βελῶν· καμπύλα μὲν γὰρ τὰ τόξα, «πεπτεῶτα» δʼ «ἄλλυδις ἄλλῃ» τὰ βέλη· ὡς χοῖνιξ τὸ μετροῦν καὶ τὸ μετρούμενον, καὶ κοτύλη, οὕτως καὶ τὰ βάλλοντα καὶ τὰ βαλλόμενα τόξα.

`21.502c`

καμπύλα τόξα: μεταφορικῶς ἀπὸ τοῦ τόξου τὰ βέλη. ἢ συλληπτικῶς τὰ τόξα καὶ τὰ βέλη· ὡς δὲ χοῖνιξ τὸ μετροῦν καὶ τὸ μετρούμενον, οὕτω καὶ τόξα ἐπὶ ἑκατέρου δεκτέον.

`21.503`

πεπτεῶτα: γράφεται καὶ «πεπτῶτα».

`21.506a1`

δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη:
ἀφελὴς ἡ διάθεσις καὶ παρθένῳ πρέπουσα. Ἀφροδίτη δὲ ὡς γεγαμημένης τῆς Διώνης. ἐκεῖ δὲ «ἐν γούνασι πῖπτε» δία. τῶι καταπονεῖσθαι τῇ πληγῇ.

`21.506a2`

ἀφελὴς ἡ διάθεσις καὶ μὴ πρέπουσα γυναικί, καὶ μάλιστα παρθένῳ. ἢ τάχα ὡς θυγάτηρ τοῦτο ποιεῖ. ἡ δὲ Ἀφροδίτη οὐκ ἐν τοῖς γόνασι τοῦ Διός, ἀλλʼ ἐν τοῖς τῆς Διώνης καίτοι γεγαμημένη οὖσα. πῶς δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται; ὅτι ἐκείνη διὰ τὸ καταπονεῖσθαι τῇ πληγῇ ἐφέζεσθαι οὐ δύναται.

`21.507a1`

ἑανὸς τρέμε: καιρίως διὰ τῆς ἐσθῆτος σῶμα ἐνέφηνε τρέμον.

`21.507a2`

διὰ τῆς ἐσθῆτος ἐμφῆναι τὸ σῶμα βούλεται τρέμον αὐτῆς.

`21.507b1`

προτὶ οἷ: τὴν ἀντωνυμίαν ὀρθοτονοῦσιν, οὐ διὰ τὴν πρόθεσιν, ἀλλʼ ὅτι εἰς σύνθετον μεταλαμβάνεται.

`21.507b2`

ὀρθοτονητέον τὴν οἷ, ἐπεὶ εἰς σύνθετον παρελαμβάνετο.

`21.507-8`

προτὶ οἷ εἷλε: προσελάβετο ἑαυτῷ, τουτέστι προσεπτύξατο.

`21.508`

ἀνείρετο: ἠθικῶς.

`21.509a`

τίς νύ σε τοιάδʼ ἔρεξε: ἀντὶ τοῦ τίς σε ἐπάτασσε;

`21.509b`

τίς νύ σε τοιάδʼ ἔρεξε: εἰδὼς ἐρωτᾷ, ἀγνοεῖν προσποιούμενος.

`21.511a1`

ἐϋστέφανος: στεφάνη ἐπικεφάλιος γυναικῶν κοινός. κελαδεινὴ δέ τινες παρὰ τὰ κοῖλα. ἢ ὅτι Ἐγκέλαδον σὺν Ὠρίωνι ἀνεῖλε βιαζόμενον αὐτήν.

`21.511a2`

ἐπικεφάλιος γὰρ ὁ τῶν γυναικῶν κόσμος. κελαδεινὴ δὲ παρὰ τὸ κοῖλα. ἢ παρὰ τὸν κέλαδον, ὃν ποιοῦσιν οἱ κυνηγοί.

`21.511b1`

ἐϋστέφανος κελαδεινή: ὅτι ἠρκέσθη τοῖς ἐπιθέτοις. περιττὸς οὖν κἀκεῖ ὁ «Ἄρτεμις ἀγροτέρη».

`21.511b2`

ἄλλως· ἐϋστέφανος κελαδεινή: ἠρκέσθη τοῖς ἐπιθέτοις. περιττὸς οὖν κἀκεῖ ὁ «Ἄρτεμις ἀγροτέρη καὶ ὀνείδειον φάτο μῦθον».

`21.512`

σή μʼ ἄλοχος στυφέλιξε: πιθανῶς καὶ αὐτὸν πιθανοποιεῖται διὰ τῆς ἀλόχου.

`21.513a`

νεῖκος: πληθυντικῶς «νείκεα» αἱ Ἀριστάρχου.

`21.513b1`

νεῖκος ἐτύχθη: «νείκεʼ ἐτύχθη» πληθυντικῶς. καὶ «ἐφῆπται» ἀντὶ τοῦ ἐπισυνδέδεται, ηὔξηται.

`21.513b2`

ἐφῆπται: ἀντὶ τοῦ ἐπισυνδέδεται καὶ ηὔξηται καὶ πεπλήθυνται. τινὲς δὲ καὶ «νείκεα» πληθυντικῶς γράφουσιν.

`21.514`

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: οὔτε γὰρ ἀπολύει τὴν Ἥραν τοῦ ἐγκλήματος, ἵνα μὴ λυπῇ τὴν ὑβρισθεῖσαν, οὔτε ἐγκαλεῖ αὐτῇ ἀπολυθείσῃ.

`21.515-7`

αὐτὰρ Ἀπόλλων—ἤματι κείνῳ: προοικονομεῖ πάλιν εἰς τὰ ἑξῆς, ἵνα ὑπολειφθεὶς μόνος πλανήσῃ τὸν Ἀχιλλέα ἀπὸ τοῦ τείχους

`21.515`

Ἴλιον ἱρήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.

`21.516a`

μέμβλετο γάρ οἱ: διασταλτέον μετὰ τὸ οἷ.

`21.516b`

πόληος: Αἰολικῶς, ὡς ἀκτῆνας καὶ ψημύθιον.

`21.519a`

χωόμενοι: ὅτι σαφῶς χωόμενοι συγχεόμενοι.

`21.519b`

χωόμενοι: συγκεχυμένοι.

`21.520`

πὰρ Ζηνί: ὅτι «παρὰ πατρί».

`21.522-4`

ὡς δʼ ὅτε καπνὸς ἰὼν—κήδεʼ ἐφῆκεν: πηλίκον δέ ἐστι τὸ πῦρ, οὗ τὸ τέλος ἅπτεται τοῦ οὐρανοῦ. καὶ τοῦτο θεόπεμπτον, ἵνα μὴ ταχέως σβεννύηται. τὴν ἐπὶ πλεῖστον δὲ νέμησιν τοῦ Ἀχιλλέως ἡ παραβολὴ τοῦ πυρὸς ἐνέφηνεν.

`21.522`

ἱκάνει: γράφεται «ἵκηται».

`21.523a`

ἄστεος αἰθομένοιο: ὑπὸ τῶν πολεμίων δηλονότι.

`21.523b`

ἀνῆκε: ἀντὶ τοῦ ἐφῆκε.

`21.524`

πόνον: ὅτι πόνον τὸ κατὰ τὸν πόλεμον ἔργον.

`21.525`

ἔθηκεν: γράφεται «ἔτευξεν».

`21.526a`

εἱστήκει δʼ ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου: ἐναργῶς ὁ τῆς ἀγωνίας μεστὸς δείκνυται γέρων ἐπιβεβηκὼς τοῖς τείχεσι. μεταγαγὼν δὲ ὁ ποιητὴς τὴν στρατιὰν ἐπὶ τὰ ἔνδον οὐκ ἄλλῳ πιθανὸν ἐνόμισε προσκεῖσθαι τὰ τῆς διατάξεως ἢ τῷ Πριάμῳ· βασιλεὺς γάρ ἐστι καὶ συνετός, τῶν δὲ ἔργων διὰ τὴν ἡλικίαν ἀπεχόμενος.

`21.526b`

θείου ἐπὶ πύργου: παρόσον θεοποίητόν ἐστι τὸ τεῖχος.

`21.528a`

ἄφαρ: ταχέως.

`21.528b1`

πεφυζότες: ὅθεν ἄφυζαν τὸν λέοντα Ἡσίοδος εἶπεν.

`21.528b2`

ἀπὸ τοῦ φύζα. ὅθεν ἀφύζαν Ἴωνες ἐκάλουν τὸν λέοντα.

`21.530a`

ὀτρυνέων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς: τοῦ καιροῦ ἐπείγοντος καὶ ὁ γέρων στρατηγεῖ ἐπὶ τῆς σωτηρίας τῶν φευγόντων.

`21.530b`

ὀτρύνων: οὕτως Ἀρίσταρχος ἔξω τοῦ ε ὀτρύνων, ἄλλοι δὲ «ὀτρυνέων».

`21.530c`

ἄλλως· ὀτρύνων: χωρὶς τοῦ ε, ἤδη ἐνεργῶν καὶ οὐ μέλλων.

`21.530d`

ὀτρυνέων: ὡς μέλλων περισπᾶται καὶ διῄρηται.

`21.531`

ἐν χερσὶ πύλας ἔχετε: πᾶσαν φιλοφροσύνην τὴν πρὸς τοὺς φύλακας ὁ καιρὸς ἀφαιρεῖται. Νέστωρ δὲ «οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε». πύλας δὲ νῦν τὰς θύρας, ὡς τὸ «ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων ἐκ πολέμου φεύγοντα σαώσειαν».

`21.533a`

κλονέων: ἀντὶ τοῦ κινῶν καὶ ταράσσων τὸ πλῆθος, ὅθεν καὶ κλόνις ἡ εὐκίνητος ὀσφύς.

`21.533b`

νῦν οἴω λοίγιʼ ἔσεσθαι: πρεσβυτικῶς ὁρᾷ τὸν καιρὸν ὅτι εἰς κακὸν προχωρήσειν εἰκὸς τὰ πράγματα, καὶ ὀλοθρευθήσεσθαί φησι τοὺς Τρῶας.

`21.534`

ἀλέντες: ἐκκλίναντες ἢ συστραφέντες.

`21.535a1`

ἐπʼ ἂψ θέμεναι: οὕτως Ἀρίσταρχος «ἐπανθέμεναι» διὰ τοῦ ν, οἷον ἀναθεῖναι. τινὲς δὲ τῶν κατὰ πόλεις ἐπʼ ἂψ θέμεναι.

`21.535a2`

ἐν ἄλλῳ «ἐπανθέμεναι».

`21.536a`

οὖλος: καὶ Καλλίμαχος· «οὔλου μῆτερ Ἄρηος», τοῦ ὀλοθρευτικοῦ.

`21.536b`

οὖλος ... ἄληται: ἄθρους ὁρμήσῃ ἢ μετὰ πλήθους.

`21.536c`

ἄληται: ψιλῶς τὸ ἄληται. ἔστι δὲ μέσος δεύτερος ἀόριστος ὑποτακτικός, ἀκόλουθος τῷ ἀλῆναι, ἀπαρεμφάτῳ παθητικῷ δευτέρῳ ἀορίστῳ ὑπάρχοντι, «ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι», καὶ μετοχῇ τῇ «αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες» καὶ «πόλις δʼ ἔμπλητο ἀλέντων». ἡ δὲ ἑνικὴ εὐθεῖα ἦν «οἴμησεν δὲ ἀλείς», παρακειμένη ῥήματι ὁριστικῷ τῷ ἐάλη· «τῇ ὕπο πᾶς ἐάλη» καὶ «οἱ δή τοι εἰς ἄστυ ἄλεν».

`21.537`

ἀπῶσαν ὀχῆας: ἀνεκρούσαντο καὶ ἄποθεν τῶν πυλῶν ἀπώσαντο ὡς συνεκτικοὺς ὄντας αὐτῶν.

`21.538-9`

αἱ δὲ πετασθεῖσαι τεῦξαν φάος—ἀλάλκοι: ὅτι Ζηνόδοτος τοὺς στίχους ἠθέτηκε, γελοῖον ἡγούμενος διὰ πύλης φωτίζεσθαι τὴν πόλιν, τοῦ παντὸς τόπου ἐναιθρίου ὄντος. λέγει δὲ τεῦξαν φάος ἀντὶ τοῦ τὴν σωτηρίαν τοῖς φεύγουσιν ἐποίησαν, ὡς ἐν τῷ «φόως δʼ ἑτάροισιν ἔθηκεν ἄνδρα βαλών».

`21.538a1`

τεῦξαν φάος: παρέσχον τοῖς φεύγουσιν, ὡς ἐκεῖ· «φόως δʼ ἑτάροισιν ἔθηκεν». οὐ δεόντως οὖν ἀθετοῦνται ὑπὸ Ζηνοδότου.

`21.538a2`

φάος: σωτηρίαν τοῖς φεύγουσι Τρωσίν.

`21.538a3`

τεῦξαν φάος: σωτηρίαν δηλονότι παρέσχον τοῖς φεύγουσι Τρωσὶ διὰ τὸ εἰσέρχεσθαι εἰς τὸ τεῖχος.

`21.539a`

ἀντίος: τῷ Ἀχιλλεῖ. ἡ δὲ στιγμὴ εἰς τὸ ἐξέθορεν.

`21.539b`

ἀλάλκοι: ἐν ἄλλῳ «ἀμύναι».

`21.539c1`

ἀμύναι: παροξυτονητέον τὸ ἀμύναι· ἔστι γὰρ εὐκτικόν, ὅπως ἀμύνειεν. οἶδε δὲ καὶ τὴν «ἀλάλκοι» γραφήν.

`21.539c2`

οὕτως ἡ γραφὴ παροξυτόνως· ἔστι γὰρ εὐκτική. τινὲς μέντοι «ἀλάλκοι» γράφουσιν.

`21.541a1`

δίψῃ καρχαλέοι: ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὑπὸ δίψης.

`21.541a2`

ὅτι παρεῖται ἡ ὑπό πρόθεσις.

`21.541b`

δίψῃ καρχαλέοι: ξηραίνει γὰρ καὶ τραχύνει τὴν γλῶσσαν ἡ δίψα ἡ πολλή.

`21.541c`

κεκονιμένοι: ἄκρως ὑπέγραψε τὴν φυγὴν καὶ τὸ σχῆμα τῶν διωκομένων.

`21.542a1`

σφεδανόν: οὕτω «σφεδανῶν», ἐπερρωμένος τῷ θυμῷ καὶ σφοδρὸς ὑπάρχων, καθάπερ ἀπὸ τοῦ φονᾶν τὸ φονῶν.

`21.542a2`

οὕτως σφεδανόν.

`21.542a3`

ἐπίρρημα ἀντὶ τοῦ σφεδανῶς ἤτοι μετʼ ἐπιτάσεως καὶ βίας. οἱ δὲ «σφεδανῶν» γράφουσιν, ἵνʼ ᾖ μετοχῆς.

`21.542b1`

σφεδανῶν: ὅτι σφεδανῶν σφοδρῶς διώκων. τῷ δὲ τόνῳ ὡς ἐνοχλῶν· προκατάρχει γὰρ αὐτοῦ τὸ σφεδανός, παρʼ ὃ ἐγένετο σφεδανόν, «Ἀτρείδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων».

`21.542b2`

περισπαστέον δὲ ὡς στεφανῶν.

`21.542c`

σφεδανῶν: κατεπείγων αὐτούς. ἢ ἐπερρωμένος τῷ θυμῷ ὡς φονευτικὸς παρὰ τὸ φονῶν.

`21.542d`

λύσσα: ἡ λύουσα τοὺς λογισμοὺς ἀνία.

`21.543`

κῦδος ἀρέσθαι: τὸν Ἕκτορα, ἐφʼ ᾧ φησιν· «ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον».

`21.544a`

ὑψίπυλον Τροίην: ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον Τροίην εἴρηκεν.

`21.544b`

ὑψίπυλον Τροίην: τὴν Ἴλιον· οὐκ ἔστι γὰρ ἡ χώρα πύλας ἔχουσα, ἀλλʼ ἡ πόλις.

`21.544c`

ἄλλως· ὑψίπυλον Τροίην: ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον εἴρηκεν.

`21.549`

φηγῷ κεκλιμένος: ἀντὶ τοῦ ὑποκρυπτόμενος τῇ δρυΐ.

`21.550a`

Ἀχιλλῆα πτολίπορθον: ὅτι πλεονάζει ἐπʼ Ὀδυσσέως τὸ πτολίπορθος νῦν δὲ ἅπαξ ἐπʼ Ἀχιλλέως. πρὸς τοὺς Χωρίζοντας· τούτοις γὰρ χρῶνται. τινὲς δὲ «Ἀχιλλέα Πηλείωνα» ποιοῦσι, ξενισθέντες πρὸς τὸ ἐπίθετον.

`21.550b`

Ἀχιλλῆα πτολίπορθον: τινὲς «Ἀχιλλέα Πηλείωνα», πρὸς τὸ ἐπίθετον ξενισθέντες. ἀλλʼ ἤδη αὐτὸς εἶπε «δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξα». ἐπὶ δὲ Ὀδυσσέως πλεονάζει τῷ ἐπιθέτῳ διὰ τὴν Ἰλίου πόρθησιν.

`21.551`

πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι: ὁ Ἀγήνωρ ἐμερίμνα.

`21.553`

ὑπὸ κρατεροῦ Ἀχιλῆος: λείπει διωκόμενος.

`21.554a`

τῇ περ: ὅπου.

`21.554b`

κλονέονται: γράφεται «φοβέονται»,

`21.555a`

αἱρήσει με καὶ ὥς, καὶ ἀνάλκιδα δειροτομήσει:
καὶ οὕτως συλλήψεταί με καὶ οὐδʼ ἀμυνόμενον ἀναιρήσει.

`21.555b`

ἀνάλκιδα: ἀποδείξας δηλονότι.

`21.556-61`

εἰ δʼ ἂν ἐγὼ τούτους μὲν—ἀπονεοίμην: διὰ τὸν εἴ σύνδεσμον ὑποστικτέον μετὰ τὸ ῥωπήϊα δύω, τοῦ ἑξῆς συνδέσμου περιττεύοντος, τοῦ δέ δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ δύω, τοῦ εἴ συνδέσμου κειμένου ἀντὶ τοῦ ἆρα διαπορητικοῦ. οὕτω δὲ ἔσται ὁ ἄν περιττός.

`21.557`

ἄλλῃ: ἀντὶ τοῦ εἰς τόπον ἄλλον.

`21.558a`

Ἰλήϊον: οὕτως Ἰλήϊον διὰ τοῦ λ, ἀντὶ τοῦ Ἰλιακόν. ὁ δὲ Κράτης «Ἰδήϊον», τὸ Ἰδαῖον.

`21.558b`

Ἰλήϊον: τὸ πρὸς τῷ τάφῳ τοῦ Ἴλου. ὁ δὲ Κράτης «Ἰδήϊον» γράφει, ἵνʼ ᾖ τὸ τῇ Ἴδῃ ὑποκείμενον.

`21.559`

κατά τε ῥωπήϊα δύω: λοχήσω ἐν τοῖς θαμνώδεσι τόποις.

`21.561`

ἱδρῶ ἀποψυχθείς: πνεύμασι τὸν ἱδρῶτα ξηράνας.

`21.563`

ἀπαειρόμενον: ἀντὶ τοῦ ἀπαίροντα. ἐκ μεταφορᾶς τῶν νηῶν τῶν ἐπαιρουσῶν εἰς τὸν πλοῦν τοὺς ἱστούς.

`21.567a1`

εἰ δέ κέν οἱ προπάροιθε πόλιος κατεναντίον ἔλθω: τοῦτο ὁμολογουμένως διαπορητικόν ἐστιν, ἀντὶ τοῦ ἆρα κειμένου τοῦ εἴ συνδέσμου.

`21.567a2`

ἐνταῦθα ὁμολογουμένως ὁ εἴ διαπορητικός ἐστιν ἀντὶ τοῦ ἆρα κείμενος.

`21.568-9`

καὶ γάρ θην τούτῳ—ἴα ψυχή: ὁ διαλογισμὸς ἀνθρώπινος ὅτι ἓν σῶμα καὶ μία ψυχὴ καὶ τρωτὸς ὁ χρώς· ἀλλὰ τὴν ἀρετὴν αὐτοῦ οὐδαμοῦ ἐνθυμεῖται. εἰ δὲ τοιαῦτα πάντες ἐνενόουν μαχόμενοι ἐπεὶ, οὐκ ἂν ἔδεισάν ποτε τοὺς πολεμίους ἐπιόντας.

`21.569`

θνητὸν δέ ἕ φασʼ ἄνθρωποι: φασί, τοῦτο εἰρωνευόμενός φησι: δοκῶ, καὶ αὐτὸς θνητός ἐστιν.

`21.570a1`

ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει:
ἀθετεῖται, ὅτι ὡς ἐλλείποντος τοῦ λόγου ἐνέταξέ τις αὐτόν. δεῖ δὲ τῷ «θνητὸν δέ ἕ φασʼ ἄνθρωποι» προσυπακούειν τὸ εἶναι. καὶ ὅτι ἐπιφερόμενον τὸ αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει ἐναντίον ἐστὶ τῷ προτρέποντι τὸν Ἀγήνορα ἀντιστῆναι Ἀχιλλεῖ.

`21.570a2`

ἀθετεῖται ὡς λύων τὸν ἐπιλογισμόν· κρέμασθαι γάρ τις νομίσας τὸν λόγον προσέθηκε τὸν στίχον.

`21.571`

ἀλεὶς μένεν: συστρέψας τὸ πρώην εἰς φυγὴν ὁρμώμενον σῶμα ἔμενεν.

`21.573-8`

ἠΰτε πόρδαλις—ἠὲ δαμῆναι: θυμικὸν καὶ πολεμικὸν τὸ ζῷον μέχρι θανάτου. τοσοῦτον δὲ τῶν ἄλλων προὔχει, ὅσον ἐκεῖνα τῶν ἡμέρων. ἐν δὲ παρδάλεσι καὶ ἄρκτοις τὰ θήλεα ἰσχυρότερα. οὕτω δὲ ἐπιτέτευκται, ὅτι μηδὲ αὐτὸς Ὅμηρος ἄλλην μάχην παρδάλεως ἐτόλμησεν εἰπεῖν.

`21.573`

πόρδαλις: διὰ τοῦ α «πάρδαλις» εἶχον αἱ Ἀριστάρχου.

`21.575a1`

οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: ὅτι τὸ φοβεῖται ἀντὶ τοῦ φεύγει. καὶ ὅτι ἔν τισι γράφεται «κυνυλαγμόν». οὐκ ἀνάγκη δέ ἐστιν· ὁ γὰρ ὑλαγμὸς ἴδιος κυνῶν. σύνδεσμος δέ ἐστιν ὁ κέν, εἶτα ὑλαγμόν.

`21.575a2`

ἐπεί κεν ὑλαγμόν: ἐκ πλήρους ὁ κέν σύνδεσμος.

`21.575b`

ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: Ἀρίσταρχός τινάς φησι γράφειν «κυνυλαγμόν»· καὶ Στησίχορος δὲ ἔοικεν οὕτως ἀνεγνωκέναι· φησὶ γοῦν «ἀπειρεσίοιο κυνυλαγμοῖο». οὐχ ὁρῶμεν δέ τι πλεῖον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμὸς καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ κυνῶν ἀκούεται, ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι, τῆς αὐτῆς τάσεως μενούσης, μετʼ ἄλλου δὲ οὐδενός, οἷον παιγμὸς ἐμπαιγμός, κηρυγμὸς ἐκκηρυγμός. καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ ὑλάσσω γεγονὸς οὐ συντεθήσεται μετʼ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ κέν ἐν τῷ ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ.

`21.575c`

ἄλλως· ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: τινάς φησιν Ἀρίσταρχος γράφειν «κυνυλαγμόν», οἷον κυνῶν ὑλαγμόν. οὕτω καὶ Ζηνόδοτος.

`21.576a`

φθάμενός μιν: αἱ ἀπὸ τῶν πόλεων «φθάμενός τις».

`21.576b1`

ἢ οὐτάσῃ ἠὲ βάλῃσιν: πρὸς ἀντιδιαστολὴν τοῦ οὐτάσαι καὶ βαλεῖν.

`21.576b2`

πρὸς τὸ διάφορον τῶν σημαινομένων.

`21.577`

καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει: φησὶν Ἡρακλέων ἐν Ῥώμῃ τοῦτο τεθεᾶσθαι. ὁ δὲ βαλών, φησί, τὸ πάλιον, ὃ περιέκειτο, ἑτέρῳ περιέθηκεν ὡπλισμένῳ καὶ ἀκμῆτι, ὅπως ἐπʼ ἐκεῖνον τραπῇ.

`21.578`

ξυμβλήμεναι: συμβαλέσθαι, αἰκίσασθαι.

`21.582`

τιτύσκετο: κατεστοχάζετο.

`21.583a`

ἨΔΗ που μάλʼ ἔολπας: τινὲς τὸ ἨΔΗ χρονικὸν ἐκδέχονται καὶ παροξύνουσιν, οὐκ εὖ· ἄμεινον γὰρ περισπᾶν, ἐκ παραλλήλου τοῦ συνδέσμου κειμένου.

`21.583b`

ἦ δή που: περισπῶμεν τὸν ἦ σύνδεσμον, ἠθικὸν καὶ ἐρωτηματικὸν νῦν ὄντα.

`21.583c`

ἦ δή: γράφεται «ἤδη».

`21.585`

ἦ μάλα: γράφεται «ἦ τʼ ἔτι».

`21.586a1`

ἀνέρες εἰμέν: ἐν ταῖς πλείοσιν οὕτως ἐφέρετο «ἄνδρες ἔνειμεν». καὶ μήποτε οὐ κακῶς.

`21.586a2`

ἐν ἄλλῳ «ἄνδρες ἔνειμεν».

`21.587`

οἳ καὶ πρόσθε φίλων—υἱῶν: οὕτως αἱ Ἀριστάρχου οἳ καὶ πρόσθε φίλων ἀλόχων τοκέων τε καὶ υἱῶν. ἔν τισι δὲ τῶν εἰκαιοτέρων «οἵ κε πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν».

`21.588a1`

ἐνθάδε πότμον ἐφέψεις: τῇ πεπρωμένῃ ἐνθάδε ἀκολουθήσεις.

`21.588a2`

ἡ πεπρωμένη σοι, φησίν, ἐνθάδε τελευτηθήσεται, καὶ παρʼ ἡμῶν ἀναιρεθήσῃ.

`21.588b1`

πότμον ἐφέψεις: Νικίας ἀναστρέφει τὴν πρόθεσιν, οὐκ εὖ. προείπομεν δὲ περὶ τῶν τοιούτων προθέσεων ὡς οὐ θέλουσιν ἀναστρέφεσθαι καὶ ἐσημειούμεθα ἀναγκαίως ἀναστραφεῖσαν τὴν «στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν».

`21.588b2`

τινὲς δὲ ἀναστρέφουσι τὴν «ἐπί», οὐκ εὖ.

`21.589`

ἔκπαγλος: προπετής, θρασύς.

`21.590`

βαρείης: γράφεται «παχείης».

`21.591`

κνήμην: τὴν κνημῖδα.

`21.594`

οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα: ὅτι ἄτρωτα τὰ Ἡφαιστότευκτα ὅπλα, πρὸς τοὺς ἠθετημένους

`21.595`

ὡρμήσατʼ Ἀγήνορος: ὡς τὸ «ὡρμήθη δʼ Ἀκάμαντος».

`21.596`

Ἀπόλλων κῦδος ἀρέσθαι: ἐν ἄλλῳ «ἄναξ Διὸς υἱὸς Ἀπόλλων».

`21.597a`

κάλυψε δʼ ἄρʼ ἠέρι: γράφεται καὶ «καλύψας ἠέρι».

`21.597b`

ἠέρι: τῇ σκοτίᾳ.

`21.598`

ἡσύχιον: λάθρᾳ, κρυφῇ. ἢ ἀθόρυβον.

`21.599`

ἀποέργαθε: διὰ τοῦ ἑτέρου ε.

`21.600`

γὰρ ἑκάεργος: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «γάρ ῥʼ ἑκάεργος».

`21.602-6a1`

ἕως ὁ τὸν πεδίοιο—ἦλθον ὁμίλῳ: ἀπʼ ἄλλης ἀρχῆς τοῦτο, καὶ ἡ ἀνταπόδοσις πρὸς τὸ τόφρα

`21.602-6a2`

ὑποστικτέον εἰς τὸ προθέοντα, ποσὶν οἷσιν· ἡ γὰρ ἀνταπόδοσις τόφρʼ ἄλλοι Τρῶες· ἕως ὁ τὸν πεδίοιο διώκετο, τόφρʼ ἄλλοι Τρῶες.

`21.602a`

πεδίοιο διώκετο: ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.

`21.602b`

πυροφόροιο: εὐθέτου πρὸς ἄροσιν.

`21.604-5`

τυτθὸν ὑπὲκ προθέοντα— ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι: θνητὴν ἐμιμεῖτο ταχυτῆτα, καταλείπων ἐλπίδα τῷ διώκοντι.

`21.606a`

πεφοβημένοι ἦλθον ὁμίλῳ: πεφοβημένοι ἦλθον ὑπὸ τοῦ ὁμίλου.

`21.606b`

πεφοβημένοι ἦλθον ὁμίλῳ: ὑπὸ τῶν Ἑλλήνων διωκόμενοι. ἀλλὰ διὰ τὸ τὸν λόγον εἶναι περὶ τῆς Ἀχιλλέως ἀριστείας παραιτεῖται καὶ ἄλλους εἰσάγειν ἀριστεύοντας.

`21.606c`

πεφοβημένοι: ὅτι ἀντὶ τοῦ φεύγοντες.

`21.606-7`

ἦλθον ὁμίλῳ ... προτὶ ἄστυ: ὁμίλῳ ἀντὶ τοῦ πλήθει, ὅ ἐστι τὸ πλῆθος τῶν μαχομένων παρεγένοντο εἰς τὴν πόλιν.

`21.607a1`

πόλις δʼ ἔμπλητο: παρὰ Ἀντιμάχῳ καὶ Ῥιανῷ «πύλαι δʼ ἔμπληντο».

`21.607a2`

πόλις: γράφεται «πύλαι»,

`21.610a`

ἐσσυμένως: γράφεται «ἀσπασίως».

`21.610b`

ἀσπασίως: ἀσπάσιοι, ἄσμενοι ἐπὶ τῇ ἑαυτῶν σωτηρίᾳ, οὐκ ἔχοντες καιρὸν  …

`21.611a`

ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σάωσαν: ὡς εἶχε ποδῶν ἕκαστος ἐσῴζετο, τῶν συμμάχων οὐ μεμνημένος, ἕκαστος δὲ τὸ καθʼ ἑαυτὸν σκοπῶν.

`21.611b`

σάωσαν: Ἀρίσταρχος εὐκτικῶς «σαώσαι» ἀντὶ τοῦ σαώσειεν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-aeu`.