title: "Scholia on the Iliad: Book XI"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, ΙΑʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-aek
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-scholia-book-11-vta-aek"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:0d0325106142e52cab7705d123158b79eabaec5c7135ba65629d16d0c81a3eb9"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Scholia on the Iliad: Book XI

*Σχόλια εἰς Ἰλιάδα, ΙΑʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-aek` · [HTML page](https://eulogikon.org/works/homer-comm-scholia-book-11-vta-aek)

## Text

Part of [Scholia on the Iliad](/works/homer-comm-scholia-vta-ae)

.......... σηλιν  …

`11,8.677`

ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλήν ἤλιθα χύδην, μάτην, ὡς καὶ λέγομεν χυδαῖος ἄνθρωπος καὶ ἠλίθιος, ὅταν πλῆθος ἐμφαίνειν θέλωμεν ἢ ἀταξίαν

`11,8.688`

δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον ἐμέριζον τοῖς ὀφειλομένοις

τὰ ὀφειλήματα. ἐν Ἤλιδι οἱ ἀ

… αι Ἐπειοὶ λέγονται. οὕτως ἐκαλουν

τὸ ἀρχαῖον

`11,8.699(?)`

… «ἡ δʼ, ὥς τʼ ἐν πεδίωι τετράοροι ἄρσενες ἵπποι » ὥσπερ καὶ σάλπιγ χρῆται «ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ», … δʼ οὐκέτι· οἷον  … νοιδαμεν  … ωμεν Ἀγαμέμνον οντα ἀγνοήσ  … υτῶν προσώπων ωσειε … ων  … ν

...... ο … υ …

`11,8.712`

τηλοῦ ἐπʼ Ἀλφειῶι, νεάτη Πύλου ἠμαθόεντος
ψιλω …

ἀπὸ τοῦ Ἀμάθου  …

ὥσπερ καὶ ἠνεμόεις ἀπὸ ἀνέμου

`11,8.730`

δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι ἐν … οὐ διαλύσαντες τὰς τάξεις.

`11,8.754`

τόφρα μὲν οὖν ἑπόμεσθα διʼ ἀσπιδέος πεδίοιο  …

`11.0`

ὡς φιλέλλην ὁ ποιητὴς μέχρι τῶν νεῶν τοὺς Ἕλληνας συνελάσας καὶ ἐπαυλιζομένους ταῖς ναυσὶ ποιήσας τοὺς βαρβάρους οὐκ εὐθέως τειχομαχίαν ἐποίησεν οὐδὲ τὴν ἐπὶ ταῖς ναυσὶ μάχην, ὅπερ καὶ κατὰ δόξαν ἦν τοῖς ἀκροωμένοις, ἀλλὰ πρότερον τὴν Ἀγαμέμνονος ἀριστείαν διέγραψε καὶ μετʼ αὐτὴν τὴν τῶν ἄλλων ἀριστέων, εἶτα ἐπειδὴ τοὺς ἀρίστους ἐπὶ τὰς ναῦς ἀπέστειλε τρωθέντας, τότε τοὺς Ἕλληνας ἐποίησεν ἡττωμένους. ἐπεὶ δὲ πεπονημένους τοὺς Ἕλληνας ἀπίθανον ἦν παρεισάγειν ἀνδραγαθοῦντας ἕωθεν, εὐλόγως ἡ νὺξ παραμυθεῖται αὐτῶν τὴν ἧτταν, καὶ τοσοῦτον ἀναλαμβάνει ὡς συνωθῆσαι πάλιν μέχρι τείχους τοὺς Τρῶας, ἄχρις ὅτου πάλιν τῆς παρὰ τοῦ Διὸς τύχωσιν ἐπικουρίας· ἐπιδείκνυσι γὰρ ὅτι τύχαις, οὐ γνώμαις ἐλείποντο Ἕλληνες. δικαίως μὲν οὖν Ἀγαμέμνων ἀριστεύει· θαρροῦντα μὲν γὰρ τοῖς πράγμασιν οὐκ εὔλογον ἦν αὐτὸν προπετῶς ἐπὶ τοὺς κινδύνους φέρεσθαι, ἀλλὰ διὰ τὴν ἡγεμονίαν ἀσφαλέστερον μᾶλλον ἢ φιλοκινδυνότερον ἀγωνίζεσθαι. ἐπὶ ξυροῦ δὲ νῦν, καὶ ταῦτα διʼ αὐτόν, ὄντων Ἑλλήνων ἀναγκαίως κινδυνεύει. γέγονε δὲ ἀντίστροφα τὰ πράγματα· Διομήδης γὰρ ὑπʼ Ἀγαμέμνονος ὀνειδισθεὶς εὐδοκιμεῖ, καὶ πάλιν Ἀγαμέμνων ὑπὸ Διομήδους· Ἕκτωρ δὲ μεγάλα ὑπισχνούμενος διώκεται.

`11.1-2`

Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι: τὸ ὅλον τοῦτο νομιστέον ὅτι ἀπὸ τοῦ ἡλίου ἡμέρα γέγονεν. Τιθωνοῖο δὲ ὡσεὶ ἔλεγε τιθωνοῖο· Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς. τοῦτον δὲ καὶ ἥλιον νενομίκαμεν. ἐκ λεχέων δέ, ὅτι σὺν αὐτῷ ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄντος. Ἱερώνυμος φησὶ τὸν Τιθωνὸν αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν· ὡς δὲ πολλῷ τῷ γήρᾳ χρώμενος ἐδυσφόρει, αἰτήσασθαι θάνατον· ἡ δὲ ἀδυνατοῦσα εἰς τέττιγα αὐτὸν μεταβάλλει, ὅπως ἥδοιτο διηνεκῶς τῆς φωνῆς αὐτοῦ ἀκούουσα. ἀγαυοῦ δὲ ἤτοι ἀγαστοῦ ἐπὶ τῷ κάλλει. τινὲς δὲ παρειλῆφθαί φασι τὸν Τιθωνὸν διὰ τὸ εὐημερεῖν Τρῶας. ἔστιν οὖν ἡ περίφρασις ποιητική· τοῦτο γὰρ διαλλάττει τῆς ῥητορικῆς, ᾗ ἡ μὲν τὸ πεζὸν οἶδεν, ἡ δὲ φεύγει αὐτό.

`11.1`

παρʼ ἀγαυοῦ Τιθωνοῖο: φαίνεται ὅλη ἡ Τροία καλῶν ἀνδρῶν, Τιθωνοῦ, Γανυμήδους Ἀγχίσου Βουκολίωνος Ἀλέξανδρον δὲ καὶ Δηΐφοβον θεοειδεῖς καλεῖ καὶ Πρίαμον «εἰσορόων ὄψιν τʼ ἀγαθήν». καὶ περὶ Ἕκτορος «οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος».

μυθεύεται ὅτι Τιθωνὸν—τέρποιτο διηνεκῶς ἀκούουσα.

Τιθωνοῖο: Λαομέδοντος παῖς, Πριάμου ἀδελφός, Ἡμέρας σύνευνος.

`11.2`

ἀθανάτοισι φόως φέροι: ἀθανάτους νῦν οὐχὶ τὰ οὐράνια ἀκουστέον — ἀεὶ γὰρ ἐν φωτί εἰσιν —, ἀλλʼ ἤτοι τὰ στοιχεῖα ἢ τὰ περὶ γῆν θειότερα ζῷα καὶ ἀέρια. ἢ ἐπειδὴ ἐν τῷ Ὀλύμπῳ ὑποτίθεται ὁ ποιητὴς οἰκεῖν τοὺς θεούς, ὄρος δὲ ὁ Ὄλυμπος, ἁρμοδίως τῷ πλάσματί φησιν αὐτοὺς καὶ ἐν σκότῳ ποτὲ εἶναι.

`11.3`

Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν:
ἀγῶνας πάλιν τῇ ποιήσει κινῶν Δία παρορμᾶν τὸ Ἑλληνικόν φησιν· οὐ γὰρ ἂν καταπτήξαντες προῆλθον, εἰ μὴ παρώρμησεν. τοὺς δὲ Τρῶας ἐγεῖραι ἱκανὸν καὶ τὸ ἐκ τῆς προγενομένης νυκτὸς θάρσος.

`11.4`

ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν: ὅτι πολέμοιο τέρας τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποιητικὸν τοῦ ἐνεργουμένου πολέμου, ὡς καὶ ἐν ἄλλοις κυδοιμοῦ εἴδωλόν φησι τὴν Ἐνυὼ ἔχειν· «ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆτος». οἱ δὲ ἀστραπήν φασι τὴν ἔριδα φέρειν, ὡς καὶ Ἀριστοφάνης· φησὶ γὰρ «ὡς δʼ ὅταν ἀστράπτῃ τεύχων ἢ πολὺν ὄμβρον ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο». Ἀπολλώνιος δὲ τὸν «κυδοιμὸν ἀναιδέα δηϊοτῆτος». οἱ δὲ τὸ ξίφος· διὰ γὰρ αὐτοῦ τὸν πόλεμον κατορθοῦσθαι. οἱ δὲ λαμπάδα διὰ τὸ ἐμπυρσεύεσθαι τὰς τῶν πολεμούντων ψυχάς. μετὰ δὲ τὸ ἀργαλέην βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.

`11.5-9`

ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ — κάρτεϊ χειρῶν: καιρίως τοὺς τόπους ἐδήλωσε. διὰ δὲ τὰς βουλὰς καὶ τὰ ἱερὰ ἐκεῖ νεωλκεῖ Ὀδυσσεύς· «βουλάς τʼ ἐξάρχων ἀγαθάς», «περὶ δʼ ἱρὰ θεοῖσι».

`11.6`

ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε: πρὸς τὰ περὶ τοῦ ναυστάθμου ὅτι ἐν μέσῳ τὰς τοῦ Ὀδυσσέως ὑποτίθεται, ἐφʼ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλέως καὶ Αἴαντος.

`11.8-9`

τοί ῥʼ ἔσχατα νῆας ἐΐσας εἴρυσαν: τεῖχος τῶν ἄλλων νεῶν ἐποίησαν τὰς ἰδίας, ὡς καὶ αὐτοὶ τῶν Ἀχαιῶν ἦσαν.

`11.11`

ὄρθια: ὀρθίως, μεγάλως.

`11.11a`

Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ: ὅτι διὰ τὸ ἠλαττῶσθαι κατὰ τὴν κόλον μάχην νῦν μέγα σθένος ἑκάστῳ ἐντίθησι πρὸς τὸ πολεμεῖν, οὐχ ἵνα μὴ εἰς οἶκον ἀνακομισθῶσιν, ὡς ὁ διασκευάσας τοὺς ἑξῆς

`11.11b`

Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ: Τρῶες γὰρ ὑπὸ τῆς εὐημερίας ἱκανῶς παρωρμήσαντο.

`11.12a1`

καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι:
ἐπὶ τὸ καρδίῃ διασταλτέον· καὶ γὰρ τὸ σχῆμα γλαφυρόν, «Ἀχαιοῖσιν» καρδίῃ ἀντὶ τοῦ Ἀχαιῶν, καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλληκτον τοῖς ἑξῆς προσδιδόμενον, ἵνʼ ᾖ ἀλλήκτως πολεμεῖν. τοῖς δὲ ἄνω συνάπτοντας ποιεῖν «σθένος» ἄλληκτον φαῦλον, ἐπεὶ προείρηται «μέγα», ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον.

`11.12a2`

ὀλίγη δὲ διαστολὴ εἰς καρδίῃ.

`11.12b`

καρδίῃ: τινὲς ἐν αὐτῇ τὸ λογιστικόν.

`11.13a1`

τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι:
οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται. παράκεινται δὲ ἀστερίσκοι, ὅτι κατὰ τὴν Β ῥαψῳδίαν ὀρθῶς κεῖνται, ὅτι ἐλπίδας ἔσχον ἀνακομιδῆς ἐπὶ τὴν πατρίδα. καὶ παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο, παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἦσαν.

`11.13a2`

Ζηνόδοτος οὐκ οἶδεν, Ἀριστοφάνης ἀθετεῖ.

`11.13b`

τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι:
δεδήλωκε τὴν πρώην αὐτῶν ὁρμήν· κακωθεῖσι γὰρ οὐδὲν ἦν πρὸ ὀφθαλμῶν ἕτερον ἢ τὸ φεύγειν.

`11.15`

Ἀτρείδης δʼ ἐβόησε: προσκρούων Ἀχιλλεῖ· διό φησιν «οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον».

ζώννυσθαι: ὁπλίζεσθαι, συνεκδοχικῶς.

`11.16`

ἐν δʼ αὐτὸς ἐδύσατο νώροπα χαλκόν: ὃ γὰρ ἐπιτάσσει, ποιῶν προθύμους ἔχει τοὺς ὑπηκόους.

`11.17a`

κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεν: ὅτι ἐπανείληφεν ἐξεργαστικώτερον τὰ περὶ τὸν ὁπλισμὸν τοῦ Ἀγαμέμνονος, προεπιτηδεύων αὐτοῦ τὴν ἀριστείαν.

`11.17b`

κνημῖδας μὲν πρῶτα: ὁπλίζει τοὺς ἀνδραγαθήσοντας, προπαρασκευάζων τὸν ἀκροατήν. ἐπὶ δὲ Ἀλεξάνδρου ὅπως πλέον καταγέλαστος φαίνοιτο ἡττώμενος.

`11.20a`

τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι: οὗτος Θείαντος μὲν ἦν παῖς, βασιλεὺς δὲ Κύπρου· ὃς ζάπλουτος ὢν παριόντας Ἕλληνας ἐξένισε καὶ ὑπέσχετο αὐτοῖς ἐν Ἰλίῳ πέμψειν τὰ πρὸς τὸν βίον. φασὶ δὲ αὐτὸν ἀμελήσαντα ἐπικατάρατον γενέσθαι ὑπὸ Ἀγαμέμνονος· καὶ αὐτὸν μὲν ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι, ἐπειδήπερ ἡμιλλᾶτο αὐτῷ εἰς μουσικήν, τὰς δὲ θυγατέρας αὐτοῦ πεντήκοντα οὔσας ἁλέσθαι εἰς θάλασσαν καὶ εἰς ἀλκυόνας μεταβληθῆναι.

`11.20b`

τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι: ἀφεστήκασι μὲν καὶ ὡς μὴ συντελοῦντες εἰς Ἕλληνας οὐ στρατεύουσιν, οἰκειοῦνται δὲ δώροις τὴν Ἑλλήνων φιλίαν· οὐ γὰρ ὑπὲρ ἀστρατείας, ὡς Ἐχέπωλος ὁ Σικυώνιος τὴν Αἴθην ὅτι δὲ ἀφεστήκασιν Ἑλλήνων, φησὶ «Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς». φασὶ δὲ αὐτὸν ἐν Πάφῳ ὀμόσαντα Μενελάῳ πέμψειν πεντήκοντα ναῦς, μίαν μὲν ἀποστεῖλαι, τὰς δὲ λοιπὰς ἐκ γῆς καὶ γηΐνους ἄνδρας.

`11.21a`

πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος: ὅτι οὕτως εἴρηκεν «εἰς Κύπρον ἠκούετο» διὰ τὸ εἰς τόπον ἐκ τόπου διαγγέλλεσθαι, ὅμοιον τῷ «Σκάνδειαν δʼ ἄρα δῶκεν».

`11.21b`

πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος: ἠκούετο εἰς Κύπρον τὸ μέγα κλέος, ἐπεὶ τὸ Κύπρον δέ τὴν ἐν τόπῳ δηλώσει σχέσιν.

`11.22`

ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον: ὅτι ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει.

`11.24a`

τοῦδʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο:
ὡς νῦν ἐπὶ δεκαστιχίαν.

`11.24b`

οἶμοι: κυρίως μὲν ὁδοί, νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ θώρακος ῥάβδοι ἕως τῶν κάτω μερῶν· ῥαβδωτὸς γὰρ ἦν ὁ θώραξ. βαρύνεται δὲ τὸ οἶμος ὡς «οἶκος». δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι, ὁπότε πρὸ τῆς εἰς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρχει — φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως γὰρ λέγεται δῆμος παρʼ Ἀθηναίοις κατʼ ὀξεῖαν τάσιν —, οἷον «οἶκος», «οἶτος» «οἶκτος», «οἶνος». οὕτως καὶ οἶμος.

`11.24c1`

οἶμοι: ὁδοί. νῦν ῥάβδοι ὀρθαί, ἢ ὡς ἐζωσμέναι, ὃ καὶ ἄμεινον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵνʼ ᾖ ποικίλον καὶ βασιλικὸν τὸ φρόνημα. ὑποστατέον οὖν τὰς μὲν ιβʹ χρυσᾶς ἐν διαστάσει κεῖσθαι, μεταξὺ δὲ τετάχθαι τὰς κασιτερίνας ὧν πάλιν μεταξὺ τὰς κυανέας, τὰς δὲ περὶ τὸν τράχηλον δύο χρυσᾶς πρὸς κόσμον.

`11.24c2`

οἶμοι μὲν αἱ ὁδοί, νῦν δὲ αἱ ὀρθαὶ ῥάβδοι, ἢ ὡς ἐζωσμέναι, ὃ καὶ ἄμεινον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵνʼ ᾖ ποικίλον καὶ βασιλικὸν τὸ φόρημα. ὑποστατέον δὲ προκεῖσθαι μὲν κυανέαν ῥάβδον, εἶτα κασσιτερίνην, μετʼ αὐτὴν δὲ τὴν χρυσῆν ἐν διαστάσει καὶ πάλιν κασσιτερίνην, εἶτα πάλιν κυανέην ἀκολούθως. τὰς δὲ περὶ τὸν τράχηλον δύο χρυσᾶς πρὸς κόσμον.

`11.26a`

κυάνεοι δὲ δράκοντες ὀρωρέχατο: ἐν τῇ Ἀριστοφάνους «σμερδαλέοι δὲ δράκοντες ἐλειχμῶντο».

`11.26b`

ὀρωρέχατο: ἐξετέταντο, διεγηγερμένοι ἦσαν. γέγονε δὲ ἀπὸ τοῦ ὀρέγω, ὤρεχα ὁ παρακείμενος, ὤρεγμαι, τὸ τρίτον ὤρεκται καὶ Ἰακῶς ὠρέχαται καὶ Ἀττικῶς διπλασιασμὸς ὀρωρέχαται, ὁ ὑπερσυντέλικος ὀρωρέχατο προτὶ δειρήν.

`11.26-7`

ὀρωρέχατο προτὶ δειρήν τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες: ὥστε σκέπειν τὰ ἀσκέπαστα· φησὶ γὰρ «φαίνετο δʼ, ᾗ κληῗδες» καὶ «στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς». ἔστι δὲ περὶ ἑκατέραν κλεῖν εἷς, μέσον δὲ εἷς, εἷς εἰς τὸν πρηγορεῶνα. ἐμψύχους δὲ παρίστησιν αὐτοὺς διὰ τοῦ ὀρωρέχατο. τὸ δὲ ἑκάτερθεν πῶς συντακτέον; δηλονότι ἓξ ἦσαν οἱ δράκοντες, ἐξ ἑκατέρου μέρους τοῦ θώρακος τρεῖς ἀναφερόμενοι καὶ τὰς τέσσαρας κεφαλὰς συμπλέκοντες, ἀνατείνοντες δὲ τὰς δύο· διὸ καὶ ἴρεσιν εἰκάζει τοὺς δράκοντας κατὰ τὴν ἐπισύμπτωσιν· πρὸς γὰρ ἑκατέραν κλεῖν νενεύκασι κεκυρτωμένοι. τοιαύτη δὲ καὶ ἡ ἶρις.

`11.27a1`

ἴρισσιν: ὅτι Ζηνόδοτος γράφει «Ἐρίδεσσιν». οὐκ ἔστιν δὲ ἡ αὐτὴ Ἔρις καὶ Ἶρις καθʼ Ὅμηρον, ὡς ὑπέλαβεν.

`11.27a2`

Ζηνόδοτος «Ἐρίδεσσιν».

`11.27b`

ἴρεσσιν ἐοικότες: τῷ κυρτώματι ἢ τῷ χρώματι· φησὶ γὰρ Ξενοφάνης· «ἥν τʼ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι» ἢ πρὸς τὴν διάστασιν αὐτῶν ἡ ὁμοίωσις.

`11.28a`

ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων:
καὶ ἐπὶ τῶν διατρεχόντων διδάσκει ὅτι οὐκ αὐτόματά εἰσι ταῦτα, ἀλλʼ ὑπὸ θεοὺς αἴτιον ἔχοντα.

`11.28b`

στήριξεν: οὕτως Ἰακῶς τὸ στήριξε.

`11.30`

χρύσειοι πάμφαινον: ὅτι νῦν μὲν χρυσόηλον, ἐν ἄλλοις δὲ «ἀργυρόηλον». ἤτοι κατʼ ἐπιφορὰν ἢ διὰ τὴν ἀριστείαν κοσμεῖ διαφορωτέρᾳ πανοπλίᾳ.

`11.32`

ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν: ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες. πρὸ δὲ τῆς περικεφαλαίας ἀναλαμβάνει τὴν ἀσπίδα, ὡς ἂν διʼ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν. ὁ δὲ Ζηνόδοτος ἐπὶ τοῦ Ἀλεξάνδρου τὸν ὁπλισμὸν ἐνήλλαχεν. θοῦριν: πολεμικὴν ἣν εὐκίνητον καὶ κοῦφιν τῷ φοροῦντι.

`11.33`

ἣν περὶ ... ἦσαν: ἐὰν σὺν τῷ ι γράφηται «ᾖσαν», περιεπορεύοντο· εἰ δὲ μή, ἀναστρεπτέον, ἵνα ᾖ περὶ ἣν ἦσαν.

`11.34`

ἐν δέ οἱ ὀμφαλοί: καὶ ποῦ ἡ «Γοργείη κεφαλή»

`11.35a1`

λευκοί: ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀμφαλῶν κέηται. εἰσὶ δὲ οἳ περισπῶσιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ κασσιτέρου κακῶς· ἔθος γάρ ἐστι παρὰ τῷ ποιητῇ τὴν Θεσσαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ

`11.35a2`

λευκοὶ γάρ, οὐ «λευκοῖο».

`11.36a`

τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο:
ἡ ἐπί πρὸς τὸ ἐστεφάνωτο συντάσσεται· διὸ τὸν τόνον φυλακτέον.

`11.36b`

Γοργώ: γοργότητά τινα καὶ κατάπληξιν τῶν ὁρώντων· τὸν γὰρ περὶ τῆς Γοργοῦς μῦθον Ἡσίοδος ἔπλασεν εἰς ἄλλα δὲ παρεικάζει αὐτὸν Διΐ, «ὄμματα καὶ κεφαλήν»· «πατὴρ ἀνδρῶν τε θεῶν τε» καὶ «ποιμένα λαῶν»· τὸ ἀπὸ Διὸς σκῆπτρον· ἀσπίδα παραπλησίαν αἰγίδι· φροντίδας, «ὡς δʼ ὅταν ἀστράπτῃ».

`11.38a`

τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν: ὅτι ἐκ τελαμώνων αἱ ἀσπίδες ἤρτηντο.

`11.38b`

ἐπʼ αὐτοῦ: οὕτως Ἀρίσταρχος. γράφεται δὲ καὶ «ἐπʼ αὐτῷ».

`11.40a1`

τρεῖς ἀμφιστεφέες: οὕτως αἱ Ἀριστάρχου σὺν τῷ ρ «ἀμφιστρεφέες» — καὶ τὰ ὑπομνήματα δὲ συμφωνεῖ —, λέγων ἓν μὲν εἶναι σῶμα τοῦ δράκοντος, κεφαλὰς δὲ τρεῖς περιπεπλεγμένας ἀλλήλαις. ἠπάτηνται δὲ οἱ χωρὶς τοῦ ρ γράφοντες ἐξ ἐκείνου «τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωται».

`11.40a2`

Ἀρίσταρχος δὲ «ἀμφιστρεφέες» γράφει ἀντὶ τοῦ περιπεπλεγμέναι.

`11.40b`

ἀμφιστεφέες: ἀλλήλαις περιπεπλεγμέναι διὰ τὸ ἑνὸς αὐχένος εἶναι· ἢ εἰς ἀλλήλας ἀπεστραμμέναι. ταύτην δὲ ὁ Κράτης μίμημα τοῦ κόσμου φησὶν εἶναι.

`11.41`

κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο: ὅτι μετὰ τὴν ἀσπίδα τὴν περικεφαλαίαν ἀνελάμβανον.

`11.43`

εἵλετο δʼ ἄλκιμα δοῦρε: ὅτι καὶ ἐπὶ τῆς Ἀλεξάνδρου μονομαχίας τὸ ὅμοιον.

`11.44`

τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ εἰς οὐρανόν. καὶ ὅτι, ὅταν ἐπʼ Ἀχιλλέως λέγῃ «ὣς τοῦ χαλκὸς ἔλαμπε», νοητέον ἀπὸ τοῦ δόρατος τὴν λαμπηδόνα ἀνταυγεῖν· τὰ γὰρ ἄλλα χρυσᾶ εἶχεν.

`11.45a`

ἐπὶ δʼ ἐγδούπησαν: ὅτι διὰ τὸ μέτρον παράκειται τὸ γ. τὸν δὲ «δοῦπον» οὐκ ἂν εἴποι γδοῦπον.

`11.45b`

ἐπὶ δʼ ἐγδούπησαν: οὐ μόνον τῇ ὁπλίσει, ἀλλὰ καὶ ταῖς διοσημίαις προφαντάζει τὸν ἀκροατήν.

`11.46`

τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης: ὅτι νῦν ἑνικῶς τὴν Μυκήνην, καὶ ὅτι ἐν Μυκήναις τὰ Ἀγαμέμνονος βασίλεια, οὐκ ἐν Ἄργει, ὡς οἱ νεώτεροι.

`11.47-52`

ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος — ἱππῆες δʼ ὀλίγον μετεκίαθον: ἐντειλάμενοι τοῖς ἡνιόχοις οἱ παραιβάται, ἐπὶ τῇ τάφρῳ σὺν τοῖς ἵπποις ἀναμένειν αὐτούς, ἐν ὅσῳ τοὺς ἵππους ζευγνύουσιν, καὶ αὐτοὶ ἅμα τοῖς πεζοῖς διαβαίνουσι τὴν τάφρον, καὶ ἐκεῖνοι μετʼ οὐ πολὺ καταλαμβάνουσιν ἅμα τοῖς ἵπποις.

`11.49`

πρυλέες: ὅτι φανερῶς πρυλέες οἱ πεζοί· ἀντιδιέσταλκε γὰρ τοὺς ἱππεῖς

`11.51a`

φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες: πρὸς τὸ δοκοῦν μάχεσθαι· εἰ γὰρ μεγάλως ἔφθασαν, πῶς οἱ ἱππεῖς «ὀλίγον μετεκίαθον» αὐτούς; λέγει δὲ φθὰν δὲ μέγα χρονικῶς, ἀντὶ τοῦ πολλῷ χρόνῳ προέλαβον, «ὀλίγον» δὲ «μετεκίαθον» τοπικῶς, οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετʼ αὐτοὺς ἔκιον.

`11.51b`

φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες: ὁ Ἀρίσταρχος βαρύνει, καὶ δῆλον ὅτι ὑγιῶς· κοιμίζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ συνεπείᾳ· «Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε». ἔστι δὲ ὁ νοῦς τοιοῦτος· ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺς ἱππεῖς προδιαταγέντες ἐπὶ τῆς τάφρου.

`11.51c`

φθὰν δὲ μεθʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες: ἔφθασαν ἐν τῇ τάφρῳ οἱ πεζοὶ διὰ τῶν ἱππέων δηλονότι κοσμηθέντες, ἐάσαντες δὲ τοῖς ἡνιόχοις τὰ ἅρματα ἐπὶ τῷ ἀγαγεῖν αὐτά.

`11.51d`

ἐπὶ τάφρῳ: τὸ ἐπὶ τάφρῳ καὶ τοῖς ἑξῆς καὶ τοῖς ἄνω δύναται συνάπτεσθαι, βέλτιον δὲ τοῖς ἑξῆς, ἵνα ἐπὶ μὲν τῆς τάφρου ἡ διακόσμησις ᾖ γεγονυῖα, οἱ δὲ πεζοὶ προεληλυθότες τῶν ἱππέων εἰς τὸ πεδίον· ἀποβάντες γὰρ τῶν ἁρμάτων προέρχονται εἰς τὸ πεδίον· φησὶ γοῦν «ἡνιόχῳ μὲν ἔπειτα ἑῷ». τὸ δὲ ἀπορούμενον, πῶς μέγα προειπὼν ἐπιφέρει «ὀλίγον», τοιοῦτόν ἐστι· τὸ ἕτερον αὐτῶν χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλθον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφʼ ἁρμάτων. ἢ τῷ χρόνῳ πολὺ προέλαβον οἱ πεζοί, οἱ δὲ ἱππεῖς τῷ καταταχῦναι ὀλίγον ὄπισθεν ἦσαν.

`11.52`

ὀλίγον: ὅτι τῷ τόπῳ καὶ τῇ τάξει, οὐ τῷ χρόνῳ.

`11.52-3`

ἐν δὲ κυδοιμόν ὦρσε κακὸν Κρονίδης: Ζεὺς αὐτοὺς προτρέπει, ὅπως ἐξελθόντων καὶ τρωθέντων ἐξαγάγοι Πάτροκλον.

`11.54a1`

αἵματι μυδαλέας: ἐπεὶ αἱματώδεις οἱ περὶ Τροίαν ποταμοί, ἀναγκαίως καὶ ὁ ὄμβρος αἱματώδης.

`11.54a2`

ᾑμαγμέναι δέ εἰσιν αἱ σταγόνες, ἐπειδὴ καὶ οἱ περὶ Τροίαν ποταμοὶ ἐκ τῶν ἀναιρουμένων αἱματώδεις ἦσαν.

αἵματι μυδαλέας: ἐζήτηται, πῶς ἐνεδέχετο— δρόσους ἔπεμπον.

`11.54b`

αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε: ὅτι δοκεῖ σημεῖον εἶναι, ὅταν ἐπιψακάσῃ, οὐχ ὅταν ὕσῃ, καὶ ὅτι τὸ ἔμελλε πάλιν ἀντὶ τοῦ ἐῴκει. ἕως τοῦ αἰθέρος δὲ στικτέον καὶ τοῖς ἄνω συναπτέον αὐτό.

`11.54c1`

ἐξ αἰθέρος: ὅτι συνέχεε τὸν ἀέρα καὶ αἰθέρα. ἢ ἀπὸ τοῦ ὑψηλοῦ μέρους· ἢ ὅτι Διὸς ἔργον καὶ οὐχ ὑετός.

`11.54c2`

ὅτι σύνεγγύς ἐστιν ὁ ἀὴρ τοῦ αἰθέρος· ἢ ὅτι Διός ἐστιν ἔργον τὸ τοιοῦτον καὶ οὐχ ὑετός· διὸ καὶ ἐνήλλακται.

`11.55a1`

κεφαλάς: οὕτως Ἀρίσταρχος κεφαλάς ἐνθάδε.

`11.55a2`

οὕτως αἱ Ἀριστάρχου.

`11.55b`

κεφαλάς: ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλάς οὐδὲν κωλύει, περιφραστικῶς ἀπὸ μέρους τῶν ὅλων σημαινομένων, κατὰ δὲ τὸ τῆς Ἰλιάδος προοίμιον οὐκ ἐνδέχεται, ἐπιφερομένου τοῦ «αὐτοὺς δὲ ἑλώρια».

`11.56a`

Τρῶες δέ: ὅτι κοινὸν τὸ ἐπὶ τούτων τὸ ἐθωρήσσοντο

`11.56b`

Τρῶες δʼ αὖθʼ ἑτέρωθεν: ἀπὸ κοινοῦ τὸ ἐζώννυντο

`11.58`

Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ: οὐ μάτην ἡ προσθήκη, ἀλλʼ ἐμφαίνει τὴν τάξιν τῶν ἀνδρῶν· μετὰ γὰρ Ἕκτορα οὗτος δεύτερος· διὸ καὶ ζηλοτυπία ἦν τις αὐτοῖς· φησὶ γοῦν «αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ, οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν».

`11.61-6`

Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα … οἷος δʼ ἐκ νεφέων—Διὸς αἰγιόχοιο: οἷός τε ἦν ὁ ποιητής, διελθὼν περὶ τῆς Ἀγαμέμνονος ἀσπίδος, ἐκφράσαι καὶ τὴν Ἕκτορος. ἀλλὰ τῇ παραβολῇ τὸ κίνημά τε καὶ λαμπρὸν τῶν ὅπλων ἐσήμανεν. ἴσως δέ τινα τῶν κομητῶν ἀστέρων φησὶ καὶ τὴν φθορὰν προδηλοῖ.

`11.62a1`

οὔλιος: ὅτι τινὲς γράφουσιν «αὔλιος», ὅ ἐστιν ἕσπερος, πρὸς ὃν αὐλίζεται τὰ ζῷα. καὶ Καλλίμαχος· «αὔλιος, ὃς δυθμὴν εἶσι μετʼ ἠελίου». ἔστι δὲ ἀλύπιος καὶ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα. γραπτέον οὖν οὔλιος, ἵνα τὸν τοῦ κυνὸς σημαίνῃ, τὸν φθοροποιὸν καὶ λαμπρότατον, ᾧ καὶ τὸν Ἀχιλλέα ὁμοιοῖ «λάμφʼ ὥς τʼ ἀστήρ ὅς ῥά τʼ ὀπώρης εἶσιν».

`11.62a2`

τινὲς γράφουσιν «αὔλιος ἀστήρ».

`11.63-4`

παμφαίνων, τότε δʼ αὖτις ἔδυ νέφεα σκιόεντα.
ὣς Ἕκτωρ ὁτὲ μέν: ἐμφερεστάτη ἡ εἰκὼν πρὸς ἀμφότερα, πρός τε τὴν λαμπρότητα καὶ τὸ μὴ διηνεκῶς φαίνεσθαι, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀποκρύπτεσθαι. ὥσπερ οὖν ὁ ἀστὴρ ἐν τῇ κινήσει ἐνίοτε καὶ ὑπονέφελος γίνεται, οὕτω καὶ Ἕκτορά φησι καὶ ἀπολάμπεσθαι τοῖς ὅπλοις καὶ ἐνίοτε ἀποκρύπτεσθαι ὑπὸ τοῦ πλήθους, ἄλλοτε ἐπʼ ἄλλα μέρη φαινόμενον.

`11.65`

πᾶς: σημειοῦνταί τινες ὅτι τοῦτο ἀντὶ τοῦ ὅλος.

`11.67`

ὥς τʼ ἀμητῆρες: τοὺς μαχομένους ξίφεσι καὶ δόρασι τοῖς θερίζουσι διὰ τῶν δρεπάνων παρέβαλε.

`11.67-8`

ἐναντίοι ἀλλήλοισιν, ὄγμον ἐλαύνωσιν: τὸ παλαιὸν γὰρ οὕτως ἐθέριζον, ἀπὸ τῶν περάτων ἀρχόμενοι καὶ εἰς τὰ μέσα τελευτῶντες.

`11.68a`

ὄγμον ἐλαύνωσιν: ὄγμον ὡς «ὄλβον»· τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα, βαρύνεσθαι θέλει, οἷον «ὄκνος», «ὄμβρος», ὄρρος, «ὅσσος», Ὄρθος ὄρφος. οὕτως καὶ ὄγμος. ἡ διπλῆ δέ, ὅτι τὸ ἐλαύνωσι τύπτωσι. καὶ τίθησιν ἐπὶ τῆς ἐκ χειρὸς πληγῆς τὸ ἐλάσαι.

`11.68b`

ὄγμον ἐλαύνωσιν: πρὸς τὴν σύντομον ἀναίρεσιν.

`11.68c`

ἀνδρὸς μάκαρος κατʼ ἄρουραν: ἐν πλατεῖ γὰρ ληΐῳ πολλοὺς ἐργάζεσθαι εἰκός ἐστιν.

`11.69a`

ταρφέα: ταρφέα ὡς «ὀξέα»· νῦν γὰρ ἐπιθετικὸν τὸ τοιοῦτον.

`11.69b`

ταρφέα πίπτει: τὸ εὐχερὲς καὶ δυσαρίθμητον τῶν πιπτόντων δηλοῖ.

`11.70-1`

ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
δῄουν, οὐδʼ ἕτεροι μνώοντο: οἱ μὲν ὑπὸ Διός, οἱ δὲ ὑπὸ Ἔριδος.

`11.71`

μνώοντʼ ὀλοοῖο φόβοιο: ὅτι φόβον τὴν φυγήν. ὃν δὲ ἡμεῖς φόβον, δέος λέγει.

`11.72a1`

ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν: ὅτι Ἀρίσταρχος ὑσμίνη γράφει χωρὶς τοῦ ι· φησὶ γάρ, ἥ τε τῶν Ἑλλήνων ὑσμίνη καὶ βαρβάρων ἰσοκέφαλος ἦν, οἷον ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν τε Ἑλλήνων καὶ τῶν Τρώων.

`11.72a2`

χωρὶς τοῦ ι γράφει ὁ Ἀρίσταρχος, ἵνʼ ᾖ ἡ ὑσμίνη τῶν Ἑλλήνων τε καὶ τῶν Τρώων ἰσοκέφαλος ἦν, οἷον ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη.

`11.72b`

ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν: οὕτως Ἀρίσταρχος, ἡ ὑσμίνη τὰς κεφαλὰς ἴσας εἶχεν, ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. ἄλλοι δὲ «ἴσας δʼ ὑσμίνῃ κεφαλὰς ἔχον».

`11.72c`

ἴσας δʼ ὑσμίνῃ κεφαλὰς ἔχον: ἀντὶ τοῦ ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. θαυμαστῶς τέως ἰσορροποῦσιν Ἕλληνες, καὶ ταῦτα ἀπὸ δυστυχίας ὄντες· μετʼ οὐ πολὺ δὲ καὶ περιέσονται τῶν Τρώων.

`11.72d`

οἱ δὲ λύκοι ὥς: πρὸς τὸ πρόθυμον καὶ κατὰ τὸ πλῆθος δραστικόν· ὁ γὰρ λέων μόνος ἀγωνίζεται.

`11.75a`

οἱ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί: πρὸς τὴν ἑξῆς ἀθέτησιν· οὐ γὰρ ἦσαν ἐπὶ τοῦ αὐτοῦ πάντες οἱ θεοί. τὸ δὲ πάρεσαν, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο.

`11.75b`

ἕκηλοι: δασύνεται· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεσθαι θέλει ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἢ ἀπὸ προθέσεως.

`11.76a`

σφοῖσιν: γράφεται «οἷσιν».

`11.76b`

οἷσιν ἐνὶ μεγάροισι καθήατο: οὐδὲ ὁρᾶν ὑπομένοντες τὴν μάχην διὰ τὸ ἐληλάσθαι ὑπὸ Διός.

`11.76c`

ᾗχι: Ἀρίσταρχος χωρὶς τοῦ ι τὸ «ἧχι».

`11.78-83a`

πάντες δʼ ᾐτιόωντο—ὀλλυμένους τε: ἀθετοῦνται στίχοι ἕξ, ὅτι ψεῦδος· οὐ γὰρ δύνανται πάντες τὸν Δία αἰτιᾶσθαι βοηθοῦντα τοῖς Τρωσίν, ἀλλʼ οἱ τῶν Ἑλλήνων βοηθοί. καὶ τὸ ὁ δὲ νόσφι λιασθείς τῶν ἄλλων ἀπάνευθε καθέζετο ὡς ἐπὶ ταὐτὸ συνηθροισμένων αὐτῶν λέγει· προείρηκε δὲ «οἱ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί». ἀπό τε τοῦ Ὀλύμπου οὐ παρεισάγεται θεωρῶν τὴν ἐπὶ τῆς Τροίας μάχην, ἀλλʼ ἀπὸ τῆς Ἴδης· ὅθεν διὰ τῶν ἑξῆς μεταλαμβάνει εἰς αὐτόν.

`11.78-83b1`

πάντες δʼ—ὀλλυμένους τε: τούτους καὶ Ἀριστοφάνης ἠθέτει, παρὰ δὲ Ζηνοδότῳ οὐδὲ ἐγράφοντο.

`11.78-83b2`

τούτους δὲ Ζηνόδοτος οὐκ οἶδεν, Ἀριστοφάνης δὲ ἀθετεῖ.

`11.78`

πάντες δʼ ᾐτιόωντο: οἱ Ἑλληνικοί, ὅτι, εἰ μὴ ἐπεκούρει Τρωσίν, ἐνίκησαν ἂν οἱ Ἕλληνες.

`11.81`

τῶν ἄλλων ἀπάνευθε: βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστίχιον συντάττειν, ἵνα μὴ «νόσφι» καὶ ἀπάνευθε ἐν ταὐτῷ κέηται.

`11.84`

ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ: ἕως ὥρας ἕκτης, ἕως μεσημβρίας, ὅτε αἱ θυσίαι γίνονται καὶ τὰ πρακτικὰ πάντα. «κνέφας» δὲ «ἱερόν»· καὶ γάρ φησι «μακάρων τοι νύκτες ἔασιν»

`11.86-9`

ἦμος δὲ δρυτόμος—ἵμερος αἱρεῖ: ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν κατειθισμένων καὶ πᾶσι γνωρίμων τὴν δήλωσιν ποιησάμενος· οὔπω γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἑλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχωροῦσι τῷ πάντα τὰ σώματα διαλύειν ἐκ τῶν ἔργων πεφυκότι.

`11.86a`

ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον: ὅτι Ζηνόδοτος γράφει «δόρπον». οὐ λέγει δὲ δεῖπνον τὴν ἑσπερινὴν τροφὴν νῦν, ἀλλὰ δεῖπνον καλεῖ, ὃ ἡμεῖς ἄριστον· καθʼ ἣν ὥραν καὶ ὁ δρυτόμος ἀριστοποιεῖται ἤγουν ὁ ὑλοτόμος, ὁ ξυλοτόμος· δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τοῦ ἀρχαιοτέρου πᾶν δένδρον.

`11.86b`

ἦμος δὲ δρυτόμος—δεῖπνον: ὅτε ὁ δρυτόμος ἐπὶ τὸ ἑωθινὸν ἔρχεται ἄριστον.

`11.86c`

ὡπλίσσατο δεῖπνον: τὸ ἑωθινὸν ἄριστον· εὐθέως γὰρ μετὰ τὸν ὄρθρον, αὔξην λαμβανούσης τῆς ἡμέρας, ὁ ὑλοτόμος ἐπὶ τὸ ἑωθινὸν ἄριστον ἔρχεται· ὅτι γὰρ τὸν ἑωθινὸν καιρὸν δηλοῖ, σαφὲς ἐξ ὧν κατὰ τὴν Πατρόκλειαν φησίν· «ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο.»

`11.87`

ἐκορέσσατο: ἀντὶ τοῦ ἔκαμεν.

`11.88`

ἅδος: δασυντέον· τὸ γὰρ α πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον στερητικὴν ἔννοιαν ἢ κρᾶσίν τινα δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως, ἀδαής, ἀδρανής, «ἀδευκής» κατὰ κρᾶσιν Ἅιδης, μὴ οὕτως δὲ ἔχον ἁδρός, «ἁδινός» Ἁδρίας· διὸ καὶ τὸ Ἅδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ.

`11.89`

σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ:
διδαχὴ μετὰ τοὺς πόνους ἐμφορεῖσθαι σιτίων πρὸς τὸ εὐόρεκτον· ὡς καὶ Σωκράτης πολλὰ περιπατήσας ἑσπέρας πρὸς τὸν ἐρόμενον «τί τηνικάδε, ὦ Σώκρατες;» ὄψον ζητεῖν ἔφη.

`11.90`

σφῇ ἀρετῇ: ὡσεὶ λέγοι· κεκοπωμένοι μὲν τοῖς σώμασιν, ἀντιτασσόμενοι δὲ τῷ κόπῳ ταῖς ψυχικαῖς ἀρεταῖς.

`11.90-8`

ῥήξαντο φάλαγγας  … ἐν δʼ Ἀγαμέμνων πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα—μεμαῶτα: ἐν κεφαλαίοις εἰπὼν ὡς ἀνῄρηνται, τὸ πῶς ἐπάγει κατὰ μέρος. διὰ δὲ τοῦ φόνου τοῦ δευτέρου ἐδήλωσε καὶ περὶ τοῦ πρώτου· εἰπὼν γὰρ ὡς ἐξ ἵππων κατεπάλμενος ἀνῄρηται δηλοῖ ὡς ὁ πρῶτος ἐπιβεβηκὼς τῷ δίφρῳ πεφόνευται σύνδυο οὖν ἀναιροῦνται ὡς κἀν τῇ Διομήδους ἀριστείᾳ

`11.91a`

κεκλόμενοι ἑτάροισι: διδάσκει ὡς κἀν τοῖς δεινοῖς τὸ φιλάλληλον σῴζειν ἡμᾶς πέφυκεν. τοιοῦτοι δὲ οἱ Ἕλληνες «ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι».

`11.91b`

κατὰ στίχας: τὰς οἰκείας.

`11.91c`

ἂν δʼ Ἀγαμέμνων: γράφεται «ἐκ δʼ Ἀγαμέμνων».

`11.91-2`

ἐκ δʼ Ἀγαμέμνων πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα: ἀποτυχὼν γὰρ Ἀχιλλέως λαμπρὸς εἶναι θέλει ἢ εὐκλεῶς ἀποθανεῖν.

`11.92`

Βιήνορα: Ἀρίσταρχος «Βιάνορα».

`11.93`

αὐτόν, ἔπειτα δʼ ἑταῖρον: ὅτι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα. πρὸς τὸ «αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας».

`11.94a`

ἤτοι ὅ γε: ὁ Ὀϊλεύς.

`11.94b`

κατεπάλμενος ἀντίος ἔστη: ὅτι δύο προθέσεις παρείληφεν, κατά, ἐπί, τῆς ἑτέρας ἀρκούσης. Ζηνόδοτος δὲ «ἀντίον» καὶ Ἀριστοφάνης.

`11.95a`

τὸν δʼ ἰθὺς μεμαῶτα: δῆλον ὡς φερόμενον ὑπὲρ τοῦ ἀδελφοῦ. καὶ βοηθῶν φονεύεται.

`11.95b`

τὸν δέ: τὸν Ὀϊλέα.

`11.95c`

μετώπιον: τὸ μεταξὺ τῶν ὠπῶν ἐπάνω τῆς ῥινός, ὡς «μεταμάζιον».

`11.95-6`

μετώπιον ὀξέϊ δουρί νύξʼ· οὐδὲ στεφάνη δόρυ οἱ σχέθε: ὅπου ἐπὶ ἀνοχῆς ἐστιν ἡ μάχη, εὑρίσκομεν περιφυλάσσοντας καὶ τὰ γυμνά, «ᾗ ῥʼ ἴδε γυμνωθέντα» καὶ ἄλλα πολλά· ὅπου δὲ ὀξυλαβείας χρεία, πρὸς τὸ ἀνώσασθαι μόνον αἱ πληγαί.

`11.96`

στεφάνη: ὅτι εἶδος περικεφαλαίας ἡ στεφάνη.

`11.97`

ἐγκέφαλος δέ: ὅτι Ἀπολλώνιος ποιεῖ «ἐγκέφαλον δέ», καὶ τὸν ἑξῆς ἀθετεῖ.

`11.98a`

πεπάλακτο: διεβρέχετο· ὡς τὸ «παλάσσετο δʼ αἵματι θώρηξ» καὶ «λύθρῳ δὲ παλάσσετο χεῖρας». φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος· σφιγγομένου γὰρ τοῦ δόρατος ὑπὸ τοῦ ὀστέου ἔξω προελθεῖν εἴργεται τὸ αἷμα, ἔσω δὲ ἐπισυνάγεται, καθάπερ ἐπὶ τῶν πληγέντων λίθῳ, ὅταν συντριβῇ μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς ἔξω φορᾶς εἰργόμενον.

`11.98b`

πεπάλακτο: γράφεται «κεκίνητο». ἀλλʼ οὐκ εἰκὸς συνδεδεμένον τῷ ὀστέῳ τὸ δόρυ κινεῖν τὸν ἐγκέφαλον.

`11.100a`

στήθεσι παμφαίνοντας ἐπεὶ περίδυσε χιτῶνας: ἐπειδή, φησί, τοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλατο, γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν. ἡ διπλῆ δέ, ὅτι ἔν τισι γράφεται «ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα». ἔσονται δὲ αὐτοὶ οἱ νεκροὶ τοῖς στήθεσι παμφαίνοντες. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ τοὺς ἐπὶ τοῖς στήθεσι παμφαίνοντας χιτῶνας.

`11.100b`

στήθεσι παμφαίνοντας—χιτῶνας: οὐ συνάπτει Νικάνωρ, ἀλλὰ τὸ παμφαίνοντας δηλοῦν φησι τὸ νέον αὐτῶν. Πῖος δὲ «τὰ στήθη περιφαίνοντας». οἱ δὲ ὅλον στήθεσι παμφαίνοντας χιτῶνας.

`11.101a`

βῆ ῥʼ Ἶσον: Ζηνόδοτος ἔξω τοῦ ρ «βῆ Ἶσον». μὴ ἐμφέρεσθαι δέ φησιν ὁ Ἀρίσταρχος νῦν ἐν τοῖς Ποσειδίππου ἐπιγράμμασι τὸν «Βήρισον», ἀλλʼ ἐν τῷ λεγομένῳ Σωρῷ εὑρεῖν. εὔλογον δέ φησιν ἐξελεγχόμενον αὐτὸν ἀπαλεῖψαι.

`11.101b`

βῆ ῥʼ Ἶσον: Ποσίδιππος «Βήρισον», ὑφʼ ἕν. Ἡρωδιανὸς μόνος καλεῖ τὸ βῆρ. Ζηνόδοτος δὲ χωρὶς τοῦ ῥʼ, «βῆ Ἶσον».

`11.101c`

βῆ ῥʼ Ἶσόν τε καὶ Ἄντιφον: κατὰ διάστασίν ἐστι, βῆ ῥα, εἶτα Ἶσόν τε καὶ Ἄντιφον. τὸ μέντοι ἐπιφερόμενον ἐν τῇ συντάξει ἐν μετοχῇ ὀφείλει κατακλείεσθαι ἐξεναρίζων, ὡς δείκνυται ἐν τῷ Περὶ συντάξεως

`11.102-3`

υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον, ἄμφω
εἰν ἑνὶ δίφρῳ ἐόντας: ἐπὶ τὸ γνήσιον βραχὺ διασταλτέον· καὶ γὰρ σαφέστερον τὸ οὕτως χωρίζειν ἄμφω εἰν ἑνὶ δίφρῳ· καὶ ἀδιανόητόν ἐστι τὸ συνάπτειν νόθον καὶ γνήσιον ἄμφω

`11.102a1`

υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον: φιλοτέχνως ἐδήλωσε διὰ τοῦ ἑξῆς στίχου, ποῖος ἦν ὁ νόθος.

`11.102a2`

ἐδήλωσε γὰρ φιλοτέχνως διὰ τούτου, ποῖος ὁ νόθος ἦν.

`11.102b`

ἄμφω: τὸ ἄμφω τῶν ἑξῆς ἐστιν.

`11.103a`

ἐόντας: Ἀριστοφάνης «ἐόντε».

`11.103b`

ὁ μὲν νόθος ἡνιόχευεν: σημειωτέον ὅτι πρὸς τὸ πρῶτον ὑπήντησε, «νόθον καὶ γνήσιον», εἶτα ὁ μὲν νόθος.

`11.104a1`

ὥ ποτʼ Ἀχιλλεύς: ὅτι Ζηνόδοτος γράφει «ὅν ποτʼ Ἀχιλλεύς». μήποτε δὲ πεπλάνηται, γεγραμμένου τοῦ ο ὑπʼ ἀρχαϊκῆς σημασίας ἀντὶ τοῦ ω, προσθεὶς τὸ ν· ἔστι γὰρ περὶ δυεῖν ὁ λόγος· διὸ καὶ ἐπιφέρει «καὶ γάρ σφε πάρος παρὰ νηυσίν». καὶ ὅτι οἱ μαχόμενοι παραβάται ἦσαν.

`11.104a2`

Ζηνόδοτος γράφει «ὅν ποτʼ». ἀλλʼ ἐλέγχεται ἐκ τοῦ «καὶ γάρ σφε».

`11.104b`

ὥ ποτʼ Ἀχιλλεύς: ἐν ἄλλῳ «ὅν ποτʼ Ἀχιλλεύς».

`11.104-5`

ὥ ποτʼ Ἀχιλλεύς Ἴδης ἐν κνημοῖσι: καὶ ἐν τούτοις ἡ ποικιλία ὁρᾶται, ὡς καὶ περὶ Λυκάονος ἐφʼ ἑκάστου οὖν ἢ γένος ἢ τύχην ἢ σχῆμα πτώματος δηλῶν ποικίλλει τὸ ὑποκείμενον.

`11.105a`

δίδη μόσχοισι λύγοισι: οὐκ ἀπίθανος ἡ μεταφορὰ ἀπὸ τῶν ἁπαλῶν ἔτι βοῶν ἐπὶ τὰ τρυφερὰ τῶν φυτῶν ἀγομένη.

`11.105b`

δίδη μόσχοισι λύγοισι: ἐδέσμευσε ταῖς νέαις καὶ ἁπαλαῖς λύγοις καὶ βλαστήμασι. λύγος δὲ ἱμαντῶδές τι φυτὸν καὶ ἁπαλόν, ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ τὸ οἰσόκαρπον. τινὲς δὲ αὐτὸ καὶ ἄγνον καλοῦσιν· ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος ἀφανιστικός ἐστι τῆς γονῆς. καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν κλίνῃ ὑποτιθέασιν ὡς φυσικήν τινα δύναμιν ἐχούσας πρὸς ἁγνείαν· διὸ καὶ ἄγνος ἐκλήθη.

`11.106a`

ποιμαίνοντʼ ἐπʼ ὄεσσι: ὅτι τὸ πλῆρες ποιμαίνοντε. Ζηνόδοτος δὲ ἔοικε δέχεσθαι ποιμαίνοντα· καὶ γὰρ «ὅν ποτε» γράφει.

`11.106b`

ἐπʼ ὄεσσι: τὸ ἐπʼ ὄεσσι τῶν ἑξῆς ἐστιν.

`11.109`

Ἄντιφον: ὅτι ἐπανείληφεν τὸ ὄνομα διὰ τὸ προειρηκέναι δύο — καὶ πρὸς τὸ πρότερον ἀπήντησεν —, ἵνα σαφηνίσῃ, κατὰ τίνα τόπον ἑκάτερος ἐπλήγη.

`11.110-1`

σπερχόμενος δὲ … ἐσύλα τεύχεα … γινώσκων: εἰώθασιν ἐπισαρκάζειν τοῖς ἐπισήμοις τῶν φονευομένων, ὡς Ὀθρυονεῖ νῦν οὖν, ἐπείπερ ὀξύς ἐστιν ὁ καιρός, ἄμφω δηλοῖ καὶ ὡς ἐγίγνωσκεν αὐτοὺς καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν.

`11.111`

καὶ γάρ σφε: ὅτι σφέ ἀντὶ τοῦ αὐτούς· καὶ οὐκ ἔστι περὶ ἑνὸς ὁ λόγος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον

`11.113-9a`

ὡς δὲ λέων ἐλάφοιο—κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς: ἐμφερεστάτη ἡ παραβολή· νεβροὶ γὰρ οἱ νέοι Πριαμίδαι, μήτηρ οἱ Τρῶες, προθυμίᾳ μὲν ὑπερέχοντες ἐς τοὺς νεκροὺς καὶ κηδεμονίᾳ, κατεπτηχότες δέ. πιθανῶς δὲ οὐκ ἐπʼ ἄλλων τοῦτο παρέλαβεν, ἀλλʼ ἐπὶ τῶν Πριάμου παίδων, ἐφʼ οἷς εἰκὸς τὴν προθυμίαν τῆς τιμωρίας σφοδροτέραν μέν, ἀδύνατον δὲ τοῖς Τρωσὶν ὑπάρχειν.

`11.113-9b`

ὡς δὲ λέων—ὁρμῆς: εἰς τὸ δυνατὸν καὶ βασιλικὸν τοῦ Ἀγαμέμνονος ὁ λέων παρείληπται. ἡ δὲ παραβολὴ πρὸς τὸ μὴ δύνασθαι τῇ ἐκείνων ἀναιρέσει βοηθῆσαί τινα τῶν Τρώων

`11.113`

ἐλάφοιο ταχείης νήπια τέκνα: Ἀριστοτέλης δύο φησὶ τίκτειν τὴν ἔλαφον.

`11.114`

ῥηϊδίως συνέαξε: πρὸς τὸ εὔθλαστον. ἐπὶ δὲ βοὸς «ἐξ αὐχένʼ ἔαξε».

`11.115a`

ἐλθὼν εἰς εὐνήν: τὴν ἰδίαν, ὅπου ἀγνοοῦσα αὐτοὺς ἔθηκε. καὶ τοῦτο δῆλον ἑτέρωθεν· «ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς» ἕως «ὁ δέ τʼ ὦκα ἑὴν εἰσήλυθεν εὐνήν» ὁ γὰρ λέων οὐδέποτε κοίτην ἄλλου ἐρευνᾷ ζώου, εἰ μὴ κατά τινα τύχην.

`11.115b`

ἐλθὼν εἰς εὐνήν: τῶν ἐλάφων φησί.

`11.115c`

ἁπαλόν τέ σφʼ ἦτορ: καὶ Ἀντίπατρος ὁ ἰατρὸς συναύξεσθαί φησι τῷ σώματι τὴν ψυχήν.

`11.116`

τε τύχῃσι: ὅτι δύναται ἑκατέρως ἀναγινώσκεσθαι, καὶ κατὰ διαστολὴν τύχῃσι καὶ «τετύχῃσι» ὡς «λελάχωσι».

`11.116-7`

οὐ δύναταί σφιν χραισμεῖν: ἵνα μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, λεληθότως τῇ παραβολῇ τὸ ἀγενὲς τῶν Τρώων δηλοῖ.

`11.119a1`

σπεύδουσʼ ἱδρώουσα: ἐπὶ τὸ σπεύδουσα βραχὺ διασταλτέον· μᾶλλον γὰρ ἐμφαίνει.

`11.119a2`

διαστολὴ ὀλίγη ἐπὶ τὸ σπεύδουσα καὶ ἐπὶ τὸ ἱδρώουσα.

`11.121a`

ὑπʼ Ἀργείοισι φέβοντο: ὅτι ἀντὶ τοῦ ὑπʼ Ἀργείων. πάλιν δὲ τὸ φέβοντο ἀντὶ τοῦ ἔφευγον.

`11.121b`

ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο: πρὸς τὸ φιλάλληλον τῶν Ἀχαιῶν.

`11.123a1`

δαΐφρονος: Ζηνόδοτος γράφει «κακόφρονος», εὐτελῶς.

`11.123a2`

γράφεται δὲ καὶ «κακόφρονος».

`11.123b1`

δαΐφρονος: δαΐφρονος τοῦ τοὺς πολεμίους ἐγείροντος τῇ συμβουλίᾳ· δαῒς γὰρ ἡ μάχη.

`11.123b2`

οὐ πολεμικοῦ, ἀλλὰ τῇ βουλῇ τοὺς πολεμίους μόνον διεγείροντος.

`11.123-5`

ὅς ῥα μάλιστα  … οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ: ὡς καὶ ἄλλων αὐτῷ συμπραττόντων. ἐπάγεται οὖν κατʼ αὐτῶν τὸν ἀκροατήν. καὶ ἔστιν ὥσπερ Νεμέσεως ἔργον τὸ εἰς τοὺς ἀδικηθέντας ἐμπεσεῖν. ἐμέρισε δὲ τὸ διήγημα, νῦν μὲν λέγων οὐκ εἴασκεν, ἑξῆς δὲ καὶ τὸ πῶς.

`11.124a`

χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα: πρὸς τὸ σημαινόμενον, ἐπεί ἐστι τὸ λεγόμενον χρυσᾶ δῶρα. δύναται βραχὺ διασταλῆναι ἤτοι ἐπὶ τὸ χρυσόν ἢ ἐπὶ τὸ δεδεγμένος.

`11.124b`

ἀγλαὰ δῶρα: πρὸς τὸ σημαινόμενον ὑπαντῶν τὸν χρυσὸν ἀγλαὰ δῶρα εἶπεν.

`11.127-9`

ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους — τὼ δὲ κυκηθήτην: ὁμοῦ τῷ Ἀγαμέμνονι ἀντὶ τοῦ ἐν ταὐτῷ. διὰ δὲ τοῦ φύγον ἡνία καὶ τοῦ κυκηθήτην αἰτίαν δίδωσι τοῦ ταραχθέντας περιπεσεῖν Ἀγαμέμνονι· διὰ γὰρ τὴν ταραχὴν καὶ ἀφηνίασιν τῶν ἵππων συμπλέκονται τῷ βασιλεῖ, ὅπως καὶ λόγον προέμενοι διδάξειαν τὰ περὶ τοῦ πατρός.

`11.127`

ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους: ὁμοῦ ἐπεχείρουν κρατεῖν τοὺς ἵππους διὰ τὸ ἐκφεύγειν τὰς ἡνίας.

`11.128a`

σφεας: ὅτι τῇ αἰτιατικῇ ἀντὶ τῆς γενικῆς, ἀντὶ τοῦ αὐτῶν.

`11.128b1`

φύγον: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «φύγεν».

`11.128b2`

διὰ τοῦ ε, «φύγεν».

`11.129`

ἐναντίον: οὕτως ἐναντίον.

`11.130a`

Ἀτρείδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην: ὅτι δωδεκασύλλαβος ὁ στίχος, καὶ σπανίως χρῆται, ὡς καὶ ἐν Ὀδυσσείᾳ «τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν». ἡ δὲ ἀναφορὰ πρὸς ἐπίκρισιν τῆς στιχοποιΐας ὅτι εὐτελεῖς τῇ κατασκευῇ δοκοῦσιν εἶναι οἱ τοιοῦτοι. καὶ ὅτι τὸ γουναζέσθην καταχρηστικῶς ἀντὶ τοῦ ἱκέτευον.

`11.130b`

τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην: καινὸν τὸ τῆς διαθέσεως· ἕνα ἱκετεύουσι δύο καὶ πεζὸν ἐποχούμενοι ἅρματι οὐδὲ ὁτιοῦν προνοούμενοι τῆς φυγῆς.

`11.131a`

ζώγρει, Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα:
οὐδεὶς Ἑλλήνων τοιοῦτος. εἰσὶν οὖν πλούτῳ μᾶλλον ἢ δυνάμει ἐναβρυνόμενοι.

`11.131b`

σὺ δʼ ἄξια δέξαι ἄποινα: προσαγωγῶς ἐπʼ αὐτῷ ποιοῦνται τὴν αἵρεσιν, ὅπως ὅσα θέλει λάβοι.

`11.132a`

πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις: Ζηνόδοτος «πολλὰ δʼ ἐν Ἀντιμάχου πατρός».

`11.132b`

πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται: καὶ τοῦτο προσαγωγὸν ὡς ληψομένου ὅσα βούλεται. εἰς εὐσέβειαν δὲ ἡμᾶς παρακαλεῖ, τὸν ἐξ ἀσεβείας χρηματισάμενον στερίσκων τῶν παίδων, διʼ οὓς καὶ μάλιστα συνήγαγε τὸν χρυσόν.

`11.134`

τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα:
δύο γάρ εἰσι, τὸ θέλειν καὶ τὸ δύνασθαι, ἅπερ ἄμφω προβάλλονται· τὸ γὰρ χαρίσαιτο, ὡς μὴ ποιησόντων αὐτῷ αἴσθησιν τῶν δώρων. ἀνοήτως δὲ τοῦ πατρὸς ὑπομιμνῄσκουσι τὸν Ἀγαμέμνονα καὶ τοῦ χρυσίου, ὃ παρʼ Ἀλεξάνδρου δῶρον ἔλαβεν

`11.135`

ζῳούς: Ἀριστοφάνης «ζῳώ».

`11.137a`

ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν: ἀμείλικτον ἑαυτοῖς, δικαίαν δέ.

`11.137b`

ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν: ἀμείλικτον ἀπηνῆ καὶ σκληρὰν καὶ ἀπαράκλητον καὶ ἀφιλάνθρωπον καὶ ἀνηλεῆ καὶ ἀδυσώπητον.

`11.138a`

εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν:
εἰρωνικῶς τοῦτό φησιν, ὡς δὴ φιλίας παλαιᾶς μνείαν τινὰ ποιούμενος.

`11.138b`

δαΐφρονος: Ζηνόδοτος γράφει «κακόφρονος».

`11.138c`

δαΐφρονος: καὶ τοῦτο ἐν εἰρωνείᾳ· φαύλην γὰρ γνώμην εἰσενεγκὼν εἰς Τρῶας διήγειρε πολεμεῖν. εἰ δὲ καὶ τὸν πολεμικὸν δηλοῖ, κατʼ εἰρωνείαν καὶ τοῦτο, ὅτι τοὺς ἐν σπονδαῖς ἀφικομένους κτεῖναι παρῄνει, ὥσπερ τι γενναῖον ποιεῖν δοκῶν.

`11.140-1`

ἀγγελίην ἐλθόντα— αὖθι κατακτεῖναι: μετʼ ὀνόματος εἰρηνικοῦ ἥκοντα παρὰ τὸν τῶν ἀνθρώπων νόμον φονεύειν ἐπεχείρησεν.

`11.140a`

ἀγγελίην: ὅτι ἀντὶ τοῦ ἄγγελον.

`11.140b`

ἀγγελίην: ἀντὶ τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὸ ἄγγελμα, ὡς ἐν τῷ «ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ», καὶ τὸν ἄγγελον ἤτοι τὸν πρέσβυν, ὡς ἐνταῦθα, ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ.

`11.141a1`

ἐξἕμενʼ: δασυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγώγως γέγονεν ἕμεναι, ὡς τὸ θεῖναι «θέμεναι».

`11.141a2`

ἐξέμεν: πέμψαι. δασύνει δὲ τὸ «ἕμεν»· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγώγως γέγονεν ἕμεν, ὡς τὸ θεῖναι θέμεν.

`11.141b`

μηδʼ ἐξέμεν: μηδʼ ἐξεῖναι καὶ σώσειν.

`11.142a`

τοῦ πατρός: ὅτι Ζηνόδοτος γράφει «οὗ πατρός». ἔστι δὲ ἑνικὸν τοῦ ἑαυτῆς ἢ τοῦ ἑαυτοῦ, ὅπερ οὐχ ἁρμόζει. ἐλλείπει δὲ ἡ πρόθεσις, καὶ ἔστιν ἀντὶ τοῦ περὶ τοῦ πατρός. τινὰς μέντοι φησὶν Ἀρίσταρχος «σφοῦ πατρός», αὐτὸς δὲ τοῦ πατρός.

`11.142b`

τοῦ πατρός: τινὲς «σφοῦ πατρός».

`11.142c1`

τοῦ πατρὸς τίσετε λώβην: ἃ ἐλωβήσατο ὁ πατήρ· διδάσκει γὰρ ὅτι καὶ παισὶ φυλάσσονται τὰ πταίσματα.

`11.142c2`

ἣν ἐλωβήσατο εἰς Ἕλληνας. διδάσκει δὲ ὅτι τὰ πατέρων καὶ παισὶ φυλάττονται.

`11.144a`

ὁ δʼ ὕπτιος οὔδει ἐρείσθη: ὅτι ἀπὸ τῆς πληγῆς, οὐκ ἐπὶ τὴν πληγὴν πίπτει.

`11.144b1`

οὔδει ἐρείσθη: Ἀρίσταρχος «οὖδας ἔρεισεν».

`11.144b2`

οὔδει ἐρείσθη: οὕτως αἱ Ἀριστάρχου.

`11.145`

Ἱππόλοχος δʼ ἀπόρουσε: ἑωρακὼς τὴν ἀπώλειαν τοῦ ἀδελφοῦ.

`11.146a`

χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας:
οἰκεία ἡ κόλασις τῷ τοῦ πατρὸς ἀδικήματι· κεφαλή τε γὰρ ἀποτέμνεται ἡ φθεγξαμένη γνώμην πονηρὰν καὶ χεῖρες, αἷς τὸν χρυσὸν ἔλαβεν, ὡς καὶ Πάνδαρος τιτρώσκεται διὰ τῆς γλώττης καὶ ὁ Λοκρὸς Αἴας ἐν τῷ Ἀγῶνι λοιδορησάμενος Ἰδομενέα ὄνθου τὸ στόμα πληροῦται

`11.146b1`

τμήξας: Ἀρίσταρχος «πλήξας».

`11.146b2`

«πλήξας» αἱ πλείους.

`11.147a`

ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι: ὅλμου δίκην εἴασεν αὐτὸν ῥίψας κυλίεσθαι. ὅλμος δέ ἐστι—ἄλλα τινά. ἡ διπλῆ δέ, ὅτι ἅπαξ ἐνταῦθα κέχρηται· καὶ ὅτι καὶ ἐν Ἰλιάδι εὐτελέσι κέχρηται λεξιδίοις, οὐ μόνον ἐν Ὀδυσσείᾳ, «χοίνικος» καὶ «λύχνου» πρὸς τοὺς Χωρίζοντας

`11.147b`

ὅλμον δʼ ὡς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου: ὁ κυλινδρώδης λίθος οὕτω καλεῖται, ᾧ ἐμφερὲς καὶ τὸ σκεῦος ὁ ὅλμος. δεῖ δὲ πάσχειν ἐξαίρετα υἱοὺς ὄντας τοῦ αἰτίου τοῦ πολέμου. καὶ ὅσῳ μὲν δεινὰ ποιεῖ, φιλαδελφίας ἐμφαίνει μέγεθος· εἰ δὲ Μενέλαος ἦν, μικροψυχίας ἂν αὐτοῦ κατεγνώκειμεν, εἰ ὑπὲρ ἑαυτοῦ οὕτω πικρὸς ἐφαίνετο. ἔστι δὲ καὶ ξύλον καὶ λίθος ὁ ὅλμος.

`11.149`

ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί: εἰς τὸ Ἀχαιοί τελεία, καὶ τὸ ἑξῆς ἀσύνδετον· τούτοις γὰρ ἥδεται ἐν ταῖς μεταβάσεσιν.

`11.150`

πεζοὶ μὲν πεζοὺς ὄλεκον: πολὺ βέλτιον ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκειν· καὶ γὰρ ἡ προάγουσα διάνοια πεπλήρωται, κοινοῦ νοουμένου τοῦ ἐνόρουσαν. καὶ ἄλλως ἀσυνδέτοις ἐπὶ τῶν μεταβάσεων ἥδεται.

`11.151a`

ἱππεῖς δʼ ἱππῆας· Ἀγαμέμνων δὲ πεζὸς ὢν ἱππέας ἀναιρεῖ, καὶ σύνδυο

`11.151b`

ὦρτο κονίη: ὅτι ὁ κονιορτὸς κόνις ἐστὶν ὡρμημένη, ὅπερ ἄλλως ἐνταῦθα φράζει.

`11.152a1`

ἐκ πεδίου τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων:
τὸ ἐκ πεδίου δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι· μᾶλλον δὲ τοῖς ἡγουμένοις διὰ τὸ τοῦ ἄρθρου ὑπερβατόν.

`11.152a2`

τὸ ἐκ πεδίου ἄμεινον εἶναι τῶν ἄνω.

`11.153`

χαλκῷ δηϊόωντες: τὸ ἑξῆς «ἱππεῖς δʼ ἱππῆας ὄλεκον» χαλκῷ δηϊόωντες. διὰ μέσου δὲ τὸ «ὑπὸ δέ σφιν».

χαλκῷ δηϊόωντες: ἤτοι τοῖς ἐπισσώτροις—τῶν ἵππων πόδες χαλκῷ ἐτίτρωσκον.

`11.154`

Ἀργείοισι κελεύων: οὐ μόνον ἀριστεύοντα αὐτὸν ποιεῖ, ἀλλὰ καὶ τοῖς λοιποῖς αἴτιον εὐδοκιμήσεως γινόμενον.

`11.155a`

ὡς δʼ ὅτε πῦρ ἀΐδηλον: τί ὀξύτερον ἢ εὐκινητότερον τοῦ πυρός;

`11.155b`

ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ: πρὸς τὴν ἄξυλον, ὅτι πολλὰς ἐκδοχὰς ἔσχηκεν· οἱ μὲν γὰρ τὴν θρυώδη ἀποδεδώκασιν, οἱ δὲ τὴν πολύξυλον. βέλτιον δὲ ἀφʼ ἧς οὐδεὶς ἐξυλίσατο, ὡς Ἡσίοδος· «τῆλε γὰρ ἀξυλίῃ κατεπύθετο κήλεα νηῶν»·

`11.155c`

ἐν ἀξύλῳ: πολυξύλῳ, ἀφʼ ἧς οὐδεὶς ἐξυλίσατο, ἵνα πλῆθος ἔχῃ ξύλων, καὶ ἐκ παλαιοῦ τμηθεῖσα ξηροτάτη καὶ πρὸς καῦσιν ἐπιτηδεία. ἐοικυῖα οὖν ἡ παραβολὴ πρὸς τὴν συνέχειαν τῶν πιπτόντων.

`11.156`

εἰλυφόων: σημαντικῶς τῷ ὀνόματι χρῆται· δηλοῖ γὰρ τὴν μετὰ ἑλίξεως καὶ περιστροφῆς τοῦ πυρὸς κίνησιν. εἰς ἐπίτασιν δὲ καὶ ἄνεμον ἐπιγενέσθαι φησίν.

οἱ δέ τε θάμνοι: οἱ σύμφυτοι—πολύκλαδα φυτά.

`11.157a1`

πρόρριζοι πίπτουσιν: πρὸ τῶν ῥιζῶν· οὐ γὰρ ἅπτεται τῶν ὑπογείων τὸ πῦρ.

`11.157a2`

τῶν γὰρ ὑπογείων οὐ δύναται τοσοῦτον ἅπτεσθαι.

`11.157b`

ἐπειγόμενοι: Ἀρίσταρχος ὑγιῶς ἀναγινώσκει «ἐπειγόμενοι», ὡς τυπτόμενοι· κατὰ γὰρ τῶν θάμνων κεῖται.

`11.159`

Τρώων φευγόντων: τοῦτο γὰρ αἴτιον τῆς ἀσώστου αὐτῶν ἀπωλείας, ὅτι οὐδὲ ἀνθιστάμενοι ἀνῃροῦντο.

`11.159-61`

πολλοὶ δʼ ἐριαύχενες ἵπποι —ἀμύμονας: διαστήματα παρέχει, ὡς καὶ τῶν ἄλλων μνημονεύῃ, ὅτι ἐπράττετό τινα ὑπʼ αὐτῶν διὰ τὴν τοῦ βασιλέως προτροπήν.

`11.160`

κεῖνʼ ὄχεα: λέγει ὁ τεχνικὸς ἐν τῷ αʹ

ὑπομνήματι τοῦ Περὶ παθῶν Διδύμου· «τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην συλλαβήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίσω συλλαβήν, καὶ ἐὰν ᾖ ἡ ἐκθλιβεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω συλλαβὴ φύσει μακρά, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον.» περισπᾷ γοῦν τὸ «δεῖλʼ», ἐν δὲ τῇ Ὁμηρικῇ προσῳδία ἐναντιοῦται τούτῳ.

`11.161`

ἡνιόχους ποθέοντες: νοῦν ἐνέθηκε τοῖς ἵπποις.

`11.162a1`

γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν: ἀρχαιοπρεπῶς ἔφρασεν ὅτι φίλτεροι ἦσαν τοῖς γυψίν, ὅτε ἀπέθανον, ἢ ταῖς γυναιξίν, ὅτε ἔζων. ἢ οὕτως· τοῖς μὲν γυψὶν ἔμελον, ταῖς δὲ γυναιξὶν οὔ.

`11.162a2`

τότε πολὺ προσφιλέστερον τοῖς γυψὶν ἢ ὅτε ἔζων ταῖς γυναιξί.

`11.163a`

Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης: ἡ ἔκ νῦν ἐπίπαν εἶναι ἀντὶ τοῦ ἐκτὸς κεῖται. οὕτως οὖν καὶ ἐν Ὀδυσσείᾳ κεῖται «θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ».

`11.163b`

Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεύς: ἀντὶ τοῦ ἔξω τῶν βελῶν. ἐντέχνως ἔχει καὶ ταῦτα· τό τε γὰρ παρόντα ἐλαττοῦσθαι Ἀγαμέμνονι οὐ σύμφωνον τῇ ποιήσει τό τε περιφεύγειν αὐτὸν οὐ τῆς θρασύτητος Ἕκτορος. καλῶς οὖν τὸν Δία φησὶν αὐτὸν ἐξάγειν, ὡς, εἰ παρῆν, ἀπέλαυσε τοῦ δεινοῦ.

`11.165a`

Ἀτρείδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων:
τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι. σημαίνει δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον, οἷον σφενδονηδόν, ἀπὸ τῆς σφενδόνης. οὕτως Ἀρίσταρχος.

`11.165b1`

ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων: τινὲς σφενδονηδὸν εἵπετο, οἱ δὲ σφεδανὸν κελεύων, πευστικῶς.

`11.165b2`

οἱ μὲν ἀντὶ τοῦ σφενδονηδόν, οἱ δὲ ἀντὶ τοῦ σπευτικῶς εἵπετο.

`11.166-8`

οἱ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο μέσσον κὰπ πεδίον, παρʼ ἐρινεὸν ἐσσεύοντο ἱέμενοι πόλιος: μέχρι τοῦ μέσσον κὰπ πεδίον συναπτέον, εἶτα βραχὺ διασταλτέον· ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ, ἀλλʼ ἐγγὺς τῆς πόλεως· «λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις» καὶ ἀλλαχοῦ «οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεόν». ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός. ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἴλου σῆμα, φανερὸν ἐξ ἐκείνου «Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουλὰς βουλεύουσιν θείου παρὰ σήματι Ἴλου» ἐπαυλίζονται δὲ ἐν μέσῳ τῷ πεδίῳ ἐπὶ τοῦ θρωσμοῦ, «οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο», ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ῥαψῳδίᾳ τοξεύει «στήλῃ κεκλιμένος Ἴλου Δαρδανίδαο»· ἡ δὲ μάχη ἐν τῷ πεδίῳ. συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσσον κὰπ πεδίον, εἶτα βραχὺ διαστείλαντας τὰ ἑξῆς ῥητέον. καὶ οὕτως λυθήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον, καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον καὶ ἐρινεὸς καὶ ἡ πόλις ἐν ταὐτῷ· παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον, ἐν ᾧ τὸ Ἴλου σῆμα, σεύονται δὲ πρὸς τὸν ἐρινεόν, ἵενται δὲ τῆς πόλεως, ὡς εἰ οὕτως ἔλεγεν· οἱ δὲ διὰ μέσου τοῦ πεδίου παρὰ τὸ Ἴλου μνημεῖον ἔφυγον πρὸς τὸν ἐρινεόν, σπεύδοντες εἰς τὴν πόλιν.

`11.166a`

οἱ δὲ παρʼ Ἴλου σῆμα: ἡ διπλῆ πρὸς τὸ περὶ τοῦ ναυστάθμου διάγραμμα· τὸ γὰρ Ἴλου σῆμα κατὰ μέσον εἶναί φησιν τὸ πεδίον

`11.166b`

Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο: προγονικῶς· Δαρδάνου γὰρ Τρώς, οὗ Ἶλος

`11.167`

μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο: εἰ ἐν τῷ μέσῳ τοῦ πεδίου ὁ ἐρινεός, πῶς ἐν τῇ Ζ φησὶ «λαὸν δὲ στῆσον παρʼ ἐρινεόν» βραχὺ οὖν διασταλτέον ἐπὶ τὸ πεδίον· ἐν μέσῳ γὰρ ἦν τὸ Ἴλου σῆμα, ὅθεν καὶ Ἀλέξανδρος τοξεύει καὶ Ἕκτωρ «βουλεύει θείου παρὰ σήματι Ἴλου». ὁ δὲ ἐρινεὸς παρὰ τῷ τείχει· «λαὸν δὲ στῆσον παρʼ ἐρινεόν». ἀξιοπίστως τὰ ὀνόματα τῶν τόπων ὡσεὶ παρὼν τοῖς γινομένοις φησίν.

`11.171`

καὶ ἀλλήλους ἀνέμιμνον: νῦν μὲν περιμένουσιν ἀλλήλους· ὅτε δὲ ὑπὸ Ἀχιλλέως διώκονται, «οὐδʼ ἄρα τοί γʼ ἔτλαν μεῖναί τʼ ἀλλήλους καὶ γνώμεναι, ὅς τε πεφεύγοι ὅς τʼ ἔθανʼ ἐν πολέμῳ». οὕτως ἑκατέρῳ προσώπῳ τὸ κατʼ ἀξίαν ἀπονέμει.

`11.173a`

ἐφόβησε: ὅτι ἀντὶ τοῦ εἰς φυγὴν ἔτρεψεν.

`11.173b`

ἅς τε λέων ἐφόβησε: ὡς καὶ πρώην ἡ ἔλαφος. ἀλλʼ εἶχε προθυμίαν τινὰ ἐκείνη ἐπαμῦναι τοῖς τέκνοις, αἱ δὲ παντελῆ φυγήν.

`11.173c`

ἀμολγῷ: τῇ ἑσπέρᾳ, ἐν ᾗ ἀμέλγουσιν.

ἐν νυκτὸς ἀμολγῷ: τῷ καιρῷ, ἐν ᾧ—οὐδὲ πρόεισιν.

`11.174a1`

τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος: ὡς γὰρ λέγει φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ τὴν πλησίον, οὕτως ὁ Ἀγαμέμνων ἐδίωκε μὲν πάντας, ἔκτεινε δέ, ὃν κατελάμβανεν ὑστεροῦντα περὶ δὲ τὴν ἑσπέραν δοκεῖ ὁ λέων τοῖς τετραπόδοις ἐπιχειρεῖν.

`11.174a2`

ὡς γὰρ ὁ λέων, φησί, φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ τὴν πλησίον εὑρισκομένην, οὕτω καὶ Ἀγαμέμνων ἐδίωκε μὲν πάντας, ἀνῄρει δέ, ὃν κατελάμβανεν ὑστεροῦντα. «ἀμολγῷ» δὲ τῷ ἑσπερινῷ τῆς νυκτὸς καιρῷ, ἐν ᾧ ἀμέλγουσι· τότε γὰρ ὁ λέων τοῖς τετράπουσιν ἐπιβουλεύειν λέγεται.

`11.179-80a`

πολλοὶ δὲ πρηνεῖς τε—ἔγχεϊ θῦεν: ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται, ὅτι κατὰ τὴν Πατρόκλου ἀριστείαν τάξιν ἔχουσι, νῦν δὲ οὔ· προείρηται γὰρ «πολλοὶ δʼ ἐριαύχενες ἵπποι κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας». Ζηνόδοτος οὐκ ἔγραφεν· Ἀριστοφάνης δὲ ἠθέτει τὸν Ἀτρείδεω ὑπὸ χερσί

`11.179-80b`

πολλοὶ δὲ πρηνεῖς τε—ἔγχεϊ θῦεν: Ἀρίσταρχος τοὺς δύο ἀθετεῖ, Ζηνόδοτος οὐδὲ ἔγραφεν.

`11.181-2`

ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος ἵξεσθαι, τότε δή ῥα: διʼ ὀλίγων εὐφράνας τὸν ἀκροατὴν ἐπὶ τὰ συνεκτικὰ ἔρχεται· δεῖ γὰρ συνωθεῖσθαι τοὺς Ἀχαιοὺς εἰς τὴν ἔξοδον Πατρόκλου.

`11.183`

Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης: ὅτι διὰ τούτων συνίστησι τὸν Δία ἐπὶ τὴν Ἴδην πεπορευμένον ἐκ τοῦ Ὀλύμπου.

`11.184a`

στεροπήν: Ἀρίσταρχος μετὰ τοῦ α «ἀστεροπήν».

`11.184b`

ἀστεροπήν: ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμένην ἀστραπήν, ἀλλὰ τὸ ὁμώνυμον ὄργανον, ὅπερ τινασσόμενον τὴν ἀστραπὴν ἀποτελεῖ· «βῆ ῥʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν».

`11.184c`

ἀστεροπήν: ὄργανον, ὃ τινασσόμενον ἀστραπὰς ποιεῖ. γράφεται δὲ καὶ «στεροπήν».

`11.186a`

βάσκʼ ἴθι: Τυραννίων ὑφʼ ἕν, ὡς ἄπιθι. ἄμεινον δὲ ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν· καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο». δύναται δὲ καὶ ἴθι ἐπίρρημα παρακελεύσεως εἶναι, «ἄγε δὴ πορεύου», ὡς Νικάνωρ φησίν· ὡς τὸ

«ἴθʼ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν»

`11.186b1`

βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἔνισπε:
ὅτι οὐ κατʼ ἐπίθετον τὸ ταχεῖα, ἀλλʼ ἀντὶ τοῦ ταχέως. ὁ λόγος δὲ αἱρεῖ στίζειν τελείᾳ ἐπὶ τὸ ταχεῖα· δύο γὰρ λόγοι αὐτοτελεῖς «πορεύθητι ταχέως Ἶρι», «τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι». ἡ δὲ συνήθεια καὶ τὰ τοιαῦτα συνάπτει.

`11.186b2`

ταχεῖα: ἐπιρρηματικῶς, ἀντὶ τοῦ ταχέως, οἷον καὶ τὸ «τότε μοι χάνοι εὐρεῖα χθών».

`11.186b3`

τελεία εἰς τὸ ταχεῖα καὶ ἔνισπε. ἡ δὲ συνήθεια συνάπτει.

`11.187-9`

ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα— τόφρʼ ἀναχωρείτω: ὕψωσιν περιέχει ὁ λόγος ὡς καὶ τοῦ θεοῦ παραινοῦντος τῷ ἀπονενοημένως κινδυνεύοντι.

`11.191a`

ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ: πρὸς τὴν διαφορὰν τοῦ τύψαι καὶ βαλεῖν.

`11.191b`

ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ: ἀξιοπίστως ἐπιδιστάζων φησίν· τὸ γὰρ ὁρίζειν ὡς τρωθήσεται λύοντος ἦν τὸ μέλλον εἰσάγεσθαι πάθος ἐκ τῆς τοῦ βασιλέως πληγῆς.

`11.192a1`

ἅλεται: ὅτι ἀντὶ τοῦ ἅληται. ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τάσσηται, ὥς φησιν ὁ Ἀσκαλωνίτης, εἴτε ἐπὶ τοῦ συστραφῆναι, ὡς καὶ Τυραννίων, ᾧ καὶ μᾶλλον συγκατατίθεμαι. πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριστικὸς μὲν γὰρ δεύτερος ἀόριστος «τῇ ὕπο πᾶς ἐάλη», καὶ πληθυντικὸν τρίτον κατὰ συγκοπὴν «οἱ δή τοι εἰς ἄστυ ἄλεν» ἀπαρέμφατόν τε «ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι». καὶ ὥσπερ ἡ φανείς μετοχὴ, οὕτως καὶ ἡ ἀλείς· «οἴμησεν δὲ ἀλείς», καὶ οὐδέτερον «ᾗ χειμέριον ἀλὲν ὕδωρ», καὶ πληθυντικὸν ἀρσενικὸν «αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες», καὶ γενικὴ «πόλις δʼ ἔμπλητο ἀλέντων». τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συστολῇ οὖν ἐγένετο ἢ μεταβολῇ ἐγκλίσεως, ὁμοίως τῷ «ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων», «ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπευτής», καὶ τὸ «ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ». τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ὃ σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται.

`11.192a2`

ψιλωτέον τὸ ἄλεται καὶ τὸ συστραφῇ ἐκδεκτέον. τὸ δὲ ἄλεται ἀντὶ τοῦ ἄληται.

`11.192a3`

τὸ δὲ σημεῖον, ὅτι τὸ ἄλεται ἀντὶ τοῦ ἄληται.

`11.192b`

τότε οἱ κράτος ἐγγυαλίξω: ἵνα μὴ λυπώμεθα ὡς τοῖς Τρωσὶν ἡττωμένων τῶν Ἀχαιῶν, ἀλλὰ Διΐ.

`11.194a`

δύῃ τʼ ἠέλιος: ἵνα εἰδότες τὸν καιρὸν τῆς ἥττης μὴ βαρέως ἀκούοιμεν τῶν λεγομένων κακῶν περὶ τῶν Ἑλλήνων.

`11.194b`

κνέφας ἱερόν: ἐπειδὴ «μακάρων τοι νύκτες ἔασι» διὰ τοῦτο ἱερὸν φησὶ τὸ κνέφας.

`11.196`

βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν: ὅτι θηλυκῶς τὴν Ἴλιον, καὶ ὅτι νῦν γραπτέον κατʼ Ἰδαίων ὀρέων. ὅταν δὲ ἀπὸ τῆς Ἴδης ἐπὶ τὸν Ὄλυμπον, «βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐπὶ μακρὸν Ὄλυμπον», ὡς ἀπʼ ἴσου ἐπʼ ἴσον.

`11.197-8`

εὗρʼ υἱὸν Πριάμοιο … ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν: ὅρα, τί καταλαμβάνεται πράττων ὁ βάρβαρος· ἕστηκεν ἀργὸς ἐπὶ τῶν ἁρμάτων μήτε πολεμῶν μήτε ἐγκελευόμενος τοῖς φεύγουσιν. Ἕλλην δὲ οὐκ ἂν ἐποίει τοῦτο.

`11.201a`

τεΐν: σημειοῦνταί τινες ὅτι ἐν ἴσῳ τῷ σοί ἡ τεΐν ἀντωνυμία Δωρικὴ οὖσα κατὰ πλεονασμὸν τοῦ ε ἐξηνέχθη, ὅθεν φυλάσσεται ὁ αὐτὸς τόνος.

`11.201b`

τεΐν: τὸ τίν Δωρικὴ ἀντωνυμία κατὰ πλεονασμὸν τοῦ ε γέγονε τεΐν· διὸ φυλακτέον τὸν τόνον.

`11.212`

πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ: τοῦτο ποιεῖ ὑπόνοιαν διδοὺς τοῖς Τρωσὶν ὡς καὶ αὐτὸς μάχεται· οὐ γὰρ ἔδει λάθρα ὑποχωρῆσαι, μὴ ἄρα χαλεπωτέραν ὑποψίαν παράσχῃ τοῖς Τρωσίν.

`11.215`

δʼ ἑτέρωθεν: ἔν τισιν «δὲ καὶ αὐτοί».

`11.216-7`

ἐκ δʼ Ἀγαμέμνων πρῶτος ὄρουσε: ὡς ἂν παροξυνθεὶς ἐπὶ τῷ θράσει τῶν βαρβάρων ἐπιμένει τῇ προθυμίᾳ.

`11.217a`

ὄρουσʼ ἔθελεν: πρὸς τὸ ἔθελεν, ὅτι διὰ παντὸς ἀπὸ τοῦ ε ἄρχεται παρὰ τῷ ποιητῇ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «μήτε σὺ Πηλείδήθελʼ», ὅτι ἐγκλιτέον τὴν ἀνάγνωσιν, ἵνʼ ᾖ ἔθελε.

`11.217b`

ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων: ἵνα καὶ τοὺς ἄλλους διὰ τῆς ἰδίας προθυμίας προτρέψηται. κοινὸν δὲ ἀμφοτέρων τὸ πολύ, τῶν τε Τρώων καὶ τῶν Ἑλλήνων.

`11.218`

ἔσπετε νῦν μοι, Μοῦσαι: ἐπὶ τοῖς μεγίστοις τὰς Μούσας καλεῖ ὡς ἐρῶν τι καινότερον· αἱ γὰρ τοιαῦται προπαρασκευαὶ ἀκμαιοτέρας ποιοῦσι τὰς προσοχὰς τοῖς ἀκροαταῖς.

`11.219a1`

ἀντίος: Ζηνόδοτος καὶ Ἀριστοφάνης ἀντίος, Ἀρίσταρχος «ἀντίον» διὰ τοῦ ν.

`11.219a2`

Ἀρίσταρχος «ἀντίον» γράφει.

`11.220`

ἢ αὐτῶν Τρώων ἠὲ κλητῶν ἐπικούρων:
ὑπερβολικῶς ὥσπερ μέγα αἴτημα περὶ πολλῶν μυριάδων αἰτεῖ.

`11.221a`

Ἰφιδάμας Ἀντηνορίδης: ἐὰν αὐτὸν τῶν ἐπικούρων εἴπωμεν, ἐπεὶ καὶ Θρᾷξ καὶ ἦγε Θρᾷκας ἐπικούρους ἔσται πρὸς τὸ δεύτερον πρότερον ἀπηντηκώς. γεγέννηται μέντοι ἐν Τροίᾳ· ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ ἄν ποτε εἰς Θρᾴκην ἐξεληλύθει. καὶ ἦν πατρὸς Τρωός, γεννηθεὶς δὲ ἐδόθη τρέφεσθαι τῷ μητροπάτορι. οὗτος δὲ μόνος παρὰ τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μητρὸς ἔγημεν, ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι Διομήδης ἡ διπλῆ δέ, ὅτι ὡς ἐμπνευσθεὶς ἀνταποδέδωκε, καθάπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος «τίς τʼ ἄρ σφωε θεῶν», εἶτα «Λητοῦς καὶ Διὸς υἱός».

`11.221b`

Ἰφιδάμας Ἀντηνορίδης: νεώτατος οὗτος, Κόων δὲ «πρεσβυγενὴς Ἀντηνορίδης». ἡ δὲ ἐπεξήγησις τῶν ἀναιρουμένων πίστιν ἀληθείας ὑπογράφει καὶ πρὸς ἀξιοπιστίαν βασιλικοὺς ποιεῖ φονευομένους. ἄδηλα δὲ τὰ τῶν πολέμων· διὸ φονεύει τοῦτον Ἀντηνορίδην ὄντα, ἀγνοῶν τίς ἐστιν.

`11.222a1`

μητέρι μήλων: Ζηνόδοτος «μητέρι θηρῶν». τῇ δὲ ἐριβώλακι συνᾴδει καὶ τὸ πολυθρέμματον, οὐ τὸ εὔθηρον.

`11.222a2`

Ζηνόδοτος «μητέρι θηρῶν» γράφει. ἀντίκειται δὲ τὸ ἐριβώλακι.

`11.223a`

Κισσῆς: Κισσῆς ὡς «Ἑρμῆς»· καὶ μήποτε παρὰ τὸ κισσός παρώνυμόν τι ἐγένετο Κισσέας καὶ κατὰ συναλιφὴν Κισσῆς.

`11.223b`

Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα:
ἀπὸ τοῦ Κισσέας τὸ Κισσῆς· διὸ περισπαστέον. ὡς νεώτατον δὲ εἰς εἰρηνικὰ χωρία διδόασιν αὐτὸν ἐκτρέφεσθαι οἱ γονεῖς.

`11.226a`

αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν:
ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἀμφότεροι γὰρ μητρὸς ἀδελφὰς ἐγάμησαν, ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδράστου Ἰφιδάμας δὲ Κισσέως θυγατέρα, ὢν Θεανοῦς υἱὸς τῆς Κισσέως.

`11.226b`

δίδου δʼ ὅ γε θυγατέρα ἥν: νῦν μὲν ψιλὸν τὸ τῆς ἐκδόσεως, ἐν δὲ τοῖς ἑξῆς καὶ ἐπεξεργασίᾳ τινὶ κέχρηται, «ἧς οὔτι χάριν ἴδε, πολλὰ δʼ ἔδωκεν»· καὶ ἔχει δαιμονίως τὰ τοῦ ἐπιμερισμοῦ· ὅπου μὲν γὰρ διηγεῖται, ψιλὸν τὸ τῆς ἐκδόσεως ἔθηκεν, ὅπου δὲ παθαίνεται ἐπὶ τῷ ἀνῃρημένῳ καὶ περὶ δώρων ὑποβάλλει καὶ παίδων.

`11.227a`

γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν:
βραχὺ διασταλτέον μετὰ τὸν σύνδεσμον πρὸς τὸ σαφέστερον. καὶ ὅτι καθʼ ὑπερβολὴν ἐμφαίνει τὸ ὑπόγυιον τοῦ γάμου καὶ τὴν περὶ τὸν πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναιρεσέως.

`11.227b`

γήμας δʼ ἐκ θαλάμοιο: μετὰ τὸν δέ ὀλίγη διαστολὴ διὰ τὸ πάθος. ὡς καὶ ἐπὶ Πρωτεσιλάου

`11.227c`

μετὰ κλέος ἵκετʼ Ἀχαιῶν: ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν· φιλοπόλεμοι γὰρ οἱ νέοι. καὶ Πίνδαρος·

«γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις ταρβεῖ προσιόντα νιν
περισσῶς». οὕτω Πῖος

`11.227d`

μετὰ κλέος ἵκετʼ Ἀχαιῶν: ἡ γὰρ ἧττα τούτου δόξα τῶν Ἑλλήνων ἐγίνετο.

`11.229`

ἐν Περκώτῃ λίπε: ἀρχαία αὕτη, ἣν νῦν Παλαιπερκώτην καλοῦσιν. τῆς Λαμψακηνῶν δὲ ἦν χώρας. καλῶς δὲ καὶ τὸ λίπε· καὶ γὰρ τότε ὁ Ἑλλήσποντος ὑπὸ τοῖς Ἀχαιοῖς ἦν.

τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ: ἐθαλασσοκράτουν— πόλις Ἑλλησπόντου.

`11.230`

ἐών: διχῶς, καὶ ἐὼν καὶ «ἰών».

`11.233`

Ἀτρείδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἔτραπετʼ ἔγχος: ἀξιοπίστως, ἵνα μὴ πάντα ἐπιτυγχάνοντα εἰσάγῃ. ἅμα δὲ καὶ τὸ ἀνθρώπινον ἐνδείκνυται. εἰς δὲ τὴν ἀριστείαν Ἀγαμέμνονος συντελεῖ τὸ μηδὲ τοῦτον φυγεῖν, ἀλλὰ τῇ δευτέρᾳ πληγῇ ἀναιρεθῆναι

Ἀτρείδης μὲν ἅμαρτε: ἀπέτυχεν. μόνον νῦν ὁ πρότερος —ἀφεὶς νικᾶται.

`11.234a`

κατὰ ζώνην θώρηκος ἔνερθε: ὅτι οὐ λέγει διὰ τοῦ θώρηκος ἔνερθεν ἐντὸς θώρακος, ἀλλὰ κατὰ ζώνην θώρακος, τὴν θωρακοζώνην λεγομένην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ «νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθεν», οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. ὁ δὲ λόγος οὗτος· τῆς θωρακοζώνης εἰς τὸ κάτω μέρος ἔνυξεν.

`11.234b`

κατὰ ζώνην θώρηκος ἔνερθεν: οὐ τὸν θώρακα δηλοῖ, ἀλλὰ τὴν καλουμένην θωρακοζώνην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ «ἀγκῶνος ἔνερθε», κατὰ τὸ κάτω μέρος τοῦ ἀγκῶνος.

`11.234c`

θώρηκος ἔνερθε: τὸ κάτωθεν διττῶς νοεῖται, ἓν μὲν τὸ κατὰ βάθος, ἓν δὲ τὸ κατὰ μῆκος, ὅπερ βούλεται λέγειν καὶ ἐπὶ Μενελάου, «ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον», πρὸς τὸ δυσδιακόμιστον τῆς πληγῆς.

`11.239a1`

οἷ: ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις.

`11.239a2`

ὀρθοτονητέον δὲ τὴν οἷ καὶ εἰς σύνθετον μεταληπτέον.

`11.239b`

ἕλκʼ ἐπὶ οἷ: ἐφʼ ἑαυτῷ ὥστε μὴ χρήσασθαι ἔτι ἐκεῖνον τῷ δόρατι. ἐφʼ ἑαυτῷ δὲ ἕλκει οὐ δεδιὼς ἔτι τὴν τρῶσιν διὰ τὸ ἀνακεκλάσθαι τὴν αἰχμήν· δῆλον γὰρ ὅτι ἅμα ἕλκων καὶ ὑποχωρεῖ. ἢ τὸ ἐπὶ οἷ τοιοῦτόν ἐστιν· εἰς τὸ παρʼ ἑαυτὸν μέρος, οὐ πάντως ἐπὶ τὸ σῶμα ἑαυτοῦ.

`11.239c1`

λίς: ὁ μὲν Ἀρίσταρχος ὀξύνει, ὁ δὲ Αἰσχρίων περισπᾷ· ὡς γὰρ παρὰ τὸ μῦς μῦν, φησί, καὶ «νοῦς» νοῦν, οὕτως καὶ λῖς, λῖν· «ἐπί τε λῖν ἤγαγε δαίμων». καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχνουμένων περιεσπάσθη. καὶ τάχα καθʼ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ, λέγω δὲ τὸ «λὶς πέτρη». τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ «θίς» καὶ ῥίς, καίτοι γε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίσταρχος· καὶ οὕτως ἐπείσθη ἡ παράδοσις.

`11.239c2`

Ἀρίσταρχος δὲ ὀξύνει τὸ λίς ὡς τὸ «θίς».

`11.239d`

ὥς τε λίς: συντόμως ἅμα καὶ ἀληθῶς τῇ παραβολῇ ἐχρήσατο· καὶ οἱ λέοντες γὰρ ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα ἀφαιρούμενοι τῶν κτεινόντων τὸ ὅπλον καὶ λανθάνουσιν ἑαυτοὺς τιτρώσκοντες.

`11.242-3a1`

οἰκτρός, ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, κουριδίης: βραχὺ διασταλτέον ἐπὶ τὸ οἰκτρός καὶ ἀλόχου πρὸς τὸ σαφέστερον, ὑποστικτέον δὲ ἀνυποκρίτως ἐπὶ τὸ ἀρήγων· τὸ γὰρ ἑξῆς ἀλόχου κουριδίης, τὸ δὲ ἀστοῖσιν ἀρήγων διὰ μέσου. δηλοῖ δὲ τοὺς αὐτοῦ πολίτας· Ἀντήνορος γὰρ υἱός ἐστιν. εἰ δὲ συνάπτοιμεν ἀστοῖσιν ἀρήγων κουριδίης, ἁμαρτησόμεθα· ἡ γὰρ γυνὴ Θρᾷσσά ἐστιν, ὥσπερ καὶ ὁ πατὴρ Κισσῆς.

`11.242-3a2`

διαστολὴ εἰς τὸ οἰκτρός καὶ ἀλόχου, τελεία δὲ εἰς τὸ ἀρήγων.

`11.242a`

οἰκτρός, ἀπὸ μνηστῆς ἀλόχου: ἐπεὶ περὶ θαλάμου ἔμπροσθεν διελέγετο καὶ κοίτης τῆς παρὰ γυναικί, περιπαθῶς ἄγαν τῇ ἐπιφωνήσει ἐχρήσατο.

`11.242b`

ἀστοῖσιν ἀρήγων: τοῖς Τρωσίν, ἐπεὶ Ἀντήνορος ἦν παῖς. τινὲς δὲ ἔθνος Θρᾳκικόν.

`11.243a1`

ἧς οὔτι χάριν ἴδε: χάριν τὴν ἐπὶ τοῖς τέκνοις καὶ τῆς συμβιώσεως.

`11.243a2`

ἤτοι οὐκ ἐχάρη ἐπὶ τῇ συμβιώσει αὐτῆς οὐδὲ ἐπὶ τεκνοποιήσει.

`11.243b`

ἧς οὔτι χάριν ἴδε: τοιαῦτα καὶ ἐπὶ Πρωτεσιλάου· «τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο καὶ δόμος ἡμιτελής».

`11.243c1`

πολλὰ δʼ ἔδωκεν: ὅρα ὅτι παρὰ τὴν τάξιν ἀλλοιότερα φαίνεται· εἶπε γὰρ «“δίδου δʼ ὅγε θυγατέρα ἥν” λαμβάνων ἐπʼ αὐτῇ δῶρα τοιάδε», ἄκαιρος ἦν ἀδολεσχία. ἐκεῖνα μὲν οὖν ψιλῶς διηγήσατο· νῦν δὲ συμπαθῶν φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα οὐκ ὤνατο αὐτῆς. οἰκειότατα οὖν ἔχει ἡ τομὴ τοῦ διηγήματος.

`11.243c2`

περιπαθῶς δέ φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα.

`11.244a1`

πρῶθʼ ἑκατὸν βοῦς δῶκεν: ὅτι θρέμματα ἐδίδοσαν οἱ μνηστευόμενοι. πρὸς τὴν ἐξήγησιν τῶν ἀλφεσιβοίων παρθένων ὅτι εἰσὶν αἱ ἀλφαίνουσαι βόας, ὅ ἐστιν εὑρίσκουσαι.

`11.244a2`

πρὸς τὴν ἐπεξήγησιν τοῦ «ἀλφεσίβοιαι».

`11.244-5`

χίλιʼ ὑπέστη —ποιμαίνοντο: ὑπέσχετο ὥστε ἐκ τῆς ἐπιγονῆς τῶν ποιμνίων καὶ ταῦτα ἀποδοῦναι.

`11.247`

βῆ δὲ φέρων … τεύχεα καλά: ἔοικε διαφέροντα εἶναι τὰ ὅπλα ὡς νέου καὶ νυμφίου· διὸ οὐ παρέρχεται αὐτά.

`11.248`

τὸν δʼ ὡς οὖν ἐνόησε Κόων: εἰκὸς γὰρ ὑπερασπίζειν αὐτοῦ τὸν ἀδελφὸν διὰ τὸ ἄπειρον καὶ νέον τῶν πολεμίων.

`11.249`

κρατερόν ῥά ἑ πένθος: ὁ ῥά σύνδεσμος ἐγκλιτικὸς ὢν φυλάξει τὴν ἰδίαν ὀξεῖαν διὰ τὴν ἕ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν.

`11.251a`

στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον: ἠνάγκασται μὲν διὰ τὸ πάθος τοῦ ἀδελφοῦ παρακινδυνεύειν, οὐ τολμᾷ δέ, ἀλλὰ κλέπτει τὴν μάχην. λεληθότως οὖν ἀτυχίας, οὐκ ἀνανδρίας ἐγκαλεῖ τῷ Ἀγαμέμνονι· ἀριστεύων γοῦν ὑπό τινος εὐτελοῦς ἐκ πλαγίου τιτρώσκεται, ἔπειτα τῆς οἰκείας γῆς δυστυχῶς ἐπέβη Μενέλαος δὲ τοὐναντίον «μαλθακὸς» μὲν «αἰχμητής», ἄλλως δὲ μακάριος. διδάσκει οὖν ὁ ποιητὴς ὡς τέλεια τὰ ῥώμης ἅμα καὶ τύχης.

`11.251b`

εὐράξ: τὸ εὐράξ ὀξύνεται, καθότι τὰ εἰς αξ λήγοντα ἐπιρρήματα ὀξύνεται, ὑπεσταλμένου τοῦ «ἅπαξ». σημαίνει δὲ τὸ ἐκ πλαγίου.

`11.252a`

νύξε δέ μιν κατὰ χεῖρα μέσην: τὴν ἀριστεράν· καὶ γὰρ ἐν τῷ Ἐπιταφίῳ ἀνίσταται ἄκοντι ἀγωνίσασθαι. ἀλλὰ καὶ Ὀδυσσεὺς παλαίει τὴν πλευρὰν τρωθείς διὰ τὸ αἰφνίδιον καὶ λεληθός.

`11.252b`

ἀγκῶνος ἔνερθεν: ὅτι οὐ λέγει ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. καὶ ἐν τοῖς ἐπάνω· «Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθεν».

`11.255`

ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μάχης: πρὸς τὸ μηδὲ τοῦτον τρωθέντα ἀπαλλάσσεσθαι.

`11.256a`

ἀνεμοτρεφὲς ἔγχος: ὅτι διὰ τοῦ ἀνεμοτρεφές βούλεται σημαίνειν τὸ εὔτονον· τὰ γὰρ ἐν εὐηνέμῳ χωρίῳ φυόμενα εὔτονα γίνεται, παλλόμενα καὶ κραδαινόμενα· διὸ καὶ τὴν Ἀχιλλέως μελίαν «Πηλίου ἐκ κορυφῆς» λέγει τετμῆσθαι. οἱ δὲ ἀπέδωκαν ἀνεμοτρεφὲς τὸ κοῦφον καὶ εὐκίνητον— δένδρα στερεά.

`11.256b`

ἀνεμοτρεφές: στερεόν, ὑπὸ ἀνέμων γεγυμνασμένον τὰς ἶνας· καὶ ἀλλαχοῦ· «οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης, τὸ δέ τε πνοιαὶ δονέουσιν». δῆλον δὲ ἐξ ὧν καὶ τὸ κῦμα «ἀνεμοτρεφές» φησίν.

`11.256c`

ἀνεμοτρεφές: τὸ τρεφόμενον ὑπὸ ἀνέμων, ὅ ἐστιν ἰσχυρόν. τὸ ἐναντίον δὲ ἐπὶ τοῦ ἀσθενοῦς φυτοῦ· «ἐλθών τʼ ἐξαπίνης ἄνεμος βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίην». ἢ ἀνεμοτρεπές, τὸ ἀντιτασσόμενον καὶ ἀνέμοις ξύλον διὰ στεριφότητα.

`11.257a1`

ὄπατρον: ψιλωτέον, οὐχ ὡς οἴονται διὰ τὴν συγκοπήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀπεδείξαμεν δὲ ἡμεῖς ἐν ἑτέροις ὡς καὶ δασύνεται· ἑστήκαμεν γοῦν καὶ «ἕσταμεν», Ἡράκλεες Ἥρακλες. τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι, ὀπιπεύω, ὀπή, ὀπώρα. παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο «ὀπάων». οὕτως οὖν ἔχει καὶ τὸ ὄπατρος. προσέθηκα δὲ εἰ μὴ ἀναφορικὴ σημασία, διὰ τὸ «ὁποῖος», «ὅπως» καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι τὸ ὁπλή καὶ τὸ «ὅπλον» καὶ τὰ ἀπὸ τούτων παρηγμένα.

`11.257a2`

ὄπατρον: ψιλωτέον τὸ ὄπατρον· τὸ ο πρὸ τοῦ π φιλεῖ ψιλοῦσθαι, εἰ μὴ κατὰ ἀναφορὰν εἴη, σεσημειωμένου τοῦ ὁπλή καὶ «ὅπλον» καὶ τῶν παρʼ αὐτά.

`11.259`

τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης:
ὡς δὴ μὴ πάσης κρατῶν τῆς δυνάμεως ἄλλο τι πράσσοντα τοῦτον ἀναιρεῖ, τῶν δὲ ἄλλων ἄντικρυς κρατεῖ.

`11.261a1`

τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε: περιπαθῶς· ᾧ ἐπικουρῶν Κόων ἐβόα τοὺς ἑταίρους καλῶν, τούτῳ αὐτὸν ὁ Ἀγαμέμνων ἔτρωσεν.

`11.261a2`

ᾧ ἐπικουρῶν ὁ Κόων ἔτρωσεν Ἀγαμέμνονα, ἐπʼ αὐτῷ τρωθεὶς κατέπεσεν.

`11.262-3`

ἔνθʼ Ἀντήνορος υἷες—Ἄϊδος εἴσω: περιπαθῶς ἀπήγγειλεν. διὰ τί δὲ Ἀντηνορίδην φονεύει; ὅτι αὐτὸς ἦρξε σταθεὶς εὐρὰξ καὶ βαλὼν Ἀγαμέμνονα· οὐ γὰρ ῥητέον ὡς ἠγνόουν ἀλλήλους, ἐπεὶ σαφῶς εὑρίσκομεν ἐν τοῖς Αἴαντος λόγοις «ἀλλὰ κασίγνητος Ἀντήνορος»· ὁ γὰρ Ἰφιδάμας νέηλυς ἦν.

`11.262`

ὑπʼ Ἀτρείδῃ βασιλῆϊ: ὅτι ἀντὶ τοῦ ὑπʼ Ἀτρείδου βασιλέως, πρὸς τὴν μετάληψιν τῆς πτώσεως.

`11.263`

ἔδυν: τὸ ἔδυν συσταλτέον· ἔστι γὰρ πληθυντικόν, κατὰ συγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυσαν.

`11.266`

ἐξ ὠτειλῆς: ὅτι τὴν ἐκ χειρὸς πληγὴν ὠτειλὴν λέγει, παρὰ τὸ οὐτάσαι.

`11.267a`

αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα: ἰατρικῶς· μέχρι γὰρ τούτου ἀφλέγμαντά ἐστι τὰ ἕλκη.

`11.267b`

αὐτὰρ ἐπεί: ἀντὶ τοῦ ἐπεὶ δέ.

`11.268`

ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο: ὡς γὰρ ὑπὸ κέντρων ἀλγοῦμεν ὑπὸ τῶν τοιούτων φλεγμονῶν. κυριώτατα οὖν κεῖται τὸ ὀξεῖαι. καὶ ἔστι δυσμετάληπτον τὸ ὄνομα, τοῖς πεπειραμένοις μόνοις δῆλον. διὰ δὲ τοῦ δῦνον μένος τὴν εἰς βάθος χωρήσασαν ἀλγηδόνα ἐσήμανεν.

`11.269-71`

ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
δριμύ, —ὠδῖνας ἔχουσαι: πρὸς τοὺς νυγμοὺς τῆς ἀλγηδόνος εἴκασται· πῶς γὰρ ἄνανδρος ὁ εἰργασμένος τοσαῦτα; πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξύ, τὸ δριμύ, τὸ πικρόν, ἐπιτείνων τὰς ὀδύνας. πᾶν δὲ τὸ πόνον ἐμποιοῦν βέλος λέγεται.

`11.270a`

προϊεῖσι: ὡς «τιθεῖσι»· καὶ γὰρ ἐν ἑτέροις «ὄπα λειριόεσσαν ἱεῖσιν». ὁμοτονεῖν δὲ θέλει τὰ εἰς ι λήγοντα τοῦ ἐνεστῶτος ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν· «ἱέντες», ἱέντων ἱεῖσι· οὕτως οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ «φασί»· ῥῆμα γὰρ ὀξύνεται, μετοχὴ δὲ ὂν βαρύνεται.

`11.270b`

μογοστόκοι: Ἀρίσταρχος παροξύνει· δραστικὴ γάρ φησιν ἔννοιά ἐστιν· οὐ γὰρ αἱ Εἰλείθυιαι πάσχουσιν, ἵνα προπαροξύνωμεν, ἀλλʼ ἐνεργοῦσι κατὰ τῶν τικτουσῶν. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα παροξύνεσθαι, εἰ μὴ κανών τις κωλύει· εἰσὶ γάρ τινες κανόνες, καθʼ οὕς, κἂν ἐνέργεια σημαίνηται, πάντως προπαροξύνεσθαι δεῖ. μάχεται μέντοι ἄντικρυς τὸ «ὄρνυσθʼ, ἱππόδαμοι Τρῶες»· ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη.

`11.270c`

μογοστόκοι: αἱ ἐπὶ τῶν μόγις τικτουσῶν τεταγμέναι, ὡς ξένιος Ζεὺς ὁ ἐπὶ τῶν ξένων.

`11.270d`

Εἰλείθυιαι: ὅτι ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυντικῶς Εἰλειθυίας λέγει. ἀριθμὸν δὲ αὐτῶν οὐδὲ ὀνόματα παραδίδωσιν, ὥσπερ οὐδὲ Μουσῶν. Εἰλείθυιαι δὲ Διὸς καὶ Ἥρας θυγατέρες, τῶν τοκετῶν προϊστάμεναι.

`11.271`

πικρὰς ὠδῖνας ἔχουσαι: ἀμφίβολον· ἢ γὰρ ἐπιμελείας ἀξιοῦσαι, ὡς τὸ «καί μοι κῆπον ἔχει», ἢ ἐπέχουσαι τὰς πικρὰς ὠδῖνας καὶ εἴργουσαι, ὡς τὸ «ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος». ἄμεινον δὲ τὸ πρῶτον.

`11.273`

ἐς δίφρον δʼ ἀνόρουσε: πρῶτον τὸν βασιλέα ἔπειτα τοὺς ἀριστεῖς ἐξάγει, Διομήδη Ὀδυσσέα Εὐρύπυλον Μαχάονα ὅπως ἀναρχίας ἕνεκεν, οὐκ ἀσθενείας δοκοίη τῶν νεῶν ἡ καῦσις γενέσθαι. πῶς δὲ οὐδένα στρατηγὸν ἀνθʼ ἑαυτοῦ κατέλιπεν; ἵνα μὴ προτιμήσας ἕνα τοῖς λοιποῖς ἀπέχθηται· καὶ ὁ Μενέλαος παρῆν βασιλεὺς ὢν δεύτερος. ἔστι δὲ καὶ ἐναγώνιον· ὅτε γὰρ φόβος μείζων διὰ τὴν ἀπουσίαν τῶν ἀριστέων, καὶ ὁ πόθος Ἀχιλλέως μείζων.

`11.274`

ἤχθετο γὰρ κῆρ: ἀναγκαίως ἀπολογεῖται ὅτι οὐκ ἂν ἀπηλλάγη, εἰ μὴ τῆς ψυχῆς αὐτοῦ ἀνθήπτετο τὸ δεινόν.

`11.277-9`

ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε—πολεμίζειν: εὖ τοῖς ἀριστεῦσιν ἐντέλλεται ἀπιών· εἰ γὰρ μὴ τὴν αἰτίαν τῆς ὑποχωρήσεως ἐσήμανε, κἂν δεινότερα ὑπενόησαν περὶ αὐτοῦ, ὡς ὅτι τέθνηκε μαχόμενος.

`11.278-9a`

ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεύς εἴασε Τρώεσσι πανημέριον πολεμίζειν: εὖ τὸ μὴ τῷ τραύματι ἄχθεσθαι καίτοι σφόδρα ὀδυνώμενον, ἀλλʼ ὅτι πανημέριος πολεμίζειν ἐκωλύθη.

`11.278-9b`

ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεύς εἴασε— πολεμίζειν: οὐκ ἐπεξεργάζεται τὰ τοῦ τραύματος, ἀλλʼ εὐπρεπῶς ἐνεδείξατο ὅτι ὑπὸ τοῦ θεοῦ κωλυθεὶς ἀγωνίσασθαι διʼ ὅλης ἡμέρας ἀναχωρεῖ.

`11.281`

οὐκ ἄκοντε: ὅτι διὰ τοῦ ἐναντίου τὸ ἐναντίον.

`11.282`

ἄφρεον δὲ στήθεα, ῥαίνοντο δʼ ἔνερθε κονίῃ:
ἔστιν ἰδεῖν τὸν ἀφρὸν τῶν ἵππων μέχρι τῶν στηθῶν καταφερόμενον καὶ τὸν κονιορτὸν ἀναφερόμενον κάτωθεν.

`11.286`

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί:
κατὰ πάντων τὸ ἀγχιμαχηταί, ἵνα μὴ ἐπονείδιστος ἔοι ἡ παράκλησις.

`11.287`

ἀνέρες ἔστε, φίλοι: βραχὺ διασταλτέον ἐπὶ τὸ ἔστε· οὐ γὰρ παρακελεύεται αὐτοῖς φίλοις ἀνδράσι γενέσθαι, ἀλλὰ προσφωνεῖ μὲν «ὦ φίλοι», κελεύει δὲ ἀνδρείους γίνεσθαι.

`11.288`

οἴχετʼ ἀνὴρ ὤριστος: ἢ καθʼ ὅλου—«κρατερός τε» γὰρ «αἰχμητής»—ἢ νῦν ἄριστος.

`11.288-9`

ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκεν Ζεύς: βαρβαρικῶς ἀλαζονευόμενος τὴν ἐπικουρίαν τοῦ Διός φησι τῆς ἐσομένης ἀριστείας αἰτίαν, αὑτὸν ἀποκρούων τῶν κατορθωμάτων.

`11.289`

ἀλλʼ ἰθὺς ἐλαύνετε: ἀντὶ τοῦ ἐπʼ εὐθείας. εἰ δὲ τέλος χρονικὸν θέλει, «εἶθαρ» φησίν.

`11.290a`

ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε· ἢ τοῦ τῶν Ἑλλήνων ὑπέρτερον, ἢ οὗ πρότερον ἐκτήσασθε· ἢ ἐπιφανέστερον οὗ προεξένησεν ἡ προτέρα μάχη· ὃ καὶ ἄμεινον.

`11.290b`

ὑπέρτερον: Ἀρίσταρχος «ὑπέρτεροι».

`11.291`

ὤτρυνε μένος καὶ θυμόν: μένος καὶ θυμὸν ἐκ παραλλήλου· μένος δὲ καὶ τὴν ψυχὴν εἴωθε καλεῖν.

`11.292-3`

ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας— ἠὲ λέοντι: διὰ τῆς παραβολῆς ἀσθενεστέρους Τρῶας καὶ θρασυτέρους ἀπέδειξεν· καὶ ἀλλαχοῦ «ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ἅπτηται».

`11.292`

ἀργιόδοντας: ὀξεῖς ὀδόντας ἔχοντας.

`11.297a`

ὑπεραέϊ ἶσος ἀέλλῃ: ὅτι ἔν τισι γράφεται «ὑπὲρ οὔρεος ἶσος ἀέλλῃ»· τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ὑπεραέϊ σημαίνεται, ὅταν ἐκ τοῦ ὕπερθε τόπου καταφέρηται πνοή. ταύτας δὲ ἡμεῖς καταιγίδας καλοῦμεν ἀπὸ τοῦ κάτω ἀΐσσειν.

`11.297b`

ὑπεραέϊ: ὡς εὐσεβέϊ, κατὰ διάστασιν· ἔφαμεν γὰρ τὰ παρὰ τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεσθαι, ἀκραής, «δυσαής». οὕτως ὑπεραὴς ὑπεραῆϊ ὑπεραέϊ.

`11.297c`

ὑπεραέϊ: κατὰ διάστασιν, ὡς τὸ εὐσεβέϊ καὶ εὐαέϊ. ἢ μᾶλλον ὑφʼ ἕν.

`11.297d`

ὑπεραέϊ ἶσος ἀέλλῃ: ἀντὶ τοῦ ἄνωθεν ἐκ καθέτου φερομένῃ, ἥτις ἐστὶν ἀπαραφύλακτος καὶ σφοδροτέρα. καὶ ἀλλαχοῦ «ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων». πρὸς τὴν ἀπροσδόκητον οὖν ἐπιφάνειαν Ἕκτορος καὶ τὴν ὁρμὴν καὶ τὴν ἐκ τῆς ἄλλης ταραχῆς. ἐμφαντικῶς δὲ τὸ ἅλμα καὶ ἡ ἔμπτωσις τοῦ ἥρωος ταραχὴν παρέστησεν. καὶ τὴν ἄελλαν δὲ ἐξῆρεν, ὑπεραέα αὐτὴν εἰπών, καὶ ἀντὶ τῆς θαλάσσης τὸν «πόντον» εἶπεν, ὅς ἐστι φύσει δυσχείμερος. εἶτα καὶ ἡ κατά ἔμφασιν ποιεῖ τινα τῷ ἅλματι.

`11.297e`

ἶσος ἀέλλῃ: ὁ Ἕκτωρ.

`11.297-8`

ἐν δʼ ἔπεσʼ—πόντον ὀρίνει: ὑπεραέϊ δὲ ὑπερβαλλόντως πνεούσῃ, ὅταν ἐκ τοῦ ὕπερθεν καταφέρηται τὸ πνεῦμα. τὸ δὲ ἑξῆς, ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη ἀπὸ ὄρους πόντον ὀρίνει.

`11.299`

ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν:
ἐπὶ λύπῃ τῶν Ἀχαιῶν οὐκ ἔτι τὴν Μοῦσαν, ἀλλὰ ἑαυτὸν ἐρωτᾷ.

`11.300a`

Ἕκτωρ Πριαμίδης, βροτολοιγῷ ἶσος Ἄρηϊ:
γράφεται «Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν».

`11.300b1`

ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν: ὅτι νόθα τὰ κατορθώματα. εἰ δὲ καὶ καταλέγει τοὺς ἀναιρουμένους, παρατρέχων ὡς διηγούμενος, ἐπικρύπτων τὸ ὄνειδος τῇ βραχυλογίᾳ.

`11.300b2`

δείκνυσιν ὅτι νόθα τὰ κατορθώματα. ὡς ἐν παρόδῳ δὲ καταλέγει τοὺς ἀναιρουμένους, ἐπικρύπτων τῇ βραχυλογίᾳ τὸ ὄνειδος.

`11.301a1`

Ἀσαῖον: προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρότερον τὸ ι. τὰ δὲ ἀπὸ τῶν εἰς α ληγόντων, μακρᾷ παραληγομένων, παραγόμενα διὰ τοῦ αιος προπερισπᾶσθαι θέλει, «Μοῦσα» Μουσαῖος, γενναῖος, Πισαῖος, ἑρσαῖος. οὕτως καὶ Ἀσαῖος. οὐ μάχεται τὸ Ἥραιος προπαροξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο. τὸ μέντοι «Πείραιος» προπαροξυνόμενον παρὰ τὸ πειρῶ ἐγένετο ὡς παρὰ τὸ φιλῶ Φίλαιος. οὕτως καὶ παρὰ τὸ βέβηκα ὁ βέβαιος.

`11.301a2`

Ἀσαῖον: προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσά ἐστι, καὶ πάντα τὰ ἀπὸ τῶν εἰς α ληγόντων θηλυκῶν καὶ μακρᾷ παραληγομένων προπερισπῶνται.

`11.302a`

καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον: πρὸς τὴν ὁμωνυμίαν, ὅτι καὶ τῶν Τρώων ἐστὶ Δόλοψ· «τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς εὖ εἰδώς, Λαμπετίδης», Λάμπου υἱὸς τοῦ Πριάμου ἀδελφοῦ· καὶ τῶν μνηστήρων εἷς Ἀγέλαος

`11.302b`

καὶ Δόλοπα Κλυτίδην: ἕτερος οὗτος παρὰ τὸν Τρωϊκόν· «Δόλοψ αἰχμῆς εὖ εἰδώς, Λαμπετίδης».

`11.304`

τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας: ἢ τῶν τάξεων, ὡς «πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο»· ἢ τοὺς προμαχίζοντας. ἵνα δὲ μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, καὶ τοῦτον ἡγεμόνας φησὶν ἀναιρεῖν, ἀλλʼ οὐ σύνδυο, ὡς Ἀγαμέμνων

`11.304-5`

αὐτὰρ ἔπειτα πληθύν: συντέμνει τὸ διήγημα διὰ τοῦ αὐτὰρ ἔπειτα πληθύν.

`11.305-8`

πληθύν, ὡς ὁπότε νέφεα—ἰωῆς: ἡ ὁμοίωσις πρὸς τὸ συνεχὲς τῶν ἀναιρουμένων· ὡς γὰρ νέφη, φησί, συνδιώκει Ζέφυρος ἄνεμος ὑπὸ Νότου συστραφέντα, οὕτω συνδιώκων ἀνῄρει τὸ πλῆθος ὁ Ἕκτωρ. καλῶς δὲ τοὺς πυκνωθέντας μὲν ὑπὸ Ἀγαμέμνονος, διασκεδασθέντας δὲ ὑπὸ Ἕκτορος νέφεσιν εἴκασεν, ἃ συνάγει μὲν Νότος, διώκει δὲ Ζέφυρος. ηὔξησε δὲ καὶ τὸν Ζέφυρον, μέγα κῦμα ὑπʼ αὐτοῦ ἀνεγείρεσθαι λέγων. καὶ ἀνέμων δὲ φύσεις οἶδεν ὁ ποιητής, ἐφʼ οἷς Εὖρον μὲν καὶ Νότον οἶδε συνάγοντας νέφη, Ζέφυρον δὲ καὶ Βορέαν διασκιδνάντας τὰ συνηγμένα ὡς ὁ ποιητής.

`11.305-6a`

πληθύν· ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων: ἐπὶ τὸ Νότοιο βραχύ διασταλτέον· τὸ γὰρ ἑξῆς, νέφεα ἀργεστᾶο Νότοιο Ζέφυρος στυφελίξῃ βαθείῃ λαίλαπι, ὡς τὰ ὑπὸ τοῦ Νότου συναχθέντα νέφη τοῦ Ζεφύρου διασκιδνάντος. καὶ χαριέντως πάνυ ἔχει ἡ ὁμοίωσις· καὶ γὰρ τοὺς Ἕλληνας ὑπʼ Ἀγαμέμνονος ἐπιστρεφεστέρους γενομένους διέλυσεν ὁ Ἕκτωρ.

`11.305b`

νέφεα—Νότοιο: τὸ ἑξῆς νέφεα ἀργεστᾶο Νότοιο, τουτέστι τὰ ὑπὸ τοῦ Νότου συνηγμένα.

`11.306a`

ἀργεστᾶο Νότοιο: πρὸς τὸ σημαινόμενον, ὅτι τὰ συνιστάμενα ὑπὸ τοῦ Νότου νέφη ὁ Ζέφυρος διατινάσσει. ὁ δὲ καλούμενος Λευκόνοτος σφοδρότερός ἐστιν. Ὅμηρος δὲ τέσσαρας ἀνέμους μόνους οἶδεν.

`11.306b`

ἀργεστᾶο: ἀπὸ τοῦ ἀργεστής ὀξυτόνου Βοιωτιακὴ γενικὴ ἡ ἀργεστᾶο προπερισπωμένως.

`11.306c`

ΑΡΓΕΣΤΑΟ: εἰ μὲν ἐπὶ τοῦ Εὔρου κεῖται, ἔστι κύριον προπαροξυνόμενον, ὡς «Ἀργέσταο»· εἰ δὲ ἐπίθετον τοῦ Νότου, προπερισπᾶται.

`11.306d`

ἀργεστᾶο Νότοιο: οἱ μὲν ταχέος, οἱ δὲ τοῦ Λευκονότου. οἱ δὲ λείπειν τὸν ἤ, ἵνʼ ᾖ ἢ Ἀργέστου ἢ Νότου, ὅ ἐστιν Εὔρου· καὶ Ἡσίοδος γὰρ «Ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον καὶ Νότον» εἰς τὸ Νότοιο δὲ ὀλίγη διαστολή, ἵνʼ ᾖ ὡς Ζέφυρος κινήσῃ νέφη, ἃ συνήγαγε Νότος, οὕτως Ἕκτωρ ἐσκέδασε τοὺς ὑπὸ Ἀγαμέμνονος συνηγμένους.

`11.307a`

πολλὸν δὲ τρόφι κῦμα: ὅτι  … τὸ τρόφι ἀποκοπῇ τοῦ τρόφιμον ὁ Ἡρωδιανός φησιν, ὅτι ἔστη τῇ πήξει, τῇ αὐξήσει· «κύματά τε τροφέοντα» εὐτραφῆ, καὶ τροφαλὶς τὸ πεπηγὸς γάλα.

`11.307b`

πολλόν: οὐκ ἐπʼ ἀριθμοῦ, ἀλλʼ ἐπὶ μεγέθους ἡ λέξις, ὡς τὸ «πολλὸς γάρ τις ἔκειτο».

`11.307c`

ἄχνη: ἧς οὐ δυνάμεθα ἔχεσθαι διὰ τὸ λεπτόν.

`11.308a`

πολυπλάγκτοιο: τοῦ πανταχοῦ περιάγοντος τὰ κύματα ἢ τὰ σώματα.

`11.308b`

ἰωῆς: ὁρμῆς, παρὰ τὸ ἴω.

`11.309`

ὡς ἄρα πυκνὰ καρήατα: κατʼ ἐξοχήν· καὶ «τοίην γὰρ κεφαλήν».

`11.310`

ἔργα γένοντο: ἀρχαϊκώτερον—συντάσσει ῥήματα.

`11.311`

καί νύ κεν ἐν νήεσσι πέσον: πρὸς τὸ «ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.».

`11.312`

εἰ μὴ Τυδείδῃ Διομήδει κέκλετʼ Ὀδυσσεύς: ἐσήμανε τὸ «σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας κεκλόμενοι ἑτάροισι»· φησὶ γοῦν, ὡς ἔπαθον ἄν, εἰ μὴ ὁ λόγος Ὀδυσσέως ὤνησεν. Διομήδεα δὲ προτρέπεται ὡς κοινωνὸν τῶν κατὰ νύκτα. ὅπερ δὲ Διομήδης ἐποίησεν ἐν τῇ Θ, νῦν Ὀδυσσεύς.

`11.313a`

Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
ἠρέμα ἀπολογεῖται περὶ τῆς ἐν τῇ προτέρᾳ μάχῃ φυγῆς· τότε γὰρ εἶξεν Ὀδυσσεύς, ὅτε τὸ Ἑλληνικὸν κεραυνοῖς ἐφόβει ὁ Ζεύς. ἀλογίστως δὲ ὁ Διομήδης ἀνθίστατο, καὶ τοῦτο αὐτῷ ὁ Νέστωρ ἐπιπλήττει· ἐνταῦθα δὲ οὐδενὸς τοιούτου γενομένου ἀνιαρῶς μὲν ὁ Διομήδης ἀφέστηκε τῆς τύχης, ὁ δὲ Ὀδυσσεὺς εὐλόγως μένει· διὸ καὶ βοᾷ· τί παθόντε λελάσμεθα, τί τὸ φοβοῦν ἡμᾶς ἐστιν;

`11.313b`

θούριδος ἀλκῆς: ἣν πρὸ ὀλίγου ἐπεδειξάμεθα κατὰ Ῥήσου, ἢ ἥν μοι προετρέπου

`11.314a`

ἀλλʼ ἄγε δεῦρο, πέπον: σημειοῦνταί τινες ὅτι ἀριστείαν ἐνταῦθα Ὀδυσσέως παράγει, τὸ δὲ δεῦρο εἰς τοῦτον τὸν τόπον.

`11.314b`

παρʼ ἔμʼ ἵστασο: παρʼ ἐμέ· «συμφερτὴ δʼ ἀρετή». Κομανὸς δέ φησι καθʼ ὑπεροχὴν ἐπαινεῖσθαι Ὀδυσσέα, εἴ γε ὡς ἥττονι Διομήδει ἐπιτάσσει.

`11.314-5`

δὴ γὰρ ἔλεγχος ἔσσεται: εὖ τὸ μὴ τοῦ θανάτου πεφροντικέναι, τῆς δὲ αἰσχύνης, ἣν ἐπέφερε τὸ πρᾶγμα.

`11.315a`

ἔσσεται: ἡμῖν δηλονότι.

`11.315b`

εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ: τινὲς «εἴ κεν Τρῶες  … νῆας ἕλωσιν», ἐπεὶ καὶ «Τρωσὶν δὴ βόλεται δοῦναι κράτος».

`11.317a`

ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα:
ὡς ἔμφρων ὁ Διομήδης αἰσθάνεται μὲν τὰ θεῶν, οὐ μὴν προφασίζεται.

`11.317b`

μενέω καὶ στήσομαι: ἤλλακται διὰ τὸ μέτρον.

`11.317c`

στήσομαι: καὶ «τλήσομαι» γράφεται.

`11.318a1`

ἡμέων ἔσσεται ἦδος: νοεῖ ἀπὸ τοῦ ἀγχιστρόφου τῆς μάχης, καὶ Ὀδυσσεὺς μέν, ὅπως βασανίζῃ τὸν καιρόν. ἄλλως τε καὶ εἰς τὰ ἑξῆς πιθανῶς οἰκονομεῖ ὁ ποιητής· ἐπεὶ γὰρ αὐτοὺς βούλεται τρωθῆναι, ὅπως ἀναρχίας ἕνεκεν δοκοίη ἡ καῦσις γενέσθαι τῶν νεῶν, ἑαυτοῖς ἐπιδιδοῦσιν τοῖς δεινοῖς. διδάσκει δὲ ὅτι χρὴ πράττειν τὰ περὶ ἑαυτοῦ, εἰ καὶ μέλλοι τὰ τῆς τύχης ἐναντιοῦσθαι.

`11.318a2`

ἀπὸ τῆς ἀγχιστρόφου μάχης τοῦτο νοεῖ, Ὀδυσσεὺς δὲ βασανίζει τὸν καιρόν. οἰκονομικῶς δὲ ὁ ποιητὴς ἐπιρρίπτει αὐτοὺς τοῖς δεινοῖς, ὅπως τρωθέντες ὑποχωρήσωσι καὶ διʼ ἀναρχίαν ἡ καῦσις τῶν νεῶν γεγονέναι δοκῇ. διδάσκει δὲ ὅτι χρὴ πράττειν τὰ παρʼ ἑαυτοῦ, καὶ εἰ μέλοι τὰ τῆς τύχης ἐναντιοῦσθαι.

`11.319`

βόλεται: ὅτι ἀντὶ τοῦ βούλεται.

`11.320`

ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε:
Θυμβραῖον ὡς «Ἰδαῖον». ὅτε δὲ εὐτυχοῦσι, σύνδυο φονεύουσι

`11.321-2`

αὐτὰρ Ὀδυσσεύς ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος: ἀντίθεον ἀντὶ τοῦ παρεπομένου. ἀντὶ τοῦ ἐφόνευσε καὶ Ὀδυσσεύς.

`11.322`

τοῖο ἄνακτος: τούτου τοῦ προειρημένου.

`11.324-5`

ὡς ὅτε κάπρω ἐν κυσὶ—πέσητον: ἐπεὶ καὶ ἔλεγε «σεύῃ ἐπʼ ἀγροτέρῳ συΐ».

`11.325a`

ἐν κυσί: ἀντὶ τοῦ εἰς κύνας.

`11.325b`

θηρευτῇσι: διχῶς «θηρητῆρσι» καὶ θηρευτῇσι.

`11.326a`

παλινορμένω: ὅτι ἀντὶ τοῦ ὄπισθεν ὁρμῶντες, ὡς «παλιμπλαγχθέντας».

`11.326b`

παλινορμένω: Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχος. εἴρηται δὲ περὶ τῆς συνθέσεως τοῦ πάλιν ὡς πρὸς τὰς μετοχὰς ἐν τῇ Α, ὅτε περὶ τοῦ «πλαγχθέντας» διελαμβάνομεν.

`11.326c`

παλινορμένω: προφυγόντες γάρ, ὥς φησι «καὶ νύ κεν ἐν νήεσσι πέσον», νῦν ἔναντι ὁρμῶσιν. Ἀρίσταρχος ὑφʼ ἓν ἀναγινώσκει τὸ παλινορμένω, «παλίνορσος», «εὐρυκρείων», «ἐϋφρονέων».

`11.327a`

ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον:
οὐ χρὴ ὑπιδομένους τὸ ἀπεμφαῖνον—πῶς γὰρ ἀνέπνεον Ἕκτορα; — διαστέλλειν ἐπὶ τὸ ἀνέπνεον, ἐπεὶ καὶ συναπτόντων ἡμῶν νοεῖται τὸ ὑπερβατὸν φεύγοντες Ἕκτορα.

`11.327b`

ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον:
τὸ ἑξῆς φεύγοντες Ἕκτορα δῖον ἀσπασίως ἀνέπνεον· καὶ συναπτόντων δὲ ἡμῶν δῆλον τὸ ὑπερβατόν. ὅρα τὸ ὄφελος τῶν Ὀδυσσέως λόγων, ὅτι παρορμήσας τὸν Διομήδην αἴτιος γέγονε τοῖς ἄλλοις Ἕλλησι σωτηρίας. τοῦτο δέ ἐστι τὸ «καί τε πολεῖς ἐσάωσεν».

`11.328a`

ἔνθʼ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω: ὅτι συλληπτικῶς εἴρηκεν ἑλέτην καὶ κοινὸν ποιεῖ τοῦ ἑτέρου τὸ κατόρθωμα. ἔστι δὲ Διομήδης μόνος ὁ ἀνελών· ἐπιφέρει γοῦν «τοὺς μὲν Τυδείδης».

`11.328b`

ἑλέτην: συλληπτικῶς τὸ ἐπὶ ἑκατέρου· ἄμφω γὰρ πρὸς ἕνα δίφρον καὶ δύο ἄνδρας εἷλον.

`11.328c`

ἑλέτην δίφρον τε καὶ ἀνέρε: «ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε»

`11.329`

υἷε δύω Μέροπος Περκωσίου: Ἄμφιος καὶ Ἄδραστος. Μέροπος Περκωσίου τινὲς πατρωνυμικῶς· ἐπεὶ πῶς Περκώτης Ἄσιος ἄρχει οὗτοι δὲ Ἀδραστείας καὶ Ἀπαισοῦ ἢ μετανάστης ἦν αὐτοῖς ὁ πατὴρ ἀπὸ Περκώτης μετοικήσας.

`11.331-2`

τὼ δέ οἱ οὔτι πειθέσθην: οὔτε ἀπειθεῖν πατράσιν ἀξιοῖ οὔτε μαντικῆς καταφρονεῖν, θανάτῳ τοὺς τοῦτο δράσαντας κολάζων.

`11.333`

τοὺς μὲν Τυδείδης: ὅτι διὰ τούτου συνίσταται ὁ Διομήδης μόνος ὁ ἀνῃρηκὼς τοὺς προειρημένους.

`11.334`

κεκαδών: χωρίσας, παρὰ τὸ χάζω.

`11.336a`

ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων:
πρὸς τὸ ἀξιόπιστον· οὐ γὰρ ἂν ἠρίστευον ἀντιτασσομένου Διός. φιλέλλην δὲ ὢν ὁ Ζεὺς τὸ πρόθυμον αὐτῶν αἰδεσθεὶς πρὸς ὀλίγον ἐνδίδωσιν. ἢ τοῦτο θέλει εἰπεῖν ὡς ἰσοβαρὴς γέγονεν αὐτοῖς ἐκείνῃ τῇ ἡμέρᾳ ἡ μάχη· πρῶτα μὲν «ἴσας ὑσμίνῃ κεφαλὰς ἔχον», ὕστερον ἀριστεύει Ἀγαμέμνων, ἔπειτα Ἕκτωρ. εἶτα οὗτοι καὶ τιτρώσκονται· ἀλλὰ καὶ Ἕκτωρ ἐτρώθη τὸ δὲ ἔνθα χρονικῶς.

`11.336b`

ἔνθα σφιν—Κρονίων: ἀμφοτέροις τοῖς στρατεύμασιν ἴσην τὴν μάχην ἐξέτεινεν.

`11.337`

οἱ δʼ ἀλλήλους ἐνάριζον: ὡς καὶ τῶν Ἀχαιῶν ἐπιστρεψάντων.

`11.339a`

ἥρωα: ὅτι πάντες ἥρωες ἐκαλοῦντο.

`11.339b`

οὐ γάρ οἱ ἵπποι: ἐν ἄλλῳ «οὐδὲ γὰρ ἵπποι».

`11.340a`

προφυγεῖν: λείπει «πρὸς τό».

`11.340b`

ἀάσατο δὲ μέγα θυμῷ: ἐπικερτομεῖ τὸ θράσος.

`11.345a1`

τὸν δὲ ἰδὼν ῥίγησε: γράφεται «τὸν δὲ ἰδὼν ἐνόησε».

`11.345a2`

ἐνόησε: γράφεται «ῥίγησε».

`11.345b`

τὸν δὲ ἰδὼν ἐνόησε: ἰδὼν ἐνόησε ὅτι κατʼ αὐτῶν ᾔει. ἢ ἐκ παραλλήλου τὸ αὐτό. ἀλλὰ τὸ πρῶτον ἄμεινον.

`11.346`

ἐγγὺς ἐόντα: οὐκ ἀφίστανται ἀλλήλων· ἴσασι γὰρ ὡς τὸ κοινωνεῖν αἴτιον αὐτοῖς τῶν κατορθωμάτων.

`11.347a1`

νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ:
ἀντὶ τοῦ κυλίνδει, ὡς ἄνεμος κυλίνδει κῦμα· οἶδε γὰρ ὅτι τὸ δαιμόνιον αὐτῷ συναίρεται.

`11.347a2`

κυλίνδεται: ἀντὶ τοῦ ἐπιπέμπεται· οἶδε γὰρ ὡς τὸ δαιμόνιον αὐτῷ συνεργεῖ.

`11.348a`

ἀλλʼ ἄγε δὴ στέωμεν: ἀντιφιλοτιμοῦνται ταῖς προθυμίαις. ὅρα δὲ ὅτι βλέποντες παρόντα κίνδυνον οὐ περὶ φυγῆς διανοοῦνται, ἀλλʼ ἀνθίστασθαι ὁμοῦ ἐγνώκασιν.

`11.348b1`

μένοντες: Ζηνόδοτος δυϊκῶς «μένοντε».

`11.348b2`

μένοντε: οὕτω Ζηνόδοτος.

`11.350`

καὶ βάλεν οὐδʼ ἀφάμαρτε: σημειοῦνταί τινες ὅτι οὕτως εἴρηται «καὶ ἐπέτυχεν».

`11.351`

πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός: ὑπὸ τοῦ— τὸ δόρυ.

`11.353a`

αὐλῶπις: αὐλῶπις εἰς στενὸν ἀναδοθεῖσα· «αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν».

αὐλῶπις: ἢ τὸν ἐπʼ αὐτῇ λόφον—δέ εἰσι περόναι.

`11.353b`

τήν οἱ πόρε Φοῖβος: ὅτι καὶ χαλεπὰ τὰ Ἡφαιστότευκτα. ἀπολογεῖται δὲ ὡς ἀπέθανεν ἄν, εἰ μὴ διὰ τὴν θειότητα τοῦ κράνους.

`11.354`

ἀπέλεθρον: λίαν, ἀμέτρως.

ἀπέλεθρον ἀνέδραμε: θέλει λέγειν ὅτι—ἥλατο.

`11.355a`

στῆ δὲ γνὺξ ἐριπών: ὅτι οὐχ οἷον ἐπὶ τῶν ποδῶν ἔστη, ἀλλʼ ἐπὶ τὰ γόνατα πεσὼν ἔμεινεν.

`11.355b1`

γνὺξ ἐριπών: ἐπὶ γόνυ ἐνεχθείς.

`11.355b2`

στῆ δὲ γνὺξ ἐριπών: ἔστη ἐπὶ γόνυ πεσών.

`11.355c`

στῆ δὲ γνὺξ ἐριπών: ὡς φιλοψευδὴς ὁ τυφλός, ὅτι καὶ ἄριστα ψεύδεται· πρῶτον μὲν γὰρ οὐκ ἐτρώθη ὁ Ἕκτωρ, ὡς αὐτός φησιν εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν πολὺ ἐρρωμένου τινός ἐστιν. πῶς οὖν καὶ ἔπεσεν ἐπὶ γούνατα καὶ ἀπέθανε μικροῦ δεῖν;

`11.356a`

γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν: ὁ ὀβελὸς καὶ ὁ ἀστερίσκος, ὅτι ἐν ἄλλῳ τόπῳ ὀρθῶς κεῖται· οὐ γέγονε γὰρ σφοδρὰ πληγή, ὡς ἐπʼ Αἰνείου, οὐ «θλάσσε δέ οἱ κοτύλην». πῶς οὖν ἐσκοτώθη;

`11.356b1`

γαίης—ἐκάλυψεν: προηθέτει Ἀριστοφάνης, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.

`11.356b2`

Ζηνόδοτος οὐ γράφει, Ἀρίσταρχος ἀθετεῖ.

`11.356c1`

γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν:

κακῶς ἐκ τῶν Αἰνείου μετηνέχθη. σκότωσις δὲ αὐτῷ γέγονεν, ὡς τὸ «ἄμπνυτο» δηλοῖ· καὶ ἐπʼ Ἀνδρομάχης «ἡ δʼ ἐπεὶ οὖν ἄμπνυτο».

`11.356c2`

καὶ σκότωσις αὐτῷ γέγονεν.

`11.357`

μετὰ δούρατος ᾤχετʼ ἐρωήν: τὴν ὁρμήν. δηλοῖ ἡ λέξις καὶ τὴν ὑποχώρησιν· «πολέμου δʼ οὐ γίνετʼ ἐρωή».

`11.358a`

καταείσατο: ψιλωτέον· ἀπὸ γὰρ τοῦ εἴδω βαρυτόνου ὁ σχηματισμός.

`11.358b`

καταείσατο: ἐφάνη, παρὰ τὸ εἴδω. ἢ κατηνέχθη, παρὰ τὸ εἴω τὸ δηλοῦν τὸ πορεύομαι, ἐΐω καὶ κράσει εἴω.

`11.362`

ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον: εἰκότως ἐπικαυχᾶται τῷ Ἕκτορι, ἐπεὶ κἀκεῖνος ἐπεκαυχήσατο κατʼ αὐτοῦ «ἔρρε, κακὴ γλήνη».

`11.363`

ἐρύσατο Φοῖβος Ἀπόλλων: στοχαστικώτερον. ἢ ἐπειδὴ καὶ Αἰνείου ὑπερεμάχει ὁ Ἀπόλλων

`11.365a`

ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας:
τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέος· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. τὸ δὲ ἑξῆς ἐστι κατεργάσομαι δή σε καὶ ἀνελῶ, καὶ τέλος τῇ πράξει ἐπιθήσω, ἐξ ὑστέρου ἀπαντήσας.

`11.365b`

ἦ θήν σʼ ἐξανύω γε: ἐργάσομαι, διαχρήσομαι· ἐπὶ τέλος ἄξω.

`11.366a`

εἴ πού τις καὶ ἐμοί γε θεῶν ἐπιτάρροθός ἐστιν:
οἶδε μὲν ὡς ἐπίκουρον ἔχει τὴν Ἀθηνᾶν, οὐ μὴν ἐπεκαυχήσατο ἀλαζονικώτερον, ἀλλὰ μετρίως.

`11.366b`

ἐπιτάρροθος: πλεονάζει ἡ ταρ, ὡς ἐν τῷ «ἀταρτηρός»

`11.366c`

ἐπιτάρροθός ἐστι: ἐν ἄλλῳ «ἐπιτάρροθος εἴη».

`11.368a`

ἦ καὶ Παιονίδην … ἐξενάριζεν: τὸν λόγον ἐπαναφέρει ἐπὶ τὰ ἔμπροσθεν «ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρί Παιονίδην ἥρωα κατʼ ἰσχίον». εἶτα τὰ περὶ τὴν Ἕκτορος ἔφοδον διελθὼν πάλιν περὶ τοῦ Ἀγαστρόφου διηγεῖται ὅτι τοῦτον σκυλεύοντι αὐτῷ ἐπιτίθεται Ἀλέξανδρος.

`11.368b`

ἐξενάριζεν: ὅτι Ζηνόδοτος γράφει «ἐξενάριξεν» συντελικῶς. ἄρτι δὲ ἔμελλε σκυλεύειν· ἐπιφέρει γοῦν «ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο». διὰ τοῦ ζ οὖν γραπτέον παρατατικῶς· σκυλεύοντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλεξάνδρος.

`11.368c1`

ἐξενάριζεν: Ἀρίσταρχος παρατατικῶς ἐξενάριζεν.

`11.368c2`

οὕτω διὰ τοῦ ζ· οὐ γὰρ ἐτέλεσεν.

`11.369-95`

αὐτὰρ Ἀλέξανδρος, Ἑλένης πόσις—γυναῖκες: καὶ τὸν Διομήδην λάθρα τιτρωσκόμενον εἰσάγει, ὡς καὶ τὸν Ἀγαμέμνονα ἔστι δὲ τὸ πᾶν διατριβή. ὅρα δὲ ὅτι τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι ὡς ἐπὶ πολὺ τὴν Ἑλένην προστίθησιν, ὥσπερ ἀναμιμνῄσκων τῆς ἀσελγείας αὐτοῦ τοὺς ἀκούοντας.

`11.370a1`

Τυδείδῃ ἐπὶ τόξα: οἱ ἀκριβῶς ἀναγινώσκοντες ἀναστρέφουσι τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστιν ἐπὶ Τυδείδῃ.

`11.370a2`

ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὥς φησιν Ἡρωδιανός

`11.370b`

Τυδείδῃ ἐπὶ τόξα τιταίνετο: ἔοικεν Ὅμηρος ἀπέχθεσθαι τῷ σκυλευμῷ, ὡς ἐπὶ Ἀγαμέμνονος, ὃς σκυλεύων Ἰφιδάμαντα τιτρώσκεται καὶ ἐπὶ Ἐλεφήνορος καὶ ὁ Νέστωρ δὲ παραινεῖ «μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος».

`11.371a1`

στήλῃ κεκλιμένος: περικεκυλισμένος — οὐδὲ τῷ διαστήματι δὲ ἀρκεῖται —, ὡσεὶ ἔλεγε «νεκρὸς παρὰ νεκρῷ ἑστηκώς».

`11.371a2`

παρακεκρυμμένος καὶ κεκαλυμμένος, ὡσεὶ νεκρός, φησί, παρὰ νεκρῷ ἑστηκώς. στήλῃ κεκλιμένος: τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλημένος—γυναικομανής.

`11.371b`

ἀνδροκμήτῳ: ὑφʼ ᾧ ἀνὴρ καμὼν ἔκειτο· ἢ ὑπὸ ἀνδρὸς πονηθέντι. ἀνδροκμήτῳ: ἤτοι ἐν ᾧ ἀνὴρ καμών, τουτέστιν ἀποθανών, κεῖται, ἢ ὑπὸ ἀνδρὸς—κατεσκευασμένῳ.

`11.372a`

Ἴλου Δαρδανίδαο: προγονικῶς· Τρωὸς γὰρ ἦν Ἶλος ἐπὶ δὲ τῷ μνήματι τοῦ παλαιοῦ προγόνου ἐστί, μηδὲν ἀντάξιον ποιῶν.

`11.372b`

δημογέροντος: οὕτω καὶ τοὺς βασιλεῖς ἐκάλουν παρὰ τοῦ δήμου γέρας ἔχοντας, ὁμοίως δὲ καὶ τοὺς γέροντας καὶ δημότας.

`11.373-6`

ἤτοι ὁ μὲν θώρηκα—χειρός: καὶ οὐχ ὁρώμενος τοξεύει λάθρα καὶ τὴν ἀσχολίαν τοῦ βαλλομένου παρέλαβεν· ὥστε οὐδὲν μέγα πέπρακται αὐτῷ ἐπὶ τῇ εὐστοχίᾳ

`11.375`

τόξου πῆχυν ἀνεῖλκε: εἰσὶ τόξα ἐκ δύο κεράτων συμβεβλημένα, ἃ πῆχυν καλοῦσιν. εὖ δὲ τὸ παρατατικῶς ἀνεῖλκε φάναι, ἵνα δὴ ἐναργῶς ἐπιδείξῃ τὸν τοῦ πολεμίου τυχεῖν στοχαζόμενον. ὁ δὲ τόξου πῆχυν: τὸ τόξον περιφραστικῶς—μετεχειρίζετο οὖν, φησί, τὸ τόξον.

`11.376a`

καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός: ὅτι τὸ βάλεν ἀντὶ τοῦ ἐπέτυχεν· καὶ ὅτι ἐν σχήματι εἴρηκεν, οὐδὲ ἅλιον αὐτὸν ἐξέφυγε τῆς χειρός.

`11.376b`

οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός: μίν ἀντὶ τοῦ αὐτοῦ, ὡς τὸ «τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα» ἀντὶ τοῦ αὐτοῦ.

`11.378a`

ἐν γαίῃ κατέπηκτο: ἐναργῶς πάνυ. διʼ ὅλου δὲ φυλάσσεται περὶ τὰς πληγὰς ποικιλίαν ὁ ποιητής.

`11.378b`

μάλα ἡδὺ γελάσσας: κεχυμένως. καὶ ἐπὶ τῶν μνηστήρων «γέλῳ ἔκθανον». ἐπὶ δὲ Ὀδυσσέως «ἐπιμειδήσας», καὶ «μειδιόων βλοσυροῖσι προσώπασι».

`11.379a`

ἐκ λόχου ἀμπήδησε: εὖ τὸν ἐκ τοῦ ἀφανοῦς τοξεύοντα ἐκ λόχου ἀναπηδῆσαί φησιν.

`11.379b`

εὐχόμενος ἔπος ηὔδα: ἀσχημόνως πάνυ ὡς μέγα τι κατωρθωκὼς βοᾷ· κατακρύψας γὰρ ἑαυτὸν ἕνα ἔτρωσεν, ἀλλʼ οὐδὲ τοῦτον ἀνεῖλεν. οἷα καὶ τὰ πρόσθεν αὐτοῦ ἔργα· φευγόντων Ἑλλήνων ἵππον ἀναιρεῖ καὶ τοῦτον πρεσβύτου

`11.382-3`

οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν— αἶγες: διʼ ὧν ἑαυτοῦ τὴν πληγὴν αὔξει, λανθάνει καταβάλλων τὸ κοινόν.

`11.383a`

οἵ τέ σε πεφρίκασι: τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰκάζει. οὐκ ἀναγκαῖον δὲ ἀντιδιαστέλλειν, ὡς οἴεται Ἀλεξίων· δύναται γὰρ καὶ ἀπόλυτος εἶναι.

`11.383b`

οἵ τέ σε πεφρίκασι—μηκάδες αἶγες: ὡς δειλὸς καὶ περὶ τῶν ἄλλων ὑπείληφεν ὡς φοβουμένων. ἔστι δὲ καὶ ἀνοήτου ἐλέγχειν τοὺς οἰκείους ἐπὶ τῶν πολεμίων. μηκάδες δὲ κατὰ μίμησιν τῆς φθογγῆς.

`11.383c`

μηκάδες: ἐπιθετικῶς αἱ αἶγες, ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς· μηκὴ γὰρ καλεῖται ἡ τῆς αἰγὸς φωνή.

`11.385a1`

τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα: περὶ τῶν διαστολῶν εἴρηται πολλοῖς ὅτι εἰσὶν ἀμφίβολοι· ἢ γὰρ καθʼ ἑαυτὸ ἕκαστον, μόνου τοῦ κέρᾳ προσδιδομένου ἢ τοῖς ἡγουμένοις ἢ τοῖς ἑπομένοις, ἢ κατὰ δύο ἢ καὶ ἐναλλάξ, τὰ μὲν καθʼ ἕν, τὰ δὲ κατὰ δύο.

`11.385a2`

δύναται καθʼ ἓν στιγμὴ καὶ εἰς δύο.

`11.385b`

τοξότα λωβητήρ: ἀλλαχοῦ «ποῦ τοι τόξον;». ἢ τοὺς ἀγχιμάχους ἐπῄνει.

`11.385c`

τοξότα λωβητήρ, κέρᾳ ἀγλαὲ παρθενοπῖπα: ἀλλὰ καὶ οἱ θεοί, φασί, τοξόται καὶ τῶν ἡρώων οἱ κράτιστοι, Ἀπόλλων Ἄρτεμις Ἡρακλῆς Ἴδας Εὔρυτος, καὶ ἐν τοῖς εἰς Ἴλιον στρατευομένοις Μηριόνης Φιλοκτήτης Τεῦκρος οὐχ ὅτι δὲ τοξότης ὀνειδίζει, ἀλλʼ ὅτι δὴ φαῦλος τοξότης· τοῦτο γὰρ ἐμφαίνει τὸ λωβητήρ. εἶτα πάλιν ὑφʼ ἓν τὸ κέρᾳ ἀγλαὲ παρθενοπῖπα, ὦ τῇ τριχὶ κάλλιστε ἐπὶ ἀπάτῃ παρθένων· οὐ γὰρ καθʼ ἑαυτὸ τὸ κομᾶν κακόν ἐστιν.

`11.385d`

κέρᾳ ἀγλαέ: ὅτι κέρᾳ οὐ τῇ τριχὶ ψιλῶς, ἀλλʼ ἐμπλοκῆς τι γένος· εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι. Σώφρων· «κορώνας ἀνδούμενοι»· καὶ οἱ Ἀθηναῖοι τέττιγας ἐνεπλέκοντο· καὶ παρʼ Ὁμήρῳ «πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο». ἔνιοι δέ, τῷ τόξῳ ἀγαλλόμενε· προείρηκε δὲ τοξότα λωβητήρ.

`11.385e1`

κέρᾳ ἀγλαέ: σὺν τῷ ι ἔγραψάν τινες τὸ κέρᾳ, ἵνα ᾖ δοτικὴ ὁμοίως τῷ «δέπᾳ μελιηδέος οἴνου» καὶ «γήρᾳ ὑπὸ λιπαρῷ». οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις, ὡς καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ συνέστειλαν, πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ «κρέα ἔδμεναι», ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυντικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου ὥστε εἶναι κατὰ κέρας, συναλιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν περὶ τοῦ «κέρα ἐκ κεφαλῆς». τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοητοῦ ὡς ὅτι σπάνιόν ἐστιν ἐπʼ ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ κέρας ἐπὶ τριχὸς τάσσεσθαι. «κόμην» δὲ λέγει καὶ «τρίχας» καὶ «πλοκάμους» καὶ ἐθείρας.

`11.385e2`

κέρᾳ ἀγλαέ: κέρᾳ σὺν τῷ ι ἡ παράδοσις, δοτικὴν ἐκδεχομένη. τινὲς δὲ πληθυντικῶς ἤκουσαν καὶ ἐπὶ τῶν τοξοτῶν ἐξεδέξαντο. καὶ Ἡρωδιανὸς δέ φησιν ὅτι σπανίως τὸ κέρας ἐπὶ τριχὸς ἀνθρώπου τάσσεται παρὰ ποιηταῖς, ἀλλὰ μᾶλλον ἐπὶ βοὸς ἢ ἄλλων θηρίων. κέρας δέ ἐστιν ἡ ἐμπλοκὴ τῶν τριχῶν, ὡς καὶ Ἀθηναῖοι τὸν κρωβύλον.

`11.385f`

ἄλλως· κέρᾳ ἀγλαέ: τῇ τριχί· ὅθεν καὶ κείρειν. Ἀριστοτέλης δὲ «ὦ τῷ τόξῳ σεμνυνόμενε».

`11.385g`

παρθενοπῖπα: καλῶς οὔ φησι «γυναικομανές», ἵνα μὴ ὑπομνήσῃ Ἑλένης. καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ μέχρι τῶν κατακλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθάνει. τινὲς δὲ γράφουσι «παρθενοπῖα», παρθένοις ἐοικώς.

`11.386`

εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης:
γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα.

`11.387`

οὐκ ἄν τοι χραίσμῃσι: ἀντὶ τοῦ οὐ  … χραίσμοι.

`11.388a`

νῦν δέ μʼ ἐπιγράψας: Ἑλληνικὸν τὸ ἐπικρύπτειν πρὸς ἐχθροὺς τὴν συμφοράν. ὁ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑταίρων

`11.388b`

νῦν δέ μʼ ἐπιγράψας: ἄκρως οὐ πληγήν, ἀλλʼ ἐπιγραφήν φησιν. ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη «διαμπερὲς ἰός ἐν γαίῃ ἐπάγη».

`11.390a`

κωφὸν γὰρ βέλος: ὅτι κατὰ μεταφορὰν ἀπὸ τοῦ κατὰ τὴν ἀκοὴν ἐπὶ τὸ κατὰ τὴν ἁφὴν κωφὸν τὸ ἀνεπαίσθητον.

`11.390b`

κωφὸν γὰρ βέλος: μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν. οἱ δὲ ἄηχον, «κύματι κωφῷ»· τὸ γὰρ πεμπόμενον μετὰ βίας ἔχει πολὺν ἐφελκόμενον τὸν ἀέρα.

`11.391a`

ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο: ἄλλως δὴ τὸ ἐμόν, οὐχ ὡς τὸ σόν.

ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο: ἀντὶ τοῦ ἄλλως ὑπʼ ἐμεῖο πέμπεται.

`11.391b`

εἴ κʼ ὀλίγον περ ἐπαύρῃ: ἐλλείπει τὸ πρόσθεν· οὕτως καὶ διὰ τῶν ὑπομνημάτων. ἔν τισι δὲ γράφεται «ἐπαύρω».

`11.391c`

ἐπαύρῃ: προσθίγῃ.

`11.392`

αἶψα τίθησιν: Ἀρίσταρχος «ἄνδρα τίθησιν».

`11.393-5`

τοῦ δὲ γυναικὸς—ἠὲ γυναῖκες: ἐπεξεργασία ποιητική.

`11.395a`

οἰωνοὶ δὲ περιπλέες ἠὲ γυναῖκες: οὐκ ἔστιν ὅμοιον τῷ «γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν»· τὸ γὰρ ἠὲ γυναῖκες τὴν ἀκολασίαν ἐλέγχει Πάριδος, ὡς πλείοσι γυναιξὶ χρωμένου.

`11.395b1`

περὶ πλέες: Τυραννίων «περίπλεες» συνθέτως ἀνέγνω, τὴν ρι συλλαβὴν ὀξύνων. ὁ δὲ Ἀσκαλωνίτης κατὰ παράθεσιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ «περὶ αὐτὸν πλέες». οὕτως δὲ καὶ Ἀλεξίων, λόγῳ τούτῳ ὅτι καὶ κατʼ ἰδίαν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες καὶ τὰ ἀπʼ αὐτοῦ κινήματα· «τόσσον ἐγώ φημι πλέας ἔμμεναι»· οὐ γὰρ πολλούς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ «πλέονές κεν μνηστῆρες» συγκοπή ἐστιν ἡ πλέες φωνή, μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου περιπλέονες, δοθήσεται μηδὲ τὸ ἀπʼ αὐτοῦ συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγινώσκειν, λειπούσης τῆς αὐτόν.

`11.395b2`

λείπει ἡ αὐτόν, ἵνʼ ᾖ «περὶ αὐτὸν πλέες».

`11.395b3`

οὐκ ἔστι σύνθετον τὸ περὶ πλέες, ἀλλὰ κατὰ παράθεσιν ἡ περί· ὅθεν οἰκειοτονεῖται.

`11.396-8`

τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν ἔστη προσθʼ· ὁ δʼ ὄπισθε— ἐκ ποδὸς ἕλκε: τὸ φιλικὸν πάλιν τοῦ Ὀδυσσέως ὁρᾶται καὶ τὸ ἀξιόπιστον Διομήδους δείκνυται· εὐπρεπῶς γὰρ οὐχ ὁ Διομήδης ἐπὶ τοῦτο παρακαλῶν τινα φαίνεται. διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο καταγίνονται περὶ τὴν τοῦ ἑνὸς θεραπείαν.

`11.397-8`

ὁ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκύ ἐκ ποδὸς ἕλκε: βραχὺ διασταλτέον ἐπὶ τὸ καθεζόμενος πρὸς τὸ σαφέστερον.

`11.400`

ἤχθετο γὰρ κῆρ: γράφεται «ὠκέας ἵππους».

`11.401`

οἰώθη δʼ Ὀδυσεύς: ἀγῶνας πάλιν κινεῖ ἐπὶ τῷ Ὀδυσσεῖ· ὥστε ἐκ παντὸς συνέχει τὸν ἀκροατήν.

`11.402`

ἐπεὶ φόβος ἔλλαβε πάντας: ὅτι νῦν φανερῶς φόβος ἡ φυγή.

`11.403-10`

εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· «ὤ μοι ἐγώ, τί πάθω—ἄλλον»: ποιητικῶς τὰ ἐνθυμηθέντα ὡς εἰρημένα διατυποῖ. ἅμα δὲ καὶ διδάσκει ὅτι οὐ μανικῶς ὁρμᾶν δεῖ εἰς τὰ δεινά.

`11.404`

φέβωμαι: ὅτι ἀντὶ τοῦ φύγω.

`11.405`

πληθὺν ταρβήσας: ὅτι ἔξωθεν ἡ εἴς πρόθεσις, εἰς πληθύν.

`11.405-6`

αἴ κεν ἁλώω μοῦνος: ζωγρηθῶ καὶ αἰχμαλωτισθῶ παρὰ πάντας· οὐδεὶς γὰρ Ἑλλήνων τοῦτο πέπονθεν.

`11.406`

τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων: ἅπαντα ὑπὲρ ἐκείνων ἀπολογεῖται. καὶ ὅτι ἡ προτροπὴ κατὰ δαίμονα γέγονεν αὐτῷ, ᾗ δεῖ πείθεσθαι.

`11.407-10`

ἀλλὰ τίη μοι ταῦτα—ἄλλον: χρησίμως πρὸς τὴν οἰκονομίαν ἔχει τὰ τοῦ ἐπιλογισμοῦ τῷ Ὀδυσσεῖ· ἐπειδὴ γὰρ ναυμαχίαν βούλεται εἰσάγειν ὁ ποιητής, προτιτρώσκει τοὺς ἀρίστους· ἄτοπον γὰρ ἦν παρόντων καίεσθαι τὰς ναῦς.

`11.408`

ἀποίχονται: ἄπωθεν οἴχονται.

`11.409a`

ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεώ: ὅτι περισσὸς ὁ κέ. ἀμφίβολος δὲ ἡ ὑποστιγμή· ἤτοι γὰρ ἐπὶ τὸ ἀριστεύῃσι ἢ ἐπὶ τὴν πρόθεσιν. καὶ ἐὰν μὲν τὸ πρότερον, τὸ ἀριστεύῃσι ληψόμεθα ἀντὶ τοῦ ἄριστος ᾖ, οἷον ἄξιον τὸν ἐν εἰρήνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ. τὸ δὲ δεύτερον, ἐπεὶ τὸν ἐπαγγελλόμενον κατὰ μάχην ἄριστον εἶναι ἑστάναι δεῖ καὶ τὸν κίνδυνον ὑπομένειν.

`11.409b`

μάχῃ ἔνι: τὸ μάχῃ ἔνι πρὸς ἄμφω δύναται.

`11.409c1`

τὸν δέ: Ἀλεξίων τὸ «τόνδε» ἓν μέρος λόγου ἐκδέχεται καὶ παροξύνει, ἵνα ἰσοδυναμῇ ἀναφορικῇ τῇ τοῦτον. Τυραννίων δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίως. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν εὑρέθη ἐπʼ ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ «τοῦσδε δʼ ἔα φθινύθειν», ὥστε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν. βεβαιοτέρα μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται.

`11.409c2`

δύο μέρη λόγου τὸ τὸν δέ, ὥς φησιν Ἀλεξίων· σπανίως γὰρ αὕτη ἡ ἀντωνυμία ἐπεκτείνεται παρὰ τῷ ποιητῇ.

`11.410a1`

ἑστάμεναι κρατερῶς ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον: ἤτοι συναπτέον ὅλον τὸν στίχον· βραχὺ διασταλτέον δὲ παντελῶς ἐπὶ τὸ κρατερῶς καὶ ἐπὶ τὸ ἔβλητο, ἵνα ὁ ἤ σύνδεσμος κέηται ἀντὶ συναπτικοῦ. ὁ δὲ λόγος· ἑστάναι δεῖ, εἴτε ἐβλήθη εἴτε ἔβαλεν ἄλλον, οἷον εἴτε βληθείη εἴτε βάλοι τινά. ἢ στικτέον ἐπὶ τὸ κρατερῶς· ὃ καὶ βέλτιον· ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύνδεσμοι. ὁ δὲ λόγος· ἰσχυρῶς ἑστάναι δεῖ· ἢ γὰρ ἐβλήθη ἢ ἔβαλεν ἄλλον.

`11.410a2`

τελεία δὲ εἰς τὸ κρατερῶς.

`11.413a`

ἔλσαν δʼ ἐν μέσσοισι μετὰ σφίσι πῆμα τιθέντες:
ψιλωτέον τὸ ἔλσαν, ὅτι Αἰολικωτέρα ἡ κλίσις. τὸ δὲ ἑξῆς ἐστιν, ἐν μέσοις αὐτοῖς συνέκλεισαν τὸν Ὀδυσσέα. ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει «μετὰ σφίσι, πῆμα δὲ ἔλσαν». καὶ εὐτελὴς γίνεται ἡ σύνθεσις, καὶ ἠγνόηται τὸ λεγόμενον· οὐ γὰρ λέγει, ἑαυτοῖς πῆμα τιθέντες, οἱ Τρῶες, ἀλλὰ τῷ Ὀδυσσεῖ.

`11.413b`

ἔλσαν δʼ ἐν μέσσοισι: δεινὴ ἡ ἀγωνία· οὐδὲ γάρ, εἰ θέλοι ὑποχωρεῖν, ἔξεστιν αὐτῷ.

`11.413c`

ἔλσαν: ψιλωτέον· Αἰολικὴ γάρ ἐστιν ἡ κλίσις παρὰ τὸ ἔλλω· οὐ γὰρ τοῦ ἔλασάν ἐστι συγκοπή.

`11.413d1`

μετὰ σφίσι: ὀρθοτονητέον· εἰς σύνθετον γὰρ ἡ μετάληψις καὶ κατέχεται ὑπὸ τῆς προθέσεως.

`11.413e1`

μετὰ σφίσι: βραχὺ διασταλτέον ἐπὶ τὸ σφίσι.

`11.413e2/d2`

μετὰ σφίσι: Νικάνωρ διαστέλλει τὸ σφίσι τῶν ἑξῆς. ὀρθοτονητέον δὲ τὸ σφίσι.

`11.413f`

μετὰ σφίσι πῆμα τιθέντες: διὰ τῆς ἀναφωνήσεως ἀνακτᾶται τὸν ἀκροατήν· λίαν γὰρ αὐτὸν ἐξεφόβησεν. φησὶν οὖν ὅτι ἐπὶ τῷ ἑαυτῶν κακῷ ἐκύκλωσαν τὸν Ὀδυσσέα.

`11.414-8`

ὡς δʼ ὅτε κάπριον—δεινόν περ ἐόντα: ἐναργὲς τὸ παράδειγμα πρὸς τὸ καθʼ ἕνα μὲν ὑπερέχειν τῶν κυκλωσάντων, ὀχλεῖσθαι δὲ τῷ πλήθει.

`11.416a`

θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν:
συμπαρατρίβει γὰρ τὸ γένειον, ἀκονῶν τὸν ὀδόντα· οὐ γὰρ ἐπὶ τὸ δάκνειν ὁ κάπρος ὁρμᾷ, ἵνα ἀναστείλῃ τὰς γένυς, τῇ δὲ ἐμβολῇ μόνον ἀμύνεται.

`11.416b`

θήγων λευκὸν ὀδόντα: καὶ τοῦτο ἐμφερές· καὶ οὗτος γὰρ λογισμῷ προπαρασκεύασται.

`11.417`

κόμπος ὀδόντων: εἰκότως· κενοὶ γάρ εἰσιν.

`11.418`

ἄφαρ: νῦν τὸ ἄφαρ ἀντὶ τοῦ ῥᾳδίως.

`11.421a`

οὔτασεν ὦμον ὕπερθεν μετάλμενος ὀξέϊ δουρί:
καὶ ἐνθάδε διασταλτέον πρὸς τὸ σαφέστερον. ἀμφίβολον δὲ καὶ τὸ ἑξῆς· ἤτοι γὰρ μετάλμενος ὁξέϊ δουρί, οἷον σὺν τῷ δόρατι ἐφαλλόμενος, ὡς ἐκεῖ «καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον». ἢ καθʼ ὑπερβατόν, οὔτασεν ὀξέϊ δουρί, καθὸ διαστελοῦμεν βραχὺ ἐπὶ τὸ μετάλμενος.

`11.421b`

ὦμον ὕπερθεν μετάλμενος: στιγμὴ εἰς τὸ ὕπερθεν. τινὲς ὕπερθε μετάλμενος, ἐκ τοῦ ἄνωθεν μέρους ἀφαιρούμενος, τοῦ κατὰ τὴν ὑψηλοτάτην ἐπιφάνειαν.

`11.421c`

ὕπερθεν ἐπάλμενος: γράφεται «ὕπερθε μετάλμενος».

`11.421d`

δουρί: γράφεται «χαλκῷ».

`11.422a`

Θόωνα: καὶ «Ἀντίλοχος δὲ Θόωνα».

`11.422b`

Ἔννομον: ὅτι οὗτος ὁ Ἔννομος ὁμώνυμός ἐστι τῷ ἐν τῷ Διακόσμῳ «Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος».

`11.423`

ἀΐξαντα: γράφεται καὶ «ἀΐσσοντα».

`11.424a1`

δουρὶ κατὰ πρότμησιν: οὕτως Ἀρίσταρχος «δουρὶ κατὰ πρότμηστιν».

`11.424a2`

κατὰ πρότμησιν διὰ τοῦ ς. ἔν τισι κεῖται τὸ τ.

`11.424b`

πρότμησιν: ὅτι ἅπαξ τὴν πρότμησιν ὠνόμασεν. ἔστι δὲ ὁ ὑπὸ τὸν ὀμφαλὸν τόπος κατὰ τὴν λαγόνα, διὰ τὸ πρῶτον ἐν αὐτῷ τέμνεσθαι τεχθέντα τὰ παιδία. τοῦτον δὲ λέγουσιν ἰατρῶν παῖδες ἦτρον.

`11.424c`

πρότμησιν: ἅπαξ εἴρηται Ὁμήρῳ. ἔστι δὲ ὁ κατὰ τὸν ὀμφαλὸν τόπος, ὃν λέγομεν ἡμεῖς ἦτρον.

`11.424d`

πρότμησιν: Διονύσιος ὁ Θρᾷξ τὴν ὀσφῦν, Φυλότιμος ἰατρὸς τὸν τράχηλον, Ἀρίσταρχος τὸ ἀπὸ τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ, τὸ ἦτρον. Παρμενίσκος δὲ τὸν ὀμφαλὸν διὰ τὸ τοῦτον πρῶτον ἐκτέμνεσθαι γεννωμένου τοῦ βρέφους· ἢ ὅτι κατʼ αὐτὸν εἰς δύο τέμνεται ἴσα ὁ ἄνθρωπος.

`11.424e1`

πρότμησιν: οἱ μὲν ἀπὸ τῆς ἥβης ἄχρι τοῦ ὀμφαλοῦ, ἐπεὶ καὶ τοῦτο ἱερουργεῖται· οἱ δὲ τὴν ὀσφύν, ἣν οὐδαμοῦ τιτρώσκει ὁ ποιητής, ὅτι τοῖς θεοῖς δίδοται αἴτιον ὂν ζωογονίας καὶ σπερμάτων.

`11.424e2`

οἱ μὲν τὸν ἀπὸ κύστεως ἄχρι τοῦ ὀμφαλοῦ τόπον, οἱ δὲ τὴν ὀσφῦν, ἣν οὐδαμοῦ ὁ ποιητὴς τιτρώσκει ὡς αἰτίαν τῶν ζωογονούντων σπερμάτων.

`11.425`

ἀγοστῷ: τῇ δρακί, παρὰ τὸ ἄγειν. οἱ δὲ τῇ ἀγκάλῃ· οἱ δὲ ἑκατέρῳ. νῦν δὲ οὐ δύναται ἀγκῶνι· τίς γὰρ ἀγκῶνι δράσσεται γῆς;

`11.427`

αὐτοκασίγνητον εὐηγενέος Σώκοιο: ἐκ τριῶν μερῶν τοῦ λόγου ὅλος ὁ στίχος.

εὐηγενέος: εὐφυοῦς τῷ σώματι.

`11.430a`

πολύαινε: πιστὸς ὁ ἐκ πολεμίων ἔπαινος. ἢ εἰρωνεύεται. ἢ παρὰ τὸ αἰνόν ἡ σύνθεσις.

πολύαινε: μυθολόγε καὶ φλύαρε.

`11.430b`

δόλων ἆτʼ ἠδὲ πόνοιο: ὅτι ἐμφαίνει τὸν Ὀδυσσέα ἐξ ἱστορίας παρειληφὼς δόλιον καὶ ἐπὶ τούτῳ διαβεβλημένον.

`11.430c`

δόλων ἆτʼ ἠδὲ πόνοιο: καὶ ἐν Ὀδυσσείᾳ φησὶν «ἐνίκα δῖος Ὀδυσσεύς παντοίοισι δόλοισι», ὥστε ἄμφω ἑνὸς τὰ σωμάτια. σωματικὰ δὲ καὶ ψυχικὰ ἐπαινεῖται Ὀδυσσέως.

`11.431`

Ἱππασίδῃσι: γράφεται «Ἱππασίδηϊν».

`11.432a`

τοιῶδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας: ὅτι ἀκαίρως προσέρριπται τὸ ἡμιστίχιον· οὐ γὰρ ἐπιτρέπει τὰ τῆς περιστάσεως σκυλεύειν. ἔφαμεν δὲ τὴν διὰ τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν· διὸ σημειούμεθα τὸ «τώδε δὲ νῶϊ» παροξυνόμενον.

`11.432b`

καὶ τεύχεʼ ἀπούρας: ὡς τούτου παρεπομένου τοῖς φονεύουσιν.

`11.432-3`

τοιώδʼ ἄνδρε κατακτείνας—ἀπὸ θυμὸν ὀλέσσῃς: βάρβαρος ἡ ἀλαζονεία ἐν τοιούτῳ καιρῷ προφερομένη μεθʼ ὑπερβαλλούσης ὑπερηφανίας.

`11.437a`

πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν: οὕτω «χροός» αἱ Ἀριστάρχου· Ζηνοδότειος δέ ἐστιν ἡ χρόα. στικτέον δὲ ἐπὶ τὸ ἔργαθεν· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ δόρυ διελθὸν τὴν πανοπλίαν ὅλον τὸν ἐπὶ ταῖς πλευραῖς χρῶτα ἐχώρισεν αὐτῶν, οἷον διέσπασε τὰς σάρκας ἀπὸ τῶν ὀστῶν. οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ κατὰ βάθος ἐλθεῖν ὥστε τῶν ἐντοσθιδίων ἅψασθαι

`11.437b1`

χρόα: Ἀρίσταρχος «χροός».

`11.437b2`

«χροός» καὶ χρόα διχῶς· Ζηνοδότειος δὲ ἡ χρόα.

`11.437c`

χρόα: τὴν ἐπιφάνειαν τοῦ σώματος, οὐ τὴν ἄχρι τῶν ἐμπαθῶν μερῶν σάρκωσιν.

`11.438`

ἔγκασι: ὡς τέρασιν.

`11.439a1`

γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν: αἱ Ἀριστάρχου οὕτως τέλος, καὶ σχεδὸν ἅπασαι· ἔγνω ὅτι οὐ κατὰ καίριον τέλος ἦλθεν ἡ πληγή, οὐκ εἰς καίριον τόπον ἐτελεύτα. Ζηνόδοτος δὲ γράφει «βέλος», κακῶς· οὐ βέβληται γάρ, ἀλλʼ ἐκ χειρὸς πέπληγε. λέγει δὲ τέλος τὸ τῆς ζωῆς.

`11.439a2`

Ἀρίσταρχος τέλος.

`11.439a3`

Ζηνόδοτος γράφει «βέλος»

`11.439b1`

γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι βέλος κατακαίριον ἦλθεν: ἔγνω ὅτι οὐκ εἰς καίριον ταύτῃ ἐτελεύτησεν ἡ βολή· φησὶ γὰρ «ὡς εἰπὼν οὔτησεν», «οὐδέ τʼ ἔασε Παλλάς» καὶ ἐπάγει «φθῆ σε τέλος θανάτοιο». ἔστι δὲ θαυμάσαι τὸ ἀτάραχον Ὀδυσσέως· οὐχ ὡς Ἀχιλλεὺς «σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος ῥεῖα «διελεύσεσθαι».

`11.439b2`

ἔγνω ὁ Ὀδυσσεὺς ὅτι οὐκ εἰς καίριον ἐτελεύτησεν ἡ βολή· φησὶ γὰρ «ὣς εἰπὼν οὔτησεν», «οὐδέ τʼ ἔασε Παλλάς»· καὶ ἐπάγει «ἦ μάλα δή σε» καὶ πάλιν «φθῆ σε τέλος». ἔστι δὲ ταρβῆσαι τὸ ἀτάραχον Ὀδυσσέως, πῶς εὐθὺς τιτρώσκει μὴ δειλιάσας τὴν πληγήν.

`11.441a1`

ἆ δειλʼ ἦ μάλα δή σε: ἐπεὶ μετὰ τὰς προσαγορευτικὰς ἀνάγκη στίζειν, ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίζουσα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔστι δὲ πλήρης, ἀλλὰ συνήλειπται, οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαρισμὸς γίνεται, εἴτε ὀξυνοῖμεν εἴτε περισπάσοιμεν, ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλληνικῶς ἔχῃ. οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους, ὡς Δίδυμος μαρτυρεῖ· τὸ μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προστεθέντος, ἐπεὶ ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι, πάλιν ἀφαιρεθήσεται, ὡς «βουκόλε, ἐπεὶ οὔτε κακῷ», «ἦ οὐ μέμνῃ, ὅτε τʼ ἐκρέμω». οὕτως δὲ καὶ ἐν τοῖς ἑξῆς «ἆ δειλέ, οὐ μὲν σοί γε».

`11.441a2`

ἐκ πλήρους τὸ δειλέ. καὶ στικτέον διὰ τὴν κλητικήν.

`11.441b`

κιχάνεται: ἀντὶ τοῦ κιχήσεται.

`11.442`

ἐπὶ Τρώεσσι μάχεσθαι: περισσὴ ἡ ἐπί.

`11.445`

κλυτοπώλῳ: τῷ ἰσχυροὺς—διαφυγεῖν δύναται.

`11.446-9`

καὶ ὁ μὲν φύγαδʼ αὖτις—ὁ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς: αἰσχρὰ ἡ φυγὴ ἀπειλῇ μόνῃ γενομένη τραυματίου ἀνδρός. οὐκ ἄτοπον δὲ ἀλαζονεύεσθαι Ὀδυσσέα προάρξαντος ἐκείνου. καὶ ὅτι παρʼ ὀλίγον ἀνῃρημένος κεκράτηκε τοῦ πολεμίου.

`11.446a`

φύγαδε: φύγαδε ὡς οἴκαδε. ἰσοδυναμεῖ δὲ τῷ εἰς φυγήν, οὐ μὴν ἐν τῷ «τοὺς ἕλεν, οἱ δʼ ἄλλοι φύγαδε μνώοντο»· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἴς· διὸ καί τινες ὑπέλαβον, μὴ καὶ δύο μέρη λόγου εἰσίν. οὕτως Ἡρωδιανὸς ἐν τῇ Καθόλου

`11.446b`

φύγαδε: ἀπὸ τῆς φύξ.

`11.450a1`

ὦ Σῶχʼ: ἐκ πλήρους Ἀρίσταρχος «ὦ Σῶκε».

`11.450a2`

«ὦ Σῶκε» ἐντελῶς αἱ Ἀριστάρχου.

`11.451a`

φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας:
εἰ καὶ ἔφυγες, κιχήμενον ἔφθη σε τὸ τέλος τοῦ θανάτου.

`11.451b`

φθῆ σε τέλος θανάτοιο: πρόδηλον κἀκ τούτου ὅτι γραπτέον «τέλος κατακαίριον». Ζηνόδοτος δὲ γράφει πάλιν «φθῆ σε βέλος θανάτοιο».

`11.453`

ὄσσε καθαιρήσουσι: παλαιὸν ἔθος. «χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν».

`11.454a`

ὠμησταί: Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγειν ὡς ὅτι τὰ εἰς της λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ς, ὑπὲρ δύο συλλαβὰς ὄντα, ὀξύνεται, ἑρπηστής, «ὀρχηστής» οὕτως οὖν καὶ ὠμηστής.

`11.454b1`

ἐρύουσιν: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστὼς χρόνος ἀντὶ μέλλοντος. οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων περισπᾷ, οὐκ εὖ· ἐπεί, φησίν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περισπώμενος· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ ς Ἀττικὴ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συνεσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ «τόνδε δʼ ἐγὼ κομιῶ». τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλʼ ἔστιν ἐνεστὼς ἀντὶ μέλλοντος.

`11.454b2`

προπαροξυτόνως τὸ ἐρύουσιν. ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος.

`11.455a1`

ἐπεί κε θάνω: οὕτως Ἀρίσταρχος διὰ τοῦ μ, «ἔμʼ, εἴ κε θάνω». ἡ δὲ διὰ τοῦ π, ἐπεί κε θάνω, γραμματιστῶν.

`11.455a2`

Ἀρίσταρχος «ἔμʼ, εἴ κε θάνω».

`11.455a3`

αἱ Ἀριστάρχου «ἔμʼ, εἴ κε θάνω».

`11.455b`

ἐπεί κε θάνω: ἐὰν ἐκ τοῦ τραύματος τηλικοῦτον ἐπακολουθήσῃ. προενεχυριάζει δὲ τὴν γνώμην τῶν Ἀχαιῶν ὡς ὑπὲρ αὐτῶν ἀποθνῄσκων.

`11.456`

ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος: πρὸς τὴν ἀμφιβολίαν, πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ ἑαυτοῦ ἔγχος εἷλκεν ὁ Ὀδυσσεὺς ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ· καὶ ἔστιν ὑγιές· λέγει γὰρ «κῆδε δὲ θυμόν», οὐ τοῦ νεκροῦ, ἀλλὰ τοῦ Ὀδυσσέως. τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως. κατὰ δὲ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον· τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου χρωτὸς ἐξέλκει. μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ οὕτως, ἐπεὶ μὴ πρόσκειται τὸ τίνος χρωτός ἐὰν δέ τις συνάπτῃ, μᾶλλον ἁμαρτήσεται.

`11.457a`

ἔξω τε χροὸς ἕλκε: τοῦ ἰδίου χροός. καὶ μεῖζον τὸ κατόρθωμα Ὀδυσσέως ἐκ τῆς ἐπιφορᾶς, ὅτι ἀκμὴν ἐμπεπηγότος τοῦ δόρατος ἐφόνευσε τὸν πολέμιον.

`11.457b1`

εἷλκε: Ἀρίσταρχος «ἕλκε».

`11.457b2`

«ἕλκε» ἄνευ τοῦ ι

`11.458a`

αἷμα δέ οἱ σπασθέντος: οὕτως Ἀρίσταρχος οἱ, αἷμα δὲ αὐτῷ τῷ Ὀδυσσεῖ. Ζηνόδοτος δὲ γράφει «αἷμα δὲ οὗ σπασθέντος»· γίνεται δὲ τὸ ἑαυτοῦ, ὃ οὐχ ἁρμόζει.

`11.458b1`

αἷμα δέ οἱ  … ἀνέσσυτο: αἷμα δέ οἱ ἀνέσσυτο, αὐτῷ. ἐπὶ δὲ τῆς λεπτοτέρας πληγῆς «αἷμα δʼ ἀνηκόντιζε».

`11.458b2`

σημείωσαι ὅτι ἐπὶ μὲν τῆς λεπτοτέρας πληγῆς «ἀνηκόντιζε» φησίν, ἐπὶ δὲ τῆς μείζονος ἀνέσσυτο· τὸ γὰρ πολὺ οὐκ ἀκοντίζεται.

`11.459a`

ὅπως ἴδον: γράφεται καὶ «ἐπεὶ ἴδον».

`11.459b`

ὅπως ἴδον αἷμʼ Ὀδυσῆος: καλῶς ἄρα Λυκοῦργος ἐνομοθέτησε Λακεδαιμονίοις ἐσθῆτα φοινικῆν ἐν τοῖς πολέμοις φορεῖν, ἵνʼ εἰ τρωθείη τις λανθάνει τοὺς πολεμίους διὰ τὸ ὁμόχρουν.

`11.460a1`

κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν:
τὸ καθʼ ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι, οἷον κατὰ πλῆθος ἐπῆλθον αὐτῷ. πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν· παρακελεύσαντο γὰρ τῷ πλήθει ἑαυτῶν.

`11.460a2`

τοῦ πρώτου τὸ καθʼ ὅμιλον.

`11.461a`

αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους:
συγγνωστέον· ἐν ἐσχάτοις γάρ ἐστιν. εἰκότως οὖν ὑποχωρεῖ καὶ βοᾷ τοὺς συμμάχους.

`11.461b1`

αὖε: ψιλῶς· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δασυντέον· ἔστι γὰρ σύνθετον τὸ ἀφαύω.

`11.461b2`

ψιλωτέον. ἔστι δὲ ἐπὶ τοῦ ξηραίνω.

`11.462a`

ἤϋσεν: ὅτι παρῆκε τὸ τί φωνῶν, οἷον βοηθεῖτε.

`11.462b`

ὅσον κεφαλὴ χάδε φωτός: ὅσον ἠδύνατο.

`11.462c1`

ὅσον κεφαλὴ χάδε φωτός: ἀντὶ τοῦ εἰπεῖν «αὐτοῦ». τὸ δὲ σχῆμα πολλαχῇ, ὡς καὶ ἐπὶ τοῦ «ἐκ πυκινῆς ὕλης πτόρθον κλάσε ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός». μεγαλόφωνος δὲ παραδίδοται ὁ Ὀδυσσεύς· «ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην».

`11.462c2`

ἀντὶ τοῦ εἰπεῖν «αὐτοῦ» φωτός εἶπε. τὸ δὲ σχῆμα πολλαχῇ, ὡς καὶ ἐν Ὀδυσσείᾳ· «ὅπως ῥύοιτο περὶ χροῒ μήδεα φωτός». δείκνυσι δὲ διττὴν εἶναι τὴν φωνήν, τὴν μὲν θωρακικήν, τὴν δὲ πλατεῖαν καὶ οἱονεὶ σφοδροτέραν ἐκ κεφαλῆς.

`11.463`

τρὶς δʼ ἄϊεν ἰάχοντος ἀρηΐφιλος Μενέλαος: ὡς αἴτιος τῆς μάχης νῦν προσεκτικὸς διὰ τὴν ἀπουσίαν Ἀγαμέμνονος· ἢ ὡς φίλος Ὀδυσσεῖ, «ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι». αἰσθόμενος δὲ ὡς οὐκ ἔστιν ἀξιόμαχος, προσλαβεῖν Αἴαντα ἐνθυμεῖται.

`11.464`

αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα:
χάριεν τὸ τῆς περιπετείας, τὸ τὸν ἀλκιμώτατον εὑρεθῆναι πλησίον. τὸ δὲ αἶψα τῆς ἐπείξεως αὐτοῦ καὶ προθυμίας σημαντικόν.

`11.466a1`

ἵκετο φωνή: Ἀρίσταρχος «ἵκετʼ ἀϋτή».

`11.466a2`

ἵκετο φωνή: «ἵκετʼ ἀϋτή». οὕτως, ἵνα συνᾴδῃ τῷ «τρὶς μὲν ἔπειτʼ ἤϋσε».

`11.467a1`

τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο: ὡς εἰ· καιρὸν γὰρ οὐκ εἶχε νῦν σαφῶς δηλῶσαι τὸ πρᾶγμα ὁ Ὀδυσσεύς, μόνον δὲ βοᾷ.

`11.467b1`

βιῴατο: ἀπὸ γὰρ τοῦ πολυτλήμονος στοχάζεται ὡς, εἰ μὴ ἠνάγκασται, οὐκ ἂν ἐβόησεν.

`11.467a2/b2`

οὐχὶ τῷ Ὀδυσσεῖ ἰκέλη, ἀλλʼ αὐτῷ τῷ ὡς εἴ ἑ βιῴατο· στοχάζεται γὰρ ὡς ὁ ταλασίφρων οὐκ ἄν, εἰ μὴ ἠνάγκαστο, ἐβόησεν.

`11.467c`

τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο: ὁ νοῦς· τοιαύτη, οἵα ἂν γένοιτο καταπονουμένου ἀνδρός.

`11.469`

ἀλεξέμεναι γὰρ ἄμεινον: ἄμεινον, ἐκείνῳ δηλονότι, βοηθεῖν ἤπερ ὧδε σχολάζειν.

`11.470`

ἐνὶ Τρώεσσι: γράφεται «μετὰ Τρώεσσι».

`11.475a`

ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον: οὐ δειλὸς ὁ Ὀδυσσεύς, ὅτι ἐλάφῳ εἴκασται· οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβολῆς, ἀλλὰ τῶν ὁμοίων παθημάτων. θανούσῃ δὲ αὐτὸν ἐλάφῳ εἰκάζει, ἵνα αὐξήσῃ τὸν κίνδυνον.

`11.475b`

ἀμφʼ ἔλαφον: μερικὴ ἡ παραβολὴ πρὸς τὴν πληγὴν καὶ πρὸς τὸ πλῆθος τῶν βαρβάρων καὶ τὴν ἀπουσίαν τοῦ βαλόντος, καὶ ὥσπερ θῶας ἀπελαύνει λέων ἐπιφανείς, οὕτω καὶ τοὺς Τρῶας ὁ Αἴας.

`11.476`

τὸν μέν τʼ ἤλυξε: τὸν ἄνδρα δηλονότι.

`11.478`

αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός:
πρὸς τὸ πιθανὴν γενέσθαι τὴν ἔφοδον τῶν πολλῶν ζῴων. ἄγει δὲ καὶ ἐπʼ ἐκεῖνο ἡ ἔννοια ὅτι οὐδʼ ἂν τῷ Ὀδυσσεῖ προσῆλθον οἱ βάρβαροι, εἰ μὴ διὰ τὸ τετρῶσθαι πεπονημένῳ.

`11.480a`

ἐν νέμεϊ σκιερῷ: ὅτι Ζηνόδοτος γράφει «ἐν νέμεϊ γλαφυρῷ». τοῦτο δὲ σπηλαίῳ ἢ ἄντρῳ οἰκεῖον, νομὰς δὲ ἔχοντι ὑπὸ συνδένδρῳ τόπῳ ἀνάρμοστον.

`11.480b`

ἐν νέμεϊ: νέμος σύμφυτος τόπος καὶ εἰς νομὴν πεποιημένος.

`11.480c`

λῖν: περισπαστέον κατὰ νόμον τῶν μονοσυλλάβων αἰτιατικῶν· πᾶσα γὰρ αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα περισπᾶται, ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον, μοῦν, μνᾶν, «σῦν», μῦν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶται, τῆς εὐθείας ὀξυνομένης. ταῦτα Ἡρωδιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ τῆς Καθόλου

`11.480d`

ἄλλως· λίν: ἔδει μὲν περισπωμένως, ὡς μῦς μῦν· τὸ γὰρ πληθυντικὸν παρὰ Καλλιμάχῳ «αἱ μέν ῥα λίεσσιν», ὡς μύεσσιν. Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι.

`11.481a`

σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὁ δάπτει:
Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων φησὶ θῶας καὶ λέοντας πολέμια εἶναι, σαρκοφάγα ὄντα καὶ ἀπὸ τῶν αὐτῶν τὴν τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ Ἀριστοτέλους ὁ ποιητής.

`11.481b`

αὐτὰρ ὁ δάπτει: αὕτη ἡ ἐπεξεργασία τῆς παραβολῆς οὐ πρὸς τὸ προκείμενον.

`11.484a`

ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ: ἢ ἐπὶ τὸ ἀΐσσων βραχὺ διασταλτέον ἢ ἐπὶ τὸ ἔγχει. καὶ ἀμφότερα ἐγκατάσκευα· τὸ μέντοι δεύτερον δοκεῖ λείπειν τῇ σύν προθέσει, ὡς καὶ ἐκεῖ «ἔγχει ἐπαΐσσων».

`11.484b`

ἀΐσσων: στιγμὴ εἰς τὸ ἀΐσσων. οὐ πρὸς τρῶσιν δὲ ὥρμα — ἄπιστον γὰρ τοῦτο —, ἀλλὰ πρὸς τὸ ἐκφοβῆσαι μόνον.

`11.484c`

νηλεὲς ἦμαρ: τὴν χαλεπὴν ἡμέραν, τουτέστι τὸν θάνατον.

`11.486a`

στῆ δὲ παρέξ: παρέστη δέ. καὶ περισσὴ ἡ ἔξ, ὁμοίως τῷ «ὦσα παρέξ».

`11.486b`

παρέξ: ἀντὶ τοῦ παρά. καὶ ὀξύνεται.

`11.488a1`

εἵως θεράπων σχεδὸν ἤλασεν ἵππους: ὁ τοῦ Μενελάου· Ὀδυσσεὺς γὰρ οὐκ ἔχει ἵππους ἅτε δὴ νησιώτης. ἀλλὰ νῦν διὰ τὴν χρείαν οὐκ εἴα ὁ καιρὸς Μενέλαον εἰπεῖν «ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο».

`11.488a2`

τοῦ Μενελάου· ἄνιππος γὰρ ὁ Ὀδυσσεύς.

`11.489`

Αἴας δέ: ἔσχατος ἀριστεύει Αἴας ὡς νωθής

`11.490a`

Πριαμίδην, νόθον υἱόν: ἐπὶ τὸ Πριαμίδην βραχὺ διαστέλλειν ἀξιοῦσί τινες, οὐκ ἀπιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ πατρωνυμικῷ τὸν υἱὸν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξήγησιν ἢ ἐπανάληψιν. περισσὸν δὲ τὸ—ἐμπεριέχεται.

`11.490b`

Πριαμίδην, νόθον υἱόν: τελεία εἰς τὸ Πριαμίδην, καὶ μετʼ ἐμφάσεως ἡ ἐπανάληψις τοῦ δηλουμένου. καὶ πάλιν εἰς τὸ υἱόν τελεία.

`11.492-5`

ὡς δʼ ὁπότε πλήθων ποταμὸς—βάλλει: καὶ ἐπὶ Διομήδους ἡ παραβολή, ἀλλὰ μείζων ἐκεῖ διὰ τὴν ἐπικουρίαν Ἀθηνᾶς οὐ μὴν οὐδὲ αὕτη εἰκῇ πρόσκειται· τὸ γὰρ κάτεισι τὴν ἀκώλυτον ὁρμὴν ὑποφαίνει, καὶ τὸ ὀπαζόμενος οἷον ἐπειγόμενος.

`11.492`

πεδίον δὲ κάτεισι: ὅτι Ζηνόδοτος γράφει «πεδίον δὲ δίηται». τὸ δὲ κάτεισι τὴν ἐξ ὕψους καταφορὰν δηλοῖ.

`11.494a`

πολλὰς δὲ δρῦς ἀζαλέας: πρὸς τὸ σημαινόμενον, πότερον ὅτι φυλλορροεῖ καὶ κατὰ ταύτην τὴν ὥραν ξηραινόμενα τὰ δένδρα ἐκ ῥιζῶν ἀναβάλλεται ὑπὸ τῶν χειμάρρων. ἢ ὅτι οἱ δρυτόμοι εἰς τοὺς ποταμοὺς ἐμβάλλουσι κόπτοντες, ἵνα ἐπὶ τοῦ καιροῦ συγκαταφέρωνται τῷ ὄμβρῳ, ὃ καὶ ὑγιές.

`11.494b`

πολλὰς δὲ δρῦς ἀζαλέας πολλὰς δέ τε πεύκας: ἢ τὰς μὴ παρὰ τὸν ποταμόν, ἀλλʼ ἄνω που οὔσας, ἵνα τὸ πλῆθος τοῦ ῥείθρου δηλοῖ· ἢ ἃς οἱ δρυτόμοι τιθέασι πρὸς τὸ ξηρανθῆναι· «ἡ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας» καὶ διὰ τὸ δυσμετακόμιστον τῶν ξύλων ἐῶσι τὸν ποταμὸν ἀγαγεῖν. διὰ δὲ τοῦ πολλαπλασιάζειν τὸ πολλάς ἐπαίρει τὸν λόγον.

`11.495`

ἀφυσγετόν: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ «ὑετόν», ὁ δὲ Τυραννίων βαρύνει ὁμοίως τῷ «ἀτρύγετον». ἔστι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριστάρχου λέγειν ὅτι τὰ ὑπὲρ τρεῖς συλλαβάς, διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν, ὥσπερ ἔχει τὸ ἀμαιμάκετος, περιμήκετος. τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ «Ἰαπετός» ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι.

`11.498-9`

ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου: ἀριστερὸς τοῦ ναυστάθμου ἐστὶν ὁ Σκάμανδρος.

`11.498`

ἐπεί ῥα μάχης ἐπʼ ἀριστερά: μέμνηται ἑαυτοῦ ὁ ποιητὴς εἰπὼν ἔμπροσθεν «ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων»· οὕτω γὰρ κατὰ ἴσα ἡ μάχη γίνεται, τῶν ἀρίστων ἐφʼ ἑκατέρῳ μέρει ἀριστευόντων καὶ μήπω συμβαλλόντων ἀλλήλοις. καταλιμπάνων δὲ Αἴαντα ποικίλλει τὸ ὑποκείμενον.

`11.500`

ἀνδρῶν: τῶν Ἀχαιῶν· φησὶ γάρ· «νέων δʼ ἀλάπαζε φάλαγγας».

`11.501`

Νέστορα δʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα: κατακωμῳδεῖ τὸ ῥᾴθυμον Ἕκτορος, καθὸ φυγὼν τοὺς περὶ Ὀδυσσέα καὶ Ἀγαμέμνονα τούτοις ἑαυτὸν ἐκδίδωσιν.

`11.502`

ὁμίλει: ὅτι ὁμίλει ἀντὶ τοῦ ἐμάχετο, ἀπὸ τοῦ ὁμοῦ τὰς ἴλας συμβάλλειν.

`11.503a1`

νεῶν δʼ ἀλάπαζε φάλαγγας: οἱ μὲν πλείους ἀνέγνωσαν «νέων» ὡς ξένων, ἵνα τῆς οἱ νέοι εὐθείας γενικὴ ὑπάρχοι. ὁ μέντοι Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης περιέσπασαν, ἵνα ἀπὸ τοῦ «τῶν νέες ὠκεῖαι» ᾖ, ἐπεὶ, φησί, νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περισπώμενον, τοιαύτης ὑπαρχούσης τῆς διανοίας «τὰς πρὸ τῶν νεῶν τάξεις».

`11.503a2`

τὰς πρὸ τῶν νεῶν τάξεις. τινὲς δὲ «νέων» ἀντὶ τοῦ νεωτέρων.

`11.504`

κελεύθου: τῆς ὡς πρὸς τοὺς πολεμίους ὁρμῆς καὶ ἧς εἶχον κατʼ αὐτῶν προθυμίας.

`11.506a`

παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν: ὅτι μηδὲν προδιασυστήσας κατὰ συμπέρασμα παῦσεν ἀριστεύοντα φησίν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «τῷ δʼ οὔ πώ τις ὅμοιος ἐπιχθόνιος γένετʼ ἀνήρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας».

`11.506b`

ἀριστεύοντα Μαχάονα: λεληθότως ἐνέφηνεν ὡς διετίθετό τι ὁ Μαχάων. τίς δὲ ἡ ἀριστεία, ἐπὶ κεφαλαίου εἰπὼν οὐ διέξεισι κατὰ μέρος ὡς ἐπὶ τῶν ἄλλων.

`11.507`

κατὰ δεξιὸν ὦμον: εἰς τὸν ὦμον τέτρωται, ἵνα μηδὲ τοῖς τρωθεῖσιν ἐπαρκῇ. ηὔξησεν οὖν τὴν ἀγωνίαν.

`11.508`

τῷ ῥα περίδδεισαν: τῷ Μαχάονι, ὡς διὰ τῶν ἑξῆς δηλοῖ

«ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων».

`11.509a`

πολέμοιο μετακλινθέντος: ἐπὶ θάτερον μέρος τῆς ῥοπῆς γενομένης.

`11.509b`

πολέμοιο μετακλινθέντος: ἀντὶ τοῦ μεταβληθέντος τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων.

`11.510`

αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα: οὐχ ὅτι τὸ δέον μᾶλλον ὁρᾷ τοῦ Νέστορος, ἀλλʼ ὅτι ἀπίθανον ἦν τοῦτον τὸν λόγον περικεῖσθαι τῷ Νέστορι ὡς περὶ ἰδίας σπεύδοντι ἀπαλλαγῆς. πιθανὴ δὲ καὶ ἡ ἀναχώρησις τῷ Νέστορι κατὰ πρόφασιν τῆς τοῦ ἰατροῦ ἐπιμελείας, ἵνα μὴ καὶ τούτου ἔρημον γένηται τὸ στράτευμα. ἀπαλλάσσει τε δευτέρων κινδύνων τὸν Νέστορα ὁ ποιητής, καὶ ταῦτα στερόμενον τῶν σῳζόντων.

`11.512-3`

ἄγρει, σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων —ἵππους: τοῦτον ἐδύνατο ὁ ποιητὴς καὶ πεζὸν ἐπὶ τὰς ναῦς ἀγαγεῖν· τὸν γὰρ ὦμον ἦν τετρωμένος. οἰκονομικῶς δὲ ἐφʼ ἅρματος αὐτὸν ἐποίησεν ἀπιόντα, ἵνα διὰ τὸ τῶν ἵππων τάχος παραδράμῃ τὴν ὄψιν τοῦ Ἀχιλλέως, καὶ μὴ δυνηθεὶς ἀκριβῶς καταμαθεῖν, τίς ἐστι, τὸν Πάτροκλον τοῦτο εἰσόμενον ἐκπέμψῃ, καὶ ἡ Πατρόκλεια εἰς τὴν ποίησιν παρέλθῃ.

`11.512a1`

ἄγρει: παρορμητικόν. «ἄγε» παρακελευστικόν.

`11.512a2`

ἔστι δὲ τὸ μὲν ἄγρει παρορμητικὸν ἐπίρρημα, τὸ δὲ «ἄγε» παρακελευστικόν.

`11.513`

ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους: ἵνα εἴπῃ Ἀχιλλεὺς «ἵπποι γάρ με παρήϊξαν». καὶ ὁ Νέστωρ δὲ καθομιλήσας τῷ Πατρόκλῳ δύναται ποικίλως πεῖσαι.

`11.515a`

ἰούς τʼ ἐκτάμνειν—πάσσειν: ἀθετεῖται, ὅτι οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις· μειοῖ γάρ, εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ φαρμακεύειν οἶδεν. καὶ Ἀριστοφάνης προηθέτει, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.

`11.515b`

Ζηνόδοτος δὲ οὐ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ.

`11.515c`

ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν:
ἐμείωσε, φασί, τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν εἴδησιν· καίτοι φησίν· «ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίας». οἱ μὲν οὖν φασιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος μὲν ἤρξατο, συνετέλεσε δὲ Ἱπποκράτης, Πραξαγόρας, Χρύσιππος ὅτι δὲ οὐκ ἴσασι τὸ διαιτητικόν, «νοῦσον δʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι», «ἀσπασίως δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν». ἔνιοι δέ φασιν ὡς οὐδὲ ἐπὶ πάντας τοὺς ἰατροὺς ὁ ἔπαινος οὗτός ἐστι κοινός, ἀλλʼ ἐπὶ τὸν Μαχάονα, ὃν μόνον χειρουργεῖν τινες λέγουσι· τὸν γὰρ Ποδαλείριον διαιτᾶσθαι νόσους. καὶ τεκμήριον τούτου· Ἀγαμέμνων τρωθέντος Μενελάου οὐκ ἄμφω ἐπὶ τὴν θεραπείαν καλεῖ, ἀλλὰ τὸν Μαχάονα τοῦτο ἔοικε καὶ Ἀρκτῖνος ἐν Ἰλίου πορθήσει νομίζειν, ἐν οἷς φησιν· «αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ ἐνοσίγαιος πεσεῖν ἀμφοτέροις, ἕτερον δʼ ἑτέρου κυδίονʼ ἔθηκεν· τῷ μὲν κουφοτέρας χεῖρας πόρεν, ἔκ τε βέλεμνα σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντʼ ἀκέσασθαι, τῷ δʼ ἄρʼ ἀκριβέα πάντʼ ἐνὶ στήθεσσιν ἔθηκεν, ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰάσασθαι· ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο ὄμματά τʼ ἀστράπτοντα βαρυνόμενόν τε νόημα.» εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦμα· διὰ γὰρ τὸ ἀπρεπὲς παρῆκε τὴν δίαιταν· οἷον γὰρ ἦν πυρέττοντα τὸν ἥρωα παραλαβεῖν ἢ κενούμενον τὴν γαστέρα ἢ προποτιζόμενον· ταῦτα γὰρ κωμικά, ὡς καὶ Διονυσίῳ πεποίηται ἐν λιμῷ τῶν νόσων Ἡρακλῆς, Σειληνὸς δὲ κλύζειν πειρᾶται τὸν Ἡρακλέα. ἢ μόνων τῶν ἐπειγόντων πρὸς τὸν πόλεμον μέμνηται· εἰσὶ δὲ φάρμακα καὶ χειρουργίαι. εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ ἔπαινος, καὶ τοῦτο ἰατρικῆς ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτης εἶναι πολλῶν ἀντάξια. μήποτε δὲ καὶ τὸ ἑξῆς τοῦ λόγου τοιόνδε· εἰς τὰς ναῦς ἔλαυνε τοὺς ἵππους καὶ τὸν ἰὸν ἔκτεμνε τῷ Μαχάονι καὶ ἐπίπασσε φάρμακα· καὶ οὐ θαῦμα ἰούς τὸν ἰὸν εἰρῆσθαι· καὶ «πρόσωπα» γάρ φησι καὶ «στήθεα»· καὶ τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.

`11.517`

αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο: ἄπεισιν ὁμιλήσων Πατρόκλῳ.

`11.518`

Ἀσκληπιοῦ υἱός, ἀμύμονος ἰητῆρος: τὸ ἀμύμονος τοῦ ἰατῆρός ἐστιν ἐπίθετον· θνητοῖς γὰρ εἴωθεν Ὅμηρος τάσσειν τὸ ἐπίθετον· καὶ «ἀμύμονα» γοῦν «Πήδασον» φησίν.

`11.519a`

μάστιξεν δʼ ἵππους: γράφεται «μάστιξεν δʼ ἐλάαν».

`11.519b`

μάστιξεν δʼ ἐλάαν: ἐμάστιξεν ἐπὶ τῷ ἐλαύνειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς, ὡς τὸ «βῆ δʼ ἐλάαν» ἀντὶ τοῦ ἔβη ἐλαύνων.

`11.520`

τῇ γὰρ φίλον: τοῖς ἵπποις διὰ τὰς φάτνας.

`11.521-3`

Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
Ἕκτορι παρβεβαώς: φησὶ γὰρ «Κεβριόνην δʼ ἐκέλευσεν ἵππων ἡνίʼ ἑλεῖν». μέχρι δὲ τούτου ἠμέλησε τῶν χωρίων ὡς σωφρονισθῆναι ὑπὸ τοῦ ἡνιόχου.

`11.523`

ὁμιλέομεν: ὅτι κυρίως λέγει ὁμιλέομεν, ὁμοῦ τὰς ἴλας συμβάλλομεν.

`11.524`

ἐσχατιῇ πολέμοιο: εἶπε γὰρ «μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης», ὅπου, φησίν, οὐδὲν ὠφελεῖ ἡ ἡμετέρα παρουσία.

`11.527`

εὐρὺ γὰρ  … ἔχει σάκος: ἔνθεν καὶ Εὐρυσάκης ὁ τοῦ Αἴαντος υἱός.

`11.528`

κεῖσʼ ἵππους: ὅτι Ζηνόδοτος γράφει «κεῖθʼ ἵππους». γίνεται δὲ ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ ἐκεῖσε εἰς ἐκεῖνον τὸν τόπον, ὃ δὴ νῦν ἁρμόζει.

`11.529a1`

ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες:
μέσην ἀμφοτέρων ἔχοντες.

`11.529a2`

μέσον ἀλλήλων κινήσαντες.

`11.531`

ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους:
εὖ τὸ μὴ ἀναμεῖναι τοὺς τοῦ Ἕκτορος λόγους· τάχα γὰρ οὐδὲ ἤθελεν ἥκειν ἐκεῖσε διὰ τὸν Αἴαντα.

`11.532`

ἀΐοντες: ὅτι τῷ εἴδει τὸ γένος δεδήλωκεν· τὸ γὰρ ἀΐοντες ἐστὶν ἀκούοντες, θέλει δὲ εἰπεῖν ἐπαισθόμενοι τῆς πληγῆς· ἡ γὰρ ἀκοὴ εἶδός ἐστι τῆς αἰσθήσεως.

`11.534`

στείβοντες νέκυας: καὶ στιβεὺς ὁ βίᾳ πατῶν.

`11.534-5`

στείβοντες νέκυάς τε—περὶ δίφρον: φαντασίαν ποιεῖ ἡ ἔπειξις ὥστε διὰ τῶν πτωμάτων ἔρχεσθαι. εἴωθε δὲ ἀπὸ τῶν συμβεβηκότων δηλοῦν τὰ πράγματα· νῦν δὲ ἀπὸ τοῦ ἀναφερομένου αἵματος ὥστε πιμπλάναι τὸν ἄξονα καὶ τὰς ἄντυγας, τὸ πλῆθος ἐνέφηνε τῶν νεκρῶν. βαθὺ δὲ τραῦμα δηλῶσαι θέλων φησὶ «πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι».

`11.536a`

ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον:
οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον «αἵ τʼ ἀπʼ ἐπισσώτρων»· ὁ γὰρ λόγος οὗτος· ἃς αἱ ῥανίδες ἔβαλλον αἱ ἀπό τε τῶν ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων.

`11.536b`

ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον:
ἃς ἔβαλλον ἄντυγας αἱ ἀπὸ τῶν ὁπλῶν καὶ ἐπισσώτρων ῥαθάμιγγες. πρὸς τὸ θηλυκὸν δὲ ἀπήντησεν.

`11.537`

ἀπʼ ἐπισσώτρων: οὕτως κατὰ συναλιφὴν ἐν ταῖς Ἀριστάρχου.

`11.537-8`

ὅμιλον ἀνδρόμεον: τὴν τῶν ἀνδρῶν μάχην.

`11.538`

ῥῆξαί τε: οὕτως Ἀρίσταρχος ῥῆξαί τε, διὰ τοῦ τέ.

`11.539a`

μίνυνθα δὲ χάζετο δουρός: ἐκεῖθεν, ὅπου ἦν ὁ Αἴας, ἔλασσον δόρατος βολῆς ἀνεχώρει.

`11.539b`

μίνυνθα δʼ ἐχάζετο δουρός: ἧσσον βολῆς δόρατος· φησὶ γοῦν «ἄορί τε». τινὲς δέ, οὐδὲ ὅλως ἐχάζετο.

`11.539c`

μίνυνθα δὲ χάζετο δουρός: ἐπʼ ὀλίγον, φησί, τῆς βολῆς τοῦ δόρατος ὑπεχώρει, ἀντὶ τοῦ οὐδὲ ἐπʼ ὀλίγον, ἀλλʼ ἀεὶ συνεπλέκετο.

`11.539d`

δουρός: Ἀρίσταρχος «δουρί» κατὰ δοτικήν.

`11.540`

αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν:
διὰ τὸν Αἴαντα, ὅπερ καὶ ἐπάγει «Αἴαντος δʼ ἀλέεινε» καὶ τὰ ἑξῆς.

`11.542a1`

Αἴαντος δʼ ἀλέεινε μάχην: ἐντεῦθεν τὸ «γνῶθι σαυτόν». δῆλον οὖν ὡς τοὺς ἀρίστους περιϊστάμενος ἐχώρει, καίτοι τοῦ Διὸς περὶ μόνου Ἀγαμέμνονος εἰπόντος

`11.542a2`

ἐντεῦθεν φαίνεται τὸ «γνῶθι σαυτόν»· δῆλον γὰρ ὡς πάντας τοὺς ἀρίστους σκοπῶν ὑπεχώρει, καίτοι Διὸς περὶ μόνου εἰπόντος Ἀγαμέμνονος.

`11.544`

Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε: πρὸς τὸ «ἀνδρὶ δέ κʼ οὐκ εἴξειε»· ἄτοπον γὰρ τούτου παρόντος τροπὴν γενέσθαι.

`11.545`

ὄπιθεν δὲ σάκος βάλεν: ὅτι ἐκ τελαμώνων ἀνήρτηντο αἱ ἀσπίδες· οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἰς τοὐπίσω μεταλαμβάνεσθαι.

`11.546a`

τρέσσε δὲ παπτήνας ... θηρὶ ἐοικώς: τρέσας ἐπάπτηνε. θηρὶ ἐοικώς· ἑξῆς «ὡς δʼ αἴθωνα λέοντα», ὡς θῆρα ὑπὸ πολλῶν περιεχόμενον.

`11.546b`

τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου: τὸ ἐφʼ ὁμίλου βέλτιον τοῖς ἐπάνω προσδιδόναι.

`11.546c`

ἐφʼ ὁμίλου: Ἀριστοφάνης «διʼ ὁμίλου». ἀντίπτωσις δέ ἐστιν, ὡς τὸ «ἐπʼ Ὠκεανοῖο ῥοάων».

`11.547a`

ἐντροπαλιζόμενος: εἰς ἑκάτερον ἐπιστρεφόμενος, καὶ τὸ φεύγειν καὶ τὸ ὁρμᾶν· διὸ καὶ φυλάσσει τὰ ὀπίσω διὰ τοῦ σάκους, μή πως πληγῇ τὸ μετάφρενον· τὰ γὰρ ἔμπροσθεν ὁ θώραξ σκέπει. ἔστι δὲ ἡ φυγὴ Αἴαντος ἄλλων ἀριστεία. ἄτρωτον δὲ αὐτὸν φυλάσσει τῇ ναυμαχίᾳ

`11.547b`

ἐντροπαλιζόμενος: ἐπὶ ψυχῆς.

`11.547c`

ὀλίγον γόνυ γουνὸς ἀμείβων: ὑποποδίζων. καὶ φεύγει ὡς λέων, οὐχ ὡς ἔλαφος.

`11.548a`

ὡς δʼ αἴθωνα λέοντα—μεσσαύλοιο: ὅτι ἀπὸ τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ «ἤιε πόλλʼ ἀέκων», ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν, ἑξῆς δὲ ὄνῳ. ἔστι δὲ πρὸς διάφορα σημαινόμενα· ὁ μὲν γὰρ λέων πρὸς τὴν πρᾶξιν, ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν· καὶ γὰρ τοῦτον ἐπιτριβῆ πληγῶν λαμβάνει.

διὰ τί ὁτὲ μὲν λέοντι—τοῦ ἥρωος δεδήλωκεν.

`11.548b`

ἀπὸ μεσσαύλοιο: μέσαυλον Ἀττικοὶ τὴν μέσην θύραν.

`11.548-9a1`

ὡς δʼ αἴθωνα λέοντα— ἐσσεύοντο κύνες τε καὶ ἀνέρες: πρὸς τὴν τόλμαν, ὅτι μηδὲ διωκόμενος φεύγει. αἴθωνα δὲ μένος γεννᾶται ὁρῶν.

`11.548-9a2`

ὅτι ὁ λέων οὐ μύει κοιμώμενος.

`11.548-9a3`

πρὸς τὴν τόλμαν ὁ λόγος. αἴθωνα δέ, ὅτι μόνος ὁρᾷ καὶ γεννώμενος καὶ κοιμώμενος.

`11.549`

ἐσσεύοντο: οὕτω διὰ τοῦ ο ἐσσεύοντο.

`11.550a1`

βοῶν ἐκ πῖαρ: τὴν κρατίστην τῶν βοῶν· ἐπὶ ταύτην γὰρ φέρεται ὁ αἴθων

`11.550a2`

τὴν κρατίστην καὶ λιπαρωτέραν τῶν βοῶν· ἐπὶ ταύτην γὰρ ὁ αἴθων ἀεὶ ὁρμᾷ.

`11.551a`

πάννυχοι ἐγρήσσοντες: ηὔξησε τὴν τοῦ λέοντος ἀλκὴν τῇ τοσαύτῃ τῶν βουκόλων φυλακῇ.

`11.551b1`

κρειῶν: περισπαστέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόνασε τῷ ι, ἥτις περισπᾶται διὰ τὸ ἔχειν ἐντελεστέραν τὴν κρεάων.

`11.551b2`

κρειῶν: ἐκ τοῦ κρεῶν.

`11.553`

ἀντίοι: Ἀρίσταρχος διὰ τοῦ ν «ἀντίον».

`11.554`

καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ:
δεταὶ παρὰ τὸ δεδέσθαι. ἐπειδὴ δὲ πολὺ ἔχει τὸ θερμόν, δέδιε τὸ πῦρ· ὅθεν οὐδὲ μύει κοιμώμενος οὐδʼ, ὡς ὁ Δημόκριτος φησί, τικτόμενος.

`11.555a1`

ἠῶθεν δʼ ἀπονόσφιν ἔβη: ἑσπέρας ἐπιθέμενος· φησὶ γοῦν «μολὼν ἐν νυκτὸς ἀμολγῷ».

`11.555a2`

ἑσπέρᾳ, φησίν, ἐπιθέμενος μόγις ἠῶθεν ὑποχωρεῖ.

`11.555b`

ἔβη τετιηότι θυμῷ: πρὸς τὸ εὐσταθὲς τῆς ὑποχωρήσεως, ὥστε οὐ φεύγει, εἴργεται δέ τι δρᾶσαι.

`11.557a`

ἤϊε: ῥῆμα ἐξελέξατο ἐμφαῖνον ἀναχώρησιν θορύβου καὶ ταραχῆς ἀπηλλαγμένον.

`11.557b`

πόλλʼ ἀέκων: ἐνεθυμεῖτο τὸ τῆς ὑποχωρήσεως ἄσχημον καὶ τὸν κίνδυνον τῶν νεῶν.

`11.557c`

περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν: ὅτι ἀντὶ τοῦ περὶ τῶν νεῶν τῶν Ἀχαιῶν.

`11.558-62`

ὡς δʼ ὅτʼ ὄνος—ἐκορέσσατο φορβῆς: ἡ παραβολὴ πρὸς τὴν καταφρόνησιν τῶν Τρώων ὅτι οὐκ αὐτοὺς φεύγει, ἀλλὰ Δία. πρὸς δὲ τὴν στάσιν τὴν ἀδηφαγίαν τοῦ ζῴου ἔλαβεν, διὰ δὲ τοῦ κείρειν τὴν ἀφθονίαν τῆς τροφῆς. εὖ δὲ καὶ οὐ φορτηγῷ τῷ ὄνῳ παρέβαλεν, ἀλλὰ βοσκομένῳ· βραδεῖα γὰρ ἡ κίνησις τοῦ νεμομένου. καὶ ἐπιτείνων τὸν ὄνον νωθῆ λέγει καὶ πληγῶν ἐθάδα πολλῶν, καὶ περικαταξάντων αὐτῷ πρότερον ἀνδρῶν ῥόπαλα· καὶ νῦν οὐκ ἄνδρας τύπτειν αὐτόν φησιν, ἀλλὰ παῖδας.

`11.559a`

νωθής: κατὰ στέρησιν τοῦ θεῖν, ὡς νωθρὸς τοῦ θορεῖν.

`11.559b`

ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγη: ὅτι δοκεῖ μάχεσθαι· εἰ γὰρ κατεάγη πολλὰ περὶ αὐτὸν ῥόπαλα, οὐ δύναται ἡ βία τῶν τυπτόντων νηπία εἶναι ἀλλʼ ἔστι τοιοῦτο τὸ λεγόμενον· ᾧτινι πρότερον κατεάγη ῥόπαλα πολλὰ ὥστε ἐντριβῆ αὐτὸν πληγῶν εἶναι· διὸ ἡ τῶν παίδων βία ἀσθενὴς αὐτῷ φαίνεται.

`11.559c`

πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγη: οὐχ ὑπὸ τῶν παίδων, ἀλλὰ πάντοτε ὑπὸ ἄλλων· οὗτος γὰρ ἐθὰς ὢν οὐκ ἀλεγίζει τῶν νηπίων.

`11.559d`

ῥόπαλα: ξύλα ἐκ τοῦ ἑτέρου μέρους παχύτερα. καὶ τὸ ἔτυμον· εἰς τὸ ἕτερον μέρος τὴν ῥοπὴν ἔχοντα. ἢ ἐκ τοῦ ῥαπίζειν—τὸ γενναῖον.

`11.559e`

ἀμφίς: περὶ καὶ δίχα.

`11.562a`

σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς: ὅτι σπουδῇ λέγει ἀντὶ τοῦ μόλις καὶ μετὰ πολλῆς κακοπαθίας. καὶ ὅτι ἐκορέσσατο εἶπεν ἀντὶ τοῦ ἐκορέσθη.

`11.562b`

σπουδῇ: μόλις· ὅθεν καὶ σπουδαῖος ὁ κάμνων, ἕως οὗ κατορθώσῃ.

`11.564`

τηλεκλητοί: Ἀρίσταρχος «πολυηγερέες», ἐκ πολλῶν ἀγερθέντες.

`11.566`

Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς:
καίπερ καταστασιαζόμενος ὑπὸ τοῦ θείου οὐκ ἐξίσταται τῆς φύσεως.

`11.568a1`

ὁτὲ δὲ τρωπάσκετο: πρὸς τὸ ὁτὲ δὲ τρωπάσκετο.

`11.568a2`

ὁτὲ δέ: ἀντὶ τοῦ ἄλλοτε δέ.

`11.569-71`

πάντας δὲ προέεργε—θῦνε μεσηγύ ἱστάμενος: ὡς «ἕρκος Ἀχαιῶν» εἴργει τοὺς πολεμίους. ὥσπερ δὲ ἐπιλαθόμενος ὅτι φεύγειν αὐτὸν βούλεται Ζεύς, ἀριστεύει πάλιν· ὁρμῶν γὰρ ἵστατο καὶ ἀπετείχιζε Τρῶας, εὐκαιρίαν ἀκίνδυνον τοῦ φεύγειν ἐμποιῶν τοῖς φίλοις. ἔστιν οὖν θύνων ἵστατο

`11.569a`

πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν:
ἤτοι ἐκώλυε τοὺς Τρῶας ἐμπίπτειν ταῖς ναυσὶν ἢ προετρέπετο τοὺς Ἕλληνας ἀναχωρεῖν.

`11.569b`

πάντας: τοὺς Τρῶας.

`11.570-1`

θῦνε ... ἱστάμενος: θύνων ἵστατο.

`11.572`

ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω: πρὸς τὴν ἐξήγησιν τοῦ «ὁ δὲ χασσάμενος πελεμίχθη»· ἀναχωροῦντες γὰρ τὰ ἐμπεπηγότα δόρατα ταῖς ἀσπίσι διετίνασσον.

`11.573`

πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν: βραχὺ διασταλτέον ἐπὶ τὸ μεσσηγύ.

`11.574a`

ἐν γαίῃ ἵσταντο: ὅτι τὰ δόρατα ἵσταντο· καὶ ὅτι ἀπὸ τῶν ἐμψύχων μεταφέρει.

`11.574b`

ἆσαι: ἐνεργητικὸν ἀντὶ παθητικοῦ τοῦ πληρωθῆναι.

`11.575-7`

τὸν δʼ ὡς οὖν ἐνόησʼ … Εὐρύπυλος —φαεινῷ: παθητικῶς Αἴαντα ὑπὸ Εὐρυπύλου εἰσάγει βοηθούμενον· νῦν γὰρ οὐκ ἔχει κρείσσονα, τῶν ἄλλων τετρωμένων. εὖ δὲ τὸ μὴ τὸν Αἴαντα βοηθὸν ἐπικαλεῖσθαι, τὸν δὲ Εὐρύπυλον αὐτομάτως ἥκειν.

`11.579a`

ἧπαρ ὑπὸ πραπίδων: ὑποκάτω γάρ εἰσι τῶν φρενῶν, «ὅθι φρένες ἧπαρ ἔχουσιν». ἔστι δέ τι σπλάγχνον πραπίδες· οὐ γὰρ αἷς νοοῦμεν.

`11.579b`

ἧπαρ ὑπὸ πραπίδων: πραπίδες τὸ διάφραγμα. ἔστι δὲ νευρώδης ὑμὴν διεζωκὼς τὰ σπλάγχνα.

τὸ ἧπαρ ἔτρωσεν κάτω—καὶ φλεβῶν ἧπαρ.

`11.582-3`

αὐτίκα τόξον εἷλκεν: σκοπός ἐστιν αὐτῷ τοῦ σκυλεύοντας φονεύειν. πάλιν δὲ χαρακτηρίζει Ἀλεξάνδρου δειλίαν, ὃς οὐδὲ ἐν τροπῇ τῶν Ἀχαιῶν προελθεῖν τεθάρρηκεν, ἀλλʼ ἐπιτηρήσας οὐδὲ μαχόμενον τὸν Εὐρύπυλον τοξεύει.

`11.583a`

ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ: ἐν ἄλλῳ «εἷλκεν ἐπʼ Εὐρυπύλῳ».

`11.583b`

καί μιν βάλε μηρὸν ὀϊστῷ: ὅτι ἀντὶ τοῦ καὶ αὐτοῦ τὸν μηρὸν ἔτρωσεν.

`11.584a`

δόναξ: ὅτι ὁ τοῦ βέλους κάλαμος· τὰ γὰρ βέλη ξύλινα καὶ καλάμινα ἦν. πρὸς τὸ «κῆλα θεοῖο», ὅτι τὰ βέλη λέγει, καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα.

`11.584b`

δόναξ: ἐκ ξύλων γὰρ ἦσαν καὶ καλάμων τὰ βέλη· ὅθεν καὶ «κῆλα θεοῖο» φησίν· καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα.

`11.586`

ἤϋσεν δέ: εἰκότως βοᾷ· μακρὰν γάρ εἰσιν οἱ Ἕλληνες.

`11.588-9`

καὶ ἀμύνετε νηλεὲς ἦμαρ Αἴαντι: φιλικῶς ἅμα καὶ διὰ τοῦ ὑπερέχοντος θορυβῶν αὐτούς· διὸ καὶ ἐπεξεργάζεται

`11.589a1`

Αἴανθʼ ὃς βελέεσσι: ὅτι Ζηνόδοτος γράφει «Αἴαντος βελέεσσι». γενικὴ μὲν οὖν οὐχ ἁρμόζει ὥστε δέχεσθαι τοῦ Αἴαντος. εἰ δὲ καὶ κατὰ συναλιφὴν ἐν τῷ ψιλῷ ἀντιστοίχῳ γέγραφεν, ἵνʼ ᾖ τὸ πλῆρες «Αἴαντʼ ὃς βελέεσσιν», οὐκ ἔστι τῆς καθʼ Ὅμηρον Ἰάδος τὸ ψιλοῦν τὰ τοιαῦτα.

`11.589a2`

ἀντὶ τοῦ Αἴαντος.

`11.589-90a`

οὐδέ ἕ φημι φεύξεσθʼ ἐκ πολέμοιο: τῆς ἀρετῆς Αἴαντος ἔνδειξις ὅτι οὐ φεύξεται, ἀλλὰ μέχρι θανάτου μενεῖ μαχόμενος. ἢ οὐχ οἷός τε ἔσται τὸν πόλεμον ἐκφυγεῖν καὶ γενναῖος ὤν.

`11.589-90b`

οὐδέ ἕ φημι φεύξεσθʼ ἐκ πολέμοιο: οὐκ οἶμαι αὐτόν, ἕως ὅτου ἀποκάμῃ, παραχωρῆσαι τῷ πολεμίῳ.

`11.590-1a1`

ἄντην ἵστασθε: ἵστασθε ἄντην τῶν ἐχθρῶν.

`11.590-1a2`

τῶν πολεμίων δηλονότι.

`11.592-3`

οἱ δὲ παρʼ αὐτόν πλησίοι ἔστησαν: οὕτω δεῖ ἀρχαίως, οὐ παρʼ αὐτῷ.

`11.593a1`

σάκεʼ ὤμοισι κλίναντες: δύναται καὶ τοὺς ὤμους τοῖς σάκεσι σκεπάσαντες· δύναται δὲ καὶ τὸ σχῆμα τῆς ἀσπίδος δηλοῦν ὅτι τὸ μὲν ἄνω προσέκλινον τοῖς ὤμοις, τὸ δὲ κάτω προεῖχον.

`11.593a2`

ἤτοι τὰς ἀσπίδας ἐπιθέντες τοῖς ὤμοις.

`11.594`

τῶν δʼ ἀντίος ἤλυθεν Αἴας: ἐν ἄλλῳ «τῶν δὲ σχεδὸν ἤλυθεν Αἴας».

`11.595`

στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων:
ἐν τῷ πλήθει τῶν ἑταίρων μετεβάλετο καὶ πρὸς αὐτοὺς ἐστράφη.

`11.596a`

μάρναντο δέμας πυρός: τὴν σφοδρότητα τῆς μάχης παρίστησι, πυρὶ τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· πῦρ γὰρ καὶ ῥᾷστα καὶ τάχιστα φθείρει.

`11.596b1`

δέμας πυρὸς αἰθομένοιο: λείπει τὸ ὥς, ἀντὶ τοῦ ὡς πῦρ αἰθόμενον.

`11.596b2`

λέγει δὲ ὅτι ἐμάχοντο ὡς πῦρ διακαῖον ὕλην.

`11.596c`

δέμας πυρός: δίκην πυρός, ὥσπερ πῦρ.

`11.597-8a1`

Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
..., ἦγον δὲ Μαχάονα: ἰδίως φέρον καὶ ἦγον. ἢ διὰ τὸ τῆς πληγῆς βαρύ.

`11.597-8a2`

καλῶς τὸ μὲν ἔφερον ἐπὶ Νέστορος, ἐπὶ δὲ Μαχάονος ἰδίᾳ τὸ ἦγον διὰ τὸ τῆς πληγῆς βαρύ.

`11.597`

Νηλήϊαι ἵπποι: ἐκ τῆς Νηλέως ἀγέλης, ὡς καὶ ἐπὶ τοῦ «οἷοι Τρώϊοι ἵπποι» ἀπὸ τῆς Τρωὸς ἀγέλης· Τρωῒ γὰρ ὁ Ζεὺς ἵππους ἐδωρήσατο. τοῦτο δὲ ἔνιοι μὴ συνιέντες γράφουσι «Νηλήϊον», ἐπὶ τοῦ Νέστορος· ἄτοπον γάρ, φασί, τὰς Νηλέως ἵππους ζῆν μέχρι νῦν.

`11.598a`

ἱδρῶσαι: ἐν τῷ Ἀγῶνι ἀρσενικῶς.

`11.598b`

ἦγον δὲ Μαχάονα: τοὺς πλείους τῶν ἀρίστων τρώσας πλὴν Αἴαντος τοῦ Τελαμωνίου ἐπὶ τὰς ναῦς ἀπέστειλεν, Ἀγαμέμνονα Διομήδην Ὀδυσσέα Μαχάονα Εὐρύπυλον, καὶ τὸν Τεῦκρον ἑξῆς ἵνα εὔλογον τοῖς Ἀχαιοῖς τῆς ἥττης παράσχῃ αἰτίαν. εἶτα τούτους ἐπὶ τὰς ναῦς ἀπαγαγὼν εἰς ἔπαινον Αἴαντος τὰ λοιπὰ καταναλίσκει ἕως τῆς Πατρόκλου ἐξόδου· καὶ τὸν Πάτροκλον ἀνελὼν ἐπὶ τὸν Αἴαντα ἐπανέρχεται μέχρι τῆς ἐξόδου Ἀχιλλέως· καὶ τοῦτον ἐπὶ τὴν μάχην προαγαγὼν εἰς τὰ ἀνδραγαθήματα αὐτοῦ τὴν Ἰλιάδα τελειοῖ.

`11.599`

τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς:
τὸν Νέστορα ἰδὼν ἐγνώρισεν, οὐ μὴν τὸν Μαχάονα. ἅμα δὲ καὶ τὸ ὁμοειδὲς ἐκτρέπει, ἀνάπαυσιν τῆς μάχης ποριζόμενος διὰ τῆς τοιαύτης διηγήσεως. καὶ πρὸς τὸ μὴ πάλιν πέμψαι λιτὰς, ἢ αὐτὸν ἐξάγειν Ἀχιλλέα.

`11.600a`

εἱστήκει: Ἀρίσταρχος «ἑστήκει».

`11.600b`

πρύμνῃ μεγακήτεϊ νηΐ: ὅτι ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ πρύμνῃ μεγακήτεος νηός.

`11.600-1a1`

εἱστήκει γὰρ … εἰσορόων πόνον— δακρυόεσσαν: τὸ φιλοπόλεμον Ἀχιλλέως ἐνδείκνυται τῷ θεωρεῖν τὴν μάχην. ἅμα δὲ καὶ ᾠκονόμησε ταύτην ὁ ποιητὴς πρὸς τὴν ἔξοδον Ἀχιλλέως.

`11.600-1a2`

τὸ φιλότιμον καὶ φιλοπόλεμον ἐνδείκνυται, θεωρὸν αὐτὸν παρεισάγων τῆς μάχης.

`11.601a1`

ἰῶκά τε δακρυόεσσαν: ὅτι τινὲς γράφουσιν «ἰῶ», εἶτα «καταδακρυόεσσαν». γίνεται δὲ ἔκθεσμον· ὁ γὰρ Ὅμηρος ἰῶκα τὴν ἰωκήν, οἷον δίωξιν, ὡς Ἡσίοδος τὴν κρόκην «κρόκα».

`11.601a2`

ὡς «κρόκα».

`11.602`

αἶψα δʼ ἑταῖρον: παραπεσοῦσαν τὴν εὐκαιρίαν ἁρπάσαι θέλει καὶ παρακληθεὶς ἐξελθεῖν.

`11.603`

παρὰ νηός: ἀντὶ τοῦ παρὰ νηΐ, ἢ ἀπὸ τῆς νηός.

`11.604a`

ἔκμολεν ἶσος Ἄρηϊ: ἐπεὶ μέλλει ἀριστεύειν.

`11.604b`

κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή: σημειοῦνταί τινες ὅτι οὐ πόρρωθεν ἡ προαναφώνησις. κἀκεῖ οὖν οὐκ ἐπὶ τὰ πόρρω ἡ ἀπότασις «Διὸς δʼ ἐτελείετο βουλή».

`11.604c`

κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή: ἀναπτεροῖ τὸν ἀκροατὴν ἡ ἀναφώνησις ἐπειγόμενον μαθεῖν, τί τὸ κακὸν ἦν. προσοχὴν δὲ ἐργάζεται διὰ βραχείας ἐνδείξεως· εἰ γὰρ πλέον ἐπεξειργάσατο, διέφθειρεν ἂν τὸν ἑξῆς λόγον καὶ ἀπήμβλυνε τὴν ποίησιν.

`11.606a`

τίπτε με κικλήσκεις, Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο: διὰ βραχέων ἐρωτᾷ καὶ μετὰ τὴν πεῦσιν εὐθέως ὁρμᾷ.

`11.606b`

τί δέ σε χρεὼ ἐμεῖο: ὅτι πτῶσις ἤλλακται, αἰτιατικὴ ἀντὶ δοτικῆς, τὸ σέ ἀντὶ τοῦ σοί.

`11.608`

δῖε Μενοιτιάδη, τῷ ʼμῷ κεχαρισμένε θυμῷ: ὡς ἀπόρρητον μέλλων λέγειν.

`11.609-10`

νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιούς λισσομένους: ἔδειξεν, ὃ ἐκ πολλοῦ ἤθελεν. νῦν νομίζω, φησί, πάντας τοὺς Ἀχαιοὺς ἱκετεύσειν με. τί νῦν μοι τὴν ἀρχὴν ἐγχειρεῖς; ἤδη δὲ προμαλαχθεὶς ἦν ἐκ τῶν Φοίνικος λόγων. βουλόμενος οὖν πολεμῆσαι Πάτροκλον πέμπει πρὸς τὸν βουλόμενον πεῖσαι.

`11.610a`

χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός: τῇ ἀπουσίᾳ ἑαυτοῦ τὸ πᾶν περιτίθησιν.

`11.610b`

ἀνεκτός: ὀξύνεται τὸ ἀνεκτός· προείρηται δέ

`11.611`

ἀλλʼ ἴθι νῦν, Πάτροκλε  … Νέστορʼ ἔρειο: ἄτοπον γάρ ἐστιν εἰς τὴν σκηνὴν τοῦ τρωθέντος ἀποστέλλειν αὐτόν. τὸ Πάτροκλε δὲ τὴν φιλοστοργίαν ἐμφαίνει· «πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον».

`11.612a`

βεβλημένον: ὅτι ἀντὶ τοῦ τετρωμένον· τῷ εἰδικῷ τὸ γενικὸν ἐσήμανεν.

`11.612b`

βεβλημένον: ἀντὶ τοῦ γένους τὸ εἶδος ἔταξεν, ὡς τὸ «ἀλλʼ οὐ γάρ σε θέλω βαλέειν τοιοῦτον ἐόντα».

`11.614`

τῷ Ἀσκληπιάδῃ: ἢ ὡς πλησιοχώρου φροντίζει· ἢ ἐπεὶ Ἀσκληπιὸς καὶ Ἀχιλλεὺς συμφοιτηταὶ παρὰ Χείρωνι.

`11.616`

Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ: σιωπηλὸς ἀεὶ καὶ ἐνηὴς Πάτροκλος. οὐ θαῦμα οὖν, εἴ γε τὸν τοιοῦτον ἐνίκησε Νέστωρ καὶ μετὰ δακρύων ἐντυγχάνειν Ἀχιλλεῖ· διὸ πείθει

`11.617a`

βῆ δὲ θέειν: ἐν ἄλλῳ «βῆ δʼ ἰέναι».

`11.617b`

βῆ δὲ θέειν: συνορῶν τὸ ἐνδόσιμον Ἀχιλλέως σπεύδει καὶ δρόμῳ χρῆται, συγχαίρων τοῖς Ἕλλησιν.

`11.618`

οἱ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο: οἱ περὶ Νέστορα εἰς τὴν Νέστορος σκηνήν· «τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην».

`11.619-43`

αὐτοὶ μέν ῥʼ ἀπέβησαν—ἐνέποντες: καιρὸν δίδωσι τοῦ βαδίζειν Πατρόκλῳ. τὸ διάκενον οὖν τῆς ὁδοῦ πληροῖ, ταῦτα μέσον ἐνθείς.

`11.620a`

ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος: πεζὸς εἵπετο· σχολαίτερον γὰρ Νέστωρ ἤλαυνε διὰ Μαχάονα· οὐ γὰρ τρεῖς ἐν τῷ ἅρματι. εἰ δὲ Ἀχιλλεύς φησιν «ἵπποι γάρ με παρήϊξαν», προφασίζεται τὴν ἔπειξιν τὴν Πατρόκλου.

`11.620b`

Εὐρυμέδων θεράπων: ὅτι καὶ Ἀγαμέμνονος ἡνίοχος ἦν Εὐρυμέδων.

`11.621a`

τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο: ὅτι ψύχειν μὲν λέγει πρὸς ἄνεμον, τέρσεσθαι δὲ ἐν ἡλίῳ· «εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ».

`11.621b`

ἱδρῶ ἀπεψύχοντο: οἰκείως τὸ «ἀπεψύχοντο», οὐχ ὡς ἡμεῖς. τὸ δὲ ἐν ἡλίῳ τέρσαι φησίν

`11.622a1`

στάντε: οὕτω διὰ τοῦ τε.

`11.622a2`

στάντε δυϊκῶς. διὰ τοῦ τε οὖν ἡ γραφή.

`11.622b`

στάν τε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός: ὅτι σαφὲς ὅτι οὗτοι πρὸς τῇ θαλάσσῃ νενεωλκήκασιν.

`11.624`

τεῦχε κυκειῶ: οὐ δεόντως, φασίν, ὁ Μαχάων, καὶ ταῦτα ἰατρὸς ὤν, τὸν κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου— τοιοῦτος γὰρ ὁ Πράμνειος —τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτων· φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖς τραυματίαις. πρῶτον μὲν οὖν φαμεν ὅτι τὴν δίαιταν ἠγνόουν καὶ ἀνδρειότερα εἶχον τὰ σώματα ὡς καὶ ἀγωνίζεσθαι τοὺς τραυματίας. εἶτα ὅτι καὶ ἀρίστου ἰατροῦ ἐστι τὸ ἰᾶσθαι μὴ μετακινοῦντα τὴν συνήθη δίαιταν. ἄλλως τε ἐξ ἐπιπολῆς ἡ πληγή· τινὲς γοῦν ἐπιχειροῦσιν ὅλως μηδὲ πεπλῆχθαι τὸν Μαχάονα· εἰ δὲ καὶ κατὰ βάθους γέγονεν, οὐδʼ οὕτως ἀδόκιμον τὸ πόμα· ῥύσις γὰρ αἵματος λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλας οἶνος παχύνων τοὺς χυμοὺς καὶ τὴν ἐπίρρυσιν τοῦ αἵματος τὴν ἐπὶ τὸ τραῦμα παχύνει καὶ στέλλει· ὅθεν καὶ τοῖς κοιλιακοῖς αὐτὸν ἔνιοι προσάγουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. τὸ δὲ γάλα πήγνυσιν ἀπὸ πρώτης γενέσεως τὸ σῶμα. δῆλον δὲ ὡς τυρὸς βρεχόμενος γαλακτοῦται. καὶ «ἄλφιτα» παχύνει τὰ ὑγρὰ ὡς ἐκ πεφρυγμένης κριθῆς. τὸ δὲ «κρόμυον» διουρητικόν, καὶ μάχεται τῇ φλεγμονῇ, ὡς καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεσθαι· τῇ δὲ τρίτῃ φλεγμαίνει τὰ ἕλκη. καὶ Πέτρων δὲ Αἰγινήτης ἰατρός, ἐπεὶ διʼ ἔνδειαν ἐπίπτωσις νόσων γίνοιτο, καὶ οἶνον καὶ κρέα προσέφερεν ἀναπληρῶν τὸ λεῖπον τῆς φύσεως. ἢ οὐ πρὸς θεραπείαν, ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα. καὶ Νέστωρ γοῦν λαμβάνει. τοῖς κακοπαθοῦσι δὲ ἐπιτήδειος ὁ κυκεών, τροφὴν ἅμα καὶ ποτὸν ἔχων.

`11.625`

τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς:
ἐν τοῖς δέουσι τόποις ἀποδίδωσι τὰ λείποντα τῆς Ἰλιάδος.

`11.627`

ἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων: καὶ ταῦτα παιδευτικά, ὅτι ἀριστεῖον λαμβάνει Νέστωρ διὰ τὴν σύνεσιν· καὶ ἐν τῷ Ἐπιταφίῳ ἀγῶνι Ἰσοκράτης δὲ ἔλεγε· «πῶς Ἕλληνες γυμνικὰ τιμῶντες σοφίας γέρας οὐ πορίζονται;»

`11.628a1`

ἥ σφωϊν: ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα δηλωθῇ τρίτον πρόσωπον.

`11.628a2`

ἐγκλιτέον τὴν σφωϊν· τρίτου γάρ ἐστι προσώπου.

`11.628b`

ἐπιπροΐηλε: «ἐπίηλε» ἐξέτεινε· πτυκταὶ γὰρ ἦσαν αἱ τράπεζαι. ἡ δὲ «πρό» τὸ ἔμπροσθεν δηλοῖ.

`11.629a1`

κυανόπεζαν: πέζαν εἴωθε τὸ ἄκρον καλεῖν, οὐ τὸν πόδα· «πέζῃ ἐπὶ πρώτῃ» καὶ «ἀργυρόπεζα». οὐκ ἔστιν οὖν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυάνου ἔχουσαν τὸν κύκλον τὸν ἔξωθεν.

`11.629a2`

πέζαν οὐκ ἀεὶ τὸν πόδα, ἀλλὰ καὶ τὸ ἄκρον λέγει. οὐκ ἔστιν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυάνου ἔχουσαν τὸν κύκλον τὸν ἔξωθεν.

`11.629b`

ἐπʼ αὐτῆς: γράφεται «ἐπʼ αὐτῇ».

`11.630a`

κάνεον: ἴδιος ὁ σχηματισμός· οὐ γὰρ ἀπὸ τοῦ κανοῦν.

`11.630b`

κρόμυον ποτῷ ὄψον: θερμόν, ὥστε ποτοῦ δεῖσθαι. ὄψον δὲ πᾶν τὸ σὺν σιτίοις ἐσθιόμενον· ὀψὲ γὰρ ταύτην προσήγοντο τὴν τροφήν, ἕωθεν δὲ ἀκράτισμά τι.

`11.630c`

ποτῷ ὄψον: ὅτι πᾶν προσόψημα ὄψον οἱ ἀρχαῖοι.

`11.630d`

ποτῷ ὄψον: ποτικὸν ὄψον, ὅ ἐστι προσφάγιον δίψους παρασκευαστικόν. πᾶν δὲ τὸ μετὰ ἄρτου ἐσθιόμενον ὄψον καλεῖται. διὸ καὶ ἡ διπλῆ. ἔστι δὲ τὸ κρόμυον—ὡς ἀλεξιφάρμακον.

`11.630-1`

ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον ἠδὲ μέλι χλωρόν: τελεία εἰς τὸ κρόμυον, εἶτα ἠδὲ μέλι χλωρόν. τὸ δὲ ποτῷ ὄψον ἀπὸ κοινοῦ τῷ παντὶ κυκεῷ. τεῦχε, φησί, κυκεῶ, ἅμα ποτῷ καὶ ὄψον ὄντα· τὸ μὲν γὰρ μέλι καὶ ὁ οἶνος ποτόν, τὰ δὲ λοιπὰ ὄψον. πᾶν δὲ τὸ ἐσθιόμενον ὄψον καλεῖται.

`11.631a`

χλωρόν: τρόφιμον ἢ νέον.

χλωρόν: πρόσφατον—τὸν νέον. διὰ τί δὲ τὸν Πάτροκλον—εἰς τὸν πόλεμον ἐξάγειν.

`11.631b`

ἀλφίτου ἱεροῦ: παρὰ γὰρ θεοῦ εἰλήφαμεν αὐτό. καὶ «ἱερὰς κατʼ ἀλωάς».

ἀλφίτου ἱεροῦ ἀκτήν: ἤτοι περιφραστικῶς ἄλφιτα ἢ ἄρτον ἀπὸ τοῦ—τὰ κύματα.

`11.632a`

δέπας περικαλλές: τὴν κατασκευὴν τοῦ ποτηρίου Ἀρίσταρχος τοιαύτην εἶναί φησι· πρῶτον μὲν περίμηκες αὐτὸ εἶναι καὶ δύο πυθμένας ἔχειν οὐχ ἕτερον ἐξ ἑτέρου, ὥς τινες, ἀλλʼ ἑκατέρωθεν· τῶν τεσσάρων ὤτων οὐκ ἐξ ἴσου τὰ διαστήματα εἶναι, ἵνα μὴ κατὰ πόσιν ἐναντίον τοῦ στόματος λαμβάνηται, ἀλλʼ ἑκατέρωθεν τοῦ ποτηρίου δύο καὶ δύο. τούτων δὲ ἅπτεσθαι μακρὰν πελειάδα μίαν ἑκατέρωθεν. ἀντεστραμμέναι δέ εἰσιν αὑταῖς, ἀνὰ μέσον δὲ αὐτῶν δύο· κατὰ γὰρ ἕκαστον τῶν ὤτων τοσαύτας φησίν· εἶναι γὰρ ὡσεὶ φιάλην κοίλην ὥστε ταῖς δύο χερσὶν ὑπολαμβάνοντας τῶν ὤτων προσλαμβάνεσθαι.

`11.632b`

ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός: ὅτι ἀντὶ τοῦ ἤγαγεν, κατὰ μεταφορὰν ἀπὸ τῶν ἐμψύχων.

`11.632c`

ἦγʼ ὁ γεραιός: διχῶς Ἀρίσταρχος, ἦγʼ ὁ γεραιός καὶ «εἶχʼ ὁ γεραιός».

`11.633-4`

οὔατα δʼ αὐτοῦ τέσσαρʼ ἔσαν: συνηρτημένα μὲν ἀλλήλοις τὰ ὦτα, διάστασιν δὲ ἔχοντα ὥστε πρὸς τὸ βαρυτέρας τοῦ ποτηρίου τὰς λαβὰς εἶναι. τὸ σχῆμα οὖν τῶν ὤτων γίνεται διπλοῦν Ω.

`11.634a`

δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον: καὶ τὴν τορευτικὴν οἶδεν. ὀκτὼ δὲ ἦσαν αἱ πελειάδες, δύο καθʼ ἕκαστον ἰοῦσαι οἱ δὲ τέσσαρας αὐτάς φασιν. λέγοι δʼ ἂν μικράς τινας, οἵας εἰκὸς ἐπὶ ἐκπώματος τετορεῦθαι.

`11.634b`

ἀμφὶς ἕκαστον: οὕτως ἀπὸ λαβῆς.

`11.635a`

νεμέθοντο: νέμεσθαι τὰς περιστερὰς εἶπεν, ἐμφαντικῇ χρησάμενος τῇ μεταφορᾷ.

`11.635b`

δύω δʼ ὑπὸ πυθμένες ἦσαν: πρὸς τὴν κατασκευὴν τοῦ ποτηρίου, ὅτι δεδιπλασιασμένον αὐτὸ ὑποτίθεται· τέσσαρα γὰρ ὦτα καὶ δύο πυθμένας. Ἀρίσταρχος δὲ τὴν ὑπό συντάσσει τῷ ἦσαν καί φησιν ὑπῆσαν οἱ πυθμένες. οὕτως καὶ Ἀλεξίων

`11.635c`

δύω δʼ ὑποπυθμένες ἦσαν: διπλοῦς ἦν ὁ πυθμήν, ἥσσων ὑπὸ μείζονος περιεχόμενος. ἐκτύπωμα δὲ τοῦ πόλου αὐτὸν εἶναι λέγουσιν.

`11.635d1`

δύω δʼ ὑπὸ πυθμένες: τινὲς ὑφʼ ἕν, ἵνʼ ᾖ τὸ «ὑποπυθμένες» ἐπίθετον τῶν πελειάδων, ὡς «ἐριαύχενες ἵπποι».

`11.635d2`

τινὲς δὲ ὑφʼ ἓν τὸ «ὑποπυθμένες» ἵνʼ ᾖ τῶν πελειάδων ἐπίθετον, οἷον δύο δὲ ἕτεραι πελειάδες ἦσαν τοῖς πυθμέσιν ὑποκείμεναι.

`11.636a`

ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης: πρὸς τὸ ζητούμενον, πῶς ὁ γέρων ἀμογητί, οἱ δὲ ἄλλοι μετὰ κακοπαθίας. οὐ δεῖ δὲ οὔτε δασύνειν τὴν προφορὰν οὔτε ἐπαίρειν τὴν προσῳδίαν, ἀλλὰ νοεῖν ὅτι καὶ τοῦτο τῶν ἐπαίνων λεγομένων Νέστορός ἐστι, καθάπερ καὶ τὸ «Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε».

`11.636b`

ἄλλος: ὁ Ἀσκαλωνίτης ψιλοῖ, καί φησιν ὅτι ἐπὶ τοῦ Νέστορος κεῖται· ἄλλος μὲν γὰρ ἄν τις αὐτὸ μόγις ἐκίνησε, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτως καὶ Ἀρίσταρχος. τινὲς δὲ βούλονται δασύνειν τὸ α καὶ ἐκτείνειν, ἵνʼ ᾖ ὁ ἄλλος μὲν μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· εἰ γὰρ καὶ κρᾶσιν ἠβούλοντο, παραλαμβάνειν ἐχρῆν εἰς τὸ ω, ὁμοίως τῷ «οἴχετʼ ἀνὴρ ὥριστος». εἰσὶ δὲ οἳ διέστειλαν «ἀλλʼ ὅς», τὸ «ὅς» δασύνοντες, ἀλλʼ ὃς μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχῃ νοητόν· ἐπὶ γὰρ τοῦ Μαχάονος πάλιν βούλονται τὴν διαστολὴν λαμβάνειν. ἡμεῖς δὲ συγκατατιθέμεθα τῷ Ἀριστάρχῳ ψιλοῦντι, ἐπεὶ βούλεται ὁ ποιητὴς καὶ διὰ τούτου τὸ εὔρωστον τοῦ γέροντος παριστάνειν.

`11.636c1`

ἄλλος: ψιλωτέον τὸ ἄλλος· οὐ γάρ, ὥς τινες, κατὰ κρᾶσίν ἐστι τοῦ ὁ ἄλλος, ἵνʼ ᾖ ἐπὶ τοῦ Μαχάονος· ἐχρῆν γὰρ εἶναι ὥλλος, ὡς τὸ ἄριστος «ὥριστος» καὶ ἄλλα, ἃ διὰ τῶν ἄρθρων ὁ ποιητής. τινὲς δὲ «ἀλλʼ ὃς μέν», δασύνοντες τὴν «ὅς» καὶ πάλιν ἐπὶ τοῦ Μαχάονος ἐκδεχόμενοι· ἀλλʼ οὐδέποτε τῷ ὅς ἀντὶ τοῦ «ὅ» χρῆται, τὸ δὲ ἐναντίον, οὐδὲ δεῖται αὐτὸν τραυματίᾳ παρεικάζειν. ἄμεινον οὖν ἀορίστως δέχεσθαι τὸ ἄλλος πρὸς ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτὸν ὁ Νέστωρ. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ «γέρων», ἵνʼ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμογητί. καὶ ἀλλαχοῦ περὶ αὐτοῦ φησιν «ἐπεὶ οὐ μὲν ἐπέτραπε γήραϊ λυγρῷ». ἢ διὰ τὸ κατὰ διάμετρον αἱρεῖσθαι τὸ δέπας· οἱ γὰρ περὶ Ἀρίσταρχον ω εἶναι τὸ ποτήριον· διὸ καὶ τέσσαρα ὦτα· τὰ γὰρ ἁπλᾶ ἄμφωτα καλεῖ. τινὲς δὲ αἱ «ὑποπυθμένες» ὑποβάσεις αὐτῷ δύο ἦσαν πελειάδες· διὸ καὶ μογέων· διπλοῦ γὰρ ὄντος κατὰ διάμετρον ἔδει ἄνειν· καὶ ἴσως πρὸς τὸ ἀμερίμνως καὶ ἀθροῦν πίνειν.

`11.636c2`

οὐχ, ὥς τινες, ἐπὶ Μαχάονος τὸ ἄλλος ἐκδέχεσθαι χρή, ἀλλʼ ἀορίστως πρὸς ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτόν. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ γέρων, ἵνʼ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμογητὶ ἄειρεν.

`11.637`

ἀμογητὶ ἄειρεν: τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροί, ἀλλʼ οἱ ἔμπειροι φέρουσι· διπλῶν γὰρ τῶν ὤτων ὄντων καὶ τοῦ ποτηρίου μεγίστου, οὐκ ἂν νέος ἀπεκίνησεν αὐτὸ τῆς τραπέζης, οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ τὸ πῶς μὴ εἰδέναι· εἰ γὰρ οὐχ ὡς ἔδει αὐτὸ ἦρε, θραῦσιν ἂν ἠπείλησε· δίχειρα γὰρ δυσὶν ἀφʼ ἑκάστης χειρὸς δακτύλοις τῶν ὤτων λαμβανόμενον ἐχρῆν κινεῖν ἀκόπως.

`11.639a1`

οἴνῳ Πραμνείῳ: οἱ μὲν μέλανι, οἱ δὲ πραΰνοντι τὸ μένος, οἱ δὲ μονίμῳ. οἱ δὲ ἐν Ἰκάρῳ πέτραν Πράμνην, ἐν ᾗ πρῶτον ἔφυ ἄμπελος.

`11.639a2`

οἱ μὲν μέλανι, οἱ δὲ γένος ἀμπέλου, οἱ δὲ αὐστηρῷ, οἱ δὲ πραΰνοντι τὸ μένος, οἱ δὲ μονίμῳ.

οἴνῳ Πραμνείῳ: ἤτοι τῷ πραΰνοντι τὰς φρένας—ἐν τῇ Ἰκαρίᾳ οἰνοφόρον.

`11.639-40`

ἐπὶ δʼ αἴγειον κνῆ τυρόν κνήστι χαλκείῃ: ἔκοπτεν δὲ καὶ τυρὸν κνήστεϊ χαλκείῳ, τουτέστι μαχαιρίῳ τυροτόμῳ.

`11.640a`

λεῦκʼ ἐπάλυνε: γράφεται «λευκὰ πάλυνε».

`11.640b`

πάλυνεν: ἐπέπασσεν.

`11.641`

κυκειῶ: τὸ κυκειῶ περισπαστέον· τοῦ γὰρ κυκεῶνά ἐστιν ἀποκοπὴ καὶ ἐπλεόνασεν τὸ ι. κυκειὼν δέ ἐστι πολυμιγὲς ποτόν.

`11.642`

πολυκαγκέα: πολλὴν ξηρότητα ἔχουσαν· ὅθεν καὶ «κάγκανα ξύλα» τὰ ἄγαν ξηρά.

`11.643`

μύθοισιν τέρποντο: πρὸς παραμυθίαν τοῦ τραυματίου.

`11.645`

τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο: διὰ τὸν καιρόν· διδάσκει οὖν καὶ γέροντας εἴκειν νέοις πρὸς ὄφελος. καὶ ὅτι ἤλπιζεν ἐξ Ἀχιλλέως αὐτὸν ἥκοντα χρηστόν τι ἐρεῖν.

`11.647`

ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον: προφασίζεται σπουδήν, ἵνα καὶ μένων χαρίζοιτο καὶ μὴ μένων ἀνέγκλητος εἴη. ἡ δύναμις τούτου τοῦ λόγου ἐποίησεν αὐτὸν μένειν.

`11.648`

οὐχ ἕδος ἐστίν: ἀντὶ ἕδους. ὡς «τρίπος».

`11.649`

νεμεσητός: Ἀρίσταρχος μεμψίμοιρος· οἱ δὲ ἑκάστῳ τὸ δέον νέμων, ὅθεν καὶ νέμεσις. ἵνα οὖν μὴ δόξωσιν ἀμελεῖν αὐτοῦ, ταῦτά φησιν.

`11.650`

ἄγεις: ὅτι ἀντὶ τοῦ ἤγαγες. ἤλλακται δὲ ὁ χρόνος.

`11.652a`

πάλιν ἄγγελος εἶμι: κατʼ ἰδίαν τὸ πάλιν. οὕτως Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης. οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως· πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις ἐγένετο, πάλιν εἶμʼ ἄγγελος.

`11.652b`

πάλιν ἄγγελος: τινὲς ὑφʼ ἓν «παλινάγγελος», οὐχ ὑγιῶς.

`11.654`

τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο: ἀναίτιον πρὸς τὸ «νεμεσητός». ἐπιτείνει δὲ αὐτοῦ τὸ θυμικόν, συγγνώμην ἑαυτῷ ποριζόμενος τοῦ μὴ πεῖσαι αὐτόν.

`11.656-8`

τίπτε τʼ ἄρʼ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται— κατὰ στρατόν: διὰ τί οἰκτίζει τοὺς τετρωμένους, ἀγνοῶν τὴν παντελῆ ἀπώλειαν; διὰ τί τὸ κατʼ ἄνδρα ἐλεεῖ μὴ εἰδὼς τὸ πᾶν Ἀχιλλεύς; ὅτι δὲ ἐλεεῖ, δῆλον ἐξ ὧν Πάτροκλον ἔπεμψεν.

`11.656`

τίπτε τʼ ἄρʼ ὧδʼ Ἀχιλεύς: πιθανῶς οὐ κωλύει αὐτὸν τῆς σπουδῆς, ἄρχεται δὲ λόγων, εἰδὼς ὡς αἰδούμενος οὐ καταλείψει αὐτοὺς ἡμιτελεῖς.

`11.657`

ὅσσοι δὴ βέλεσιν βεβλήαται: συναπτέον τῷ ἐπάνω στίχῳ ἴσως δʼ ἄν τις ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκοι, θαυμαστικὸν ποιῶν τὸν λόγον.

`11.657-8a1`

οὐδέ τι οἶδε πένθεος ὅσσον ὄρωρε: διασταλτέον ἤτοι ἐπὶ τὸ οἶδε ἢ ἐπὶ τὸ πένθεος· ἔχει γὰρ ἀμφότερα λόγον. εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθεος, λείπει ἡ περί, ὡς «Ἕκτωρ χωόμενος Σαρπηδόνος». εἰ δὲ τοῖς ἑξῆς, σχῆμα ἔσται «ὅσσον πένθος»· Ἀττικὴ δὲ ἡ χρῆσις καὶ ἀρχαία.

`11.657-8a2`

ἀρχαία ἡ φράσις.

`11.659a`

κέαται: πρὸς τὸ ἄπρακτον.

`11.659b1`

βεβλημένοι οὐτάμενοί τε: ὅτι συλληπτικῶς τὸ κατʼ ἀμφοτέρων κεκοινοποίηκεν· οὐ γὰρ οἱ αὐτοὶ βέβληνται καὶ οὐτασμένοι εἰσίν. διαστέλλει μέντοι ἐν τοῖς ἑξῆς, λέγων «βέβληται μὲν ὁ Τυδείδης, οὔτασται δʼ Ὀδυσεύς».

`11.659b2`

πρὸς τὸ διάφορον.

`11.659c`

οὐτάμενοι: Ἀρίσταρχος ὡς «ἱστάμενοι» καὶ κιχράμενοι, Πάμφιλος δὲ ὡς δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλημένοι συντελικόν. καὶ δοκεῖ τὸ τοιοῦτον ἐπὶ ἑνικοῦ ἀριθμοῦ πολὺ πρότερον τεθεωρῆσθαι παρʼ αὐτῷ· φησὶ γὰρ «οὔτʼ ἂρ βεβλημένος ὀξέϊ χαλκῷ οὔτʼ αὐτοσχεδίην οὐτασμένος»· συντελικῇ γὰρ μετοχῇ συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ ἐπὶ τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ τοῦ Ἀριστάρχου λέγοι ὅτι οὐκ ἐνεστῶτα ἐκδεχόμενος οὕτως ἀνεγίνωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως· παρὰ τὸ οὐτῶ περισπώμενον ἐκπίπτει παράγωγον εἰς μι λῆγον τὸ οὔτημι, ἀφʼ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ «οὐτάμεναι». ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι ὡς κιχράμενοι. ἀλλʼ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλʼ ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι, τὸ οὐτάζω, ὅθεν καὶ «οὔτασεν» ὁ ἀόριστος· οὐ γὰρ δὴ συστολὴ τοῦ «οὔτησεν», ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου «οὐτάσαι οὐδὲ βαλεῖν» καὶ ἐκ τοῦ «οὔτασται δʼ Ὀδυσεύς». τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος, «οὔτʼ αὐτοσχεδίην οὐτασμένος», ἥτις κατʼ ἔλλειψιν τοῦ ς ἐγίνετο οὐταμένος. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, «ἱστάμενος», κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ἄλλως δὲ καὶ ἡ γινομένη τοῦ ς ὕφεσις καὶ ἀναδρομὴν ἐργάζεται τόνου.

`11.660`

ὁ Τυδείδης: ἴσως πρῶτον ὡς πολέμιον καταλέγει.

`11.661a`

δουρικλυτός: τοῦ Ὀδυσσέως τὸ ἐπίθετον, καὶ διασταλτέον μετʼ αὐτό.

`11.661b`

ἠδʼ Ἀγαμέμνων: οὐκ εἶπεν ἐπίθετον Ἀγαμέμνονος, ὡς ἀπεχθανομένου Ἀχιλλεῖ. τοιοῦτος δέ ἐστιν ὁ λόγος· «καὶ ὁ ἐχθρὸς αὐτῷ δυστυχεῖ».

`11.663`

τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο:
ἦθος ἐμφαίνει ἡ ἀντωνυμία, διὰ τῆς δείξεως δηλοῦσα ὅτι ὁ γέρων τὸν νέον διέσωσεν ἐκ τῆς μάχης.

`11.664-5`

αὐτὰρ Ἀχιλλεύς ἐσθλὸς ἐὼν Δαναῶν— ἐλεαίρει: δυνατός, τουτέστι δυνάμενος, οὐκ ἐλεεῖ. εὖ δὲ καὶ τὸ Δαναῶν καὶ μὴ Ἀγαμέμνονος φάναι· ἐάσας γὰρ τὸν αἴτιον τῆς ὀργῆς τοὺς ἐλεεινοὺς προβάλλεται.

`11.665a`

ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει:
βραχὺ διασταλτέον μετὰ τὸ ἐών.

`11.665b`

οὐ κήδεται οὐδʼ ἐλεαίρει: πικρῶς, οὔτε φιλίᾳ οὔτε ἐλέῳ, φησί, χώραν παρέχει.

`11.666-7a`

ἦ μένει, εἰς ὅ κε δὴ νῆες … θέρωνται: ἆρα καὶ ταῦτα μένει, ἃ ὑπέσχετο «κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας» ἐν ἤθει οὖν ὁ λόγος.

`11.666-7b`

ἦ μένει, εἰς ὅ κε—θέρωνται: τὴν ὁλοσχερῆ ἀπώλειαν τῶν νεῶν ἐμφαίνειν θέλει· εἰ μὴ γὰρ τὰς πρώτας καύσωσιν, οὐκ ἂν οὐδὲ τὰς παρὰ θάλασσαν.

`11.667a`

Ἀργείων ἀέκητι: μὴ δυναμένων ἀμῦναι.

`11.667b`

πυρὸς δηΐοιο: ὅτι λείπει ἡ ὑπό, ὑπὸ πυρός.

`11.668-9a`

αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ —ἔσκεν: πικρῶς καθάπτεται τῆς ὠμότητος Ἀχιλλέως, εἰ ἀναμένει τοὺς Ἀχαιοὺς ἰδεῖν ἑξῆς φονευομένους. ἐλεεινῶς δὲ καὶ ἑαυτὸν καταλέγει.

`11.668-9b`

οὐ γὰρ ἐμὴ ἴς ἔσθʼ οἵη πάρος ἔσκεν: ἐρεθιστικὸν τοῦτο· εἰ γὰρ ἐγὼ νέος ἦν, οὐκ ἂν ὑμῶν ἐδεόμεθα συμμάχων. ἐντέχνως δὲ πρὸς μὲν τοὺς θυμουμένους τὴν φρόνησιν, «καὶ μέν μευ βουλέων ξύνιον»· εὐβουλίας γὰρ ἑώρα δεόμενον τὸν καιρόν· πρὸς δὲ τὸν ἀργοῦντα τὴν ἥβην, ζῆλον ἐμποιῶν τῶν ἔργων.

`11.668`

ἐπισχερώ: ἐφεξῆς ἅπαντες. παρίστησι δὲ διὰ τῆς λέξεως ὅτι καὶ ἐπὶ Μυρμιδόνας ἥξει ὁ κίνδυνος.

`11.670-764`

εἴθʼ ὣς ἡβώοιμι—ὄληται: διδάσκει ὡς οὐ δεῖ ἐπὶ ἀπράκτοις ἀναλίσκειν τὰς ἡλικίας. ἴδια δὲ διηγεῖται κατορθώματα, εἰς ζῆλον καλῶν τὸν ἀκούοντα. καὶ διὰ τοῦ παρὰ γνώμην τοῦ πατρὸς πολεμῆσαι προτρέπεται αὐτὸν τὸ ὅμοιον ποιῆσαι. ἔστι δὲ μείλιχος Πάτροκλος· διὸ ἐνιστάμενον αἰδεῖται τὸν γέροντα.

`11.671-761`

ὡς ὁπότʼ Ἠλείοισι—Νέστορί τʼ ἀνδρῶν: ἐξ ἀναστροφῆς τὸ διήγημα· ἐπὶ γὰρ τοῖς ἐπιμηκεστέροις τῶν διηγημάτων τὸ μὲν ἀπʼ ἀρχῆς ἰέναι ἐπὶ τὴν ἀφήγησιν ἀμβλυτέραν τὴν ἀκρόασιν καθίστησιν, τὸ δὲ ἐκ τῶν πρακτικῶν ἄρχεσθαι ἡδύ. ἡ δὲ ἀρχὴ τοῦ διηγήματος οὕτως ἔχει· Ἡρακλῆς ἐκάκωσε τὴν Πύλον καὶ τοὺς ἕνδεκα τῶν Νηλέως παίδων ἀνεῖλε· διὸ Ἠλεῖοι καταφρονήσαντες τῶν Πυλίων ἔθλιβον αὐτούς, καὶ δὴ Αὐγέας ὁ τῶν Ἠλείων βασιλεὺς ἀφικομένους ἵππους Νηλέως ἐπὶ τὸν Ὀλυμπικὸν ἀγῶνα ἤ τινα τῶν ἐπιταφίων ἀφείλετο. τοῦτο ἐκίνησε Πυλίους. γενομένης δὲ μάχης ἄλλοι τε ἀποθνῄσκουσι καὶ Ἰτυμονεὺς ὑπὸ τοῦ Νέστορος. νικήσαντες δὲ Πύλιοι τὴν λείαν διενέμοντο. ἐπιστρατεύουσι δὲ αὐτοῖς ἡμέρᾳ τρίτῃ ἐκεῖνοι. πολιορκούντων δὲ αὐτῶν τὸ Θρύον φήμη τις ἦλθεν εἰς Πύλον μηνύουσα τὴν ἔφοδον τῶν πολεμίων. στρατεύσαντες δὲ Πύλιοι πάλιν νικῶσι τοὺς Ἠλείους, καὶ ἀριστεύει ὁ Νέστωρ.

`11.672`

ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα: βραχὺ διασταλτέον μετὰ τὸ βοηλασίῃ· δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτεσθαι. οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος, βοηλασίῃ. ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα: Νηλεὺς ὁ Ποσειδῶνος, ἱππικώτατος—λείαν. ἡ ἱστορία παρὰ Φερεκύδει

`11.672-4`

ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα—ῥύσιʼ ἐλαυνόμενος: τὸ ἑξῆς ἐστιν, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα, ῥύσιʼ ἐλαυνόμενος· τὰ δὲ ἄλλα διὰ μέσου.

`11.674a`

ῥύσιʼ ἐλαυνόμενος: ἀντενεχυραζόμενος. καὶ τὸ πλῆρες ῥύσια· Αὐγέας γὰρ πρότερον Νηλέως κατέσχεν τέσσαρας ἀθλοφόρους ἵππους αὐτοῖσιν ὄχεσφιν. τουτέστι θρέμματα ἐλαύνων.

`11.674b`

ῥύσια: τὰ ἀντί τινων ἑλκόμενα, ἅπερ ἀντὶ τῶν ἡρπασμένων ἁρπάζομεν.

`11.675`

ἔβλητʼ ἐν πρώτοισιν: ἢ πρῶτον ἀνῃρῆσθαι αὐτόν φησιν ἢ ἐν πρώτοις μαχόμενον.

`11.676`

περίτρεσαν: περὶ πᾶσαν ὁδὸν ἔφυγον. καὶ ὅτι ἀποθανόντος Ἕκτορος φευξοῦνται πάντες.

`11.677-761`

ληΐδα δʼ ἐκ πεδίου—Νέστορί τʼ ἀνδρῶν: αἰδήμων ὁ Πάτροκλος· ἐπειγόμενος γὰρ ἀνέχεται τοῦ γέροντος μακρολογοῦντος. οἰκονομικῶς δὲ πέπλασται τῷ ποιητῇ ἡ μακρὰ διήγησις, ἵνα ὁ Εὐρύπυλος ἐκ τῆς μάχης φθάσας ἐλθεῖν περιτύχῃ Πατρόκλῳ, καὶ παρὰ τούτῳ ἐμβραδύνῃ περὶ τῆς τειχομαχίας· εἰ γὰρ ταχέως ἐπανῆλθε πρὸς Ἀχιλλέα καὶ ἐκπεμφθῆναι ἑαυτὸν ἔπεισεν εἰς τὴν μάχην, ἀνῃρέθη ἂν ἡ τειχομαχία, διʼ ἣν ἐπλάσθη τὸ τεῖχος.

`11.677a1`

ληΐδα: Ἀρίσταρχος ὡς «Χαλκίδα», Μενεκράτης ὡς «Ἤλιδα». ἔστι δὲ οὕτως ὁρίσασθαι περὶ τῆς προσῳδίας ὡς πάντα τὰ εἰς ις λήγοντα καθαρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, οἷον Κιρφηΐς, «Βρισηΐς», Θαΐς, Λαΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρὰ Ἡροδότῳ λεχθέντα παράθηται. περὶ μέντοι τοῦ δαΐς ὀξυνομένου, τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπὶ ἑτέρου σημαινομένου, εἰρήσεται ἡμῖν ἀλλαχόθι τὸ δὲ ΚΡΑΤΑΙΪΣ δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν «βωστρεῖν δὲ Κράταιϊν»· τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολήν.

`11.677a2`

ληΐδα ὡς κρηπῖδα.

`11.677b`

ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλήν:
αἰτήματι στίζομεν κατὰ τὸ τέλος τοῦ στίχου· πρεπωδέστερον γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς

`11.677c`

ἤλιθα: λίαν ἠθροισμένην. καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι.

`11.678-81`

ἀγέλας ... πώεα ... συβόσια ... αἰπόλια ... ἵππους δὲ—ὑπῆσαν: ἑκάστῳ τὸ οἰκεῖον ἀπένειμεν· οὐδὲ πεζῷ δὲ λόγῳ τις εἶπεν αὐτὰ ἄλλως.

`11.678`

πώεα: παρὰ τὸ πόᾳ χρῆσθαι, ἥτις ἐστὶν αὐτοποίητος.

`11.679`

συβόσια: ἐκτατέον τὸ ι.

`11.683a`

γεγήθει δὲ φρένα Νηλεύς: ὅτι διαφωνοῦσιν οἱ νεώτεροι, τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι ὑφʼ Ἡρακλέους, ὅτε τὴν Πύλον ἐπόρθησεν· φαίνεται γὰρ καθʼ Ὅμηρον περιὼν καὶ μετὰ τὸ πορθηθῆναι· ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστερος τοῦ πρὸς Ἡρακλέα.

`11.683b`

γεγήθει δὲ φρένα Νηλεύς: ἥσετε οὖν καὶ ὑμεῖς τοὺς γονεῖς.

`11.684a`

οὕνεκά μοι τύχε πολλά: ἐπετέτευκτο ἢ περιγέγονεν· τὸ γὰρ τῆς τύχης ὄνομα οὐκ οἶδεν ὁ ποιητής, τὰ δὲ ἀπʼ αὐτοῦ ῥήματα.

`11.684b`

οὕνεκά μοι τύχε πολλά: ταῦτα ἐρεθιστικὰ πρὸς νέον λεγόμενα, ἵνα ἀκούσας Ἀχιλλεὺς ὡς φιλότιμος ζηλωτὴς γένηται.

`11.684c`

οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι:
διασταλτέον ἐπὶ τὸ πολλά πρὸς τὸ σαφέστερον.

`11.685a`

ἐλίγαινον: ὀξέως ἐβόων.

`11.685b`

ἅμʼ ἠοῖ φαινομένηφι: τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς ἐπάνω δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς· ἤτοι γὰρ ἡμέρας γενομένης ἐκήρυσσον, ὅπως ἐκεῖνοι συναχθῶσιν, ἢ ἄλλοτε ἐκήρυσσον, ἵνα ἐκεῖνοι ὑπὸ τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει.

`11.686a`

χρέως: οὕτως Ἀρίσταρχος χρέως.

`11.686b`

χρέως ὠφείλετο: ὅτι τὰ περιελασθέντα ἐκ τῆς Πύλου ὑπὸ τῶν Ἐπειῶν θρέμματα χρέως καλεῖ. Ἀριστοφάνης δὲ «χρεῖος» καὶ «ὀφείλετο».

`11.686c`

χρέως ὠφείλετο: χρέως δάνειον· οἷς γὰρ οἱ ὀφείλοντες καταβάλλουσι, καὶ οἱ ἀδίκως ἁρπάσαντες καταβάλλειν ὀφείλουσιν. δίῃ: θαυμαστῇ, ἱερᾷ· ἐν αὐτῇ γὰρ—τῆς Πελοποννήσου.

`11.687-8`

οἱ δὲ συναγρόμενοι— δαίτρευον: συνηθροισμένων δὲ τῶν Πυλίων οἱ ἡγήτορες ἐμέριζον.

`11.688a`

δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον: ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ἢ συναπτέον τῷ ἑξῆς, ὃ καὶ βέλτιον· τὸ γὰρ «ὥς» ἀντὶ τοῦ ὅτι ἐστὶ κείμενον. καὶ ἐὰν χωρίσωμεν δὲ καὶ ἀκούωμεν οὕτως, ἔσται θαυμαστικὸς ὁ λόγος περὶ τῆς καταφρονήσεως, ἣν ἐποιήσαντο οἱ Ἠλεῖοι περὶ τῶν Πυλίων.

`11.688b`

Ἐπειοί: ὅτι Ἐπειοὺς τοὺς Ἠλείους καλεῖ.

`11.688c1`

ὄφειλον: οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ «ὄφελλον».

`11.688c2`

Ἀρίσταρχος ἀφεῖλον. Ἐπειοί: οἱ Ἠλεῖοι—Ἀριστοτέλης ἐν τῷ Πέπλῳ

`11.688-9`

πολέσιν γὰρ Ἐπειοὶ—ἐν Πύλῳ ἦμεν: δεῖ τὸν λόγον οὕτως ἔχειν· πολλοῖς γὰρ Ἐπειοὶ χρεῖος ὤφειλον, ὡς ἡμεῖς ἦμεν. εἰς τὸ ὄφειλον ὑποστιγμὴν δεῖ γράφειν, τελείαν δὲ εἰς τὸ ἦμεν εἶτα ἐπέζευξεν, ὁπόθεν κεκακωμένοι· «ἐλθὼν γὰρ ἐκάκωσεν». ἐὰν δὲ εἰς τὸ ὄφειλον τελειώσωμεν, ὁ ἑξῆς στίχος κατʼ ἰδίαν ἀναπεφώνηται, καὶ τὸ ὥς ἀντὶ τοῦ οὕτως δεχόμεθα.

`11.689a`

ὡς: ὅτι ἀντὶ τοῦ ὅτε ἢ ὅτι ἢ ἡνίκα.

`11.689b`

ὡς: ἀντὶ τοῦ οὕτως· καὶ ἔστιν ἀπʼ ἄλλης ἀρχῆς.

`11.689c`

ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν: βραχὺ διασταλτέον ἐπὶ τὸ παῦροι πρὸς ἔμφασιν.

`11.689d`

ἐν Πύλῳ ἦμεν: οὐκ «ἐν πόλει ἦμεν», ὡς ἔνιοι.

`11.690a1`

ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη: οὐ διὰ τὰ καθάρσια Ἰφίτου πορθεῖται ἡ Πύλος, ἐπεὶ πῶς Ὀδυσσεὺς μείζων Νέστορος καὶ παρʼ Ὁμήρῳ οὐκ οἴδαμεν φονέα καθαιρόμενον, ἀλλʼ ἀντιτίνοντα ἢ φυγαδευόμενον ἢ οὖν διὰ τὴν ὑπερηφανίαν Περικλυμένου, ἢ ὅτι Ὀρχομενίοις κατὰ Θηβαίων ὡς συγγενεῖς συνεβάλοντο· ὅτι δὲ συγγενεῖς Ὀρχομένιοι Πυλίων, φησὶν «εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ» καὶ «ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυηΐῳ ἶφι ἄνασσεν· ἡ δὲ Πύλου βασίλευε». Ἀγίας δὲ ἐν αʹ Ἀργολικῶν φησὶ τῶν Γηρυόνου βοῶν ἀφελέσθαι Νηλέα, ὅθεν Ἡρακλέα Νέστορι παραδοῦναι τὴν ἀρχήν. Τελέσαρχος δὲ ἐν τοῖς Ἀργολικοῖς ἄγοντα τὰ χρύσεα μῆλα καὶ τὸν ζωστῆρα καὶ τὰς Διομήδους ἵππους εἴργεσθαι ἐπιβαίνειν τῇ πόλει, καὶ τοῦ Νέστορος κωλύοντος.

`11.690a2`

φασὶ τῶν Θηβαίων διαφερομένων τοῖς Ὀρχομενίοις καὶ πολεμούντων αὐτοῖς, οἱ Πύλιοι ὡς οἰκείοις συνηγωνίζοντο· ὅθεν Ἡρακλῆς ὀργισθεὶς τοὺς Πυλίους ἐπολιόρκησεν.

`11.690b`

βίη Ἡρακληείη: ἐπεὶ τῶν ἀδελφῶν Νέστορος φονεὺς ἐγένετο, αὐτοῦ δὲ ἐφείσατο, πρὸς ἑκατέραν ἁρμοζόμενος τύχην οὔτε βλάσφημόν τι προσήρτησε τῷ βίη οὔτε ἐπαίνου ἐχόμενον, ὁποῖον εἰώθαμεν λέγειν «ἱερὴ ἲς Τηλεμάχοιο» καὶ «ἱερὸν μένος Ἀλκινόοιο».

ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη: Ἡρακλῆς παρεγένετο—ὡς καὶ ἐν τῇ Ε φησί, τῷ δὲ Ἡρακλεῖ δύο, Ἀθηνᾶ καὶ Ζεύς.

`11.692a`

δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν: πρὸς τοὺς Χωρίζοντας, ὅτι ἐν μὲν Ἰλιάδι δώδεκα Νηλῆος παῖδας λέγει, ἐν δὲ τῇ Ὀδυσσείᾳ τρεῖς γεγονέναι, ὡς γενεαλογεῖ· «καὶ Χλῶριν εἶδον περικαλλέα» καὶ ἐν τοῖς ἑξῆς «Νέστορά τε Χρομίον τε Περικλύμενόν τʼ ἀγέρωχον». ἐνδέχεται δὲ προγεγονότων αὐτῷ ἐξ ἑτέρας γυναικὸς παίδων ὕστερον ἐκ Χλώριδος τοὺς τρεῖς γεγονέναι· καὶ γὰρ ὁ Πρίαμός φησι· «πεντήκοντά μοι ἦσαν, ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν· ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες».

`11.692b`

δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν: πῶς οὖν ἐκεῖ φησι «Νέστορά τε Χρομίον τε Περικλύμενόν τε» ἢ οὖν τρεῖς ἦσαν ἐκ Χλώριδος, ἢ τοὺς ἀρίστους κατέλεξεν· Χρομίος ὡς πρεσβύτης, Νέστωρ συνετός, Περικλύμενος ἀνδρεῖος.

`11.692c`

δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν: ἐκ Νηλέως τοῦ Τυροῦς καὶ Ποσειδῶνος τῆς Ἀμφίονος καὶ Νιόβης γίνονται παῖδες οἵδε· Περικλύμενος, Πεισίστρατος, Ἄλκιμος, Ὑψήνωρ, Νέστωρ, Πυλαιμένης, Λυσίμαχος, Ἱπποκόων, Πεισήνωρ, Ἱππόλοχος, Ἀγησίλαος, Λύσιππος. γαμεῖ δὲ Νέστωρ Μνησιόχην τὴν Ἀμφιδάμαντος, ἐξ ἧς ἴσχει παῖδας ἑπτά. λόγος δέ ἐστιν ὅτι Χλῶρις ἐπὶ τελευτῇ τῶν παίδων ἀγχόνῃ διεχρήσατο.

`11.693`

τῶν οἶος λιπόμην: τὸ οὖν «κεκακωμένοι ἐν Πύλῳ ἦμεν» συλληπτικῶς· ἐν Γερήνοις γὰρ ἀνετρέφετο.

τὸν Νέστορά φησι—ὥς τινές φασιν.

`11.694`

Ἐπειοί: ὅτι ἔν τισι γράφεται «Ἀχαιοί». τοὺς δὲ Ἠλείους Ἐπειοὺς καλεῖ Ὅμηρος.

`11.697a`

εἵλετο κρινάμενος τριηκόσια: ὅτι θρέμματα δηλονότι τριακόσια.

`11.697b`

κρινάμενος τριηκόσια: ἴσως τὰ πρόβατα μόνα· φησὶ γὰρ «καὶ πῶϋ μέγʼ οἰῶν».

`11.699a`

τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν: ὅτι φαντασίαν ὁ τόπος ἔχει ὡς τετρώρῳ ἅρματι χρωμένων τῶν ἡρώων· καὶ γὰρ λέγει «τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων». ἐνδέχεται δὲ δύω συνωρίδας ἐπὶ τὸν ἀγῶνα πεπορεῦσθαι, μή τι περὶ τὴν ἑτέραν γένηται· εἰρῆσθαι δὲ «τὸν δʼ ἐλατῆρʼ ἀφίει» συλληπτικῶς, τὸν ἑκατέρας ἐλατῆρα, ὡς «ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη»· οὐ μία ἐπὶ ἀμφοτέρων τῶν μερῶν, ἀλλʼ ἑκατέρωθεν μία. οἱ δὲ ὡς Ποσειδῶνος υἱὸν τετρώρῳ φασὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός.

`11.699b`

τέσσαρες ἀθλοφόροι ἵπποι: δύο συνωρίδες, ἵνα, εἰ ἡ ἑτέρα πάθοι, ἡ ἑτέρα ἀγωνίζοιτο· ἢ ἄμφω πρὸς μίαν νίκην· τετρώρῳ γὰρ οὐ χρῶνται ἥρωες.

`11.699c`

αὐτοῖσιν ὄχεσφιν: ὅτι ἑκατέροις δύναται προσδίδοσθαι.

`11.700a`

ἄεθλα: τὰ ἐπάθλια.

`11.700b`

περὶ τρίποδος γὰρ ἔμελλον: οὐκ οἶδε τὰ Ὀλύμπια, ἀλλὰ περί τινος χρηματικοῦ ἀγῶνός φησιν ἀπελθεῖν τοὺς ἵππους· πῶς γὰρ Αὐγείας, ἐφʼ ᾧ Ἡρακλῆς τὸν ἀγῶνα ποιεῖται, ἀφῄρηται τοὺς ἵππους; στέφανον δὲ ὅλως οὐκ οἶδεν ὁ ποιητής, οὐκ ἐν νίκῃ, οὐκ ἐν θυσίαις, οὐκ ἐν συμποσίῳ. πῶς δὲ οὐκ ἐμνήσθη ἐν τῷ Καταλόγῳ, «Ὀγχηστόν θʼ ἱερόν, Ποσιδήϊον ἄγλαον ἄλσος» Πισᾶται δὲ ἐπεμέλοντο τοῦ ἀγῶνος· καὶ ἐπεὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων συνεμάχησαν, Ἠλεῖοι δὲ Λακεδαιμονίοις, Λακεδαιμόνιοι καθελόντες αὐτοὺς τούτοις παρέσχον τὴν ἀρχήν.

Ἡρακλῆς προστάξαντος Εὐρυσθέως —ἥψατο. ἡ ἱστορία παρὰ Καλλιμάχῳ

`11.702a`

τὸν δʼ ἐλατῆρʼ ἀφίει: τὸν ἑκατέρας συνωρίδος ἐλατῆρα, ὡς «ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη».

`11.702b`

ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων: ἤτοι ἐλατῆρα ἵππων ἢ ἀκαχήμενον περὶ ἵππων.

`11.703a1`

ἐπέων: ὡς καὶ βλασφημηθέντος αὐτοῦ ἐν τῇ ἀφαιρέσει.

`11.703a2`

δείκνυσιν ὅτι οὐ μόνον τοὺς ἵππους ἀφείλετο, ἀλλὰ καὶ αὐτὸν ἐβλασφήμει ἐν τῇ ἀφαιρέσει.

`11.704-5`

τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκεν δαιτρεύειν: ἐς δῆμον, τοῖς δανείσασι μερίζει.

`11.705a`

δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης:
ἐκ τῶν περὶ τῆς Κικονίας λεγομένων ἐν Ὀδυσσείᾳ μετάκειται ὁ στίχος· ἔνθα καὶ εὔλογον αὐτοὺς τὰ λάφυρα ἐξ ἴσου μερίζεσθαι. ἐνταῦθα δὲ οὐκ ἐπέβαλεν ἐξ ἴσου μερίζεσθαι, ἀλλʼ ἀνάλογον ἑκάστῳ τοῖς ὀφειλομένοις· οὐ γὰρ ἐκ πολέμου λαφυραγωγίας. Ζηνόδοτος οὐδὲ ἔγραφεν.

`11.705b`

δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης:
ἴσης, τῶν ὀφειλομένων· οὐ πᾶσιν ἴσα.

μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης: ὅπως μηδεὶς ἀπέλθῃ στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς· ἴσης γὰρ τῆς τὸ δίκαιον καὶ ἴσον ἐχούσης.

`11.706-7`

ἀμφί τε ἄστυ ἔρδομεν ἱρὰ θεοῖς: τοῖς περὶ τὸ ἄστυ θεοῖς.

`11.706`

ἀμφὶ δὲ ἄστυ: γράφεται «ἀμφί τε ἄστυ».

`11.708a1`

ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι: βραχὺ διασταλτέον ἐπὶ τὸ ἦλθον πρὸς τὸ σαφέστερον.

`11.708a2`

εἰς τὸ ἦλθον διαστολή.

`11.708a3`

εἰς τὸ ὁμῶς ὀλίγη διαστολή.

`11.709a`

Μολίονε: ὅτι ἀπὸ μητρὸς Ὅμηρος οὐ σχηματίζει· μήποτʼ οὖν ἀπὸ τοῦ ταύτης πατρὸς Μόλου οὕτως αὐτοὺς εἶπεν.

`11.709b`

Μολίονε: παρὰ τὸν μῶλον, ἢ ὅτι Μόλου ἦν ἡ Μολίνη θυγάτηρ.

Μολίονε: Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ Εὔρυτος—οὐδένα σημαίνει. οὗτοι παρηλλαγμένην— τὴν Ἦλιν. ἡ ἱστορία παρὰ Φερεκύδει

`11.710`

οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς: καὶ πῶς καυχᾶται παρʼ ὀλίγον αὐτοὺς ἑλών ἢ ὅτι τερατώδεις τινὲς ἦσαν, ὡς Ἡσίοδος, ἄμφω ἐν ἑνὶ σώματι ὄντες. ὡς δέ τινες, ἑκάτεροι δύο σώματα εἶχον.

`11.711a`

Θρυόεσσα: ὅτι ἣν ἐν τῷ Καταλόγῳ εἴρηκε Θρύον — «καὶ Θρύον, Ἀλφειοῖο πόρον» —, νῦν Θρυόεσσαν λέγει.

`11.711b`

Θρυόεσσα πόλις: ἣν εἶπεν καὶ Θρύον, «Ἀλφειοῖο πόρον». αἱ περιγραφαὶ δὲ προσεκτικοὺς ποιοῦσι τοὺς ἀκροατάς.

`11.712a`

τηλοῦ ἐπʼ Ἀλφειῷ: ὥσπερ τὸ «Ἀλφειοῖο πόρον», διʼ οὗ περᾷ ὁ Ἀλφειός, οὐχ ὅτι ἐκεῖθεν ἄρχεται ἢ ἐκεῖ περαιοῦται.

`11.712b1`

νεάτη Πύλου ἠμαθόεντος: τὸ δὲ νεάτη ἔσχατον ὅριον συνάπτουσα τῇ Ἤλιδι.

`11.712b2`

ἔστι δὲ ὅριον ἔσχατον, ὁρίζον Πύλον καὶ Ἦλιν.

`11.714a1`

ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον: ὑποστικτέον. περιττεύει δὲ ἐν τῷ ἄμμι δʼ Ἀθήνη ὁ δέ σύνδεσμος. δύναται δέ καὶ ἐπὶ τὸ «ἔννυχος» ὑποστίζεσθαι, ἵνα ἐν τῷ «οὐδʼ ἀέκοντα» ὁ δέ περιττεύῃ. καὶ ἔστιν ὁ λόγος τοῦ μὲν προτέρου οὗτος· ἐπεὶ δὲ πᾶν ἐπῆλθον τὸ πεδίον, ἄγγελος ἡμῖν ἦλθεν ἡ Ἀθηνᾶ ὑπʼ ὄρθρον οὐδʼ ἄκοντας ἀνήγαγε τοὺς Πυλίους.

`11.714a2`

ἄμμι δʼ Ἀθήνη: «ἄμμι δέ»· ἢ οὗτος ὁ δέ ἢ ὁ πρὸς τῷ «ἀέκοντα» πλεονάζει. καὶ διχῶς ἡ στιγμή.

`11.715a`

ἄγγελος ἦλθε: οὐ πεμφθεῖσα ὑπό τινος, ἀλλʼ ἀφʼ ἑαυτῆς, ὡς «Ἶρις δʼ αὖθʼ Ἑλένῃ».

`11.715b`

ἄγγελος ἦλθε: τότε μὲν πρὸς ἀγροίκους αἰφνίδιος ἦν ἡ μάχη. νῦν δὲ πρὸς παρασκευασθέντας καὶ πολεμιστάς.

`11.717`

ἀλλὰ μάλʼ ἐσσυμένους: ἐσσυμένους τὸν «λαόν», πρὸς τὸ σημαινόμενον.

`11.717-8a`

οὐδέ με Νηλεύς εἴα: τεχνικῶς τῷ παραδείγματι τὸν Πάτροκλον διδάσκει, εἰ καὶ Ἀχιλλεὺς αὐτὸν εἴργει, λαθόντα προελθεῖν εἰς τὴν μάχην.

`11.717-8b`

οὐδέ με Νηλεύς εἴα θωρήσσεσθαι: προτρέπει τὸν Πάτροκλον, διʼ ὧν αὐτὸς καὶ νέος καὶ ὑπὸ πατρὸς κωλυόμενος ὅμως πεζὸς ἐξῆλθεν.

`11.719a`

οὐ γάρ πώ τί μʼ ἔφη: ὀφείλει τὸ τί ὀξύνεσθαι διὰ τὴν μέ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν.

`11.719b`

οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα:
πῶς οὖν πρώην ἐνίκησεν; ὅτι πρὸς ἀγροίκους ἦν ἡ μάχη, νῦν δὲ πρὸς ἐμπείρους μάχης ἡ παράταξις ἔμελλε γίνεσθαι.

`11.720-1`

ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
καὶ πεζός περ ἐών· ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη: τὸ μὲν πρότερον ως περισπωμένως, τὸ δὲ ἕτερον κατʼ ἔγκλισιν, ἐπειδήπερ τὸ μεταφραστικὸν αὐτοῦ ἐστιν· ἐπεὶ οὕτως ἦγε τὸ νεῖκος ἡ Ἀθηνᾶ — ἢ οὕτως ἔφερε τὸν πόλεμον ἡ Ἀθηνᾶ —, ὅπως ἐπιφανὴς γενήσομαι.

`11.720`

ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον: καίτοι ἄπειρος ὢν ὁπλισμῶν.

`11.721`

καὶ πεζός περ ἐών: καὶ τοῦτο πρὸς ἔλεγχον Ἀχιλλέως τοῦ θαυμαστὸν ἱππικὸν κεκτημένου.

`11.722a`

ἔστι δέ τις ποταμὸς Μινυήϊος: τὸ πολύαρχον καινίζει τὴν ἀκρόασιν καὶ τὸ ὁμοειδὲς ἀποκόπτει καὶ σαφήνειαν προβάλλει καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ προσοχὴν ἐμποιεῖ, παραδιδοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ ἑξῆς προσέχειν ἀπʼ ἄλλης ἀρχῆς ἀναγκάζουσα.

`11.722b`

ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων:
ἄκρως τὸ σχῆμα τοῦ ποταμοῦ διαγράφει· οὐ γὰρ εἰς αἰγιαλὸν ἐκρεῖ, ἀλλὰ κατὰ κρημνοῦ φερόμενος ἐμπίπτει εἰς θάλασσαν ἄνωθεν.

`11.723`

ἐγγύθεν Ἀρήνης: ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδοτέον τὸ ἡμιστίχιον.

`11.723-4`

ὅθι μείναμεν Ἠῶ δῖαν ἱππῆες: ἤδη γὰρ ἑαυτὸν εἶπε τοῖς ἱππεῦσι συναριθμεῖσθαι.

`11.725`

ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες: βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὑπʼ ὄρθρον γὰρ ὁπλισθέντες πρὸς τὴν Ἀρήνην ὥδευσαν καὶ κατὰ μέσον ἡμέρας ἐπὶ τὸν Ἀλφειὸν παρεγένοντο

`11.726`

ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο: δῆλον οὖν ὅτι τοῦ Ἀρκαδικοῦ Πύλου ἄρχει, ὃς ἀπέχει Ἀλφειοῦ ἑκατὸν τριάκοντα σταδίους· διὸ δειλινούς φησιν ἀφικέσθαι.

`11.727`

ἔνθα Διῒ ῥέξαντες ... ἱερὰ καλά: θαυμαστὰ καὶ οἰκεῖα αὐτῷ.

`11.728a`

ταῦρόν τʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι: βίαιος γὰρ τοῖς κέρασι ὁ ταῦρος καὶ τὴν γῆν ἀναβάλλων.

`11.728b`

ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι:
οἰκεῖα τὰ θύματα· τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει ταύρους διὰ τὰς βίας τῶν ὑδάτων.

`11.730a`

δόρπον: ὅτι Ζηνόδοτος γράφει «δεῖπνον». δόρπον δὲ λέγει τὴν ἑσπερινὴν τροφήν· εὐθέως γὰρ κατακοιμῶνται.

`11.730b`

τελέεσσι: τοῖς τάγμασι. δείκνυσι δὲ ὅτι οὐδὲ κοιμώμενοι ἢ ἐσθίοντες διέλυον τὰς τάξεις.

`11.731`

καὶ κατεκοιμήθημεν ἐπʼ ἔντεσι: στρατιωτικὸν καὶ τοῦτο παράγγελμα ἐν τοῖς ὅπλοις καθεύδειν, ἐπεὶ καὶ Διομήδει ῥινὸς ὑπέστρωτο «βοὸς ἀγραύλοιο».

`11.733`

διαρραῖσαι: γράφεται «διαπραθέειν».

`11.734a1`

ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος: ὅτι τὸ προπάροιθε οὐ τοπικῶς, ἀλλὰ χρονικῶς· πρὶν ἢ πορθῆσαι τὸ ἄστυ.  … ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλεμος.

`11.734a2`

προπάροιθε: ἐπὶ χρόνου.

`11.734b`

ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἄρηος: πρὶν τὸ ἄστυ ἀπολέσαι, μέγας αὐτοῖς ὁ κίνδυνος ὤφθη.

`11.735a`

εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης: καὶ τοῦτο τεκμήριον σφαιροειδῆ εἶναι τὸν κόσμον.

`11.735b1`

φαέθων ὑπερέσχεθε γαίης: ὅτι ἐξ ἡρωϊκοῦ προσώπου ὑπὲρ γῆς τὴν ἀνατολὴν λέγει, αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου ἐξ Ὠκεανοῦ.

`11.735b2`

ὅτι ἐξ ἰδίου προσώπου φησὶν «ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο».

`11.736`

συμφερόμεσθα μάχῃ: εἰς ταὐτὸν συνηρχόμεθα· καὶ Ἡσίοδος «λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί»

`11.737a1`

ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος: ὅτι τινὲς καὶ «Ἀχαιῶν» γράφουσιν. Ὅμηρος δὲ Ἐπειοὺς τοὺς Ἠλείους λέγει. καὶ ὅτι νεῖκος οὐ μόνον ἡ διὰ λόγων ἐπίπληξις, ἀλλὰ καὶ ἡ διὰ χειρῶν μάχη, ὡς νῦν.

`11.737a2`

ὅτι ἐπὶ τῆς διὰ χειρῶν μάχης τὸ νεῖκος.

`11.738`

πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους: ὅτι πάντα προθυμίᾳ κατορθοῦται, ὅπου, ἃ εἶρξεν ὁ πατήρ, ταῦτα ἑαυτῷ πεπόρισται παρὰ πολεμίων.

`11.741a`

ἣ τόσα φάρμακα ᾔδει: τοῦτο πρὸς αὔξησιν τῆς Νέστορος ἀρετῆς, εἴ γε μηδὲ ἡ γυνὴ ἔσωσεν αὐτόν, φάρμακα εἰδυῖα πολλά.

`11.741b`

ἣ τόσα φάρμακα ᾔδη: ἐπεξεργάζεται, διὰ τῆς ψυχαγωγίας κατέχων αὐτόν.

`11.741c`

ἣ τόσα φάρμακα ᾔδη: Μήδεια ἐγένετο Αἰήτου μὲν θυγάτηρ, Ἰάσονος δὲ γυνή. αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας ἀφίκετο καὶ συνῴκησεν Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς ἀναγνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγίνεσθαι. πεισθεὶς δὲ Αἰγεὺς φάρμακον ἔδωκε παραγενομένῳ τῷ παιδί· μέλλοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα — ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν — τὸ μὲν φάρμακον ἀφείλετο, τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς. οἰκήσασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἔφυραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομασθῆναι. ἱστόρηται παρὰ Κράτητι

`11.744-5`

Ἐπειοί ἔτρεσαν: τὸ αὐτὸ τῷ «λαοὶ δὲ περίτρεσαν».

`11.746`

ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι: τὸ ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἐπάνω.

`11.747a`

αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος: ὅτι ἐκπέπτωκεν εἰς ποιητικὴν κατασκευὴν τὸ παρηγμένον ἡρωϊκὸν πρόσωπον κατὰ τὴν ποίησιν.

`11.747b`

αὐτὰρ ἐγὼν ἐνόρουσα: πρὸς ἐρεθισμὸν Πατρόκλου ταῦτά φησιν.

`11.748a`

πεντήκοντα δʼ ἕλον δίφρους: τῷ ἀπαρτίζοντι ἀριθμῷ χρῆται καὶ ἔμπροσθεν

`11.748b`

ἀμφίς: ἀντὶ τοῦ περί.

`11.750`

καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα: ὅτι ἐντεῦθεν Ἡσίοδος Ἄκτορος κατʼ ἐπίκλησιν καὶ Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν, γόνῳ δὲ Ποσειδῶνος. οὐδέποτε δὲ Ὅμηρος ἀπὸ μητρὸς σχηματίζει.

`11.751`

εἰ μή σφωε πατὴρ εὐρυκρείων ἐνοσίχθων: πρὸς τὰ περὶ τῆς φύσεως τῶν Ἄκτορος παίδων, πότερον μία ἀμφοτέρων συμφυΐα ἢ ἑκάτερος αὐτῶν διφυὴς ἦν.

`11.754a`

διʼ ἀσπιδέος πεδίοιο: ὁ Ἀσκαλωνίτης διʼ ἀσπιδέος, ἐπεὶ ἐπιφέρει «ἀνά τʼ ἔντεα καλὰ λέγοντες», τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπίδας. ὁ δὲ Ἀλεξίων καὶ ἀμφότερα ἐγκρίνει, καὶ ἀσπιδέος καὶ «σπιδέος». ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι «τινὲς μὲν ἀπὸ τοῦ α ποιοῦνται τὴν διαστολήν, ἵνʼ ᾖ ἀσπιδέος, ὡς εἰκαστικώτερον τοῦ ποιητοῦ ἀσπιδὲς τὸ πεδίον εἰρηκότος τῷ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος, ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. ἄλλοι δὲ ἐκδέχονται ἀσπιδέος τοῦ ἔχοντος πολλὰς ἀσπίδας, καθότι ἐπιφέρει “ἀνά τʼ ἔντεα καλὰ λέγοντες”. οἱ δέ φασιν ἐκ πλήρους “σπιδέος” καὶ ἀποδιδόασι πολλοῦ καὶ μακροῦ· καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν, ὅταν λέγῃ· “σπίδιον μῆκος ὁδοῦ”, καὶ ὁ Ἀντίμαχος· “οὐδὲ σπιδόθεν προνοῆσαι”, τουτέστι μακρόθεν.» καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος. Κράτης δὲ προκρίνει τὴν διὰ τοῦ α γραφήν. Ζηνόδοτος δὲ συναινεῖ τῇ δίχα τοῦ α γραφῇ καί φησι «σπιδέος» τοῦ ἀπόρου καὶ τραχέος. καὶ Ἀμερίας δὲ λέγει «σπιδέος» τοῦ πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδράσιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆσιν παρὰ τοῖς ἀρχαίοις. ἡ διπλῆ πρὸς τὸ σημαινόμενον τὸ ἀπὸ τῆς λέξεως.

`11.754b`

Ἡρωδιανὸς «διὰ σπιδέος».

`11.754c`

διʼ ἀσπιδέος: κυκλοτεροῦς· ὅταν γὰρ ἐν ἀναπεπταμένῳ τόπῳ ὦμεν, κυκλοτερῆ αὐτὸν ὁρῶμεν. ἢ ἐπιμήκους καὶ μακροῦ· ἢ πλατέος· ἢ περιφεροῦς ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος· ἢ ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀσπίδες ἔκειντο, ἵνα τὸ πλῆθος αὐτῶν δηλώσῃ. δίχα δὲ τοῦ α ἔνιοι «σπιδέος».

`11.755`

λέγοντες: ἐν ἄλλῳ χ͂ λέγοντες.

`11.756-7`

ὄφρʼ ἐπὶ Βουπρασίου—Ἀλεισίου ἔνθα κολώνη: ἕως τῶν Ἤλιδος χωρίων· Βουπράσιον γὰρ καὶ Ἀλείσιον πόλεις τῆς Ἤλιδος, ἡ δὲ Ὠλενία πέτρα τῆς αὐτῆς χώρας μεγίστη.

`11.757a`

πέτρης τʼ Ὠλενίης καὶ Ἀλησίου ἔνθα ΚΟΛΩΝΗ:
ἤτοι διασταλτέον ἐπὶ τὸ Ἀλησίου ἢ συναπτέον τοῖς ἑξῆς, ὡς Δημήτριος ὁ Σκήψιος τάφον τὸν τοῦ Ἀλησίου — οὕτω γὰρ Ἀρίσταρχος γράφει —, προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων εἷς ἦν ὁ Ἀλήσιος. ἢ Ἀλήσιον μὲν πόλις, Κολώνη δὲ οὕτω καλούμενος τόπος.

`11.757b`

Ἀλεισίου ἔνθα κολώνη: τινὲς Ἀλεισίου κολώνην τὸν τάφον τοῦ Ἀλεισίου. ἦν δὲ εἷς τῶν μνηστήρων Ἱπποδαμείας. ἀλλʼ οὐχ Ὁμηρικόν.

`11.759a1`

ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον, αὐτὰρ Ἀχαιοί: ὅτι τὸ ἔνθα ἐν ἐκείνῳ τῷ τόπῳ. καὶ ὅτι τοὺς Πυλίους Ἀχαιοὺς λέγει νῦν, τοὺς δὲ Ἠλείους Ἐπειούς

`11.759a2`

ὅτι τοὺς μὲν Πυλίους Ἀχαιούς, τοὺς δὲ Ἠλείους Ἐπειούς.

`11.759b`

αὐτὰρ Ἀχαιοί: Ἀχαιοὶ οἱ Πύλιοι, ὡς Ἠλείων μὴ ὄντων Ἀχαιῶν. οὐ τοῦ Ἠλείου οὖν Πύλου ἦρχεν ὁ Νέστωρ, ἀλλὰ τοῦ τῆς Τριφυλίας.

`11.761`

Νέστορι τʼ ἀνδρῶν: ὀνομαστὶ ἑαυτὸν λέγει, ἀναμιμούμενος τὴν φωνὴν τῶν ἐπαινούντων. ἅμα δὲ καὶ ἐμφαίνει Πατρόκλῳ ὡς καὶ αὐτὸς τεύξεται ἰσοθέου τιμῆς σώσας Ἕλληνας.

`11.762a`

ὥς: τοιοῦτος.

`11.762b`

εἴ ποτʼ ἔην γε: εἴ ποτε ἤμην· νῦν γὰρ οὐκέτι εἰμί.

`11.762-3a1`

αὐτὰρ Ἀχιλλεύς οἶος τῆς ἀρετῆς ἀπονήσεται: καὶ ὁ Πάτροκλος ὡς ἂν μεγίστῳ διδασκάλῳ ἑπόμενος τῷ Νέστορι πρὸς Ἀχιλλέα φησίν· «αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται». δυσωπεῖ δὲ ὁ Νέστωρ ταῦτα λέγων ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, οἷον οὐ καταλείπων τοῖς εἰς ἔπειτα ζῆλον.

`11.762-3a2`

λέγει ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, ἀλλὰ μόνος ὀνήσεται. ἢ οὐδὲ μόνος, τοῖς εἰς ἔπειτα μὴ λιπὼν ζῆλον.

`11.763a`

οἶος τῆς ἀρετῆς ἀπονήσεται: μόνος τῆς ἀρετῆς ὄνησιν ἕξει, οὐχὶ δὲ καὶ οἱ φίλοι.

`11.763b`

ἀπονήσεται: ὄνησιν ἕξει, ἐν ἀπολαύσει γενήσεται.

`11.763-4`

ἦ τέ μιν οἴω πολλὰ μετακλαύσεσθαι, ἐπεί κʼ ἀπὸ λαὸς ὄληται: καὶ αὐτὸν τὸν ἄγριον εἰς ἔλεον ἄξει τὸ γεγονός. οὐ παρακαλεῖ δέ· νεωστὶ γὰρ ἀπέβαλε τὰς παρακλήσεις.

`11.765a`

ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν: καὶ Ὀδυσσεὺς μὲν ταῦτα ἔλεγεν ἐν ταῖς Λιταῖς· «ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεύς». ἀλλʼ ὁ μὲν ἐν κεφαλαίοις, ὁ δὲ καὶ τοῦ καιροῦ καὶ τῶν προσώπων ὑπομιμνῄσκει.

`11.765b`

ὧδʼ ἐπέτελλεν: λείπει τὸ πολεμεῖν.

`11.766`

ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν: ὅτι δεῖ μᾶλλον Ἀχιλλέως αὐτὸν πείθεσθαι Ἀγαμέμνονι. ἠρέμα οὖν αὐτὸν διδάσκει ὅτι σύμμαχος ἐφʼ ἑαυτοῦ τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσθήκη τῆς συμμαχίας Ἀχιλλέως.

`11.767a1`

νῶϊ: ἡ μὲν διπλῆ, ὅτι χωρὶς τοῦ ν Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς. ἀθετοῦνται δὲ ἀπὸ τούτου στίχοι ἐννεακαίδεκα, ἕως τοῦ «σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλεν», ὅτι ἡ σύνθεσις αὐτῶν πεζή, καὶ διαφωνεῖ τοῖς ἐν ταῖς Λιταῖς ταῦτα «Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ»· ἐκεῖ γὰρ ὁ Πηλεύς φησι «τέκνον ἐμόν, κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη δώσουσʼ, αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμόν». καὶ ὅτι ἃ Πηλεῖ ἐπέβαλλε ποιεῖν, ὁ Ἀχιλλεὺς πράσσει, αὐτὸς δὲ ὡς εἴδωλον σπένδει· «ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγεν, ξείνιά τʼ εὖ παρέθηκεν». ὁ δὲ Πηλεὺς οὐδʼ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς δὲ ἡ σύνθεσις καὶ τοῦ «ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι». ἠθετοῦντο καὶ παρὰ Ἀριστοφάνει οἱ ἐννεακαίδεκα.

`11.767a2`

ἀθετοῦνται δὲ ὡς ἐναντίοι τοῖς ἐν ταῖς Λιταῖς.

`11.767b`

νῶι δέ τʼ ἔνδον: ἀθετοῦνται στίχοι ἐννεακαίδεκα· πῶς γὰρ ὧδε μὲν Πηλεὺς ἀριστεύειν ἐπιτάσσει ἐκεῖ δὲ «μεγαλήτορα θυμόν ἴσχειν ἐν στήθεσσιν» ὅτι, οὗ δέονται παρʼ αὐτοῦ, τούτου ὑπομιμνῄσκουσιν· ὁρᾷ γὰρ ὁ Νέστωρ ὡς ἐλώφησε νῦν τῆς ὀργῆς. —πάλιν φασίν· διὰ τί Πηλεὺς οὐ φιλοφρονεῖται τοὺς περὶ Νέστορα καὶ Ὀδυσσέα ἥκοντας, ἀλλʼ Ἀχιλλεύς; σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως ὑποδεξάμενον, νῦν δὲ ἀποδοκιμάζοντα. ὅτι δὲ καὶ Πηλεὺς ἐφιλοφρονήσατο, δηλοῖ διὰ τοῦ «ὅς ποτʼ ἔμʼ εἰρόμενος μέγʼ ἐγήθεεν»· καὶ Πεισίστρατος τοὺς περὶ Τηλέμαχον —ἠρκεῖτο δὲ ὡς ἡγεμὼν μόνος ἐπιτάσσεσθαι Ἀχιλλεύς. ἀλλὰ καὶ σύντροφος αὐτῷ Πάτροκλος· καὶ αὔξει νῦν τὸν Πάτροκλον, ὡς δεόμενος αὐτοῦ.

`11.767c`

ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς: ἐν καιρῷ ἐδήλωσε τὰ τῆς στρατολογίας ὅτι οἱ ἀριστεῖς εἰς τοῦτο ἐκπέμπονται.

`11.767d`

ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς: ἵνα μὴ ἀρνοῖτο Πάτροκλος.

`11.769`

Πηλῆος δʼ ἱκόμεσθα: ὁ δέ ἀντὶ τοῦ γάρ. εἰπὼν δὲ ὅτι τῶν παραινέσεων ἠκούσαμεν ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει. πῶς ἄρα καὶ ἤκουσαν; ὅτι κατὰ πρεσβείαν συμμαχίας ἀφιγμένοι.

`11.770a`

λαὸν ἀγείροντες: πῶς οὖν ἡ Ἥρα φησὶ «καμέτην δέ μοι ἵπποι λαὸν ἀγειρούσῃ» ὅτι διὰ τοῦ Νέστορος καὶ Ὀδυσσέως συνῆγεν. καὶ ἡ Ἀθηνᾶ γοῦν κατέχει τοὺς Ἕλληνας ἀποπλεῖν θέλοντας διὰ Ὀδυσσέως

`11.770b`

πουλυβότειραν: ἐν ἄλλῳ «καλλιγύναικα».

`11.771-3`

ἔνθα—γέρων δʼ ἱππηλάτα Πηλεύς πίονα μηρίʼ ἔκηε βοός: προσώποις καὶ τόποις καὶ σημείοις πίστιν καὶ ὑπόμνησιν τῶν λεχθέντων ποιεῖται.

`11.773a`

μηρίʼ ἔκηε: Ἀρίσταρχος «μηρία καῖε».

`11.773b`

μηρίʼ ἔκηε βοὸς Διῒ τερπικεραύνῳ: ἐπὶ τῶν θεῶν μαρτύρων συμμάχους ὑμᾶς παρειλήφαμεν, οὓς νῦν ἀδικεῖτε, φησί, τῆς συμμαχίας ἀφιστάμενοι.

`11.774a`

αὐλῆς ἐν χόρτῳ: ἐν τῷ περιφράγματι τῆς αὐλῆς. χόρτοι δὲ οἱ τριγχοί, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ· «σύγχορτα ναίω πεδία ταῖς Ἐλευθεραῖς», καὶ ἐν Ἀνδρομάχῃ ὁμοίως.

`11.774b`

ἐν χόρτῳ: ἐν ὑπαίθρῳ.

`11.777-9a1`

ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς —θέμις ἐστίν: οὐ προπετὴς Ἀχιλλεύς, ἀλλὰ φιλόξενος. καὶ Πεισίστρατος τοὺς περὶ Τηλέμαχον εἰσάγει· «ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτί».

`11.777-9a2`

οὐκ ἐκ προπετείας τοῦτο ποιεῖ Ἀχιλλεύς, ἀλλʼ ἐκ φιλοξενίας.

`11.778-9`

κατὰ δʼ ἑδριάασθαι ἄνωγεν, ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε—ἐστίν: ἔλεγχός ἐστι τῆς Ἀχιλλέως ὠμότητος, ἐπεὶ φιλοφρονησάμενος καὶ μεταδοὺς ξενίων περιορᾷ νῦν τοὺς ξένους ἀναιρουμένους.

`11.782a1`

ἠθέλετον: Ζηνόδοτος «ἠθελέτην».

`11.782a2`

τὸ δὲ ἠθέλετον ἡ τοῦ Ζηνοδότου «ἠθελέτην».

`11.785-9`

σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε—ἀγαθόν περ: ἄνω μερικῶς εἰπὼν περὶ Μενοιτίου νῦν ἐπὶ τὸ πᾶν ἦξε διήγημα ἐλέγχων· ἔστι γὰρ φιλοπάτωρ.

`11.786-9`

τέκνον ἐμόν, γενεῇ—εἰς ἀγαθόν περ: ὅσα ἐβούλετο τῷ Πατρόκλῳ παραινεῖν, ταῦτα ποιεῖ τὸν Μενοίτιον ὑποτιθέμενον, ὡς καὶ τῷ Ἀχιλλεῖ ὁ Ὀδυσσεὺς ἐκτίθεται τὸν τοῦ Πηλέως λόγον καὶ ἀμφότεροι δεόντως, ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες μήτε Ὀδυσσέα μήτε Νέστορα τοὺς λέγοντας, ἀλλὰ τὸν πατέρα.

`11.786a1`

γενεῇ μὲν ὑπέρτερος: ὅτι Ἀρχίλοχος ὑπερτέρην τὴν νεωτέραν ἐδέξατο· «οἴην Λυκάμβεω παῖδα τὴν ὑπερτέρην» ἀντὶ τοῦ τὴν νεωτέραν. καὶ τὸ ἔτυμον δὲ ἀντιπίπτει· ὁ γὰρ ὑπερέχων κατά τί ἐστιν ὑπέρτερος. καὶ νῦν λέγει, τῷ γένει, τῇ εὐγενείᾳ ὑπερέχει διὰ τὸ εἶναι θεᾶς μητρός· σὺ δὲ πρεσβύτερος εἶ

`11.786a2`

γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς: γένει ὑπερέχει σου, καθὸ ἐκ θεᾶς ἐστιν.

`11.786b`

γενεῇ μὲν ὑπέρτερος: ὑπέρτερον ἀεὶ τὸν ὑπερέχοντά φησιν· Ἴωνες δὲ τὸν μετέωρον λέγουσιν.

`11.787`

πρεσβύτερος δὲ σύ ἐσσι: ὥστε σὲ ἐκείνῳ οὐ δεῖ πείθεσθαι· τὸ δὲ ἐναντίον νῦν ποιεῖς. διδάσκει δὲ ἡμᾶς διδαχῆς ἀνέχεσθαι, ὅπου τηλικοῦτος ὢν Ἀχιλλεὺς μετὰ Φοίνικα καὶ Πατρόκλου ἀνέχεται· διὸ ἐκεῖ μὲν «διδασκέμεναι», ὧδε δὲ «ὑποθέσθαι».

`11.789`

ὁ δὲ πείσεται εἰς ἀγαθόν περ: καὶ ἐκεῖ «φιλοφροσύνη γὰρ ἀμείνων».

`11.790`

σὺ δὲ λήθεαι: εὐπρεπῶς τὴν ἀπείθειαν λήθην ὠνόμασεν, ὑπαγόμενος αὐτόν.

`11.791`

αἴ κε πίθηται: οἶδε γὰρ τὸ εὐλαβὲς Πατρόκλου καί φησιν· ὀφείλεις τὰ παρὰ σαυτοῦ εἰσενέγκασθαι.

`11.792`

τίς δʼ οἶδʼ, εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις: περιεῖλεν αὐτοῦ τὸν ὄκνον, ἄδηλον εἶναι τὴν ἀπείθειαν Ἀχιλλέως ὑπογράφων. ἅμα δὲ καὶ εὔελπιν ἀπεργάζεται τῇ παρὰ τοῦ δαίμονος ἐπικουρίᾳ· ἴσως γὰρ ἄν, φησί, καὶ τὸ δαιμόνιον συμβαλεῖται πρὸς τοῦτο.

`11.793`

ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου: ἀπὸ κοινοῦ τὸ ἀγαθοῦ, ὡς τὸ «ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι»· ἀπὸ κοινοῦ γὰρ τὸ ἀγαθόν. διδάσκει δὲ διαφόρως προσλιπαρεῖν, εἴγε μηδὲν ἀνύσας διὰ πρέσβεων ἑτέρᾳ μεθόδῳ ἐχρήσατο πρεσβείας.

`11.794a`

εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει:
ὅτι Ζηνόδοτος καὶ τοῦτον καὶ τὸν ἑξῆς περιέγραψεν, ἀναγκαίους ὄντας εἰς ἐρεθισμὸν Ἀχιλλέως.

`11.794b`

εἰ δέ τινα φρεσὶν ᾗσιν θεοπροπίην ἀλεείνει: εἰδὼς τὸ φιλόδοξον αὐτοῦ ἐρεθίζει, φιλοψυχίαν καὶ φόβον ὀνειδίζων. δύο δὲ προβέβληται καὶ ἀμφοτέρων ἐπέτυχεν. ἔστι δὲ ἁπάσης ἀντιλογίας στερητικόν· βοηθείτω γάρ, φησί, μὴ κινδυνεύων αὐτός.

`11.797`

αἴ κέν τι φόως Δαναοῖσι γένηαι: ὡς νῦν αὐτῶν ἐν σκότῳ ὄντων.

`11.798`

καί τοι τεύχεα καλὰ δότω: οἶδε τὸ φιλότιμον Ἀχιλλέως, ὅπως ἡ δόξα τῆς μάχης πάλιν εἰς αὐτὸν ἀναδράμῃ. ἅμα δὲ καὶ θεραπείαν ἔχει Ἀχιλλέως, εἰ τὰ ἐκείνου ὅπλα ὀφθέντα καὶ ἄλλος τις δόξας εἶναι Ἀχιλλεὺς ἀριστεύει. προπαρασκευάζει τὴν Ὁπλοποιΐαν.

`11.799a`

ἴσκοντες: Ἀρίσταρχος ἀξιοῖ διὰ τῆς ει διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροις, φησί, τὸ κατὰ διαίρεσιν αὐτοῦ ὁρᾶται, ἐΐσκω λεγόμενον· «ἐΐσκω πηγεσιμάλλῳ». οἱ δὲ περὶ τὸν Ἀλεξίωνα διὰ τοῦ ι μόνου συνεσταλμένου. κἀγὼ δὲ τούτοις συγκατατίθεμαι τὸ μὴ δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων, λέγω δὲ τὰ διὰ τοῦ σκω. ἔχειν πρὸ τέλους δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ υ, πιφαύσκω. ὁ δὲ λόγος παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίσκω καὶ θναίσκω. ὥστε ὅτε λέγει «ἐΐσκω» κατὰ διαίρεσιν, ὑγιῶς πάνυ ἀποφαίνεται, εἴγε παρὰ τὸ εἴδω ἐξέπιπτε μέλλων ὁ εἴσω, ὃς ὤφειλεν ἐπενθέσει τοῦ κ ποιῆσαι τὸ εἴσκω, ὡς μεθύσω μεθύσκω, δράσω δράσκω. ἀλλʼ ἐπεὶ ἀνέφικτον ἦν χωρῆσαι τὴν τοιαύτην δίφθογγον πρὸ τῆς σκω παραγωγῆς, διαιρέσει ἐχρήσατο. ὅπου δὲ οὐ παραδέχεται αὖ τὸ τῆς διαιρέσεως, ἐκεῖ ἐκβάλλει τὸ ε.

`11.799b`

εἴσκοντες: διὰ τῆς ει Ἀρίσταρχος· Ζηνόδοτος διὰ τοῦ ι. ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ι βραχέος φησὶν εἶναι τὴν γραφήν.

`11.800`

ἀρήϊοι υἷες Ἀχαιῶν: εὖ τὸ ἐπίθετον· πολεμικοὶ μὲν ὄντες, τὸ δὲ νῦν δυστυχοῦντες.

`11.801a`

ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο: πρὸς τὴν ἀνάγκην μόνον, φησί, γένεσθε σύμμαχοι, εἰ ἐν βραχεῖ καὶ συντόμῳ δύναται αὐτοῖς τὰ τῆς ἐπικουρίας γενέσθαι, καὶ διδάσκει πῶς· «ῥεῖα» γὰρ «ἀκμῆτες». ἢ καθολικόν ἐστιν· ἡ ἀνάπνευσις τῶν νικωμένων παρὰ μικρὰν ῥοπὴν γίνεται, καὶ πολλάκις ἑνὸς ἀνδρὸς ἐπιφάνεια ἢ φόβου ὑπόνοια μεταβολὴν τῆς τύχης ἐπειργάσατο.

`11.801b`

ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο: μικρὰ ἡ περιλειπομένη ἀναπνοὴ ἐκ τοῦ πολέμου, ὥστε ἐὰν βραχὺ ἀνεπικούρητοι γένωνται, ἀπόλλυνται.

`11.801c`

ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο: γένηται.

`11.802-3a`

ῥεῖα δέ κʼ ἀκμῆτες … ὤσαισθε προτὶ ἄστυ—κλισιάων: ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται. ὅτι οἰκειότερον κεῖνται πρὸ τῆς Πατρόκλου ἐξόδου ὅτε καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπὶ ναυσὶ μάχης συνεστώσης· οὐδὲ γὰρ ἂν συμβέβηκεν ἤδη τοὺς Τρῶας ἐπὶ ταῖς ναυσὶν αὐταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας. διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τοῦ ῥεῖα δέ κʼ. οἱ δὲ τοῖς ἑξῆς συνάπτοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσι· μᾶλλον γὰρ τὸ κεκμηῶτας ἀϋτῇ λόγον ἔχει.

`11.802-3b`

ῥεῖα δέ κʼ ἀκμῆτες—κλισιάων: διὰ τῶν ἰδίων εἰς ζῆλον διὰ τῆς θυσίας ὡς παρὰ συνθήκας ποιοῦντας, διὰ τῆς ἀναμνήσεως τῶν πατέρων ὡς παραβαίνοντας τοὺς τῶν πατέρων λόγους· ἐναντιώσεις τῶν μαντείων ἔλυσεν, Ἀχιλλέως τὸ φιλόδοξον ηὔξησεν· εἶτα ὅτι καὶ εὐχερὴς ἔσται ἡ χάρις. τίς οὖν οὐκ ἂν ἕλοιτο καμὼν οὐδὲν πολλῶν ἐγκλημάτων ἀπαλλάσσεσθαι;

`11.802a1`

κεκμηότας ... ἀϋτῇ: τῇ μάχῃ κεκμηκότας. δύναται τὸ ἀϋτῇ καὶ τῶν προκειμένων χωρισθὲν ἐπὶ τὰ ἑξῆς φέρεσθαι, ἵνʼ ᾖ βοῆς μόνον δεῖ καὶ νενικήκαμεν· τοῦτο γὰρ οἰκειότερον εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην.

`11.802a2`

ἢ τοὺς κεκοπωμένους τῇ μάχῃ. ἢ τοῦτό φησιν ὅτι οἱ ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἀϋτῇ μόνῃ ἤτοι βοῇ ὤσεσθε· τοῦτο γὰρ οἰκειότερον εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην.

`11.803`

ὤσαισθε προτὶ ἄστυ: ὅτι καὶ πρὸς τὸ μόνον ἀποσοβῆσαι τοὺς πολεμίους ἱκετεύομεν.

`11.805a1`

βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα:
τὴν προθυμίαν ἐδήλωσε τὸ θέειν. διὰ τοῦτο καὶ πάλιν ἐπανέλαβε τὴν λέξιν, «ἷξε θέων». εὖ δὲ καὶ τὸ μὴ «Ἀχαιῶν χαλκοχιτώνων» φάναι· τὸ μὲν γὰρ τοῦ Κύκλου, τὸ δὲ τὴν ὁρμὴν ἐνέφηνε τὴν ἐπὶ τὸν Ἀχιλλέα.

`11.805a2`

διὰ τοῦ θέειν ἐδήλωσεν, ὅσην εἶχε προθυμίαν· ὅθεν καὶ ἐπαναλαμβάνεται πάλιν τὴν λέξιν.

`11.807a`

ἷξε θέων Πάτροκλος, ἵνα σφʼ ἀγορή τε θέμις τε: πρὸς τὸ τοῦ στρατοπέδου διάγραμμα ὅτι ὑποτίθεται κατὰ μέσον τοῦ ναυστάθμου θεατροειδῆ τόπον εἰς ὄχλου συναγωγήν.

`11.807b`

ἵνα σφʼ ἀγορή τε θέμις τε: ὅπου αὐτοῖς τά τε ὤνια ἐπιπράσκετο καὶ τὰ δικαστήρια ἐγίνετο· ἡ γὰρ Θέμις ἐπόπτης τῶν ἐκκλησιῶν· «Ζεὺς δὲ θέμις κελεύθους ἀγορὴν δὲ κέλευσε θεοὺς».

`11.808`

τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί: ἐν δὲ τοῖς πρώτοις μόνον «ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκεν». εὐσεβὲς δὲ τὸ καὶ ἐν πολέμῳ βωμοὺς ἔχειν.

τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί: ὅπου καὶ τῶν πλευσάντων ἐπὶ τὴν Ἴλιον ἑκάστῳ—ἦσαν.

`11.809a`

ἔνθα οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε:
πιθανῶς τὸ μὴ εὐθὺς ἀπιέναι πρὸς Ἀχιλλέα· ἀνῄρητο γὰρ ἡ ἐν μέσῳ διάθεσις καὶ ἡ τειχομαχία.

`11.809b`

ἔνθα οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε:
οἰκονομικῶς, ἵνα καὶ τῇ θέᾳ τοῦ τρωθέντος καὶ τοῖς λόγοις αὐτοῦ πλέον ὀρινθῇ καὶ τῷ ἐσομένῳ πτώματι τοῦ τείχους.

`11.809c`

βεβλημένος: ὅτι τετόξευται.

`11.810-1`

κατὰ μηρὸν ὀϊστῷ, σκάζων ἐκ πολέμου: Μαχάων δὲ καίτοι κατὰ τὸν ὦμον τρωθεὶς ὑφʼ ἑτέρου κομίζεται ἢ ὅτι ἰατρός· ἢ καὶ ὅτι εὐτυχοῦντος τοῦ στρατοῦ, ὁ δὲ παντελῶς ἀπορίας οὔσης. ἄλλως τε χρησίμως ᾠκονόμηται ἀμφότερα.

`11.811-3`

σκάζων ἐκ πολέμου, κατὰ δὲ νότιος ῥέεν ἱδρώς — αἷμα μέλαν κελάρυζε: διὰ βραχέων πολλὰ δεδήλωκεν· τοῦ μὲν γὰρ καμάτου σημεῖον ὁ ἱδρώς τραύματος δὲ αἷμα, ἀλγηδόνος δὲ τὸ σκάζειν

`11.811`

νότιος: ὁ ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος.

νότιος: ὑγρὸς ἢ πολύς, ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος.

`11.813a1`

νόος γε μὲν ἔμπεδος ἦεν: καίτοι ἐν ἐσχάτοις ὄντος τοῦ σώματος. οἰκονομικῶς δὲ τοῦτο· ἵνα γὰρ εὐσταθῶς ὁμιλῇ Πατρόκλῳ, τὸν νοῦν Ὅμηρος ἐφύλαξεν αὐτῷ.

`11.813a2`

οἰκονομικῶς αὐτῷ τὸν νοῦν ἐφύλαξεν ὁ ποιητής, ἵνα Πατρόκλῳ εὐσταθῶς ὁμιλῇ.

`11.814`

τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός:
ἔστι μὲν γὰρ ἐνηής πλέον δὲ τοῖς λόγοις Νέστορος καὶ τῷ καιρῷ ἐπικέκαμπται.

`11.816`

ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες: εὖ τὸ μὴ πρὸς τὸν Εὐρύπυλον ποιεῖσθαι τὸν λόγον μηδὲ τὴν τούτου συμφορὰν ἀπολοφύρασθαι, ἀλλὰ τοὺς σύμπαντας ἡγεμόνας ἀνακαλεῖν καὶ τούτων ὀδύρασθαι τὰ παθήματα, ἐν τῷ Εὐρυπύλῳ θεασάμενον αὐτά.

`11.817a1`

ὡς ἄρʼ ἐμέλλετε: ὅτι ἀντὶ τοῦ ὡς εἰκὸς ἦν, ὡς ὑποκείμενον ἦν ὑμῖν παθεῖν.

`11.817a2`

ἐμέλλετε: ἐῴκειτε.

`11.818`

ἀργέτι δημῷ: γράφεται «ἠδʼ οἰωνούς».

`11.820-1a`

ἤ ῥʼ ἔτι που σχήσουσι—δαμέντες: ὅρα οὖν ὅτι παντελῶς ἀπεγνώκει τὰ Ἑλληνικά, καμφθεὶς ὑπὸ τῶν Νέστορος λόγων. εἰκότως οὖν δακρύων ἐντυγχάνει Ἀχιλλεῖ καὶ πέρας πείθει

`11.820-1b`

ἤ ῥʼ ἔτι που σχήσουσι—δαμέντες: ἐν ἤθει· φθάνω, φησί, τῷ Ἀχιλλεῖ ταῦτα μηνῦσαι;

`11.822`

βεβλημένος: ἐν ἄλλῳ «πεπνυμένος».

`11.823-4a1`

οὐκέτι … ἄλκαρ Ἀχαιῶν ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται: οἱ Τρῶες, ὡς Ἐπαφρόδιτος, ὡς τὸ «ἐν δʼ ἔπεσʼ ὑσμίνῃ» καὶ «ἔμπεσʼ ἐπικρατέως». δύναται δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων· εἶπε γὰρ «καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί».

`11.823-4a2`

δύναται τὸ πεσέονται καὶ ἐπὶ τῶν Ἑλλήνων καὶ ἐπὶ τῶν Τρώων νοεῖσθαι, ὥς φησιν Ἐπαφρόδιτος.

`11.824`

ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται: ὅτι τοῦτο ἐπὶ τῶν Τρώων λέγει· ἐμπεσοῦνται ταῖς ναυσίν, οἷον ἐνσείσουσιν, ἐμπρήσουσιν.

`11.826a`

βεβλημένοι οὐτάμενοί τε: σύμφωνα ταῦτα τοῖς ὑπὸ Νέστορος εἰρημένοις, ἵνα ἀμφοτέρωθεν κινηθῇ ὁ Πάτροκλος. εὖ δὲ καὶ τὸ μὴ ὀνομαστὶ τοὺς τετρωμένους καταλέγειν — ὅπερ ποιεῖ ὁ Νέστωρ —, ἅμα μὲν διὰ τὴν ταὐτολογίαν, εἶτα ὅτι καὶ τραυματίας ἐστὶν πολυλογεῖν οὐ δυνάμενος.

`11.826b`

βεβλημένοι οὐτάμενοί τε: κεφάλαια τῶν λόγων Νέστορος

`11.828`

σάωσον ἄγων: εὐτελεῖ λέξει τὴν σωτηρίαν προβαλλόμενος προθυμότερον αὐτὸν ἀπειργάσατο.

`11.829-30`

μηροῦ δʼ ἔκταμʼ ὀϊστόν—φάρμακα πάσσε: ἴδιον τοῖς κάμνουσιν ἐπιτάσσειν τοῖς ἰατροῖς, ἃ χρὴ πράττειν, διὰ τὸ ἐπείγεσθαι ταῖς ὀδύναις.

`11.830a`

ὕδατι λιαρῷ: θερμῷ· πραΰνει γὰρ τὰς ἀλγηδόνας.

`11.830b`

ὕδατι λιαρῷ: εἰκότως· τὸ γὰρ θερμὸν αἵματος ἀγωγόν, τὸ δὲ ψυχρὸν ἐμποιεῖ φρίκην.

`11.830c`

ἤπια φάρμακα πάσσε: ὡς ἀλγῶν πραέα φάρμακα βούλεται. ὁ δὲ ὡς εἰδὼς ῥίζαν πικρὰν βάλλει

`11.831a`

τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι: ἅμα καὶ πρὸς τὸ γνῶναι ἡμᾶς ὅτι ἰατρὸς ὁ Πάτροκλος· ἅμα δὲ καὶ οἱ κάμνοντες σωτῆρας καὶ Ἀσκληπιοὺς εἰώθασι καλεῖν τοὺς ἰατρούς.

`11.831b`

δεδιδάχθαι: Ζηνόδοτος «δεδάασθαι».

`11.832a`

ὃν Χείρων ἐδίδαξε: ὅτι Ὅμηρος δεδιδάχθαι μέν φησιν ἐνταῦθα τὴν ἰατρικὴν ὑπὸ Χείρωνος τὸν Ἀχιλλέα, περὶ μέντοι τῆς παρʼ αὐτῷ τροφῆς οὐδὲν συνέστακεν, ἀλλὰ καὶ τοὐναντίον διὰ τῶν πραγμάτων ἐπιμαρτυρεῖ, τροφέα τὸν Φοίνικα συνεστακὼς τούτου.

`11.832b`

δικαιότατος Κενταύρων: τὸ ὑπερθετικὸν κεῖται ἀντὶ τοῦ ἀπολύτου. ἔστι δὲ ὁ μόνος ἐν Κενταύροις δίκαιος. ὅμοιον δὲ τούτῳ τὸ «μελάντερον ἠΰτε πίσσα».

`11.832c`

δικαιότατος Κενταύρων: φιλοξενώτατος. οὕτως Ἐπαφρόδιτος· ὁ μόνος δίκαιος ἐν Κενταύροις. ὅμοιον δὲ τοῦτο τῷ «μελάντερον ἠΰτε πίσσα». δίκαια γὰρ τὰ ξένια. ἐπιμέλεια δὲ ἦν τοῖς παλαιοῖς μουσικῆς καὶ ἰατρικῆς τῆς ῥιζοτομικῆς.

`11.833-6`

ἰητροὶ μὲν γάρ, Ποδαλείριος ἠδὲ Μαχάων
—ὀξὺν Ἄρηα: ἀναγκαίως καὶ τοῦτο, ἵνα διὰ τὴν ἐρημίαν τῶν ἰατρῶν παραμείνῃ ὁ Πάτροκλος.

`11.833`

ἰητροί: ὀρθὴ ἀντὶ γενικῆς, ἀντὶ ἰατρῶν.

`11.834`

τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν· ὁ γὰρ Μαχάων ἐστὶν ὁ τετρωμένος.

`11.835a1`

χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος: ἄλλους ἰώμενοι νῦν τῆς ἄλλων ἐπικουρίας δέονται.

`11.835a2`

οἱ γὰρ ἄλλους, φησίν, ἰώμενοι νῦν χρήζουσι καὶ αὐτοὶ τῶν ἰωμένων.

`11.838a`

πῶς τʼ ἄρʼ ἔοι τάδε ἔργα: διστάζει, τίνα δεῖ σῴζειν, αὐτὸν ἢ τὸ πᾶν πλῆθος. πῶς δὲ ἄρα νῦν ἔσπευδεν ὁ καὶ ἀπʼ ἀρχῆς λέγων «αἰδοῖος νεμεσητός, ὅ με προέηκε πυθέσθαι»

`11.838b1`

ἔοι: Ζηνόδοτος διὰ τοῦ η, «ἔην».

`11.838b2`

ἡ δὲ τοῦ Ζηνοδότου «πῶς τʼ ἄρʼ ἔην».

`11.839`

ἔρχομαι, ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω:
ὑμῶν ἕνεκα καὶ τὴν ὁδὸν ταύτην στέλλομαι.

`11.841`

σεῖο μεθήσω: Ζηνόδοτος «δὲ ἀμελήσω». ποιητικώτερον δὲ τὸ ἕτερον.

`11.842a`

ἦ, καὶ ὑπὸ στέρνοιο λαβών: ὑπολαβὼν αὐτὸν τοῦ στήθους. ὅρα, ἐν ὅσῃ ἦν ἀνάγκῃ.

`11.842b`

καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε: ἄκρως τὴν ἐπικούρησιν ἐσήμανεν.

`11.844a`

ἔνθα μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ: φασὶν ὅτι οὕτω τὸ βελουλκεῖν, ἐν οἵῳ σχήματι τέτρωται. καὶ λέγεταί τι τοιοῦτον ὅτι βέλος ἰατρὸς θέλων ἐξελκύσαι, ὡς οὐχ ὑπήκουεν αὐτῷ τὰ τῆς βελουλκίας, τὸν τραυματίαν ἤρετο, ἐν ποίῳ σχήματι ὄντι αὐτῷ τὸ βέλος ἐπηνέχθη. ὁ δὲ ἱππεύοντι ἔφη, καὶ οὕτως ἀνακαθίσας αὐτὸν ἐξείλετο τὸ βέλος· ἢ οὖν ἑστάναι οὐκ ἠδύνατο, ἢ ὅτι ἡ χειρουργία οὔπω κατώρθωτο, ἢ ὑπὲρ τοῦ μὴ διατετάσθαι αὐτὸν καὶ αἱμορραγίαν γενέσθαι· καὶ ἄλλως τὸ τοῦ ὑπτίου σχῆμα τῷ ἑστῶτι πλησιάζει.

`11.844b`

ἔνθα μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ: διὰ τί ἐκτανύει καὶ οὐχ ἑστῶτος βελουλκεῖ; ἠδύνατο μὲν καὶ ἑστῶτος βελουλκῆσαι, ἀλλʼ οὐ μόνον τοῦ βελουλκεῖν ἔδει· συνεαγέντος γὰρ τοῦ βέλους ἔνδοθεν τοῦ μηροῦ, οὐκ ἄλλως ἦν αὐτὸ ἐκβληθῆναι ἢ διὰ χειρουργίας, ὅθεν φησὶ τὸ τάμνε μαχαίρῃ. καὶ δῆλον ὡς μαχαίρᾳ τὸ σῶμα τεμὼν ἐκβάλλει αὐτό.

`11.844c`

ἔνθα μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ: ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον εἰς τὰς τοιαύτας χρείας εὐθετοῦν. βραχὺ δὲ διασταλτέον ἐπὶ τὴν μετοχὴν πρὸς τὸ σαφές.

`11.845`

βέλος περιπευκές: ὡς καὶ «βέλος  … δριμύ, τό τε προϊεῖσι»· οὐ γάρ, ὅτι φαρμάκοις ἐχρίοντο.

`11.846`

ἐπὶ δὲ ῥίζαν βάλε πικρήν: τινὲς Ἀχίλλειαν τὴν βοτάνην καλοῦσι. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριέφερε τὴν ῥίζαν ὡς χρήσιμον, εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, εἰδότα ὅτι ἐπὶ τραυματίαν πέμπεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἔσπασεν, ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισε. λέγουσι δὲ αὐτὴν εἶναι τὴν ἀριστολόχειαν, ἣν καὶ ἴσχαιμον καλοῦσιν.

`11.847`

χερσὶ διατρίψας: διὰ τί χερσὶ καὶ οὐ μᾶλλον λειαντικοῖς ὀργάνοις; ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ὥς φησι κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου, εἰς τὸ ἐμφράξαι τὸ τραῦμα. τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον βραχείας οὔσης τῆς τοῦ τραύματος φορᾶς. οὐκ οἶδε δὲ δίαιταν ἰατρικὴν ὁ ποιητής.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-aek`.