---
title: "Scholia on the Iliad: Book I"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, Αʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-aea
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-scholia-book-1-vta-aea"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:1af10afa6fdc06c9605474478842f18eca9f7937c064580713f924623de66a45"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on the Iliad: Book I

*Σχόλια εἰς Ἰλιάδα, Αʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-aea` · [HTML page](https://eulogikon.org/works/homer-comm-scholia-book-1-vta-aea)

## Text

Part of [Scholia on the Iliad](/works/homer-comm-scholia-vta-ae)

`1.1a`

Μῆνιν ἄειδε: ζητοῦσι, διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτω δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μέν, ἵνʼ ἐκ τοῦ πάθους ἀποκαταρρεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς καὶ προσεκτικωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ καὶ προεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτερον δέ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως οὐ κατατρέχει ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ. ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέγονεν· ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται, καὶ ὡς ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. ἰστέον δέ· ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ σῦκον ἰσχάς, οὕτω πρῶτον ὀργή, θυμὸς χόλος κότος μῆνις. ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται· «ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν»· «οὐδʼ ὄθομαι κοτέοντος»· «αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος».

`1.1b`

ζητεῖται, διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν πρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι, καὶ οὐδὲ περὶ πόλεων μεγίστων· οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος οὐδέποτε ἐξῄεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν ἐτέλεσαν τὰς ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν, μὴ παρούσης ὕλης τῷ λόγῳ. λέγουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. ἔτι ζητεῖται, διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται. ἐπιλύουσι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτως ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσεχεστέρους ποιοῦν, εἰ μέλλοι πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων. πάλιν ζητεῖται, διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντος οὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δʼ ὅτι ἐκεῖ μέν, ἅτε μόνως ἐφʼ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ τοὔνομα τέθειται, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται· οὐ γὰρ μόνον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου γε καὶ ἐξισοῖ τινας αὐτῷ. ἔκ τινος οὖν ὀνομάσαι μὴ ἔχων αὐτό, ἀπὸ τῆς πόλεως ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα.

`1.1c`

μῆνις παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς.

`1.1d`

ἄειδε: ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι· «δεῦτε δὴ ἐννέπετε,» καὶ Πίνδαρος· «μαντεύεο Μοῦσα», καὶ Ἀντίμαχος ὁ Κολοφώνιος· «ἐννέπετε Κρονίδαο Διὸς μεγάλοιο θύγατρες». δεύτερον δέ, ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπιτάσσουσιν, ἀλλʼ ἑαυτοῖς.

`1.1e1`

ἄειδε: ᾄδειν ποίει, μετωνυμικῶς ὡς «πάντας μέν ῥʼ ἔλπει»· ἡδονῇ γὰρ αὐτὰ καλύπτειν θέλει δυσχερῆ ὄντα. περὶ δὲ τοῦ ῥήτορος λέγων «ἔννεπε» φησίν.

`1.1e2`

ἄειδε: μετωνυμικῶς, ποίει τὸ ἀείδειν· βούλεται γὰρ τὰ λυπηρὰ μᾶλλον ᾄδειν, ἤτοι τῇ ἡδονῇ συγκαλύπτειν καὶ σκέπειν. ὅταν δὲ περὶ τοῦ ῥήτορος ὁ λόγος, «ἔννεπε» φησὶν ἁπλῶς.

`1.1f1`

ἄειδε, θεά: ἔθος τοῦτο ποιητικόν, ὃ πάντες μικροῦ δεῖν ἐφυλάξαντο, καλεῖν τὰς Μούσας ἤτοι τὸ θεῖον ὡς ἐπικουρῆσον αὐτοῖς. καὶ ἐν Ὀδυσσείᾳ γάρ φησιν· «ἄνδρα μοι ἔννεπε Μοῦσα», καὶ πάλιν ἐπάγει· «τῶν ἁμόθεν γε θεά», καὶ ἀλλαχοῦ· «ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν». οἱ δὲ λέγοντες ὡς ἐχρῆν ἐπὶ τοῖς οὕτω δυσφήμοις λέγειν «ἄειδέ μοι, ἠεροφοῖτις Ἐρινύς» τοῦ δέοντος ἁμαρτάνουσιν· οὐδὲ γάρ τι πρὸς γνῶσιν Ἐρινὺς συντελεῖ. ἐνθάδε μέντοι μίαν καλεῖ, ἐν δὲ τῇ ἀπαριθμήσει πάσας· «ἔσπετε νῦν μοι, Μοῦσαι».

`1.1f2`

θεά: οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. ἀμέλει καὶ ἐν Ὀδυσσείᾳ· «ἄνδρα μοι ἔννεπε, Μοῦσα.»

`1.1g`

Πηληιάδεω: παράγωγον.

`1.1h`

Πηληιάδεω Ἀχιλῆος: οὕτως ἀναγνωστέον διʼ ἑνὸς λ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος — ὅ ἐστι λύπην — ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι τροφῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος.

`1.1i`

Ἀχιλῆος: ὁ Κοτιαεὺς Ἀχιλῆος, διὰ τὸ μέτρον ἓν λ γράφει· καὶ γὰρ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεσθαι.

`1.2a`

οὐλομένην: τὴν ὀλέσασαν ἢ τὴν ὀλεθρίαν. ὡς ἐπὶ ἰδίοις δὲ ἀλγῶν δυσφημεῖ αὐτήν. ὅρα δὲ τὰς ἐν ἀρχῇ ἀναφωνήσεις, ὅσον ὑποφαίνουσι τὸ πλῆθος τῶν ἱστορηθησομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ. ἔχει δὲ τοὺς γενικωτάτους τῶν τόπων τὸ προοίμιον· ποσόν, πολλάς· ποιόν, «ἰφθίμους»· οὐσίαν, «ψυχάς»· τόπον, «Ἄϊδι»· χρόνον, «προΐαψεν».

`1.2b`

ἣ μυρία: ῥητορικὴ ἡ μετάληψις· παρὸν γὰρ ἦν φάναι· «ὃς μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκεν»· ἀλλʼ ὡς φιλέλλην οὐ τῷ ἥρωϊ ἐπάγει τὴν βλασφημίαν, ἀλλὰ τῷ πάθει. τὸ δὲ ἥ κατὰ δοτικήν τινες ἤκουσαν, οὐκ ὀρθῶς.

`1.2c`

ἣ μυρία: κατὰ συλλογισμὸν ἡ διήγησις.

`1.2d`

μυρία: τινὲς θρηνητικά, παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφʼ οἷς μύρεσθαι τὸ κλαῦσαι. οὐδὲν δὲ ἄτοπον, εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.

Ἀχαιοῖς: Ξοῦθος—ἐκλήθησαν Ἕλληνες.

`1.3a`

πολλὰς δʼ ἰφθίμους ψυχάς: κίνησιν οὐ τὴν τυχοῦσαν ἔχει τὸ προοίμιον, εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡρώων.

`1.3b1`

ψυχάς: Ἀπολλώνιος ὁ Ῥόδιος γράφει «κεφαλάς».

`1.3b2`

ὅτι κακῶς τινες μεταγράφουσι «πολλὰς δʼ ἰφθίμους κεφαλάς», ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ ἀγαθοὺς λέγῃ κεφαλάς.

`1.3c`

Ἄϊδι προΐαψεν: ἐναντίον τῷ «μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν». ἀλλʼ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο· νῦν γὰρ δοκεῖ λέγειν ὡς οὐ διὰ τὴν Μοῖραν, ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα ἀκουστέον τὴν πρὸ τῆς ὡρισμένης τελευτήν· πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ γινόμενος· «γῆρας» γάρ φησι «καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται»· προΐαψεν οὖν ἔβλαψε πρὸ ὅρου παραπέμψασα Ἅιδῃ, τουτέστι πρὸ τοῦ πρέποντος ἀνθρώποις θανάτου. ἢ περιττεύει ἡ πρό, ὡς τὸ «νῆάς τε προπάσας».

`1.4a`

ἡρώων, αὐτοὺς δέ: ὅτι Ζηνόδοτος τοὺς δύο ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκε τὸ αὐτοὺς δέ, ἐπὶ τῶν σωμάτων. ἥρωας δέ φασι—τὸ γένος τῶν ἀνθρώπων.

`1.4b`

αὐτοὺς δὲ ἑλώρια: καὶ ἀλλαχοῦ· «ἡ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον» — ἤτοι περὶ τοῦ σώματος αὐτοῦ· «ἀμφὶ συὸς» γάρ φησι «κεφαλῇ».

`1.4c`

ἑλώρια: δασύνεται τὸ ἑλώρια· παρὰ γὰρ τὸ ἕλω ἕλωρ ἐγίνετο, ὡς παρὰ τὸ πέλω πέλωρ. καὶ κτητικὸν τὸ ἑλώριον, ᾧ ἐχρήσατο ἀντὶ τοῦ ἕλωρ. χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ τεῦχε αὐτῷ παράτασις. Εὐκλείδης φησὶ τὸ ἑξῆς τεῦχε κύνεσσιν «οἰωνοῖσί τε πᾶσιν, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε».

`1.4d`

αὐτοὺς δὲ ἑλώρια: δυσμενεῖς φασι τοὺς ἀκροωμένους ἀπεργάζεται, τοὺς Ἕλληνας βλασφημεῖσθαι ποιῶν ὅτι τὰ σώματα οὐκ ἐκήδευσαν ἀνελόμενοι. ἀλλʼ οὐδὲ διʼ ἀμέλειαν περιεῖδον ἀτάφους, ἀλλὰ καιρὸν τοῦ κηδεύειν οὐκ ἔχοντες. τεκμήριον δέ· ἐν μὲν τῇ πρώτῃ μάχῃ, ἐν ᾗ Τρώων ἐκράτουν, θάπτουσι τοὺς πεσόντας, τῇ δὲ μετʼ αὐτὴν ἡττώμενοι, διὰ τὴν Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ τῶν βαρβάρων, οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας, ἀλλὰ περὶ τῆς σφῶν αὐτῶν σωτηρίας φροντίζουσιν. εἶτα γράφει ἡμέραν εἰς τὴν τοῦ Πατρόκλου ἔξοδον τελευτῶσαν. τῇ δὲ ἐπιούσῃ Ἀχιλλεὺς ἔξεισι, καὶ τὰ ταύτῃ ἐχόμενα γράφει. εἶτα καταλαβούσης ἑσπέρας εἰς τὰ Ἕκτορος λύτρα ἡ Ἰλιὰς τελευτᾷ.

`1.4e`

κύνεσσιν: κατὰ Αἰολεῖς.

`1.5a`

οἰωνοῖσι: καὶ ἀλλαχοῦ «τάχα κέν σε γῦπες ἔδονται»· οἱ γὰρ γῦπες ἀντερείδοντες τοῖς ποσὶ τῇ βίᾳ τὸ πᾶν ἕλκουσι σῶμα. εἰ δὲ καὶ μὴ πάντες ἤσθιον, ἀλλʼ οὖν ἀνέδην πᾶσι προὔκειτο τούτων.

`1.5b`

Διὸς δʼ ἐτελείετο βουλή: τινὲς σὺν τῷ ι κατὰ δοτικήν, οἷον τῇ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο.

`1.5c`

Διὸς δʼ ἐτελείετο βουλή: Διὸς βουλὴν λέγει νῦν ὁ ποιητὴς τὴν ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· «Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι βούλετο κῦδος». Εὐκλείδης δέ φησιν ὅτι οὐχ ὡς ἑπόμενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλʼ ὡς κεχωρισμένον καὶ καθʼ ἑαυτὸ λεγόμενον· ἡ δὲ τοῦ Διὸς ἐτελειοῦτο βουλὴ τὸ τοὺς ἠδικηκότας ἀξίαν δοῦναι δίκην ὧν ἠδίκησαν, ὅπερ ἐστὶ τὸ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φράσεως, τὸ «πολλὰς δʼ ἰφθίμους ψυχάς», τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ.

`1.5-6`

Διὸς δʼ ἐτελείετο βουλή, ἐξ οὗ δὴ τὰ πρῶτα: Ἀρίσταρχος συνάπτει, ἵνα μὴ προοῦσά τις φαίνηται βουλὴ καθʼ Ἑλλήνων, ἀλλʼ ἀφʼ οὗ χρόνου ἐγένετο ἡ μῆνις, ἵνα μὴ τὰ παρὰ τοῖς νεωτέροις πλάσματα δεξώμεθα.

Διὸς βουλὴν—καθάπερ ἐν τῷ προοιμίῳ.

`1.6`

διαστήτην: διέστησαν. ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. τὸ δὲ «ἔριδι» ἀντὶ τοῦ μετὰ ἔριδος, ὡς μεθʼ ὅπλων.

`1.7a`

Ἀτρείδης: ἀντονομασία ὁ τρόπος ἀντὶ τοῦ Ἀγαμέμνων, ὡς καὶ ἡ Τριτογένεια ἀντὶ τοῦ Ἀθηνᾶ. ἐπεὶ δὲ Ἀτρείδης καὶ τὸν Μενέλαον ἐδήλου, ἀντιδιαστέλλων προσέθηκεν τὸ ἄναξ ἀνδρῶν.

Ἀτρείδης τε ἄναξ: Ἀγαμέμνων—Ἰφιγένειαν καὶ Ἠλέκτραν.

`1.7b`

δῖος ὁ ἔνδοξος ἀπὸ τῆς Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ τὸ δῖος, φησὶν ἡ κατὰ συλλογισμὸν διήγησις· Ἀχιλλεὺς μὲν γὰρ πάντων χάριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυταιμνήστρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα καὶ Χάρυβδις μεγέθους. τὸν δὲ Ἀχιλλέα καὶ διογενῆ δίχα τοῦ κυρίου: «αὐτὰρ ὁ διογενής».

`1.8-9`

τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; Λητοῦς καὶ Διὸς υἱός: ἐπὶ τὸ διηγηματικὸν μετιὼν οὐχ ὑποβάλλει τὰς διηγήσεις αὐτομάτους, ἵνα μὴ δοκῇ τοῖς ἀκούουσι προσκορὴς εἶναι, ἀλλὰ διὰ πεύσεως καὶ ἀποκρίσεως τὴν πραγματείαν πεποίηται, τὸν τῶν ἀκροατῶν νοῦν ἀναρτῶν καὶ ὑψῶν αὐτοὺς πρότερον τῇ πεύσει, εἶτα τὴν ἀπόκρισιν ἐπάγων. ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρτήσας φιλοτέχνως διηγεῖται τὴν μῆνιν. τοιοῦτος δέ ἐστι, κεφαλαιώδεις τινὰς ἐκδιδοὺς περιοχὰς καὶ ἐξ ἀναστροφῆς κατὰ μέρος διηγούμενος.

`1.8a`

σφωέ: ὅτι Ζηνόδοτος «σφωι» ἔγραφεν.

`1.8b`

σφωέ: οἱ περὶ τὸν Σιδώνιον τῇ «σφωι» ἀρέσκονται, οὐ καλῶς· ἡ γὰρ σφῶϊ δύο πτώσεις ἐπιδέχεται, ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει. τὸ δὲ σφωέ μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου καὶ σημαίνει τὸ αὐτούς.

`1.8c`

ξυνέηκε: δασύνεται τὸ ξυνἕηκε.

`1.8d`

ἔριδι ξυνέηκε μάχεσθαι: ὡς διʼ ὅ γε Τρωσὶ μάχεσθαι.

`1.9`

Λητοῦς καὶ Διὸς υἱός: Ζεὺς ἐρασθεὶς—βάσεως ἐρριζώθη.

βασιλῆϊ: διὰ τί οὐκ Ἀγαμέμνονι, ἀλλὰ βασιλεῖ φησιν; δείκνυσι διὰ τούτου ὡς οὐδὲν ὀνίνησι τύχη τοὺς περὶ τὸ θεῖον πλημμελήσαντας.

`1.10a`

ὦρσε: ψιλωτέον τὸ ὦρσε· ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολικῶς γίνεται.

`1.10b`

λαοί: καίτοι τοῦ λαός περιλημματικοῦ ὄντος πρὸς πλείονα ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο.

`1.11a`

τὸν Χρύσην ἠτίμησʼ ἀρητῆρα: διὰ τὴν τάξιν τοῦ ἄρθρου, τὸν ἀρητῆρα Χρύσην.

`1.11b`

οὕνεκα τὸν Χρύσην: ὑπερβατόν, ἵνʼ ᾖ τὸν ἀρητῆρα Χρύσην· τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώσεων κατηγοροίη· τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθʼ ὑπερβατόν, ὡς τὸ «ἀλλʼ ὅτε δὴ ὁ μοχλὸς ἐλάϊνος». κατὰ συλλογισμὸν δὲ ἡ διήγησις· εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον εἰ θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, τί ἄρα πείσεται ἰδιώτης;

`1.13-6`

λυσόμενός τε θύγατρα—κοσμήτορε λαῶν: οὐ καλῶς γὰρ ἐν τοῖς ἑξῆς μετετέθησαν.

`1.13-4a`

φέρων τʼ ἀπερείσια δῶρα στέμματʼ ἔχων— Ἀπόλλωνος: πανταχόθεν τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ χηρώσει τῆς παιδός, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ τῶν δώρων κομιδῇ. καὶ τὰ μὲν στέμματα κατέχει, τὰ δὲ δῶρα — χρυσὸς δὲ ταῦτα καὶ ἐσθὴς καὶ χαλκὸς ἦν — διʼ οἰκετῶν προσῆγε· καὶ τὰ μὲν τῶν θεῶν δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ δῶρα δίδωσιν, ἵνα κἂν τὴν ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην.

`1.13-4b1`

φέρων—χερσίν: ἵνα, εἰ μὲν θεοσεβής, τὰ στέμματα αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος, τὰ δῶρα δέξηται, εἰ δὲ μή, τὸ γῆρας οἰκτειρήσῃ· πανταχόθεν δὲ τὸν ἔλεον θηρᾶται.

`1.13-4b`

εἰ μὲν εἶεν θεοσεβεῖς, τὸ στέμμα, εἰ δὲ φιλοχρήματοι, τὰ ἄποινα, εἰ δὲ οἰκτίρμονες, τὸ γῆρας αἰδεσθήσονται.

`1.14a`

στέμματʼ: ὅτι ἔθος αὐτῷ πληθυντικῶς ἀντὶ τοῦ ἑνικῶς λέγειν.

στέμματʼ ἔχων ἐν χερσίν: Λάδωνος—ἐστέψατο.

`1.14b`

ἑκηβόλου: τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ ἕκαθεν βάλλουσιν, ἀλλʼ οὐ τυγχάνουσι τοῦ σκοποῦ· «οὐκ ἔβαλες τὸν ξεῖνον» ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπιτυγχάνειν.

`1.15-6`

καὶ λίσσετο πάντας Ἀχαιούς, Ἀτρεΐδα δὲ μάλιστα δύω: εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ «νηῒ παρὰ πρύμνῃ Ἀγαμέμνονος».

`1.16`

Ἀτρείδα: τινὲς «Ἀτρείδας».

`1.17`

Ἀτρεΐδαι τε: εἴωθεν ὑπεξαιρεῖν τὰ προὔχοντα πρόσωπα ὡς τὸ «Τρῶάς τε καὶ Ἕκτορα». ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ τὸ μιμητικὸν μέτεισιν, ὡς τὸ «ἱππεῦσιν μὲν πρώτοις ἐπετέλλετο».

`1.18-9`

ὑμῖν μὲν θεοὶ δοῖεν—οἴκαδʼ ἱκέσθαι: θεραπευτικὴ ἡ τοιαύτη ἔντευξις, τὸ ὑπερεύχεσθαι χειρώσασθαι τοὺς ἐχθροὺς καὶ τὸ εὐθεῖαν καὶ εὐάγωγον δοθῆναι ὁδόν. οἰκεία δέ ἐστιν ἡ ἱκετεία τῷ ἱερεῖ. ἅπασαν οὖν αὐτῶν ἐπιθυμίαν πληρωθῆναι ἐπεύχεται, τὴν παῖδα πρὸ ὀφθαλμῶν βλέπων αἰχμάλωτον. καλῶς δὲ οὐκ ἀπὸ τῶν λύτρων ἤρξατο, ἵνα μὴ μᾶλλον αὐτοὺς ἀπηνεστέρους ποιήσῃ. ἡ ἀνάγκη δὲ αὐτὸν ποιεῖ καὶ τοῖς οἰκείοις ἐπαρᾶσθαι. ἢ εἰκότως τοὺς Τρῶας ἐπαρᾶται, ἐπειδὴ οὗτοι καὶ αὐτῷ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν αἴτιοι κακῶν γεγόνασιν. ἰστέον δὲ ὡς εἰς Θήβας ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος μὲν ἀδελφήν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως.

`1.18`

Ὀλύμπια δώματʼ ἔχοντες: οὐκ ἐν οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς μακρὰν ὄντων.

`1.19`

εὖ δʼ οἴκαδʼ ἱκέσθαι: διὰ τί ὁ Χρύσης—κατʼ αὐτῶν.

ἱκέσθαι: μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται.

`1.20a1`

ἐμοὶ ... φίλην ... δέχεσθαι: ἀντιδιέσταλται πρὸς τὴν ὑμῖν· διὸ ὀρθοτονεῖται. ἐλεεινὴ δὲ ἡ προσθήκη τοῦ φίλην· δηλοῖ γὰρ τὴν μόνην. τὸ δὲ δέχεσθαι ἀντὶ προστακτικοῦ ἀπαρέμφατον.

`1.20a2`

ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.

`1.21a`

ἁζόμενοι: δασύνεται διὰ τὸ σημαινόμενον.

`1.21b1`

ἑκηβόλον Ἀπόλλωνα: ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς ἑκηβόλον εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφοβῶν αὐτούς.

`1.21b2`

ἵνα μὴ δοκοῖεν ἔμπορον εἶναι, τὸν θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δέξασθαι, διὰ δὲ τοῦ ἑκηβόλου εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεῖ αὐτούς.

`1.22a`

ἐπευφήμησαν Ἀχαιοί: δεισίδαιμον γὰρ τὸ πλῆθος καὶ μισοπόνηρον.

`1.22b`

Ἀχαιοί: ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς πέντε διῃρεῖτο μοίρας, Ἀργολικήν, Πυλικήν, Λακωνικήν, Μεσσηνιακήν, Ἀρκαδικήν. ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος—τὸν Ταντάλου υἱὸν Πέλοπα.

`1.23`

αἰδεῖσθαί θʼ ἱερῆα: ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετʼ αἰδοῦς δέχεσθαι. ὁ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει

`1.24a`

ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ: ὅτι Ζηνόδοτος γράφει «ἀλλʼ οὐκ Ἀτρείδεω Ἀγαμέμνονος». ὁ δὲ ποιητὴς δοτικὴν ἀντὶ γενικῆς παραλαμβάνει.

`1.24b`

ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ: ἀρχικὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλως τε καὶ οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων.

`1.25`

  
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε:  
κακῶς αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ. τὸ δὲ κρατερόν ἀντὶ τοῦ ἀπηνῆ, ὡς τὸ «ἀνδρὶ παρὰ κρατερῷ», «κρατέρʼ ἄλγεα πάσχων». τὸ δὲ ἑξῆς ἐπέτελλεν.

`1.26a`

μή σε, γέρον, κοίλῃσι: μετὰ σπουδῆς ὁ Ἀγαμέμνων ἀπελαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας.

`1.26b`

γέρον: τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπʼ ὀνείδει προβάλλεται.

`1.26c`

κιχείω: ὅτι ἀντὶ τοῦ κιχείοιμι.

`1.27a`

δηθύνοντα: ἓν μέρος λόγου.

`1.27b`

ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα: ἢ γὰρ ἐπιμένοντες ἀνύομεν, ἢ πρὸς τὸ ὀξὺ ἐνδιδόαμεν, ὕστερον δὲ ὀχλοῦμεν· ὧν ἁπάντων αὐτὸν ἐκκόπτει. τὸ δὲ νῦν τὸν ἐνεστῶτα ἐσήμανεν, οὐ τὸν πλατικὸν χρόνον.

`1.28`

  
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο:  
ἀναιρεῖ τὴν ἐλπίδα, καὶ ἔστι· μήποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος τῆς σῆς ἀναιδείας περιόψεταί σε. ἢ ὡς πορθούμενον περιεῖδε, πάντως καὶ φονευόμενον.

`1.29-31`

τὴν δʼ ἐγὼ οὐ λύσω—ἀντιόωσαν: ἀθετοῦνται, ὅτι ἀναλύουσι τὴν ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν· ἠσμένισε γὰρ καὶ ὁ Χρύσης εἰπούσης αὐτῆς τῷ βασιλεῖ. ἀπρεπὲς δὲ καὶ τὸ τὸν Ἀγαμέμνονα τοιαῦτα λέγειν.

`1.29a`

  
τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:  
οὐ τοῦτο λέγει, ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει, ἀλλʼ ὅτι πρότερον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται.

`1.29b`

  
τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:  
μᾶλλον γηράσει παρʼ ἐμοὶ ἢ λυθήσεται. ἔστι δὲ ὡς τὸ «οὐδέποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἠδʼ οἰωνοί».

`1.29c`

  
τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:  
πολλὰς περικοπὰς ἔχει ὁ λόγος, τὸ θυμικὸν ἐμφαίνων.

`1.29d`

  
τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:  
κατʼ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι γάρ, ὥς που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, «βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής». διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρίζεται, τοῖς δὲ πολεμίοις λίαν ἐστὶν ἀπηνής, ὡς Ἀδράστῳ καὶ τοῖς Ἀντιμάχου παισίν

`1.30a`

ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης: καθʼ ἑαυτὸ τοῦτο προφερόμεθα· καὶ γὰρ ἐμφαντικώτερον.

`1.30b`

Ἄργει: διῃρημένως.

`1.31a`

ἱστὸν ἐποιχομένην: ταῦτα λέγων ὑπʼ ὄψιν ἄγει τὰ τῆς Ἑλένης

`1.31b`

ἐμὸν λέχος ἀντιόωσαν: τῆς ἐμῆς κοίτης μεταλαμβάνουσαν ὡς τὸ «ἀντιόων ταύρων τε». ἐφύβριστος δὲ ἡ παρὰ πολεμίοις μίξις. ὅτι δὲ ἐφʼ ὕβρει φησὶν αὐτῇ χρῆσθαι, δηλοῖ διὰ τοῦ ἐκφωνῆσαι τὸ ἱστὸν ἐποιχομένην καὶ τούτῳ τῷ λόγῳ συμπεριλαβεῖν τὸ λέχος.

`1.32a`

μή μʼ ἐρέθιζε: τὰ γὰρ ἀποθύμια ἐρεθιστικὰ ἡγούμεθα εἶναι. πρῶτος δὲ Ὅμηρος τὴν δύναμιν τῆς Ἀδραστείας ἐνεδείξατο· ὁ γὰρ τὸν ἱκέτην ἀτιμάσας αὐτὸς ἱκετεύων ἀποτυγχάνει· ὁ δῶρα μὴ λαβὼν ἑτέρῳ δίδωσιν· ὁ κατασχὼν γέροντος θυγατέρα, διδοὺς τὴν ἑαυτοῦ πρὸς γάμον ἀπαξιοῦται.

`1.32b`

σαώτερος: ὅτι τὸ σαώτερος ἀντὶ τοῦ ἁπλοῦ.

`1.33`

ἐπείθετο: ἀντὶ τοῦ οὐκ ἀντέπρασσε. διδάσκει δὲ ὁ ποιητὴς εἴκειν ταῖς ὑπερβολαῖς. οἰκείως δὲ τὸν ἠτιμασμένον καὶ φοβούμενον γέροντα καλεῖ καὶ οὐχ ἱερέα, πλέον οἰκτιζόμενος.

`1.34a`

ἀκέων: ὅτι Ζηνόδοτος διὰ τοῦ χ.

`1.34b`

ἀκέων παρὰ θῖνα: οὐκ οἰμώξας διὰ τὸν καιρόν. τὸ δὲ θῖνα νῦν μὲν θηλυκῶς εἴρηται. ἔστι δὲ καὶ ἀρσενικόν, ὡς τὸ «ἐκβάντες δʼ ἐπὶ θῖνα βαθύν»

`1.34c`

πολυφλοίσβοιο: ὀνοματοποιΐα.

`1.35`

ἀπάνευθε κιών: ἵνα μὴ ἀκούσωσιν οἱ πολέμιοι. ἐπισύνηθες δέ ἐστι τοῖς καταδεεστέροις καταφεύγειν ἐπὶ τὸ θεῖον ἀδικουμένους.

`1.36a`

Ἀπόλλωνι: ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν.

`1.36b`

Ἀπόλλωνι ἄνακτι: τὸ α ἐκτείνει Ἀρίσταρχος διὰ τὸ μέτρον. τὸ δὲ ἄνακτι ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων καὶ γενομένων αἴτιος, ἢ ὡς μουσικὸν ἄνακτα αὐτὸν ὁ ποιητής φησιν, ἢ τῷ ἰδίῳ ἄνακτι.

`1.37a`

κλῦθι: Λαμψακηνῶν.

`1.37b`

κλῦθί μευ: ἐν γενικῇ τὸ μεῦ, οὐκ ἐν δοτικῇ· καὶ ἔστιν ἀναλογοῦν τῷ «τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων».

`1.37c`

ἀργυρότοξε: διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν· ἔοικε δὲ μηδὲν διαφέρεσθαι περὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν· «ἀμφὶ δʼ ἄρʼ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον» καὶ «ἐν δέ οἱ ἧλοι χρύσειοι πάμφαινον».

`1.37d`

Χρύσην: ἀπόρθητος καὶ αὕτη καὶ ἡ Κίλλα, ἡ δὲ Τένεδος πεπορθημένη· «τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων». τὸ δὲ παρὸν ἕτοιμον πρὸς ὑπόμνησιν, ὥς πού φησιν ἐν τῷ τῆς Ἰλιάδος ταύτης ἰῶτα περὶ τῶν πρεσβευτῶν· «πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ»· ἃ γὰρ τὸν γέροντα πάσχειν ποιοῦσι, καὶ αὐτοὶ ἀντιπάσχουσιν.

`1.37e`

ἀμφιβέβηκας: ὅτι κατὰ μεταφορὰν ἐκ τῶν τετραπόδων, ὑπερμαχεῖς.

`1.38a`

Κίλλαν τε ζαθέην: Κίλλος ἡνίοχος Πέλοπος περὶ Λέσβον ἀποθανών. ἀθυμοῦντι δὲ αὐτῷ παρέστη, κελεύων Κιλλαίῳ Ἀπόλλωνι θύειν διὰ τὸν αἰφνίδιον θάνατον, καὶ νικήσειν· ὅθεν καὶ τῆς ὀνομασίας ἔτυχεν ἡ πόλις.

Κίλλαν τε ζαθέην: Πέλοψ ὁ Ταντάλου—ἡ ἱστορία παρὰ Θεοπόμπῳ

`1.38b`

Τενέδοιό τε: Κύκνου καὶ Σκαμανδροδίκης Τέννης καὶ Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν ἐπιβουλὴν τῆς μητρυιᾶς Καλύκης ᾤκησε τὴν Λεύκοφρυν, καὶ ἀφʼ ἑαυτοῦ Τένεδον ὠνόμασεν.

Τενέδοιό τε: καὶ τῆς Τενέδου. ἡ δὲ Τένεδος—προσηγόρευσαν.

`1.39`

Σμινθεῦ: ἐπίθετον Ἀπόλλωνος· Σμίνθος γὰρ—ἡ ἱστορία παρὰ Πολέμωνι

ἄλλοι δὲ οὕτως, ὅτι Κρῆτες—διὰ τὸ ὑπερασπίζειν αὐτῆς.

`1.39a`

ἐπὶ νηὸν ἔρεψα: ὅτι παρέλκει ἡ ἐπί.

`1.39b1`

ἔρεψα: παρὰ τὸ ἐρέφω· ὅθεν καὶ Εἰραφιώτης ὁ Διόνυσος λέγεται· ἐστέφετο γὰρ κισσῷ· ἢ ἀπὸ τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.

`1.39b2`

ἐκ τοῦ ἐρέφω, ἐξ οὗ καὶ Εἰραφιώτης Διόνυσος· ἢ παρὰ τὸ ἐρίφῳ συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.

`1.41a`

ταύρων ἠδʼ αἰγῶν: θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται ὁ Ἀπόλλων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν.

`1.41b`

τὸ δέ: Ἀρίσταρχος δύο μέρη λόγου τὸ τὸ δέ, Ἡρωδιανὸς ἕν.

`1.41c`

τὸ δέ: ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ.

`1.42a`

τίσειαν: ὅτι Ζηνόδοτος τίσειεν.

`1.42b`

τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν: μικρῷ λόγῳ μεγάλα αἰτεῖ· ἀνταποδοῖεν τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα, ὅ ἐστι τοξεύων εἰσπράξαιο αὐτοὺς ἅπερ ἐγὼ ἐξέχεα δάκρυα. ἐν σχήματι δὲ ὃ παρῆκεν ἔφρασεν ὡς ἄρα ἔκλαιεν ὁ γέρων.

`1.42c`

Δαναοί: πῶς Ἕλλησιν ἐπαρᾶται τοῖς ἐπευφημήσασι δοθῆναι αὐτῷ τὴν θυγατέρα καὶ μὴ μᾶλλον Ἀγαμέμνονι; φαμὲν οὖν ὅτι, εἰ ἀπέθανεν Ἀγαμέμνων, ἀνεκζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ· ἢ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτος ἔμεινεν ἡ Χρυσηΐς· ἢ ὅτι αὐτοὶ Θήβας πορθήσαντες ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι ὡς βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν.

Δαναοί: Ἕλληνες οὕτως. Βῆλος—ὠνόμασεν. ἱστορεῖ Ἀπολλόδωρος ἐν βʹ

`1.43`

τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων: συνητίμαστο γὰρ τῷ ἱερεῖ ἐν τῷ «μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο»· καὶ ὅτι Τρωϊκός ἐστιν ὁ θεός. ἀπολίτευτον δὲ τὸ πρὸ τῆς εὐχῆς ἐπικουρῆσαι. διδάσκει οὖν ὅσον ὀνίνησιν εὐχὴ καθαρά, ὅσον δὲ ἀνωφελὴς ἡ μυσαρὰ θυσία, Αἴγισθος.

`1.44a`

Οὐλύμποιο καρήνων: ὅτι ὄρος ὁ Ὄλυμπος· τὰ γὰρ κάρηνα ἐπὶ ὄρους.

`1.44b`

κῆρ: παρὰ τὴν καῦσιν. τὸ δὲ ἔμφυτον θερμόν φασιν εἶναι τὴν ψυχήν.

`1.45a`

τόξα: προαναφώνησις· ἓν εἶχε τόξον, ἀλλὰ τῇ φωνῇ τοῦ πλήθους τῶν δεινῶν ἐμφαίνει τὸ μέγεθος.

`1.45b`

ἀμφηρεφέα: κοινή ἐστιν, οὐκ ἔκτασις.

`1.45c`

ἀμφηρεφέα: ἀμφοτέρωθεν ὠροφωμένην, ἐκ τοῦ ἐρέφω.

`1.46-7`

ἔκλαγξαν—νυκτὶ ἐοικώς: ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, οὐ καλῶς.

`1.46`

ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοί: ἐπιστρέφει πρὸς εὐσέβειαν τὸ καὶ τὰ ἄψυχα αἰσθάνεσθαι τῆς θείας δυνάμεως, ὡς καὶ ἐπὶ Ἀχιλλέως «τὰ δʼ ἀνέκραγεν».

`1.47a`

αὐτοῦ κινηθέντος: ὅτι αὐτοῦ τοπικὸν ἐπίρρημα, ἢ ὅτι αὐτοῦ τοῦ δαίμονος.

`1.47b`

νυκτὶ ἐοικώς: τὰ φοβερὰ νυκτὶ εἰκάζει.

`1.48`

ἕζετʼ ... ἰόν: τὸ ἕζετο ἐφεδρείαν τινὰ δηλοῖ καὶ ἀναμονὴν ἐπιστροφῆς. τοὺς δὲ ὀϊστοὺς διὰ τὸ βλαπτικὸν ἰοὺς ἐκάλεσεν.

`1.49a`

κλαγγή: λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων ἐπὶ δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ «λίγξε βιός».

`1.49b`

βιοῖο: Ἀριστάρχειος ὁ τόνος. παρὰ τὴν βίαν.

`1.50a`

οὐρῆας: ὅτι οὐκ ὀρθῶς τινες οὐρῆας τοὺς φύλακας· ἀντιδιαστέλλει γὰρ διὰ τοῦ «αὐτοῖσι».

`1.50b`

  
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς:  
οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ᾠὰ καλοῦμεν. εὐπαθῆ δὲ τὰ ζῷα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσων· σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. ἀργούς δὲ ἀκουστέον τοὺς λευκούς, ὅτι ἀσθενέστερά ἐστι ταῦτα τὰ σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. εἰσὶ δὲ οἱ μὲν πρὸς γεωργίαν, οἱ δὲ πρὸς θήραν χρειώδεις· ὅθεν μάλιστα τὰς τροφὰς ἐπορίζοντο. εἰ δὲ καὶ θεὸς ὢν καὶ πολέμιος ἠτιμασμένος καιρὸν δίδωσι μετανοίας, τί δεῖ τοὺς ἀνθρώπους ποιεῖν;

διὰ τί ἀπὸ τῶν κυνῶν—οὐ ζητοῦσιν, ἀλλʼ ἢ ὁ Ἀχιλλεύς;

`1.50c`

  
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς:  
φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ ἄλογα ζῷα ἀναιρεῖ, ἵνα διὰ τούτων εἰς δέος ἀγαγὼν τοὺς Ἕλληνας ἐπὶ τὸ εὐσεβεῖν παρασκευάσῃ. ἢ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθησιν τῆς ὀσφρήσεως ἐνεργεστέραν ἔχουσιν· οἱ μὲν γὰρ κύνες ἀπὸ τῆς ὀσφρήσεως τῶν ἰχνῶν ἐν αἰσθήσει τῶν θηρίων γίνονται, αἱ δὲ ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι τινων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς ἀνευρίσκουσιν.

`1.51a`

αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος: διαφέρει ὁ αὐτάρ τοῦ δέ, ὅτι ὁ μὲν προτάσσεται, ὁ δὲ ὑποτάσσεται· ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται.

`1.51b`

αὐτοῖσι: αὐτοῖς τοῖς Ἕλλησι. πρὶν ἢ δὲ τὸ ἄκρον καταλαβεῖν, ἤτοι τοὺς ἀρχηγούς, Ἀχιλλεὺς δημηγορεῖ.

`1.51c`

ἐχεπευκές: ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης.

ἐχεπευκές: ἔχον πικρίαν· ἀπὸ τῆς πεύκης—ἐστι πικρόν.

`1.51-2`

βέλος ἐχεπευκὲς ἐφιείς βάλλʼ: ἰοῖς ἔβαλλεν, ὡς τὸ «ᾤχετο», κατὰ Ἰωνικὴν περίφρασιν· ἢ τὸ βάλλεν ἀντὶ τοῦ ἐφόνευεν.

`1.52`

θαμειαί: Πάμφιλος «θαμεῖαι» λέγει ὡς «ὀξεῖαι», Ἀρίσταρχος δὲ ὡς «πυκιναί»· ὁμοίως δὲ καὶ τὸ ταρφειαί.

θαμειαί: πῶς, φασίν, ὁ ποιητὴς—ἐκαίοντο.

αἰεὶ δὲ πυραὶ νεκύων: τὸ παλαιὸν—τυχεῖν.

`1.53-5`

ἐννῆμαρ μὲν—λευκώλενος Ἥρη: ἐπὶ ἐννέα ἡμέρας, ὅτι οὐδὲ ἄλλως ἠδύνατο γνωσθῆναι τὸ τῆς νόσου ἴδιον, ὅτι καὶ λοιμικὴ καὶ φθαρτική, ἢ ἐν τοσούτῳ χρόνῳ· ὡς γὰρ ἐπὶ πλέον ἐν ταῖς ἐννέα ἡμέραις καὶ μικρόν τι πρότερον ἢ ὕστερον κρίνεται τὰ τοιαῦτα νοσήματα ἢ ἀπόλλυσι τοὺς νοσοῦντας. καλῶς οὖν καὶ ἡ Ἥρα μετὰ τὰς ἐννέα ἡμέρας ἐπὶ νοῦν τίθησι ζητῆσαι τὸν λοιμὸν Ἀχιλλεῖ — εἰ γὰρ μή, τοῦτο ἔλεξεν· Ἥρα γὰρ ὁ ἀήρ, καὶ φθαρτὸν γενόμενον πρῶτος ὁ Ἀχιλλεὺς ὡς ὢν ἰατρὸς καὶ Χείρωνος μαθητὴς τοῦτον συνέβαλε. λευκώλενον δὲ τὴν Ἥραν φησίν, ὅτι διαφανής ἐστιν ὁ ἀήρ, καὶ παρόντων τῶν φωσφόρων καὶ λαμπρύνεται· διὸ καὶ «βοῶπις», ὅτι διʼ αὐτοῦ ἡ τῆς ὄψεως ἐνέργεια ἐν νυκτὶ καὶ ἡμέρᾳ γνωρίζει.

`1.53a`

ἐννῆμαρ: ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρʼ οὐδετέρου συγκείμενον. ἀλλʼ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων.

`1.53b`

ᾤχετο: οὐκ εἶπεν ἐπέμπετο, ἀλλʼ ὥσπερ ἐπὶ ἐμψύχῳ εἴδει ἐπορεύετο.

`1.53c`

κῆλα: ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικόν, οὕτω καὶ τὸ κῆλον. ἢ κῆλα τὰ δείματά φησιν, ἢ τὰ καύσεως αἴτια.

κῆλα: νῦν τὰ βέλη· ὁτὲ δὲ καὶ σημεῖα.

`1.54`

ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς: αὐτοκράτωρ γάρ, οὐ μισθωτὸς ἦν· τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγε· συνάγει μὲν γὰρ Ὀδυσσεὺς ἐν τῇ Β καὶ Ἀχιλλεὺς ἐν τῇ Τ. ἄλλως τε καὶ αὐτὸς ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς· ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν, ἐκ τῶν λόγων αὐτῶν δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς Λιταῖς

`1.55`

θεὰ λευκώλενος Ἥρη: προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους θεοὺς διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος, τοῦτο δὲ καὶ φαντασίαν παρεντιθείς.

`1.56a`

κήδετο: πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκήδετο; εἰ γὰρ μὴ τοῦτο ὑπῆρξεν, οὐκ ἂν διηνέχθη ὁ Ἀγαμέμνων οὐδὲ ἐχθρὰ συνέβη, διʼ ὧν μᾶλλον ἐβλάβησαν Ἕλληνες. ῥητέον οὖν ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες οἱ Τρῶες τῷ πεδίῳ προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι· εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἐγένετο καὶ ἀτελεύτητος ὁ πόλεμος.

κήδετο γὰρ Δαναῶν: εὐλόγως ἐφρόντιζε—ὄλεθρος.

`1.56b`

ὅτι ῥα: δασυντέον τὸν ῥά· πάσης γὰρ λέξεως τὸ ρ ἀρχόμενον δασύνεται, πλὴν τοῦ Ρᾶρος.

`1.56c`

ὁρᾶτο: ὅτι Ζηνόδοτος «ὁρῆτο» γράφει. ἀγνοεῖ δὲ ὅτι Δωρικὸν γίνεται.

`1.57`

ἤγερθεν ὁμηγερέες τε γένοντο: κατʼ ὀλίγον γὰρ συνιόντες πληθύνονται.

`1.58`

μετέφη: διὰ τὴν μετά. τοῖσι δʼ ἀνιστάμενος: τὸ γὰρ παλαιὸν—ὀρθὸς ἵστατο.

`1.59a`

Ἀτρείδη, νῦν ἄμμε: μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσιν.

`1.59b`

Ἀτρείδη: κατʼ ἰδίαν τὸ Ἀτρείδη· κλητικὴ γάρ ἐστι καὶ αὐτοτελής. οὐ μέντοι ἐν τῷ «Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν». σχεδὸν δὲ πᾶσαι μιᾶς ἔχονται συντάξεως.

`1.59c`

παλιμπλαγχθέντας: πρὸς τὴν τῶν νεωτέρων ἱστορίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν.

`1.59d`

παλιμπλαγχθέντας: ὑφʼ ἓν Ἀρίσταρχος τὸ παλιμπλαγχθέντας. τὸ πάλιν δὲ σημαίνει τὸ εἰς τοὐπίσω, ἤτοι μάτην ἀπράκτους ὑποστρέψαντας, μονονουχὶ πλάνην, οὐκ εἰσβολὴν ποιησαμένους: τὰ γὰρ περὶ Μυσίαν ἀγνοεῖ.

`1.59e`

παλιμπλαγχθέντας: εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν, μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον ὑπεκφύγοιμεν. οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ συντέθειται διὰ τὸ «ἂψ ἀπονοστήσειν».

Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας: οἱ νεώτεροι —τὸν ἐπὶ Ἴλιον πλοῦν.

`1.60`

εἴ κεν: ὅτι Ζηνόδοτος «οἵ κεν» γράφει, οὐ καλῶς· καλὴ γὰρ ἡ ἀπόγνωσις τῆς σωτηρίας.

`1.61`

εἰ δή: ἀντὶ τοῦ καὶ γάρ.

`1.62`

ἀλλʼ ἄγε δή τινα μάντιν: ἡ διπλῆ, ὅτι μάντις γενικῶς, ἱερεύς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδοτος δὲ ἠθέτηκεν αὐτόν· μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς.

`1.62-3a`

μάντιν ἐρείομεν, ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον, ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡρωδιανός. καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει

ἔστι γένος τι ἡ μαντική, —τῶν ὀνειράτων.

`1.62-3b`

μάντιν ἐρείομεν, ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ ἐρείομεν, ἵνα γενικὸν εἴη τὸ μάντις. ὁ δὲ Πορφύριος τρία ἀποδέχεται, μάντιν λέγων τὸν διὰ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ θυσιῶν, ὀνειροπόλον δὲ τὸν ὀνειροκρίτην.

`1.63a`

καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν: καὶ γάρ τι ὄναρ, ὅ ἐστι τὸ τέλειον. ἐπεὶ δὲ τὸ ὄναρ σαθρόν ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ.

`1.63b`

καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν: τοῦ τι ἐστὶ συναλιφή, καὶ γάρ τι ὄναρ· οὐ γὰρ πάντα λέγει ἀληθῆ. ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους ἀληθεῖς· «αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι».

`1.63c`

ἐκ Διός ἐστιν: τὸ ἔστιν ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται ἢ προηγεῖται αὐτοῦ ἡ οὔ ἀπόφασις.

`1.64`

ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων: τῶν αἰφνιδίων θανάτων αἴτιόν φασιν εἶναι Ἀπόλλωνα. τῷ δὲ ὅ τι λείπει ἡ διά.

`1.65a`

εἴ ταρ: οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλιτικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ· οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ.

`1.65b`

εὐχωλῆς: ὅτι ἐλλείπει ἡ περί.

`1.65c`

εὐχωλῆς: ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω ἐλπωρή, οὕτω παρὰ τὸ εὔχω εὐχωλή. ἑκατόμβη δὲ ἀπὸ τοῦ ἑκατόν καὶ τοῦ βοῦς.

ἑκατόμβης: ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν—ζώων.

`1.66a`

αἴ κέν πως: περισσὸς ὁ κέν, καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως.

`1.66b`

αἴ κέν πως ἀρνῶν κνίσης: Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς κατὰ γενικὴν πτῶσιν, ἄνευ τοῦ ι.

`1.66c`

κνίσης: Πυθαγορικός ἐστι μᾶλλον φιλόσοφος ἢ στρατιώτης, ὡς δῆλον ἔκ τε τῶν νῦν καὶ ἐκ τοῦ «αὔριον ἱερὰ Διῒ ῥέξας» καὶ τῶν περὶ τοῦ δέπαος τῆς Πατροκλείας· πῶς οὖν κατὰ Κράτητα καὶ Περσαῖον οὔτε φρόνιμος οὔτε σώφρων οὔτε ἀνδρεῖος; πηγὴ γάρ τίς ἐστι τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν θεοὺς εἶναι.

`1.67a`

ἡμῖν ἀπὸ λοιγόν: ὀρθοτονεῖται τὸ ἡμῖν· ἀρκτικὸν γάρ ἐστι κατὰ τὴν τῆς ἀπό σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται.

`1.67b`

ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον· ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάσσει, ἅτε δὴ ἐπέχουσα τὴν τάξιν.

`1.68`

κατʼ ἄρʼ ἕζετο: ὅτι Ζηνόδοτος γράφει «ἐκαθέζετο». οὐκ ἐᾷ δὲ ἑλληνίζειν τὸν Ὅμηρον. ὥσπερ γὰρ οὐδὲ λέγει ἐκατέβαινεν, οὕτως οὐδὲ ἐκαθέζετο.

`1.69a`

Κάλχας Θεστορίδης: ὅτι Ζηνόδοτος γράφει «μάντις Θεστορίδης». οὐ δύναται δὲ τῷ γένει τὸ εἶδος ἅμα συγκατατίθεσθαι.

`1.69b`

Θεστορίδης: ὅρα πῶς ἐν ἀρχῇ διασαφεῖ τὰ ὀνόματα, ὡς καὶ ἑτέρου ὑπάρχοντος.

`1.70`

τά τʼ ἐόντα: τὰς αἰτίας φησίν, ἐπεὶ τὸν λοιμὸν ᾔδεσαν πάντες, οὐ μὴν τὴν αἰτίαν αὐτοῦ· διὸ καὶ τρίποδα τίθησι τῷ θεῷ.

`1.71a`

καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω: ὅτι ἀντὶ τοῦ νεῶν, καὶ ὅτι Κάλχας ἡγήσατο τοῖς Ἕλλησι καὶ οὐχὶ Τήλεφος, ὥς τινες νεώτεροι, καὶ ὅτι τὸ εἴσω ἀντὶ τοῦ εἴς.

`1.71b`

καὶ νήεσσʼ ἡγήσατο: διὰ τὰς διοσημίας· «πειθόμενοι» γάρ φησι «τεράεσσι θεῶν».

`1.72`

πόρε Φοῖβος: τὰς εἰς ἄκρον εὐεξίας θεῶν εἶναι δῶρά φησιν. Εὐρύτῳ «τόξον πόρεν Ἑκηβόλος»

`1.73a`

ὅ σφιν: οὕτως διὰ τοῦ ἑνὸς ς.

`1.73b`

ὅ σφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπεν: ὅτι Ζηνόδοτος γράφει «ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα».

`1.73c`

ἐϋφρονέων: πρὸς τὴν τοῦ βασιλέως ἀβελτερίαν.

`1.74`

ὦ Ἀχιλλεῦ, κέλεαί με: καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προειπών.

`1.76a`

τοιγὰρ ἐγών: οὐκ ἔστιν ἀντωνυμία ἡ τοί — οὐδέποτε γὰρ ἀρκτική ἐστιν —, ἀλλʼ ἀντὶ τοῦ δή.

`1.76b`

καί μοι ὄμοσσον: οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει τὸν ὅρκον, ἀλλʼ ἵνα ἔχῃ πρόφασιν πρὸς τὸν βασιλέα· ὃ συνεὶς Ἀχιλλεὺς οὐκ ἀγανακτεῖ ἐξαιτούμενος, ἀλλʼ ἑτοίμως ὄμνυσιν.

`1.77-8a1`

ἠμέν μοι πρόφρων— ἦ γὰρ ὀΐομαι: ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουσαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται· «ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα» «ἠμὲν ἐμοὶ δώσειν». τὸ δὲ ἦ γὰρ ὀΐομαι περισπωμένῃ τάσει ἀναγνωστέον· διαβεβαιωτικὸς γὰρ ὁ σύνδεσμος.

`1.77-8a2`

ἠμέν μοι: ἀντὶ τοῦ ἠμήν. ἔστι δὲ ἐπίρρημα ὁρκικόν· διὸ βαρύνομεν τὸν η· εἰ γὰρ περισπάσομεν, ἔσται βεβαιωτικός.

`1.78`

ὀΐομαι: ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην αὐτῷ μῆνιν.

`1.80a`

κρείσσων: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν γράφει. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν.

`1.80b`

κρείσσων: μέλλων βαρύνειν τὸν βασιλέα προαπολογεῖται αὐτῷ. Ζηνόδοτος δὲ «κρείσσω» γράφει. ἀθετεῖ δὲ καὶ τὸν στίχον, κακῶς.

`1.80c`

χέρηϊ: ὡς «Ἄρηϊ». γέγονε δὲ οὕτως· ἔστι τι χερείωνος γενικὴ καὶ αἰτιατικὴ «χερείονά περ καταπέφνων». ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη «ἀλλὰ τὸν υἱόν γείνατο εἷο χέρεια», πληθυντικῶς δὲ τὰ χερείονα χέρεια «χέρεια δὲ χείρονι δόσκεν», τοῦτον τὸν τρόπον καὶ τὴν χερείονι χέρειϊ· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὸ η. οὕτως Ἡρωδιανός

`1.81-2`

εἴ περ γάρ τε—ἔχει κότον: πιθανῶς τὴν εἰς τὸ μετέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ ἦν τὸ μὲν παρόν, αἰδεσθέντα τὸ πλῆθος, παριδεῖν αὐτόν, εἰς δὲ τὸ μετέπειτα τιμωρήσασθαι.

`1.81`

αὐτῆμαρ: ἐπίρρημα ὡς καὶ τὸ «ἐννῆμαρ» καὶ «ἑξῆμαρ». καὶ ἐχρῆν μὲν αὐτὰ ἀναπέμπειν τὸν τόνον ὡς βούκερως. ἀλλʼ ἐπεὶ οὐδὲν τῶν εἰς αρ συντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸς τὴν παρηλλαγμένην σύνθεσιν ἦν παρηλλαγμένος καὶ ὁ τόνος. δεῖ δὲ εἰδέναι ὡς μετὰ ἀκλίτων τίθενται.

καταπέψῃ: ἡ μεταφορὰ—γινομένην.

`1.82`

ἔχει κότον: ἔδειξε διαφορὰν κότου πρὸς χόλον. διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον Ἀγαμέμνονος καὶ ἁπλοῦν Ἀχιλλέως. τὸ ἔχω ἐνταῦθα ἀντὶ τοῦ κρύπτω.

`1.83`

φράσαι: ὅτι Ζηνόδοτος γράφει «φράσον». μᾶλλον δὲ τὸ φράσσαι ἁρμόζει.

`1.85a`

θαρσήσας: ὡς ἀγαθὸς προτρέπει, μᾶλλον δὲ προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ συμφέροντος.

`1.85b`

μάλα: διασταλτέον ἐπὶ τὸ μάλα.

`1.85c`

εἰπέ: τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ. ἰδίως δὲ καὶ μακρᾷ παραλήγονται. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ.

`1.85d`

θεοπρόπιον: τὸ προειρημένον ὑπὸ θεοῦ σοι. τοῦτο δὲ πρὸς δυσώπησιν τῶν ἀκουόντων.

`1.85e`

οἶσθα: ὅτι οἶσθα χωρὶς τοῦ ς· οὕτως γὰρ λέγει διὰ παντός· «οἶσθα· τίη τοι ταῦτα», «οἶσθα, γέρον».

`1.86`

οὐ μὰ γὰρ Ἀπόλλωνα: ἡ οὔ ἀπωμοτικῶς—συνήθειαν.

Κάλχαν: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν, «Κάλχα». τὰ δὲ εἰς ας λήγοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν, «Θόαν», «Αἶαν».

`1.88`

οὔτις ἐμεῦ ζῶντος: πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος· συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν.

`1.88-9`

οὔ τις ἐμεῦ—ἐποίσει: τινὲς τὸ σοί τοῖς ἐπάνω προσδιδόασιν, ἵνʼ ᾖ σοὶ δερκομένοιο. βελτίων δὲ ἡ συνήθης ἀνάγνωσις.

`1.89`

βαρείας: τὰς ὅπλῳ βεβαρημένας.

`1.90`

οὐδʼ ἢν Ἀγαμέμνονα: ὁ τρόπος ὑπερβολή. ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυπτεν Ἀχιλλεύς. οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην ἀσφαλῆ ποιεῖσθαι ἐγγύην. καὶ τῇ ὑπερβολῇ θεραπεύει τὸν Ἀγαμέμνονα.

`1.91`

ἐνὶ στρατῷ: «Ἀχαιῶν», οὐκ ἐνὶ στρατῷ. οὕτω καὶ αἱ Ἀριστάρχου καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου.

`1.93a`

οὔ ταρ ὅ γʼ εὐχωλῆς: οὕτως ὀξεῖαν ἐπὶ τὴν οὔ· ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικός, ὡς καὶ ἐπὶ τοῦ «εἴ ταρ ὅ γʼ εὐχωλῆς»· οὐ γάρ ἐστιν ὁ τέ συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθʼ ἑκατόμβης· οὕτως γὰρ ἔστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· «ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμήν».

`1.93b`

οὔ ταρ ὅ γʼ εὐχωλῆς: οὐ δή. τέλειος δέ ἐστιν ὁ τάρ, οὐκ ἐκ τοῦ τὲ ἄρ. προθεραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν ἐπαγόμενος ὡς θυσίας οὐκ ὀφεῖλον.

`1.93-5`

εὐχωλῆς ἐπιμέμφεται—καὶ οὐκ ἀπεδέξατʼ ἄποινα: ὅτι ἐλλείπει ἡ περί καὶ περισσὸν τὸ ἐπιμέμφεται. κατεκερμάτισε δὲ τὸν Ἀγαμέμνονος λόγον εἰς διαβολήν.

`1.93-4a`

  
οὔ ταρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,  
ἀλλʼ ἕνεκʼ ἀρητῆρος: βραχὺ διασταλτέον ἐπὶ τὸ ἑκατόμβης καὶ ἀρητῆρος. κοινὸν δὲ τὸ ἕνεκα, οὔτʼ εὐχωλῆς οὔθʼ ἑκατόμβης ἕνεκα, ἀλλʼ ἀρητῆρος ἕνεκα μέμφεται.

`1.93-4b`

τὸ ἐπιμέμφεται ἀπὸ κοινοῦ δεῖ λαμβάνειν.

`1.96`

τοὔνεκʼ ἄρʼ ἄλγεʼ: ἀθετεῖται, ὅτι περισσός. πρόκειται γὰρ

  
«ἀλλʼ ἕνεκʼ ἀρητῆρος, ὃν ἠτίμησʼ Ἀγαμέμνων».  

`1.97a1`

λοιμοῖο βαρείας χεῖρας ἀφέξει: «Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει». οὕτως αἱ Ἀριστάρχου.

`1.97a2`

καὶ ἡ Μασσαλιωτικὴ δὲ καὶ ἡ Ῥιανοῦ τὸν αὐτὸν ἔχει τρόπον. ἔοικεν οὖν ἡ ἑτέρα Ζηνοδότου εἶναι, ἡ «οὐδʼ ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει».

`1.97a3`

οὐδʼ ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει: καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Ῥιανοῦ καὶ σχεδὸν πᾶσαι «οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει». ἔοικε δὲ ἡ ἑτέρα Ζηνοδότου εἶναι.

`1.97b`

πρίν: πρότερον.

`1.97-9`

ἀεικέα λοιγὸν ... ἀπριάτην: λέξεις ἐκ τῶν Πρὸς Κομανόν, τὸ μὲν ἀεικέα λοιγόν ὄλεθρον ἀπεοικότα λέγειν — τοῦτο δέ ἐστιν ἀπεχθῆ —, ἀπριάτην δὲ σαφές, ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταὐτὸν τῷ νῦν λεγομένῳ δωρεάν.

`1.98a`

πρίν: πρὸ τοῦ, πρότερον.

`1.98b1`

ἑλικώπιδα: τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος· ἢ τὴν οὐκ ἀτενιτὴν τῇ θέα· ἢ τὴν ἀξιοθέατον· ἢ πρὸς ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν.

`1.98b2`

ἑλικώπιδα: μελανόφθαλμον, ἀφʼ οὗ εὐπρεπῆ  <span class="gap">…</span> ὡς «ὕδωρ μέλαν Αἰσήποιο» καὶ Καλλίμαχος· «Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ». ἢ τὴν οὐκ ἀτενῆ τὴν θέαν· ἢ τὴν ἀξιοθέατον, πρὸς ἣν πάντες ἑλίσσουσι τὴν θέαν.

`1.99a`

ἀπριάτην ἀνάποινον: ὅτι οὐ κατὰ προσηγορίαν τὴν ἀπριάτην λέγει, ἀλλʼ ἀντὶ τοῦ ἀπρατί, καὶ παράλληλον τὸ ἀνάποινον· τὸ γὰρ αὐτὸ διʼ ἀμφοτέρων δηλοῦται. διασταλτέον δὲ βραχὺ ἀπριάτην, ἀνάποινον, στικτέον δὲ «ἐς Χρύσην», ἐπεὶ κοινὸν κατὰ πάντων τὸ «πρίν». τὸ ἀπριάτην ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος ἀντὶ τοῦ ἀπριάδην.

`1.99b1`

ἄγειν: τοῦτο ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ «οἴκοθεν ἦγʼ ὁ γεραιός». καὶ «ἦγον δὲ Μαχάονα ποιμένα λαῶν». παράλειψις δὲ ὁ τρόπος· οὐ γὰρ ἐπʼ ἴσοις ἀπαλλάσσεσθαι δεῖ τοὺς προαμαρτήσαντας.

`1.99b2`

ἄγειν θʼ ἱερὴν ἑκατόμβην: οὐ γὰρ ἐκ μόνης μεταμελείας, ἀλλὰ καὶ ἐκ κόπου καὶ προσφορᾶς τοὺς προημαρτηκότας ἀπαλλάττεσθαι δεῖ. τὸ δὲ ἄγειν ἐπὶ νηὸς ἢ ἅρματος, «ὃ οἴκοθεν ἦγʼ ὁ γηραιός», «ἦγον δὲ Μαχάονα ποιμένα λαῶν».

`1.100a`

τότε κέν μιν: ὅτι Ζηνόδοτος γράφει «αἴ κέν μιν»· γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν.

`1.100b`

πεπίθοιμεν: ὅμοιόν ἐστι τῷ «ῥηϊδίως πεπιθεῖν». εἴωθε δὲ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν.

`1.103-4a`

ἀχνύμενος—ἐΐκτην: ὅτι ἀμφότεροι εἰς τὴν Ὀδύσσειαν μετάκεινται, οὐκ ὀρθῶς.

`1.103b`

ἀχνύμενος—ἐΐκτην: ἐκκλίνειν δεῖ τὸν θυμὸν καὶ φυλάττεσθαι, ὅπου γε καὶ τοῦ τοιούτου ἥρωος περιεγένετο.

`1.103c`

μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντʼ: ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς· ὡς γὰρ ἐκ κεράμου ὑπερεξεχεῖτο ὁ θυμός. εἰσὶ δὲ τῶν ἐντοσθίων αἱ φρένες· «πλευρὰς ὑφʼ ἧπαρ καὶ φρένας». ἤδη δὲ οἱ νεώτεροι μελαίνας τὰς φρένας φασίν.

`1.104`

ὄσσε: παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ πέττω πέσσω· ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὄσσος, τὸ δυϊκὸν ὄσσω καὶ τροπῇ τοῦ ω εἰς ε ὄσσε.

`1.104-5`

ἐΐκτην ... πρώτιστα: εἴκω εἶκα εἴκειν εἰκείτην, καὶ συγκοπῇ εἴκτην, ἐν διαλύσει ἐΐκτην. προδιατυποῖ δὲ τὰ λεχθησόμενα τῆς ὄψεως τὸ δεινόν, καὶ δοκεῖ τὸ «ὑπόδρα ἰδών» ἔχειν καὶ ἐπεξήγησιν. διὰ δὲ τοῦ πρώτιστα σημαίνει τὸν καὶ ἐπʼ ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης ὀργῆς.

`1.105a`

κάκʼ ὀσσόμενος: ὅτι ἀπὸ τῶν ὄσσων κακῶς ὑπιδόμενος, οὐκ ἀπὸ τῆς ὄσσης, τῆς φωνῆς, κακολογήσας· οὐ γὰρ χρῆται Ὅμηρος τῇ ὄσσῃ ψιλῶς ἐπὶ τῆς φωνῆς, μᾶλλον δὲ ἐπὶ τῆς θείας κληδόνος.

`1.105b1`

κάκʼ ὀσσόμενος: παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου τινὸς ἐπάγειν λόγους μέλλῃ τινὰς ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ λόγος· οἷον εἰπόντος «τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη», ὑβριστικούς· καὶ πάλιν «καί μιν νεικείων», θεωρητέον, εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη· ὅταν δὲ «ὅ σφιν ἐϋφρονέων», φρονίμους προσδεκτέον λόγους· φρόνιμον γὰρ τὸ τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα. πάλιν δὲ ὅταν προείπῃ «καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν», δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, ἐπηρμένου καὶ ὑψηγοροῦντος Ὀδυσσέως διὰ τὴν νίκην. πάλιν τοίνυν ὁ ποιητὴς τοῦ Ἀγαμέμνονος μέλλοντος λέγειν πρὸς τὸν Κάλχαντα «μάντι κακῶν» καὶ τὰ ἑξῆς, προδιετύπωσεν ἡμῖν τοὺς λόγους διὰ τοῦ κάκʼ ὀσσόμενος, οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλʼ ὅτι κακόμαντιν ἀποκαλῶν· ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνή, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ μάντεις —«ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν»—, διὰ τοῦτο κακοφημίζει αὐτὸν εἰς τοῦτο, κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν.

`1.105b2`

κάκʼ ὀσσόμενος: κακοφημίσας.

`1.106a1`

μάντι κακῶν: μετὰ τὸ κακῶν στικτέον.

`1.106a2`

μάντι κακῶν: ἡ συνήθεια μετὰ τὸ κακῶν στίζει, καὶ ἔστι τὸ σημαινόμενον κακόμαντι, ἤτοι τὸ δύσφημον τοῦ Κάλχαντος, καὶ ἀεὶ τοιοῦτον λοιδοροῦντος τοῦ Ἀγαμέμνονος, ἢ τὸ παρακολουθοῦν ἀεὶ τοῖς μάντεσιν ὡς ἴδιον ἁμάρτημα τῷ Κάλχαντι προστριβομένου· μάντεως γὰρ τότε χρεία, ὅταν ἐν συμφορᾷ τινες ὦσιν.

`1.106b`

μάντι κακῶν: ὁ ζητῶν τὸ τί κακὸν ἐμαντεύσατο, ὀργῆς οὐκ οἶδε φύσιν ἐπʼ ἀλήθειαν οὐ φερομένην. τάχα δὲ καὶ κακόμαντιν αὐτόν φησι διὰ τὸ εἰπεῖν «τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν»· ᾤετο γὰρ ταχύτερον πορθήσειν αὐτὴν διὰ τὸ τὸν Δία «ἀστράπτειν ἐπιδέξιʼ, ἐναίσιμα σήματα φαίνειν»· τὸ γὰρ Ἰφιγενείας ὄνομα οὐδὲ οἶδεν ὁ ποιητής. ἐπεὶ οὖν οὐ κατέγνωσται, οὐ ψευδῆ αὐτόν, ἀλλὰ κακόφημόν φησι διὰ τὴν ἀναβολὴν τῆς νίκης· εἰ γὰρ καὶ ἀληθεῖς αἱ τῶν φαύλων προγνώσεις, οὐδὲν ἧττον οἱ δυστυχοῦντες τοὺς προειρηκότας μισοῦσιν ὡς αἰτίους.

`1.106c`

κρήγυον: ὅτι ἅπαξ εἴρηται τὸ κρήγυον, καὶ οὐκ ἔστιν ἀληθές, ἀλλʼ ἀγαθόν· ἀντιδιαστέλλει γοῦν ἐπὶ τὸ «αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα».

μάντι κακῶν: συντείνει τοῦτο—τῶν στρουθῶν.

`1.106d`

κρήγυον: τροπῇ τοῦ δ εἰς γ, ὡς γνοφερὸν καὶ «δνοφερόν», οἷον κρήδυνόν τι ὄν, τὸ ἡδῦνον τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, οἷον τὸ θυμῆρες τῇ ψυχῇ μου.

`1.106e`

κρήγυον: τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτόν ἐστι τῷ θυμῆρες. τὸ δὲ εἶπες «εἶπας» Ἀρίσταρχος γράφει, κακῶς· εἰπών γὰρ ἀεὶ καὶ εἴποιμι λέγομεν.

`1.108-9a1`

ἐσθλὸν δʼ οὔτε τί πω—ἀγορεύεις: δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι. τὸ δὲ καί νυν ἐν Δαναοῖσι μᾶλλον αὐτὸν λυπεῖ, ἐπεὶ μὴ κατʼ ἰδίαν ἐκοίνωσεν αὐτῷ.

`1.108-9a2`

δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι καὶ τὰ αὐτὰ ἐπαναπολοῦσιν, ὡς μὴ κατʼ ἀξίαν εἰρηκότες.

`1.108-9b`

ἐντεῦθεν οἱ νεώτεροι ὁρμηθέντες ἱστοροῦσιν ὅτι τῶν Ἑλλήνων ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, ἁθροισθέντων καὶ ἀπλοίᾳ κατασχεθέντων, Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι εἰς Ἴλιον ἄλλως ἐκπλεῦσαι αὐτούς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγένειαν τὴν θυγατέρα αὐτοῦ σφαγιάσῃ Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν τρεφομένην ἐν τῷ ἄλσει αὐτῆς καὶ πρὸς τούτῳ καυχησάμενον εἰπεῖν ὅτι οὐδὲ ἡ Ἄρτεμις οὕτως ἂν ἐτόξευσε. τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν πολλὴν ἀνάγκην παραστήσαντος τὴν κόρην τῷ βωμῷ, κατοικτειρήσασαν τὴν θεὰν καὶ ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν σῶσαι καὶ ἐν Ταύροις τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς θεοῦ εἰπεῖν πεμφθῆναι αὐτήν. ἡ ἱστορία παρὰ πολλοῖς τῶν νεωτέρων καὶ παρὰ Δίκτυϊ τῷ γράψαντι τὰ Τρωϊκά

`1.108a`

ἐσθλὸν δʼ οὐδέ τί πω εἶπες ἔπος οὐδʼ ἐτέλεσσας: οὕτως  <span class="gap">…</span> αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφατικὸν τὸ «οὔτε» δὶς λεγόμενον.

`1.108b`

ἐσθλὸν δʼ οὐδέ τί πω εἶπες ἔπος οὐδʼ ἐτέλεσσας: ἐμφατικόν ἐστι τὸ οὐδέ δὶς λεγόμενον, καὶ τὴν τῆς μαντείας τύχην λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προείποι, οὐκ εἰς ἀγαθὸν τελευτᾷ. εὐτυχίας οὖν ἔργον καὶ τὴν τέχνην ἀμαυροῦν.

`1.110a1`

ὡς δὴ τοῦδʼ ἕνεκά σφιν: ἀθετεῖται, ὅτι αἰρομένου τούτου σύντομος γίνεται ἡ ἑρμηνεία καὶ οὐδὲν ἐλλιπὲς ἔχουσα.

`1.110a2`

ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπής, ἀλλὰ σύντομος ἔσται ἡ ἑρμηνεία.

`1.111`

κούρης: ὅτι ἐλλείπει ἡ περί πρόθεσις.

`1.113a`

Κλυταιμνήστρης: ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην δοκῇ κατατίθεσθαι τοῖς Ἀχαιοῖς χάριν — δημαγωγικώτατος γάρ ἐστιν. ἢ ὅτι περισπούδαστος τοῖς ἐπʼ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν πόθος· ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τοιούτου πόθου ἐπαινεῖ τὴν αἰχμάλωτον.

Κλυταιμήστρης: ἡ Κλυταιμήστρα—Ἑλένης δὲ ἀδελφή.

`1.113b`

προβέβουλα: ἀπὸ τοῦ βούλω μέσος, μόνος ὀφθεὶς ἐν τοῖς ἐνεργητικοῖς.

`1.114`

κουριδίης ἀλόχου: διὰ τί ὁ Ἀγαμέμνων—ἐφύβριστον πασχούσης;

`1.114a`

οὔ ἑθεν: οὕτως ὀξυτονητέον τὴν οὔ ἀπόφασιν, ἵνʼ εἰς ἁπλῆν μεταληφθῇ ἡ ἀντωνυμία· τοῦτο γὰρ καὶ Ἀρίσταρχος παρήγγειλεν — ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον. οὕτως οὖν ὡς τὸ «οἵ ἑθεν ὀτρύνοντος» καὶ «οὕς ἑθεν εἵνεκʼ ἔπασχον».

`1.114b`

οὔ ἑθεν: τὸ μὲν πρῶτον καὶ δεύτερον πρόσωπον τοῦ ἕθεν ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλιτέον.

`1.115`

οὐ δέμας οὐδὲ φυὴν οὔτʼ ἂρ φρένας οὔτε τι ἔργα: ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν γυναικὸς περιέλαβεν. καὶ ἀλλαχοῦ· «κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν», «καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα». φυήν δὲ τὸ διʼ ὅλου κάλλος, ὡς τὸ «φυήν γε μὲν οὐ κακός ἐστι μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας».

οὐ δέμας: δέμας ὁ ποιητὴς—σῶμα αἰσχύνομαι.

`1.116a`

καὶ ὧς: τὸ ὡς ὁπότε σημαντικόν ἐστι τοῦ ὅμως, περισπᾶται.

`1.116b`

  
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γʼ ἄμεινον:  
στικτέον ἐπὶ τὸ ἄμεινον· ψυχροὶ γὰρ οἱ ἐπὶ τὸ πάλιν στίζοντες.

`1.117a`

βούλομʼ ἐγὼ λαὸν σόον: ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν ὡς τῆς διανοίας εὐήθους οὔσης. οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρεσθαι, ἀλλὰ συνάπτειν τοῖς ἄνω· ἐν ἤθει γὰρ λέγεται.

`1.117b1`

σόον ἔμμεναι: οὕτως «σῶν» αἱ Ἀριστάρχου, οὐ διῃρημένως «σόον», ἀλλὰ «σῶν». συνᾴδει καὶ τὸ «νῦν μοι σῶς αἰπὺς ὄλεθρος». ἔσθʼ ὅπου δὲ καὶ διαιρεῖ «σόον δʼ ἀνένευσε». ὁ δὲ λόγος τοιοῦτος· θέλω, φησίν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι καὶ αὐτὸς ἀπολέσθαι· ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ καί παρείληπται τῷ ποιητῇ. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέσθαι ἐγώ.

`1.117b2`

αἱ πᾶσαι «σῶν» εἶχον· καὶ συνᾴδει τὸ «νῦν τοι σῶς αἰπὺς ὄλεθρος».

`1.117c`

ἢ ἀπολέσθαι: διασαφητικῶς ἀντὶ τοῦ ἤπερ, ὡς τὸ «ἢ ἀφνειότεροι». ἔστι δὲ μετὰ ἤθους. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καί, οἷον καὶ ἀπολέσθαι ἐγώ.

`1.118`

αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ: ἀλλοιωτικῇ στάσει κέχρηται μετατιθεὶς τὰ ὀνόματα πρὸς κόσμον ἑαυτοῦ. προσφυῶς δὲ πρὸς τὸν Ἀχιλλέα ἐπεισέρχεται.

`1.118-9`

μὴ οἶος Ἀργείων: ἱκανὸν μὲν ἦν αὐτῷ καὶ τῶν ἀριστέων μόνον εἰπεῖν. ἀλλὰ διὰ τοῦτο πάντων ἔφη, ἵνα τὴν εἰς αὑτὸν ἀτιμίαν αὐξήσῃ.

`1.119`

ἀγέραστος: ὡς ἀπείραστος, ἀβίαστος. ἵνα δὲ μὴ δοκῇ τοῦ μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ.

`1.120a`

λεύσσετε: Ἀρίσταρχος διὰ δύο σσ, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ τοῦ μέλλοντος, ὡς «ἄξετε», «οἴσετε», «καταβήσεο δίφρου».

`1.120b`

λεύσετε γὰρ τό γε πάντες—ἄλλῃ: Ἀρίσταρχος μέλλοντά φησιν, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ μέλλοντος, ὡς τὸ «ἄξετε», «οἴσετε» τὸ δὲ ὅ μοι ἀποκοπὴ τοῦ ὅτι. τὸ δὲ ἄλλῃ μετὰ τοῦ ι γράφομεν.

`1.120c`

ὅ μοι: ἀποκοπὴ τοῦ ὅτι μοι.

`1.120d`

ἄλλῃ: σὺν τῷ ι τὸ ἄλλῃ. καὶ ἔστιν ἄλλοσε, ὥσπερ τὸ «πάντῃ»· ὁ γὰρ νοῦς τῶν λεγομένων τοιοῦτος· ἐμοὶ δὲ γέρας παρασκευάσατε, ὅπως μὴ ὑπολειφθῶ ἀγέραστος ἐν τοῖς Ἕλλησι· ὁρᾶτε γὰρ δή μου τὸ γέρας ἀλλαχόσε ἀπερχόμενον. θαυμάσειε δʼ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμηρικῶν ὑποδειγμάτων, παραδεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθʼ ὅπῃ καταχρῆται Ὅμηρος, καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον «λεύσσετε γὰρ  <span class="gap">…</span> ὅ μοι γέρας ἔρχεται ἄλλῃ» ὡς ἐκεῖνο «πῦρ ἕτερον μὲν ὑπʼ αἰθούσης εὐεργέος αὐλῆς, ἄλλο δʼ ἐνὶ προδόμῳ» καὶ «ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ». ἁπλῶς δʼ ἔοικε νοῦς ὑγιὴς μὴ ὑποφαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης, καὶ εἴη ἂν τὸ παρόραμα οὐκ ἐπιστήσαντος αὐτοῦ τοῖς παραδείγμασιν.

`1.121`

ποδάρκης: ὁ ἑαυτῷ τοῖς ποσὶν ἐπαρκῶν, ἢ καὶ τοῖς ἄλλοις ὡς τὸ «λαοσσόος».

`1.122`

φιλοκτεανώτατε: οὐ γὰρ γέρως Ἀγαμέμνων, ἀλλὰ κέρδους ἀντιποιεῖται.

`1.123`

πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί: ὡς ἐν ἀρχῇ προσκρούει μετρίως, κατʼ ὀλίγον ἐμφαίνων τὸ εἰρωνικόν. συνάξας δὲ τὴν ἐκκλησίαν δικαίως ὑπὲρ ἁπάντων στασιάζει, ὡς καὶ τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ μεγάθυμοι δημαγωγικόν.

`1.123-4`

πῶς γάρ τοι, οὐδέ τί πω ἴδμεν: ὁ δέ ἀντὶ τοῦ γάρ. αἱ πᾶσαι δὲ που ἔχουσιν. ὡς πρὸς ἐντροπὴν δὲ τὴν κοινὴν ἀπορίαν προβάλλεται.

`1.124a`

οὐδέ τί πω: διὰ τοῦ ο καὶ υ. οὕτως καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους.

`1.124b`

οὐδέ τί πω ἴδμεν ξυνήϊα κείμενα πολλά: τινὲς ἐπὶ τὸ κείμενα στίζουσι, καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσιν, κακῶς. ξυνὸν δὲ ξυνεῖον ὡς κοινὸν κοινεῖον· καὶ διαιρέσει Ἰωνικῇ ξυνήϊον.

`1.125`

τὰ δέδασται: τὰ καθόλου. πᾶν δὲ ἄρθρον ἀντὶ ἀντωνυμίας λαμβανόμενον βαρύνεται.

`1.126`

λαούς: παρὰ τὸ λᾶαν. λᾶας δὲ κατὰ διάλεκτον ὁ λίθος. Προμηθέως παῖς—οὓς δὲ ἡ Πύρρα γυναῖκες.

`1.126a`

παλίλλογα ταῦτʼ: οὐ δίκαιόν ἐστι εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα. παρὰ τὸ λέγω, ὅθεν καὶ τὸ συλλέγω. τὸ δὲ ταῦτα Τυραννίων ὀξύνει.

`1.126b`

ταῦτʼ ἐπαγείρειν: ταῦτα Τυραννίων ὀξύνει, ἵνʼ ᾖ τὰ αὐτά.

`1.127`

θεῷ πρόες: πρὸς τὸ ἀναγκαῖον τῆς ἀποδόσεως οὐκ εἶπε πατρὶ πρόες οὐδʼ Ἀχαιοῖς, ἀλλὰ τῷ θεῷ.

`1.127-8`

αὐτὰρ Ἀχαιοί τριπλῇ τετραπλῇ τʼ ἀποτίσομεν: οὐ χάριν αἰτεῖ, ἀλλʼ ὡς κακῷ δανειστῇ κέχρηται, καὶ διπλᾶ καὶ τριπλᾶ ἀποδώσειν ἐπαγγέλλεται.

`1.128a`

τριπλῇ: ἀντὶ τοῦ τριπλῶς.

`1.128b`

ἀποτίσομεν, αἴ κέ ποθι Ζεύς: πιστοῦται τὴν ὑπόσχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει.

`1.128c`

αἴ κέ ποθι Ζεύς: ὅτι μεθʼ ὑπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς ὑποσχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης.

`1.129a1`

δῷσι πόλιν Τροΐην: ὅτι Ζηνόδοτος γράφει «δῷσι πόλιν Τροίην», ὡς ἐπὶ τὴν Ἴλιον βουλόμενος γενέσθαι τὴν ἀναφοράν, ἀπιθάνως· ἄδηλον γὰρ ἦν, εἰ ἑλοῦσιν αὐτήν. ἔστιν οὖν ὁ λόγος περὶ μιᾶς πόλεως τῶν περιοίκων· ταύτας γὰρ ἐπόρθει ὁ Ἀχιλλεύς· διὸ καὶ ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται. Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῷσι φασὶ πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ, τὸ «φῇσιν ἐλεύσεσθαι» καὶ τὸ «εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα»· κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προσκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ Ὀρθογραφίᾳ ὁ Ἡρωδιανός

`1.129a2`

δῷσι: δίδωσιν, ὡς «φῇσιν ἐλεύσεσθαι».

`1.129b`

δῷσι: ἐξ ὑποτακτικοῦ τοῦ δῷ τρίτου προσώπου, κατὰ ἐπέκτασιν τῆς σι συλλαβῆς δῷσι. ἔμφασιν δὲ ἔχει καὶ ἡ προσθήκη τῆς εξ.

`1.129c`

Τροΐην: οὕτως Ἀρίσταρχος τρισυλλάβως, καὶ ἐνθάδε καὶ ἐν τῇ λ τῆς Ὀδυσσείας· «ἤτοι ὅτʼ ἀμφὶ πόλιν Τροΐην φράζευ». καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροίη δισυλλάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον «εἰσόκε περ Τροίην διαπέρσομεν», «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες», «Τροίῃ ἐν εὐρείῃ», καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην· δῷσι πόλιν Τροΐην καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροΐην». ταῦτα ὁ Ἡρωδιανός

`1.131a`

μηδʼ οὕτως ἀγαθός περ: ὅτι ἰδίως κέχρηται τῷ πέρ συνδέσμῳ ἀντὶ τοῦ γέ ἢ τοῦ δή.

`1.131b`

ἀγαθός περ: ἀντειρωνεύεται πρὸς τὸ «κύδιστε». ὁ δὲ πέρ ἐναντιωματικός ἐστιν.

θεοείκελʼ Ἀχιλλεῦ: εὐειδὴς γὰρ—ὅτι εἴη ἀνήρ.

`1.132`

  
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις:  
ἀπὸ τῶν δρομέων· οὔτε τῷ κλέπτειν νικήσεις οὔτε πείσεις.

`1.133-4`

ἦε θέλεις, ὄφρʼ—ἀποδοῦναι: ἀθετοῦνται, ὅτι εὐτελεῖς τῇ συνθέσει καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι.

`1.133a`

ἢ ἐθέλεις: πράγματος προκειμένου περὶ κοινῆς σωτηρίας μέτεισιν ἐφʼ ἑτέραν παρασκευήν, ὡς οὐκ ἐξὸν Ἀχιλλεῖ λέγειν ὡς ὅτι βλάπτει τὸ κοινὸν ἐχομένης τῆς παλλακῆς αὐτοῦ.

`1.133b`

ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως: ἐσχημάτισεν οὐχ ὁμοίως, τῷ αὐτός ἐπενεγκὼν αὐτὰρ ἔμʼ αὔτως.

`1.134`

κέλεαι: καὶ μὴν ὁ μάντις εἶπε· «πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι». ἀλλά γε αὐτὸς ἐκκλησιάζει.

`1.135-9`

ἀλλʼ εἰ μέν—ἄξω ἑλών: εὐφυῶς δὲ ἐπεισέρχεται Ἀχιλλεῖ.

`1.135-7`

ἀλλʼ εἰ μὲν δώσουσι—αὐτὸς ἕλωμαι: Ἀττικὴ τῶν προτέρων ἡ παράλειψις, ὡς τὸ «κἂν μὲν ἀποφήνω μόνην ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμέ ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή, ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ» καὶ ἐν Θεσμοφοριαζούσαις· «εἰ μὲν οὖν ἔστι τις· εἰ δὲ μή, ἡμεῖς τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι»· ἐπὶ γὰρ πάντων τὸ καλῶς ἔχει, ὡς καὶ ἐνταῦθα, ἐλλείπει.

`1.136a`

ἄρσαντες: Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ, λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ α καὶ τὸ ε πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντος ἐπιφερομένου, ψιλοῦται. ἔοικε δὲ βασιλικὸν εἶναι τὸ ἐκλέγεσθαι τῆς λείας ὃ θέλει.

`1.136b`

ἀντάξιον: τοῦτο πῶς ἀντάξιον ἔσται;

`1.137`

ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι: ὅτι περισσεύει ὁ δέ σύνδεσμος, καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. οὕτως δὲ γίνεται περισσὸς ὁ «ἄξω ἑλών».

`1.138a`

ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσσῆος: ἐνδεικνύμενος τὴν ἀρχὴν πᾶσιν ἀπεχθάνεται, μάλιστα δὲ τοῖς Ἀχιλλέως. Ὀδυσσέως δὲ γέρας Λαοδίκη ἡ Κύκνου. τούτων δὲ μέμνηται, ὅτι ὁ μὲν συγγενής, ὁ δὲ φίλος. ἀμέλει καὶ τελευτῶντος αὐτοῦ μόνοι προὔστησαν τοῦ σώματος αὐτοῦ, καὶ μόνοι πρεσβεύονται πρὸς αὐτόν.

`1.138b`

ἰὼν γέρας: μέχρι τοῦ γέρας δεῖ ἀναπαύειν τὸν λόγον, τὰ δὲ λοιπὰ τοῖς ἑξῆς ἐπιφέρειν, ἵνα μὴ ἐνοχλεῖν δοκῇ δὶς τὸ ἑλεῖν κείμενον.

`1.139a`

ἄξω ἑλών: ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γενομένης τοῦ ῥήματος, «ἕλωμαι» ἀντὶ τοῦ ἑλοίμην. καὶ εὔηθες τὸ προσκείμενον ὁ δέ κεν κεχολώσεται· πῶς γὰρ οὐκ ἔμελλε χολοῦσθαι;

`1.139b`

ὁ δέ κεν κεχολώσεται: δοκεῖ ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τὸ διάφορον οὐκ εἰδὼς τῆς ἀφαιρέσεως.

`1.140`

ἀλλʼ ἤτοι μὲν ταῦτα: εὐσεβῶς καὶ βασιλικῶς μεταφέρει τὸν λόγον· καὶ οἶδε μὲν εὖ ἔχουσαν τὴν παραίνεσιν — ἐπεὶ οὐκ ἂν ἔπραξεν —, ἐπιφέρει δὲ τὴν δυσχέρειαν κατὰ τῶν συμβουλευσάντων.

`1.141-4`

νῦν δʼ ἄγε νῆα—βήσομεν: καὶ ταῖς φωναῖς κυρίως χρῆται, καὶ μίαν τὴν δωρεὰν οὖσαν πολλὰς ἐν τῇ διαιρέσει ποιεῖ. ἔστι δὲ ἐν τῷ λόγῳ καὶ τὸ ὁμοιοτέλευτον καλούμενον σχῆμα. τὸ δὲ ἐπιτηδές ὀξυντέον.

`1.141`

ἐρύσσομεν: ὅτι τὸ ἐρύσσομεν ἐστὶν ἀντὶ τοῦ ἐρύσωμεν· συνέσταλται γάρ.

`1.142a`

ἐς δʼ ἐρέτας: διὰ τοῦ ν Ἀρίσταρχος, «ἐν δʼ ἐρέτας».

`1.142b`

ἐρέτας: κωπηλάτας.

`1.142c`

ἐπιτηδές: τὸ ἐπιτηδές ὀξυντέον· ἀπὸ τοῦ ἐπιτηδεῖς γάρ, τὰ δὲ ὀνοματικὰ ἐπιρρήματα τὸν αὐτὸν τοῖς ὀνόμασι φυλάσσει τόνον.

`1.143`

θείομεν, ἂν δʼ αὐτήν: ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν. ἀναγκαῖος δὲ ὁ περὶ τῆς Χρυσηΐδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο καὶ ὁ λοιμός.

`1.144a`

εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω: βραχὺ διασταλτέον ἐπὶ τὸ ἀρχός, ἵνʼ ᾖ ἀνὴρ βουληφόρος ἀρχὸς ἔστω.

`1.144b`

ἀρχός: ναύαρχος.

`1.144c`

βουληφόρος: ᾧ τὰ κοινὰ τῆς βουλῆς ἐπαναφέρεται. ἐκ τοῦ ἀρχός δὲ τὸν ναύαρχον ἐδήλωσεν.

`1.145-6`

ἢ Αἴας—ἐκπαγλότατʼ ἀνδρῶν: θεραπεύει τοὺς δοκοῦντας σὺν τῷ Ἀχιλλεῖ διὰ τῆς ἀπειλῆς ὑβρίσθαι, παρενθεὶς ἕνεκα τοῦ μὴ δοκεῖν κολακεύειν τὸν Ἰδομενέα, ὅς ἐστι καὶ συγγενὴς αὐτῷ. παραφυλακτέον δὲ ὅτι, ὅτε μὲν ἀτιμάσαι ἀπειλεῖ, προτίθησι τῶν ἀτιμαζομένων τὸν Ἀχιλλέα, «ἢ τεὸν ἢ Αἴαντος», ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἔδει ἀπελθόντα, τελευταῖον αὐτὸν καταλέγει καὶ μετὰ ὕβρεως, ἐκπαγλότατε· ὑβριστικὸν γὰρ τὸ ἔκπαγλον καὶ ἀεικές.

`1.146`

ἠὲ σύ, Πηλείδη: ἵνα ἢ ἀπελθὼν ἠπιωθῇ, ἢ μὴ ἀπελθὼν αἰτίαν ἔχῃ τοῦ λοιμοῦ.

`1.147a1`

ὄφρʼ ἥμιν: οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐστιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλλον τὸ μέτρον.

`1.147a2`

ἥμιν: ἐγκλιτέον.

`1.148`

τὸν δʼ ἄρʼ ὑπόδρα ἰδών: τὸ σημεῖον ὅτι  <span class="gap">…</span> εἰκὸς ἦν διαπεπυρῶσθαι τὸν Ἀχιλλέα, ὅτε ἔλεγεν ὁ Ἀγαμέμνων «ἢ τεὸν ἢ Αἴαντος». ὁ δὲ ποιητὴς διαστηματικὸς ὢν οὐκ ἠδυνήθη εἰπεῖν, μέχρις οὗ συγκλείσῃ τὸν Ἀγαμέμνονος λόγον.

`1.149a`

ὤ μοι ἀναιδείην: διετύπωσε νέον φιλότιμον, ἥττονα δικαίου θυμοῦ, διὰ τοῦ «ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην».

`1.149b`

ἀναιδείην ἐπιειμένε: προφανῆ τὴν ἀναίδειαν ἔχων, ἀπὸ μεταφορᾶς τῆς ἔξω καὶ πᾶσιν ὁρωμένης ἐσθῆτος. ἔστι δὲ φύσει ὁ φιλοχρήματος καὶ ἀναιδής. ἐάσας δὲ τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ, κοινὰς ἀδικίας διέξεισι, φιλοτέχνως τὴν ἰδίαν ὕβριν κοινοποιούμενος καὶ ἐπισείων αὐτῷ τὸ πλῆθος.

`1.149c`

κερδαλεόφρον: παροξυτόνως ἡ κλητική. καὶ καθόλου τὰ παρὰ τὸ φρήν συντεθέντα, εἰς ων καταλήξαντα, ἐπὶ κλητικῆς παροξύνεται, Λυκόφρον, «καρτερόθυμε δαΐφρον». τὰ δὲ ἄλλα ἐπὶ κλητικῆς ἀναδίδωσι τὸν τόνον, ὁπότε ἐστὶ σύνθετα εἰς ον βαρύτονα, «Ἀγάμεμνον», «ὀλβιόδαιμον», «κυλλοπόδιον», «Ποσείδαον». ἔνθεν παράλογος ἡ Λακεδαῖμον προπερισπωμένη κλητική.

`1.149d`

κερδαλεόφρον: ἁπλᾶ μὲν ὄντα μέσα ἐστί, συντιθέμενα δὲ ψόγον δηλοῖ, ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν· «κέρδεά θʼ οἷʼ οὔ πώ τινʼ ἀκούομεν». φυλάσσει δὲ τὸν τόνον τὰ παρὰ τὸ φρήν· τὰ δʼ ἄλλα ἀναπέμπει, οἷον «Ἀγάμεμνον», «δαΐφρον» δέ, πλὴν τοῦ Λακεδαῖμον.

`1.150`

πῶς τίς τοι: τοῦτο κατὰ ἀγανάκτησιν, ἤτοι ἐπιτίμησιν.

`1.151a`

ἢ ὁδόν: φασὶ μέν τινες περὶ τοῦ πλοῦ λέγειν. ἐγὼ δὲ τὸν λόχον φημί, ἐπείπερ τὴν ὁδὸν λοχῶσι, ἵνα τοὺς δύο κινδύνους ὁρίζῃ ἐν ταὐτῷ, ὃν μὲν τῶν ἀριστέων ὡς ἴδιον, ὃν δὲ τῶν ὄχλων ὡς κοινόν, ὡς κἀκεῖ «οὐδέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν».

`1.151b`

ἶφι: ἐσχημάτισται οὕτως· ἴς ἰνός ἰνόφι, ὡς χαλκός χαλκοῦ «χαλκόφι», καὶ κατὰ συγκοπὴν τῆς νο συλλαβῆς ἶφι.

`1.152`

αἰχμητάων: ὁ ἔπαινος τῶν πολεμίων καὶ Ἀγαμέμνονα λυπεῖ καὶ Ἀχιλλεῖ δόξαν φέρει, ὡς ἐπὶ γενναίους στρατεύσαντι.

`1.153a`

δεῦρο μαχησόμενος: βέλτιον ἐπὶ τὸ δεῦρο διαστέλλειν, ἵνʼ ᾖ ἤλυθεν δεῦρο,  <span class="gap">…</span> ἐπεὶ σόλοικον ἔσται, τὴν εἰς τόπον σχέσιν δηλοῦντος τοῦ ἐπιρρήματος. δύναται δʼ ἴσως τις λέγειν ὡς καὶ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ ἐν Ὀδυσσείᾳ «πωλεῖταί τις δεῦρο γέρων ἅλιος», σημαίνει δὲ ἀντὶ τοῦ ἀναστρέφεται ἐν τούτῳ τῷ τόπῳ. βέλτιον δέ ἐστι τὸ πρότερον, ἐπεὶ καὶ ἐκεῖ τὴν εἰς τόπον σχέσιν μᾶλλον δηλοῖ ἀντὶ τοῦ παραγίνεται πολλάκις ἐνθάδε.

`1.153b`

οὔ τί μοι αἴτιοί εἰσιν: ἅμα μὲν δηλοῖ ὅτι οὐκ οἰκείαν πρόφασιν τῆς στρατιᾶς ἔχει — ἄλλως γὰρ ἂν προβάσης αἰτίας εὐλόγου ἐστράτευσεν, ἢ διὰ βοῦς ἐλαθείσας ἢ διὰ δῃουμένην γῆν, οὐχὶ δʼ ὡς οἱ Ἀτρεῖδαι διὰ πεπορνευκὸς γύναιον —, ἅμα δέ γε παρεμφαίνει ὡς βιασθεὶς πρὸς Ἴλιον ἔπλευσεν.

`1.154`

οὐ γὰρ πώποτʼ: οὕτως ὑφʼ ἓν πώποτε Ἀρίσταρχος. ἀεὶ δὲ τὸ πώποτε ἐν συνθέσει ὂν ἐπὶ παρῳχημένου παραλαμβάνεται, οὐδέποτε δὲ ἐπὶ μέλλοντος.

`1.155`

οὔτε ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ: διὰ τούτων ἐξαίρων δὲ τὴν χάριν ἐπαινεῖ τὴν πατρίδα.

`1.156a1`

ἐπειῆ: περισπαστέον τὸν η· ἔστι γὰρ βεβαιωτικός.

`1.156a2`

ἐπειῆ: καθόλου ὁ η βεβαιωτικὸς περισπᾶται· «ἐπειῆ καὶ ἐμέ», «ἐπειῆ φατε».

`1.157a1`

σκιόεντα: «σκιόωντα» διὰ τοῦ ω Ἀρίσταρχος.

`1.157a2`

αἱ Ἀριστάρχου «σκιόωντα».

`1.157b`

οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα: ποιὰ ἡ ἐκφώνησις τῶν ἐξ ὀρῶν καὶ γῆς καὶ θαλάσσης διαστημάτων. διὰ δὲ τῶν ἐπιθέτων τῶν μὲν ὀρέων τὸ ὕψος, τῆς δὲ θαλάσσης ἐδήλωσε τὴν τραχύτητα.

θάλασσά τε ἠχήεσσα: ὁ λόγος· οὐδέποτε—μήτε ἀστυγείτονα.

`1.158`

ὦ μέγʼ ἀναιδές: μεταξὺ τῆς δικαιολογίας ἐντίθησι τὸ ἄτιμον, τοῦ θυμοῦ τὰς βλασφημίας παραφωνοῦντος.

`1.159`

τιμὴν ἀρνύμενοι: ὅτι Ζηνόδοτος γράφει «τιμὴν ἀρνύμενος», καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἠγνόηκε δὲ ὅτι ἡ τιμὴ νῦν ἀντὶ τῆς τιμωρίας κεῖται· καὶ τὸ ἀρνύμενος οὐκ ἔστι λαμβάνων, ἀλλʼ ἀντὶ τοῦ εἰσπραττόμενος παρὰ Τρώων.

`1.159-60`

τιμὴν ἀρνύμενοι— πρὸς Τρώων: τὴν παρὰ τῶν Τρώων ἐκδίκησιν ἀπαιτοῦντες Μενελάῳ. λεληθότως δέ φησιν ὅτι ταῦτα πάσχομεν οἱ διὰ σέ, Μενέλαε, στρατεύσαντες.

`1.160a`

πρὸς Τρώων τῶν οὔ τι μετατρέπῃ: τινὲς ἐπὶ τὸ Τρώων στίζουσι, καὶ τὸ ἐπιφερόμενον μόριον ἐπὶ τὰ προειρημένα πράγματα, οὐκ ἐπὶ τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται. ἐὰν μέντοι ἐπὶ τὸ Τρώων ἀναφέρηται καὶ ἀντὶ ὑποτακτικοῦ τοῦ ὧν κέηται, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Τρώων, ὡς ἐπὶ τοῦ «οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς».

`1.160b1`

τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις: ἤτοι τῶν πεπραγμένων εἰς τὴν σὴν χάριν, ἢ τῶν ἀκολουθησάντων. δύναται δὲ καὶ ὑπὲρ τῶν Τρώων ἀκούεσθαι, ἵνʼ ᾖ ὧν οὐκ ἀλεγίζεις, τῶν ἐπικειμένων πολεμίων.

`1.160b2`

τῶν οὔτι μετατρέπῃ: τῶν ἀκολουθησάντων· ἢ τῶν προπεπονημένων· ἢ τῶν Τρώων, ὧν ἀμελήσας περὶ παλλακιδίου διαλέγῃ.

`1.161-2`

καὶ δή μοι γέρας—Ἀχαιῶν: ὃ ἄλλοι δικαίως ἐδωρήσαντο — ἔκαμον γάρ —, σὺ ἀπειλεῖς ἀφαιρήσεσθαι.

`1.162`

ἐμόγησα: Ἰακῶς τὸ ἐμόγησα αἱ Ἀριστάρχου.

`1.163a`

ἔχω γέρας ὁππότʼ Ἀχαιοί: ὅτι Ζηνόδοτος γράφει «οὐδʼ ὅτʼ Ἀχαιοί». ἠγνόηκε δὲ ὅτι ἤλλακται τὸ ἔχω ἀντὶ τοῦ ἔσχον.

`1.163b`

ἔχω: ἀντὶ τοῦ ἔσχον. ἐναργοῦς δὲ ἀπαγγελίας τὰ γεγονότα ὡς γινόμενα ἀπαγγέλλειν.

`1.164`

Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον: ὅτι φανερὸν ἐκ τούτου, ὡς καὶ ἐν τοῖς ἐπάνω ὅτι περί τινος τῶν περιχώρων ἐστὶ πόλεων ὁ λόγος. καὶ ὅτι ὁ χρόνος ἤλλακται, ἐκπέρσωσιν ἀντὶ τοῦ ἐκπέρσουσι.

`1.165-6`

ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσʼ: τὰ ἑαυτοῦ ἀνδραγαθήματα ἐπὶ τοὺς ἀκούοντας φέρει, ὑποθωπεύων τοὺς παρόντας, ἐπεὶ ὅταν μόνος ᾖ δικαιολογούμενος πρὸς τοὺς πρέσβεις, ἀποτομώτερον φέρεται καί φησι· «δώδεκα δὴ σὺν νηυσὶ πόλεις».

`1.165-7`

ἀλλὰ τὸ μὲν πλεῖον—σοὶ τὸ γέρας πολὺ μεῖζον: ἐξ ἐπιδρομῆς τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν, οὐκ ἀπέχθειαν παρὰ τῶν ἀκουόντων ἐπηγάγετο. ἄκρα δὲ Ἀγαμέμνονος πλεονεξία, ὃς ἐν τῷ δασμῷ τὸ δίκαιον ὑπερβαίνων οὐδὲ τούτῳ ἀρκεῖται.

`1.166`

ἤν ποτε δασμὸς ἵκηται: ὡς οὐκ ἀεὶ αὐτοῦ διανέμοντος, ἀλλὰ πάντα πολλάκις σφετεριζομένου.

`1.167`

ὀλίγον τε φίλον τε: φίλον διὰ τὸ ἐξ ἰδίων εἶναι κατορθωμάτων· αὕτη γὰρ ἡ κτῆσις εὐφραίνει, ἡ δὲ ἐναντία ἐλέγχει. ἐλεύθερον δὲ τὸ μὴ διὰ χρήματα, ἀλλὰ διʼ ἀρετὴν πονεῖν.

`1.168a`

ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπὴν κεκάμω: ὅτι δύναται ὑφʼ ἓν κεκάμω, δύναται δὲ καὶ χωρὶς τοῦ κε. καὶ ὅτι ἤλλακται ὁ χρόνος, ἔρχομαι ἀντὶ τοῦ ἠρχόμην.

`1.168b`

ἐπὴν κεκάμω: Ἀρίσταρχος γράφει «ἐπεί κε κάμω», ἵνα μὴ ᾖ διπλασιασμὸς ἐν τῷ ῥήματι. καὶ οὕτως ἡ συνήθης ἀνάγνωσις. οὕτω δὲ καὶ Ἡρωδιανὸς, φάσκων ὅτι «τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίς χρεία ἐν δευτέρῳ αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς “ἐπήν κε” γράφουσι.»

`1.168c`

ἐπήν κε κάμω: Ἡρωδιανὸς μὲν καὶ Ἀρίσταρχος «ἐπεί κε» γράφουσιν. οἱ δὲ γράφοντες ἐπήν τὸ «κεκάμω» ὑφʼ ἓν ἀναγινώσκουσιν, ὡς τὸ «λελάχωσι» καὶ πεπίθονται, ὅπερ καὶ ἄμεινον. εἰσὶ δὲ πολλάκις καὶ ἄμφω σύνδεσμοι, ὡς τὸ «ἃς οὔτʼ ἄν κεν Ἄρης».

`1.169a`

Φθίην δʼ: οὕτως σὺν τῷ δ αἱ Ἀριστάρχου, Φθίην δέ. καὶ ἡ Ζηνοδότου ὁμοίως.

`1.169b`

νῦν δʼ εἶμι Φθίην δέ: νῦν δὲ ἄπειμι εἰς τὴν Φθίαν. ἐκφοβῶν τὸν βασιλέα τοῦτό φησι.

`1.169-71`

νῦν δʼ εἶμι Φθίην δέ—ἐνθάδʼ ἄτιμος ἐών: ὁ νοῦς ὑπερβατόν· νῦν δʼ εἶμι Φθίην δὲ σὺν νηυσὶ κορωνίσιν, ἐνθάδʼ ἄτιμος ἐών, ἐπειῆ πολὺ φέρτερόν ἐστιν. οὐχ ὑπολαμβάνω δέ σέ φησιν ἐμοῦ ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πλοῦτον πολὺν σχεῖν.

`1.170`

οὐδέ σʼ ὀΐω: οὐδέ σοι τὸ τέλειον.

`1.171a`

ἄτιμος ἐών: ὅτι πτῶσις ἐνήλλακται· ἀντὶ γὰρ γενικῆς κέχρηται ὀνομαστικῇ, ἀντὶ τοῦ οὐχ ὑπονοῶ δὲ ἐνθάδε σε ἐμοῦ ὄντος ἀτίμου πλουτήσειν.

`1.171b`

ἄφενος καὶ πλοῦτον ἀφύξειν: πικρῶς φησι σκοπὸν συναγωγῆς χρημάτων αὐτῷ τὸν πόλεμον ἐξευρεῖν.

ἄφενος καὶ πλοῦτον: ἄφενος καλεῖται—ἀπὸ πολλῶν.

`1.173a`

φεῦγε μάλʼ: διασταλτέον βραχὺ ἤτοι ἐπὶ τὸ φεῦγε ἢ ἐπὶ τὸ μάλα· ἢ γὰρ φεῦγε μάλα, ἢ εἴ τοι μάλα θυμὸς ἐπέσσυται, εἰ λίαν ὥρμησαι. ἢ τάχα περιττεύει τὸ μάλα.

`1.173b`

φεῦγε μάλʼ: τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει καταισχύνων αὐτόν. γράφεται δὲ καὶ «ἦ τοι θυμὸς ἐέλδεται».

θυμός: τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ—ἐπίφρονι βουλῇ.

`1.173c`

ἔγωγε: οὕτως προπαροξυτονητέον τὸ ἔγωγε, ἵνʼ ᾖ ἕν.

`1.173-4`

οὐδέ σʼ ἔγωγε λίσσομαι εἵνεκʼ ἐμοῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι: ταπεινὸν γὰρ ἦν τὸ δεῖσθαι μένειν· οὐκ ἂν γὰρ ἐπένευσε δεομένου. τὸ δὲ ἔμοιγε προπαροξυτόνως ὡς ἔγωγε.

`1.174`

πάρʼ ἔμοιγε: τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν ὀξυτονητέον. καὶ καθόλου ὁπότε σημαντικαί εἰσι ῥημάτων αἱ προθέσεις, τοῦτον τὸν τόνον ἀναδέχονται· «ἐπεὶ οὔ τοι ἔπι δέος», «οὐ γὰρ ἔπʼ ἀνήρ οἷος Ὀδυσσεύς». τὴν δὲ ἔμοιγε προπαροξυτονητέον· ἔστι γὰρ Ἀττικὴ ὡς καὶ ἡ ἔγωγε.

`1.175a`

οἵ κέ με τιμήσουσι: ὅτι περισσὸς ὁ κέ σύνδεσμος, ἢ τὸ τιμήσουσιν ἀντὶ τοῦ τιμήσειαν.

`1.175b`

οἵ κέ με τιμήσουσι: καὶ «τιμήσωσι». οὐχ ὁμοτιμίαν μὲν αὐτοῖς ἐνέδωκεν, οὐκ εἶπε δὲ πάλιν ὑπηρετήσουσι. προσάγεται οὖν διὰ τῶν λόγων τούτων τὸ πλῆθος.

`1.175c`

μάλιστα δὲ μητίετα Ζεύς: ὡς καὶ τὸ «ἐκ δὲ Διὸς βασιλῆες» θαρσύνει δὲ τοὺς ἄλλους, παρατιθεὶς αὐτοῖς τὸν Δία ἀντὶ Ἀχιλλέως. τῇ δὲ πρὸς τὸν θεὸν κοινωνίᾳ οὐχ ὑπηρέτας αὐτοὺς πεποίηκεν, εἰς δὲ τὴν ἰσόθεον εὐεργεσίαν ἐξῆρε τοὺς Ἕλληνας.

`1.175d`

μητίετα: οὕτως Ἀρίσταρχος τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. καὶ ἴσως πλεονασμός ἐστι τοῦ ε.

οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς: Βοιωτῶν καὶ Αἰολέων—ἐπὶ τῆς εὐθείας εἰς α λήγει.

`1.175e`

μητίετα: τὰ εἰς ης βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα τοῦ ς κατὰ γενικήν, παροξυνόμενα, ἐν τῇ κλητικῇ φυλάττει τὸν τόνον. σεσημείωται τὸ δέσποτα καὶ «εὐρύοπα» καὶ μητίετα.

`1.176`

ἔχθιστος: ὅτι ὑπερθετικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο.

διοτρεφέων: τῶν σὺν Διὸς γνώμῃ—ἐκ δὲ Διὸς βασιλῆες.

`1.177a`

αἰεὶ γάρ τοι ἔρις: ὅτι ἐνταῦθα οὐκ ὀρθῶς κεῖται, ἐν δὲ τῇ ὀδυσσείᾳ οὔ.

`1.177b`

αἰεὶ γάρ τοι ἔρις τε: τὰ πλεονεκτήματα τοῦ ἀνδρὸς εἰς ὀνείδη μεθίστησιν, ὡς εἴ τις τὸν ἀνδρεῖον βίαιον καλεῖ καὶ τὸν σιωπηλὸν δόλιον. τὸ δὲ «ἔχθιστος» ἀναγνωστέον ὡς τὸ «δικαιότατος Κενταύρων».

`1.178-80`

εἰ μάλα καρτερός ἐσσι—Μυρμιδόνεσσιν ἄνασσε: ἐπὶ τὸ ἐσσί ὑποστικτέον, ἵνα στίζωμεν κατὰ τὸ τέλος τοῦ στίχου, τὰ δὲ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς προφερώμεθα, οἴκαδʼ ἰών. ἢ ὑποστικτέον καὶ ἐπὶ τὸ ἔδωκεν ἀνυποκρίτως, ὡς διὰ μέσου τὸ ἡμιστίχιον ἀναφωνεῖσθαι καὶ τὸ ἑξῆς εἶναι· εἰ μάλα καρτερός ἐσσι, οἴκαδʼ ἰών

`1.178`

θεός πού σοι τό γʼ ἔδωκε: εὐτυχίαν, οὐκ ἀρετὴν ἰδίαν αὐτῷ μαρτυρεῖ. πιθανῶς δὲ ἐπὶ μὲν τοῦ Ἀχιλλέως ἀορίστως ἔφη τὸ θεός, ἐπὶ δὲ αὑτοῦ ὡρισμένως φέρει τὸν Δία

`1.180`

Μυρμιδόνεσσιν ἄνασσε: φασὶν Αἰγίνης τῆς Ἀσωποῦ ἐρασθῆναι τὸν Δία καί τῳ τῶν φίλων παρεικασθῆναι, καὶ εἰς Φλιοῦντα διακομίσαι, καὶ εἶθʼ οὕτως αὐτῇ μιγῆναι. ἀδημονοῦντος δὲ τοῦ ἐκεῖσε βασιλεύοντος διὰ τὴν τῶν ἐνοικούντων σπάνιν, λέγουσι τὸν Δία τοὺς αὐτόθι μύρμηκας ἀνδρωθῆναι ποιῆσαι, τοῦ βασιλέως Αἴγιναν αἰτησαμένου καὶ αὐτῆς τὸν Δία παραπεισάσης. ἔνθεν τοὺς Μυρμιδόνας μυθολογοῦσι γενέσθαι.

Μυρμιδόνεσσιν ἄνασσε: Αἴγιναν τὴν Ἀσωποῦ— Μυρμιδόνες ἐκλήθησαν.

`1.181`

οὐδʼ ὄθομαι: οὐ ταράσσομαι, παρὰ τὸν ὄτοβον τὸν τάραχον.

`1.181-2`

ἀπειλήσω δέ τοι ὧδε—Ἀπόλλων: στικτέον ἐπὶ τὸ ὧδε καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλλων, ἵνα ἀπʼ ἄλλης ἀρχῆς ᾖ τὸ ὡς ἔμʼ ἀφαιρεῖται

`1.182`

ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος: πιθανῶς οὐχ ὑπὸ τῶν Ἑλλήνων φησὶν ἀφαιρεῖσθαι τὸ γέρας, ἵνα μὴ ὕποπτος γένηται ὡς μισῶν αὐτούς, διότι ἀποδίδωσιν, οὐδὲ ὑπὸ Ἀχιλλέως, ἵνα μὴ οἱ Ἕλληνες Ἀχιλλεῖ χάριν ἔχωσιν· ἀλλʼ ὑπὸ τοῦ θεοῦ ἀφαιρεῖσθαί φησιν, ὡς οὐκ ἀνθρώπων ἥττων, ἀλλὰ θεοῦ γενόμενος. εὖ δὲ καὶ τὸ καθʼ ἑαυτὸν ηὔξησεν, ὡς τοσοῦτον Ἀχιλλέως προὔχων ὅσον τοῦ θεοῦ ἀπολείπεται.

`1.183`

σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι: ἵνα μὴ δοκῇ ἐξ ἀνάγκης αὐτὴν ἀποπέμπειν, ὡς οὐ γνωριοῦντος τοῦ θεοῦ τὸν αἴτιον τῆς ἀποστολῆς. οὗτος ὁ λόγος ἤδη ἀποτέθειται τῶν φίλων τὸν Ἀχιλλέα.

`1.184`

ἄγω: ὅτι τὸ ἄγω ἀντὶ τοῦ ἄγοιμι.

`1.184-5`

ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον αὐτὸς ἰὼν κλισίην δέ: ἐπειδὴ τὸ ἐγώ ἠδύνατο καὶ διὰ θεραπόντων νοεῖσθαι, προσέθηκε τὸ αὐτὸς ἰών ὁμοία δέ ἐστιν ἡ ἀπειλὴ τῇ «τὴν δʼ ἐγὼ οὐ λύσω».

`1.185-7`

αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας, — ἶσον ἐμοὶ φάσθαι: βραχὺ διασταλτέον ἐπὶ τὸ γέρας καὶ σέθεν καὶ φάσθαι· ἐπανάληψις γάρ ἐστιν ὑποτακτικοῦ μέρους. καὶ τὸ ὄφρα κοινὸν κατὰ πάντων νοεῖται.

`1.185`

εἰδῇς: οὕτω περισπαστέον τὸ εἰδῇς.

`1.186`

καὶ ἄλλος: τῶν φιλούντων Ἀχιλλέα.

`1.187`

ἶσον ἐμοὶ φάσθαι: ἀναιρεῖ τὴν ἐν ταῖς ἐκκλησίαις ἰσηγορίαν· διὸ καὶ οἱ Ἀχαιοὶ φεύγουσιν, οὐ δυνάμενοι δικαιολογεῖσθαι αὐτῷ. ὁ δὲ Διομήδης «ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ» φησίν.

`1.189a`

στήθεσσιν λασίοισι: νῦν περὶ τοῦ θυμοειδοῦς— μανικὸν τῆς ψυχῆς. σημαίνει δὲ καὶ τοῖς θερμοῖς· ἡ θέρμη γὰρ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν.

`1.189b`

μερμήριξε: μερίζω μερμερίζω, καὶ ἐκτάσει μερμηρίζω, ὡς δάπτω δαρδάπτω.

`1.189c`

διάνδιχα μερμήριξεν: ὅτι δύο ἐμερίμνησεν οὐκ ἐναντία ἀλλήλοις, ὅπερ ἐκλαβών τις προσέθηκεν· «ἦε χόλον παύσειεν». βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μερμήριξεν· ὁ γὰρ λόγος, διχῶς ἐλογίσατο, τοὺς μὲν ἀναστῆσαι, τὸν δὲ Ἀγαμέμνονα ἀνελεῖν.

`1.189-93`

διάνδιχα μερμήριξεν—καὶ κατὰ θυμόν: θέλει εἰπεῖν ὡς δύο ἐβουλεύσατο, ἀναστῆσαι ἐκείνους καὶ ἀνελεῖν Ἀγαμέμνονα· ὅθεν περισσόν φασι τὸν ἠὲ χόλον παύσειεν. ἀλλʼ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ἐκείνους ἀναστῆσαι καὶ ἀνελεῖν Ἀγαμέμνονα ἓν θετέον, τὸ δὲ ἠὲ χόλον παύσειε δεύτερον· ὃ καὶ ἄμεινον· ἡ γὰρ ὕβρις ἀνεζωπύρει, ἡ δὲ φρόνησις κατέστελλε. τοῦτο δὲ ὑποφαίνει διὰ τοῦ κατὰ φρένα καὶ κατὰ θυμόν

`1.190-2`

ἠ ... ἠε: τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις. καὶ οὕτως ἐν τῇ Καθόλου

`1.190`

ἐρυσσάμενος: σπασάμενος.

`1.192a`

ἦε χόλον παύσειεν: ὅτι ἐκλύεται τὰ τῆς ὀργῆς· διὸ ἀθετεῖται.

`1.192b`

ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν: ἐπειδὴ τὸ μὲν διαχεόμενόν ἐστιν, ὡς ἐπὶ ὕδατος ῥέοντος εἶπε παύσειεν. ὁ δὲ θυμὸς ἐπειδὴ τὸ θῦόν ἐστι, τῷ ἐρητύσειεν ἐχρήσατο.

`1.192c`

ἐρητύσειε: κωλύσειε.

`1.193a`

ὥρμαινε: διενοεῖτο.

`1.193b`

κατὰ φρένα καὶ κατὰ θυμόν: φρένα μὲν τὸν λογισμόν, θυμόν δὲ τὸ θυμικόν. τὸ οὖν ἀναστῆσαι ἐκείνους ἀνελεῖν δὲ Ἀγαμέμνονα κατὰ τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐλογίζετο, τὸ δὲ «ἦε χόλον παύσειε» κατὰ τὴν φρένα.

`1.193-4a`

ἕως ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν: ἐνταῦθα μὲν ὑποστικτέον, ἐπὶ δὲ τὸ ξίφος ἤτοι ὑποστικτέον ἢ στικτέον. ἐὰν μὲν οὖν ὑποστίζωμεν, ὁ ἐπιφερόμενος σύνδεσμος περισσὸς ἔσται, ἦλθε δʼ Ἀθήνη· ἐὰν δὲ στίζωμεν, οὗτος μὲν καλῶς κείσεται, ὁ δὲ πρότερος πλεονάσει ἐν τῷ ἕλκετο δʼ ἐκ κολεοῖο. βέλτιον δὲ ὑποστίζειν ἀμφότερα· ἐν ὅσῳ γὰρ λογίζεταί τε καὶ σπᾶται, ἦλθεν ἡ Ἀθηνᾶ.

`1.193b`

ἕλκετο: ἡ παράτασις τοῦ χρόνου τὴν ἀπὸ τῶν ἐπιλογισμῶν ἔνστασιν δηλοῖ. τὸ δὲ μέγα καιρὸν δίδωσι καθόδου τῇ Ἀθηνᾷ. τὸ δὲ ἕως νῦν ἀντὶ τοῦ τέως ὡς τὸ «εἵως μέν ῥʼ ἐπέτοντο». ἐπεὶ ποῦ ἡ ἀνταπόδοσις τοῦ ἕως; ἤγουν τῷ ἕλκετο δοτέον τὸν καί. διδάσκει δὲ ὁ ποιητὴς μὴ ὑπερχρῆσθαι ταῖς ἐξουσίαις τοὺς βασιλεῖς.

`1.194`

ἦλθε δʼ Ἀθήνη: ὅτι περισσὸς ὁ δέ σύνδεσμος.

`1.194-5`

ἦλθε δʼ Ἀθήνη οὐρανόθεν: ἐκ τοῦ οὐρανοῦ παρεγένετο—σὺν ὅπλοις. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ ἐν πρώτῳ

`1.195-6a`

οὐρανόθεν· πρὸ γὰρ ἧκε—φιλέουσά τε κηδομένη τε: ὅτι οὐκ ὀρθῶς ἐκ τοῦ ποιητικοῦ προσώπου λέγονται.

`1.195b`

πρὸ γὰρ ἧκε: τοῦ μὲν ἵνα μή τι πάθῃ δεινόν, τοῦ δὲ ἵνα μή τι δράσῃ, ἐκήδετο. εἴωθε δὲ εἰς τοσοῦτον αὔξειν τὰς περιπετείας ὡς μὴ δύνασθαι ἄνθρωπον αὐτὰς παῦσαι, ὡς καὶ ἐπὶ τῆς Πείρας χρείαν πάλιν ἔσχε τῆς Ἀθηνᾶς.

`1.197`

ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα: ὅτι οὕτως λέγει, τὸν Πηλείωνα τῆς κόμης εἷλεν, οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην. ἀγνοήσαντες δέ τινες γράφουσι «ξανθῆς δὲ κόμης ἕλε Πηλείωνος». διὰ τούτου δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι τοιοῦτοι.

`1.198a`

οἴῳ φαινομένη: τοὺς γὰρ μεγαλοψύχους ὀργιζομένους οὐκ ἐμφανῶς δεῖ παύειν, τῶν ἐχθρῶν ὁρώντων. τὸ δὲ φαινομένη ἀντὶ τοῦ φανησομένη. γράφεται δὲ καὶ «φαινομένην». πολλὴ δὲ ἡ φαντασία, ὅτι καὶ ἐνεργείας ἐδέησε τῇ θεῷ.

`1.198b1`

ὁρᾶτο: ὅτι Ζηνόδοτος γράφει «ὁρῆτο». τοῦτο δὲ Δώριον.

`1.198b2`

Ζηνόδοτος ἀγνοήσας τὸ τῆς διαλέκτου ἰδίωμα ὡς Ἰωνικὸν ἐξέθετο «ὁρῆτο». ἔστι δὲ Δώριον· οἱ γὰρ Δωριεῖς τῆς δευτέρας συζυγίας τῶν περισπωμένων τὸ α εἰς η τρέπουσιν.

`1.199-200`

αὐτίκα δʼ ἔγνω Παλλάδʼ Ἀθηναίην: εἶδεν: ἢ ὅτι συνήθης ἡ θέα τοῖς ἐπικουρουμένοις Ἕλλησιν, ἢ ὅτι τοῖς διογενέσι δηλοῦνται οἱ θεοί, ὡς τῇ Ἑλένῃ καὶ «Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα ἔγνω ἐς ἄντα ἰδών». Παλλὰς δὲ παρὰ τὰς παλάμας, ἢ ὅτι εὐκίνητος ὁ νοῦς «ὡσεὶ πτερὸν ἠὲ νόημα».

`1.200`

Παλλάδα τὴν Ἀθηνᾶν—προσκομίσαι τῷ Διΐ.

δεινὼ δέ οἱ ὄσσε φάανθεν: ὁ δέ ἀντὶ τοῦ γάρ. διὰ δὲ τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν Ἀθηνᾶν γλαυκῶπιν παρέστησεν. τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτίσθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί.

`1.201a`

καί μιν: τὸ μίν Ἰώνων.

`1.201b`

φωνήσας: προσκαλεσάμενος, ἢ τὸ ὄνομα αὐτῆς εἰπών.

`1.202`

αἰγιόχοιο: τοῦ ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος· ὅθεν καὶ Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς ποριστικὸν τυγχάνον. πυνθανομένου μᾶλλον ἤπερ ὀργιζομένου ὁ λόγος.

`1.203a`

ἴδῃ: ὅτι χωρὶς τοῦ ς τὸ ἴδῃ. οὕτως καὶ ἡ Ἀριστάρχου.

`1.203b`

ἴδῃ: δίχα τοῦ ς. ὑψοῖ δὲ τὴν ὕβριν, ὡς καὶ θεοὺς κινήσασαν εἰς θέαν.

`1.204a`

ἀλλʼ ἔκ τοι ἐρέω: ἤτοι στικτέον ἐπὶ τὸ ἐρέω ἢ βραχὺ διασταλτέον. ἐὰν μὲν οὖν στίζωμεν, ἔσται τὸ λεγόμενον, τοῦτο δὲ τετελέσθαι ὑπολαμβάνω· ἐὰν δὲ διαστέλλωμεν, ἔσται ὁ δέ κείμενος ἀντὶ τοῦ δή, καὶ τὸ τό ἀντὶ ὑποτακτικοῦ τοῦ ὅ.

`1.204b`

τὸ δὲ καὶ τετελέσθαι ὀΐω: ὅτι Ζηνόδοτος γράφει «τὸ δὲ καὶ τετελεσμένον ἔσται». τοῦτο δὲ τῇ Ἀθηνᾷ ἁρμόζει μᾶλλον διαβεβαιοῦν.

`1.204c`

τετελέσθαι: Ἀρίσταρχος «τελέεσθαι», οὐ τετελέσθαι γράφει.

`1.205a`

  
ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ:  
πρὸ τῶν λόγων ἐνέδωκε τῇ παρουσίᾳ αὐτῆς.

`1.205b`

ἄλλως. τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ: ταχέως· καὶ πλεονάζει τὸ ποτέ. ὑπʼ ἐμοῦ δέ φησιν ἀπολεῖται· διό φησιν ἡ θεὸς «μηδὲ ξίφος ἕλκεο χειρί».

`1.207-9`

ἦλθον ἐγώ—ἄμφω ὁμῶς θυμῷ φιλέουσα: τὸ σφριγῶν τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις. ὅμως ἐκδειματοῖ, καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται ὡς λύκος ἄρνα.

`1.208-9`

οὐρανόθεν· πρὸ δέ μʼ ἧκεν—φιλέουσά τε κηδομένη τε: ὅτι ἀμφοτέρους Ζηνόδοτος ἠθέτηκεν. οἰκείως δὲ μᾶλλον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλέως.

`1.210-1`

ἀλλὰ λῆγʼ ἔριδος—ὀνείδισον: τεχνικῶς λίαν οὐχ ἅμα πάσης αὐτὸν ἐκκόπτει τῆς ἐπιθυμίας, ἀλλʼ ὡς ἰατρὸς οἶνον ἀπαγορεύων ὕδωρ δίδωσιν, οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέψαι συγχωρεῖ τὸ ὀλίγον, ὡς καὶ Ἡσίοδος «τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις». ἢ ὀνειδίσαι φησὶ τὸ ὑπομνῆσαι τῶν εὐεργεσιῶν, ὡς Πορφύριός φησιν ὡς ὑπόμνησίς ἐστιν ἀχάριστον αἰτιᾶσθαι.

`1.211-2a1`

ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον—τετελεσμένον ἔσται: Πτολεμαῖος καὶ Σέλευκος ἐπὶ τὸ ὀνείδισον στίζειν ἀξιοῦσι, καὶ ὑποστίζειν κατὰ τὸ τέλος τοῦ στίχου, ἵνʼ ᾖ τὸ λεγόμενον· ὥσπερ γὰρ ἔσται, οὕτω καὶ ἐρῶ. ἐναντιοῦται δὲ αὐτοῖς τό τε ὑπερβατὸν τοῦ γάρ συνδέσμου, καὶ τὸ διλογεῖσθαι τὰ ἡμιστίχια ταῦτα, ὡς ἔσεταί περ καὶ ὣς τετελεσμένον ἔσται. μήποτε οὖν ἄμεινον στίζειν ἐπὶ τὸ τέλος τοῦ στίχου, ἵνα μὴ μόνον συμβουλεύῃ, ἀλλὰ καὶ μαντεύηται, ὃ θεοῖς μάλιστα πρέπει.

`1.211-2a2`

ἀναπαυστέον τὸν λόγον εἰς τὸ ὀνείδισον· τὸ δὲ ὡς ἔσεταί περ ὧδε γὰρ ἐξερέω ἀναγνωστέον ἐν ταὐτῷ.

`1.212a`

τὸ δέ: δύο μέρη λόγου εἰσίν.

`1.212b`

τετελεσμένον ἔσται: ὅτι Ζηνόδοτος γράφει «τετελέσθαι ὀΐω». τοῦτο δὲ Ἀχιλλεῖ ἥρμοζεν.

`1.212c`

τετελεσμένον ἔσται: ὁ μὲν ὡς ἄνθρωπος «ὀΐω» φησίν, ἡ δὲ ὡς θεὸς διαβεβαιοῦται.

`1.213`

τρὶς τόσσα: πρὸς τὴν ὕβριν ἡ σύγκρισις ἢ τὴν κόρην. τὰς Λιτὰς δὲ οἰκονομεῖ. ἐν δὲ τῷ ἐπʼ ἀτιμίᾳ δυσχεραίνοντι τὴν ἐσομένην τιμὴν προβέβληται. πόθεν δέ φασιν ἡ Ἀθηνᾶ οἶδεν, ὅτι ὁ Ἀχιλλεὺς λήψεται πολλαπλάσια δῶρα; οὐδέπω γὰρ τῇ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν ὑπέσχετο ὁ Ζεύς. ὅτι οὐ μόνον θεός, ἀλλὰ καὶ ὁ τυχὼν ἄνθρωπος γνοίη, ὅτι οἱ τοὺς κρείττους ἀτιμάσαντες, εἰ κινδυνεύσειαν, ἐπὶ τοὺς ὑβρισμένους καταφεύγουσιν.

`1.214a1`

  
ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν:  
μαλάσσουσα αὐτὸν συμφωνεῖ αὐτῷ, ὑβρίσθαι αὐτὸν λέγουσα. τὸ δὲ ἡμῖν ὀρθοτονητέον· διέσταλται γάρ, ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ σῇ ὀργῇ. κακῶς οὖν Ἀρίσταρχος συστέλλει τὴν μιν.

`1.214a2`

ἡμῖν: ὅτι ὀρθοτονητέον, ἵνα ᾖ διασταλτική.

`1.216a`

χρή: ὀξυτονούμενον καὶ ἐν τῇ συντάξει βαρυνόμενον σημαίνει ἐπίρρημα τὸ δεῖ, χρὴ μὲν σφωΐτερόν γε, θεά, ἔπος εἰρύσσασθαι, περισπώμενον δὲ ῥῆμα Ἀττικόν· ἀπὸ γὰρ τοῦ χρῶμαι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἐστὶ χρᾷ Ἰωνικῶς, Ἀττικὸν δὲ χρῇ, ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσῳ· «ἰδοὺ κάτοπτρον. εἰπέ μοι τί χρὴ τοῦτο;»

`1.216b`

χρὴ μὲν σφωΐτερόν γε: ὅτι πρὸς δύο ἀμείβεται· τὸ γὰρ σφωΐτερόν ἐστι δυϊκόν. κακῶς ἄρα ἀθετεῖ Ζηνόδοτος τὸν «οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεά» καὶ τὸν «ἄμφω ὁμῶς».

`1.216-8`

χρὴ μὲν σφωΐτερόν γε—μάλα τʼ ἔκλυον αὐτοῦ: ὁ λόγος αἱρεῖ στίζειν ἐπὶ τὸ κεχολωμένον καὶ ἄμεινον· ἕκαστος γὰρ καθʼ ἑαυτὸν λόγος ἀπηρτισμένος ἐστί, καὶ οἱ μὲν πρῶτοι δύο ὑπὸ τοῦ γάρ συνδέσμου συνημμένοι εἰσίν· ὁ δὲ τρίτος — ὅς κε θεοῖς ἐπιπείθηται, — ἀσύνδετός ἐστι πρὸς τὸν δεύτερον· διὸ τελείαν ἔχει τὴν πρὸ ἑαυτοῦ στιγμήν. γελοίως δὲ ὁ Πτολεμαῖος αἰτίαν ἡγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέγεσθαι τὸν τελευταῖον στίχον· καὶ γὰρ εἰ μὴ γνωμικὸς ἦν, οὐδαμῶς ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω ἀσύνδετος ὢν ὁ λόγος.

`1.216-9`

ὣς γὰρ ἄμεινον: στικτέον, εἶτα ἀπʼ ἄλλης ἀρχῆς «ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τʼ ἔκλυον αὐτοῦ»· γνωμικώτερον γὰρ τὸ τοιοῦτο εἴρηται. οὕτως Ἡρωδιανός.

`1.218a`

ἔκλυον: πρὸς τὸ σχῆμα, ὅτι οὐ κλύουσιν εἶπεν ἢ ἀκούσονται.

`1.218b`

ἔκλυον: οἱ θεοί.

`1.219a`

ἦ καὶ ἐπʼ ἀργυρέῃ: τοῦτο τὸ ἦ ψιλῶς λεγόμενον καὶ περισπωμένως δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι, ἴσον τῷ δή, οἷον «ἐπειῆ πολὺ φέρτερόν ἐστι», καὶ παραλλήλως «ἦ δὴ λοίγια ἔργα». δηλοῖ δὲ καὶ ἀπορηματικὸν σύνδεσμον· «ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι;». δηλοῖ δὲ καὶ τὸ ἔφη· «ἦ καὶ κυανέῃσιν». καὶ σεσημείωται Ἀρίσταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη, ὡς ἐπὶ τοῦ προκειμένου, ὁ δὲ Πλάτων μετʼ αὐτὸ ἐπιφέρει τὸν λόγον. ψιλούμενον δὲ καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικόν· «ἦ εὖ ἠὲ κακῶς». ἔστι δὲ ὅτε καὶ ἀντὶ συναπτικοῦ τοῦ εἴ τίθεται, οἷον «οὐδʼ ἀφαμαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν». ποτὲ δὲ παρέλκει· «ἀλλὰ τίη με ταῦτα παρεξερέεσθαι ἕκαστα;». δασυνόμενον δὲ καὶ ὀξυτονούμενον ἄρθρον προτακτικὸν δηλοῖ· «ἣ δʼ ἑτέρη θέρεϊ προρρέει εἰκυῖα χαλάζῃ». δηλοῖ δὲ καὶ ἄρθρον ὑποτακτικόν, οἷον «ἣ μυρίʼ Ἀχαιοῖς». δηλοῖ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν· «ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπεν».  <span class="gap">…</span> δηλοῖ δὲ καὶ τὴν σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου, συζυγοῦσαν τῇ ἐμή, σή. ὑποδείγματα δὲ ταύτης παρʼ Ὁμήρῳ οὐχ εὑρίσκεται, ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται· αἱ γὰρ πλάγιοι πᾶσαι διʼ αὐτῆς παρʼ Ὁμήρῳ σώζονται.

`1.219b`

ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν: τῇ ἀργυροήλῳ. κώπη δὲ τὸ κωπίον, ἤγουν ἡ τοῦ ξίφους λαβή. βαρεῖαν δὲ τὴν πρώην ἐπτερωμένην τῷ θράσει, ἢ τὴν ἑτέρους τοῖς ὅπλοις βαρύνουσαν.

`1.219c`

κώπη: παρὰ τὸ κοπτικὸν τοῦ ξίφους.

`1.219-20`

ἦ καὶ ἐπʼ ἀργυρέῃ—οὐδʼ ἀπίθησε: ὅτι Ζηνόδοτος μεταγράφει «ὣς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδʼ ἀπίθησε» καὶ τοὺς δύο ἕνα ἐποίησεν.

`1.220`

κουλεὸν ... ξίφος: κουλεόν παρὰ τὸ κοῖλον εἶναι, ξίφος παρὰ τὸ σκίπτω σκίφος καὶ ξίφος Δωρικῶς.

`1.222a`

δώματʼ ἐς αἰγιόχοιο Διός: βραχὺ διασταλτέον ἐπὶ τὸ Διός.

`1.222b`

μετά: ὅτι ἀντὶ τοῦ ἐπί.

`1.222c`

  
δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους:  
δύναται μὲν ἀθετεῖσθαι· οἱ γὰρ θεοὶ πρὸ μιᾶς ἡμέρας εἰς Αἰθιοπίαν εἰσὶ κεχωρισμένοι. δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι ἡμῶν μετὰ δαίμονας ἄλλους, εἰς τὸν τῶν δαιμόνων τόπον.

`1.222d`

δαίμονας ἄλλους: τὸν τῶν δαιμόνων τόπον μετωνυμικῶς ἐκάλεσεν, ὡς «ὕεσσι παρήμενον». ἢ μόνους τοὺς ἄρσενάς φησι ἕπεσθαι τῷ Διῒ εἰς Αἰθιοπίαν καὶ τὰς θηλείας καταλελεῖφθαι, «οἱ δʼ ἅμα πάντες ἕποντο». ἢ ὅτι τὸ «πάντες» ἐκεῖσε ἀντὶ τοῦ οἱ πλείους τέτακται.

μετὰ δαίμονας ἄλλους: οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς —δαίμονας φύλακας θνητῶν ἀνθρώπων.

`1.223a1`

ἀταρτηροῖς: ἀτηροῖς, καὶ πλεονασμῷ τῆς ταρ συλλαβῆς ἀταρτηροῖς, ὡς τὸ τάρροθος καὶ μετὰ τῆς ἐπί προθέσεως «ἐπιτάρροθος».

`1.223a2`

πλεονάζει ἡ ταρ ὡς τὸ «ἐπιτάρροθος».

`1.225-33`

οἰνοβαρὲς κυνὸς ὄμματʼ ἔχων—ὅρκον ὀμοῦμαι: ὅτι Ζηνόδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν, ἕως τοῦ «ναὶ μὰ τόδε σκῆπτρον».

`1.225a`

  
οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο:  
καθʼ ἑκάστην λοιδορίαν βραχὺ διασταλτέον, ἐπὶ δὲ τὸ τέλος στικτέον· προσαγορευτικὴ γὰρ ἡ περίοδος. ἡ δὲ ἑξῆς περίοδος ῥηματική· διὸ ἀπʼ ἄλλης ἀρχῆς «οὔτε ποτʼ ἐς πόλεμον οὔτε λόχον».

`1.225b`

  
οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο:  
Ἰσοκράτης Κόνωνι τῷ Ἀθηναίων στρατηγῷ τρία μαρτυρεῖ, ἐπιμέλειαν, πίστιν, ἐμπειρίαν πολέμου. τούτων τὰ ἐναντία κατανοήσας Ἀγαμέμνονα ὀνειδίζει· ἐξ οἰνοποσίας μὲν γὰρ ἀμέλεια, ἀπιστία δὲ ἐξ ἀναιδείας, καὶ πολέμων ἀπειρίαν ἡ δειλία ἐργάζεται. καὶ δειλὸν μὲν ἐπὶ τρίτον ἐν Ἰλιάδι φαίνεται λέγων διὰ τὸ «φεύγωμεν σὺν νηυσί», μέθυσον δὲ διὰ τὸ «πλεῖαί τοι οἴνου κλισίαι» καὶ «σὸν δὲ πλεῖον δέπας αἰεί» παρʼ Ἀτρείδῃσι, καὶ Εὔνηος «χίλια μέτρα» αὐτοῖς ἀποστέλλει, καὶ «Τρώων δʼ ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν». μάλιστα δὲ τῷ ἀναιδεῖ ἐπιμένει, ὅπου μὲν λέγων «ἀλλὰ σοί, ὦ μέγʼ ἀναιδές», ὅπου δὲ «ἀναιδείην ἐπιειμένε», πῇ δὲ «σοί τε, κυνῶπα»· ἐπεὶ προμεμαρτύρηται αὐτοῦ τὸ τῆς θέας ἰταμὸν ἐν τῷ πρὸς Κάλχαντα διαλόγῳ, «ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην» καὶ «κάκʼ ὀσσόμενος προσέειπεν». φύσει δὲ ἀλλήλαις αἱ κακίαι, ὡς καὶ αἱ ἀρεταί, παρέπονται.

`1.225c`

ἄλλως: εἰώθασιν οἱ ἄνθρωποι τὰ πλεονεκτήματα πολλάκις ὡς ἐλαττώματα προάγειν· «στρεπτὴ γὰρ γλῶσσʼ ἐστὶ βροτῶν»· ἐπειδὴ γὰρ τοῖς βασιλεῦσι πλεῖον δέπας οἴνου παρέκειτο ἀξιώματος χάριν, τοῦτο εἰς μέθην ὀνειδίζει τῷ βασιλεῖ. τὸ δὲ διὰ τὸ μὴ περιφρονεῖσθαι ἰταμὸν τῶν βασιλέων καὶ δυσπαράκλητον ἀναίδειαν εἶπεν. ἐπεὶ δὲ καὶ προκινδυνεύειν τῆς φάλαγγος οὐκ οἰκεῖόν ἐστι βασιλεῖ, τοῦτο δειλίαν ἐκάλεσεν. οὐκ οἰητέον δὲ τοιοῦτον εἶναι τὸν Ἀγαμέμνονα οἷον νῦν λοιδορεῖ, ὃν Ἕλληνες ἐν τοῖς πρώτοις ἠρίθμουν· «ἢ Αἴαντα λαχεῖν ἢ Τυδέως υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης». οὐχ ὅτι τρίτος ἦν κατʼ ἀρετὴν Ἀγαμέμνων, τρίτον αὐτὸν ἀριθμοῦσιν, ἀλλʼ ὡς ἧττον διὰ τὴν ἀρχὴν κινδυνεύειν ὀφείλοντα. εἴς τε τὸ πρὸς Ἕκτορα μονομάχιον «ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων». ἀλλὰ καὶ τὴν ἀριστείαν αὐτοῦ ταῖς ἄλλαις παραβάλλων μείζονα εὕροι τις ἄν· Διομήδης μὲν γὰρ ἠρίστευσεν ἔτι τῶν Τρώων ἀγνοούντων τὴν μῆνιν Ἀχιλλέως καὶ διὰ τὸ συνειδέναι σφίσιν αὐτοῖς τὴν τῶν ὅρκων παράβασιν κατεπτηχότων, τὸν δὲ Αἴαντα ὁ περὶ τῶν νεῶν κίνδυνος καὶ ἡ τῆς σωτηρίας ἀπόγνωσις διήγειρε, καὶ Πάτροκλος ἠρίστευσεν Ἀχιλλεὺς νομιζόμενος, Ἀχιλλεὺς δὲ αὐτοῖς φοβερὸς ὤφθη διὰ τὴν τῶν θείων ὅπλων εὐπρέπειαν. Ἀγαμέμνονι δὲ ἡσσήθησαν νικῶντες τῇ προτεραίᾳ καὶ ἐπαυλιζόμενοι ταῖς ναυσὶ τῶν πολεμίων. διὰ τοῦτο Ἕκτωρ Αἴαντι μὲν καὶ Πατρόκλῳ καὶ Ἀχιλλεῖ καὶ Διομήδει θαρρῶν εἰς μάχην ἔρχεται, Ἀγαμέμνονα δὲ ἐκκλίνει. ἀλλὰ καὶ ὁ Ζεὺς αὐτῷ παραινεῖ· «ὄφρα μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν ἐν προμάχοισι, τόφρʼ ὑπόεικε μάχης»

`1.225d`

κραδίην δʼ ἐλάφοιο: λέγεται καρδίαν μὴ ἔχειν τὸ ἐλάφιον, μᾶλλον δὲ χολὴν οὐκ ἔχειν ἐν τῷ ἥπατι περικειμένην ἡ ἔλαφος.

`1.226`

οὔτε ποτʼ ἐς πόλεμον: τοῦτο δημοκρατικοῦ βασιλέως καὶ δημαγωγικοῦ.

`1.227`

οὔτε λόχον δʼ ἰέναι: τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν ἰδίων κατορθωμάτων ὑπομιμνήσκει· ὅτι γὰρ καὶ ἐλόχα, δῆλον ἀπὸ Λυκάονος καὶ «ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν».

`1.228`

τὸ δέ τοι κήρ: ἐν δύο μέρεσι λόγου, ἵνα ᾖ τοῦτο δέ σοι θάνατος νομίζεται.

`1.229a1`

  
ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν:  
περισπαστέον τὸν ἦ· κατʼ ἀρχὴν γὰρ κεῖται, ἰσοδυναμῶν τῷ δή. δύναται δὲ βραχὺ διαστέλλεσθαι ἐπὶ τὸ εὐρύν, ἵνʼ ᾖ Ἀχαιῶν «δῶρʼ ἀποαιρεῖσθαι».

`1.229a2`

περισπαστέον τὸν ἦ. καὶ ἐν τῷ «ἦ γὰρ ἄν, Ἀτρείδη».

`1.229-31`

ἦ πολὺ λώϊόν ἐστι—ἀνάσσεις: περισπαστέον τὸν ἦ· ἀρκτικὸς γάρ ἐστιν, ἀντὶ τοῦ δή. ἀπολελυμένον δὲ τὸ σχῆμα καὶ πολλὰς ἔχον περικοπάς· ἄπληστον γάρ ἐστι πρὸς λοιδορίαν ὀργή. ὑποστικτέον δὲ εἰς τὸ εὐρύν.

`1.230a`

δῶρα: ἃ δωροῦνται οἱ Ἀχαιοί, ὡς τὸ «δόσαν δέ μοι υἷες Ἀχαιῶν».

`1.230b`

ἀντίον εἴπῃ: οὐκ εἶπεν ἀδικήσει τις, ἀλλʼ ὡς ἀναιροῦντα τὴν ἰσολογίαν διαβάλλει. ἐπεγείρει δὲ αὐτῷ τοὺς στρατηγούς.

`1.231a`

δημοβόρος βασιλεύς: καθʼ ἑαυτὸ τοῦτο ἀναγνωστέον, ὡς καὶ Φιλοξένῳ ἐν τῷ Περὶ προσῳδιῶν δοκεῖ, ἵνα τὸ κομματικὸν τῆς προφορᾶς τὴν ὀργὴν μᾶλλον ἐμφαίνῃ. δύναται δὲ καὶ τὸ εἶ ῥῆμα λείπειν, ὑφʼ ἓν ἡμῶν ὅλον προφερομένων τὸν στίχον, ἵνʼ ᾖ δημοβόρος εἶ βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις. ἀλλʼ οὐκ ἐπείγει.

`1.231b`

δημοβόρος: κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη γὰρ κατηγορία τὸ σφετερίζεσθαι τὰ κοινά.

`1.232`

ἦ γὰρ ἄν, Ἀτρείδη, νῦν ὕστατα λωβήσαιο: ὅτι τὸ εὐκτικὸν ἀντὶ παρεληλυθότος ὁριστικοῦ τοῦ ἐλωβήσω παρείληπται, ὡς «καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας». τὸν δὲ η περισπαστέον· βεβαιωτικὸς γάρ ἐστιν.

`1.233`

καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι: ἐπιομοῦμαι. ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον ὀμόσαι, ἀπομνύναι δὲ τὸ ἀποφάσκειν. μέγαν δὲ ὅρκον ἢ τὸν κοινὸν τῶν ὅρκων ἢ τὸν ὡς ἀληθῶς παρʼ αὐτοῦ τελεσθησόμενον.

`1.234`

ναὶ μὰ τόδε: πεπλεόνακεν τὸ μά—τὸν ἔφορον τῆς βασιλείας θεόν.

`1.234-40a`

ναὶ μὰ τόδε σκῆπτρον—ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν: ὅλη ἡ παρέκβασις διὰ μέσου ἕως τοῦ ἦ ποτʼ Ἀχιλλῆος ποθή· διὸ τὰ μεταξὺ διαστολαῖς τε καὶ ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν· τὸ γὰρ ἑξῆς ναὶ μὰ τόδε σκῆπτρον, ἦ ποτʼ Ἀχιλλῆος.

`1.234-40b`

ναὶ μὰ τόδε σκῆπτρον <span class="gap">…</span> ἦ ποτʼ Ἀχιλλῆος: μεταξὺ παρενείρει, ἅτε σκεπτόμενος ὅπως ὀμόσῃ, οὔτε ὁμοίως ἐὼν ὅλως κατὰ τῆς βεβαιότητος τοῦ ὅρκου, ἀλλὰ δεικνὺς ἐν ἤθει ὅτι τιμιώτερον καταξύλον τὸ σκῆπτρον καθʼ Ὅμηρον· διὸ καὶ ἐπιφέρει· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος

`1.234-5`

ναὶ μὰ τόδε σκῆπτρον—λέλοιπεν: τὸν τῆς βασιλείας ἔφορον ὄμνυσι θεόν, ὡς εἰ τράπεζαν ἢ πέλαγός τις ὀμόσει ἢ τοὺς ἰδίους δεσμούς. ἐν σχήματι δὲ ἔφρασεν, ὅτι δημηγοροῦντι αὐτῷ δέδοται τὸ σκῆπτρον. διὰ δὲ τῆς ἐκκοπῆς τὴν ἀπαλλαγὴν ἴσως τῆς συνηθείας αὐτοῦ δηλοῖ· μόνος δὲ Ἀγαμέμνων ἐσκηπτροφόρει.

`1.238-9`

οἵτε θέμιστας πρὸς Διὸς εἰρύαται: εἰς δικαιοσύνην παρακαλεῖ τοὺς ἄρχοντας, εἴγε τὸ δίκαιον ἐγχειρίζει αὐτοῖς ὁ Ζεύς, παραφθειρομένου δὲ αὐτοῦ δίκας δώσουσι Διΐ. ἢ ὅτι οὔπω νομογραφίας οὔσης ὁ λόγος τῶν βασιλέων νόμος ἦν.

`1.239`

ὁ δέ: ἄμεινον δύο μέρη λόγου ποιεῖν· «ὁ δέ τοι νημερτὲς ἐνίψει».

`1.240a`

  
ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν:  
τοῦτό φησι πεισθεὶς Ἀθηνᾷ.

`1.240b`

ποθή: τὸ ποθή ὀξυτόνως.

`1.241`

τότε δʼ οὔτι: οὕτως Ἀρίσταρχος, «τότε δʼ οὔτι».

`1.242`

Ἕκτορος ἀνδροφόνοιο: προσυνίστησιν ἡμῖν τὸν Ἕκτορα λεληθότως ὁ ποιητής, μέλλων αὐτῷ χρῆσθαι πρὸς τὰ ἐπιφανῆ τῆς Ἰλιάδος ἔργα. πρὸς δὲ κατάπληξιν τῶν ἀκουόντων καὶ τὸ ἐπίθετον αὐτοῦ δεδήλωκεν.

`1.243`

θνήσκοντες πίπτωσι: ἀναστροφὴ ὁ τρόπος· τὸ ἐναντίον γὰρ γίνεται.

`1.244a`

ὅτʼ ἄριστον: ἐπειδή. «νῦν δʼ ὑμέων ὅτε δὴ γλῶσσαν», «ὅτε με βροτοὶ οὔτι τίουσιν».

`1.244b`

ἄριστον Ἀχαιῶν: ἢ τὸν ἐν Ἀχαιοῖς ἀριστέα, ἢ τὸν τῶν Θεσσαλῶν· «Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί».

`1.244c`

οὐδὲν ἔτισας: πλεονάζει τὸ δεν· ἰσοδυναμεῖ γὰρ τῷ οὐκ ἔτισας.

`1.244d`

οὐδέν: Ἀρίσταρχος παρέλκειν λέγει τὸ δεν, Ἀπολλόδωρος δὲ ἐν Γλώσσαις εἶναι τὸ πλῆρες οὐδὲ ἕν· πολλοῖς γὰρ καὶ τῶν ἄλλων γραμματικῶν δοκεῖ τρία εἶναι μέρη λόγου, οὔ καὶ δέ καὶ ἕν.

`1.245a`

ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ: νῦν μὲν τὸν Ἀχιλλέα, ἐν δὲ τῇ Ὀδυσσείᾳ τὸν Τηλέμαχον ποιῶν τὸ σκῆπτρον ἀποτιθεμένους, ἐπʼ ἐκείνου μὲν καὶ πλῆθος ἐξέχεε δακρύων — καὶ γὰρ νεώτερος, καὶ αἱ συμφοραὶ δειναί. ὁ δὲ Ἀχιλλεὺς οὐ μάλα ὀλοφύρεται· οὔτε γὰρ ὁμοίως νέος, καὶ περὶ γυναικὸς ἡ μάχη.

`1.245b`

ποτὶ δὲ σκῆπτρον βάλε γαίη: ὁ θυμὸς τὰ μετὰ χεῖρας ἐχόμενα ῥίπτει.

`1.247-8`

Ἀτρείδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής: ἔστι μὲν ἔγγονος Ποσειδῶνος, ἐνενήκοντα δὲ ἄρχει νεῶν, γεραίτερος δὲ πάντων καὶ ἡδύγλωσσος· οἱ περὶ Ὀδυσσέα γὰρ παραινοῦντες ἐδόκουν θωπεύειν πρὸς τὸ μὴ ἀφαιρεῖσθαι τοῦ γέρως. ἀλλʼ οὔτε Μενέλαος ἠδύνατο παραινεῖν· τῷ μὲν γὰρ ἀδελφῷ προστιθέμενος ἀπήχθετο Ἀχιλλεῖ τῷ διʼ αὑτὸν προπονήσαντι· τῷ δὲ Φοίνικι ταμιεύεται τὰς Λιτάς. ἐν κινδύνοις οὖν παρεισάγων τὸν Νέστορα πολλὴν αὐτῷ μαρτυρεῖ λόγων εἴδησιν, ἡδυεπῆ λέγων αὐτὸν καὶ λιγύν. προσυνίστησι τὸ εἶδος τῶν λόγων ὡς προσηνὲς καὶ καταστέλλειν ὀργὴν δυνάμενον· ὁ γὰρ αὐστηρὸς λόγος θυμὸν ἀναζωπυρεῖ. ἑτέρωθε δὲ ἐκ τῆς ἑτέρας στάσεως.

`1.248`

ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής: καὶ ἐκ πατέρων ἔχων αὐτὸν ἐπαινεῖν, οὐκ ἀναγκαῖον ἡγήσατο· οὐδεὶς γὰρ λόγος εὐγενείας ὅσον λόγων δυνάμεως ἐν τοιούτῳ καιρῷ. τὸ δὲ προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ περιτίθησι κίνησιν· οὐδὲ γὰρ γέροντα κυβερνήτην μέμψαιο κινδυνεύοντος σκάφους ὑπὲρ τὸ δέον κινούμενον.

`1.249`

τοῦ καὶ ἀπὸ γλώσσης: ἡ γλῶσσα τρία σημαίνει— τῶν λέξεων.

`1.249a`

μέλιτος γλυκίων ῥέεν αὐδή: μέλιτος διὰ τὸ πείθειν, ῥέεν δὲ διὰ τὸ ἀνεμπόδιστον. ἔοικε δὲ ἀποτείνεσθαι εἰς ἑαυτὸν ὁ κατὰ συλλογισμὸν ἔπαινος.

`1.249b`

γλυκίων: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν «γλυκίω». τὰ δὲ τοιαῦτα συγκριτικὰ ἔχει τὸ ν.

`1.250a`

τῷ δʼ ἤδη δύο μὲν γενεαί: ἥ τε τῶν πατέρων, ὑφʼ ὧν γεννηθεὶς ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν. «ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη τῶν οἶος λιπόμην». τριτάτης δὲ ἄρχει τῆς τῶν παίδων ἑαυτοῦ γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο· καὶ γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ τῇ τρίτῃ τῇ ἐξ ἑωθινοῦ ἐξιὼν διὰ τρίτης ἀποδημεῖν λέγεται καίτοι μίαν μόνην τὴν μέσην τελέσας. ἄλλως τε ἡ γενεὰ τριάκοντα ἔτη ἔχει· δύο οὖν γενεὰς πληρώσας εἰς τὴν τρίτην κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν. οὐχ ὅτι δὲ ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περιοδικὰς γενεάς, τουτέστι τὰς καλουμένας δύο γενεὰς ἀνθρωπείας, ὡσεὶ ἔλεγε δύο τριακονταετίας. οὕτω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ ἀνθρώπων, ὅμως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι. αὐτὸς δὲ ναύαρχος ἦν τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν.

`1.250b`

καὶ παρʼ ἄλλῳ· δύο τριακονταετηρίδες παρεληλύθεισαν ἐπὶ αὐτῷ· ἡ γὰρ γενεὰ τριάκοντα ἔτη ἔχει· τελεία γὰρ αὕτη πρὸς γένεσιν ἡλικία, «μήτε τριηκόντων ἐτέων». οἱ μὲν οὖν συντεχθέντες αὐτῷ ἀπολώλεισαν ὑπὸ Ἡρακλέους, οἱ δὲ συγγηράσαντες οὐ συνεστράτευσαν, αὐτὸς δὲ «οὐ μὴν ἐπέτρεπε γήραϊ λυγρῷ». τῶν οὖν υἱῶν αὐτῶν ἦρχεν. ἔστιν οὖν ἑβδομηκοντούτης. ἀμέλει τήν τε Ἑκαμήδην ἔχει καὶ μετὰ τὸν νόστον σύνεστι τῇ γυναικί.

`1.250c`

μερόπων ἀνθρώπων: μεμερισμένην—τὴν φωνήν. ἀπὸ Μέροπος τοῦ Ὕαντος, ὃς μετὰ τὸν κατακλυσμὸν πρῶτος συνῴκισε τοὺς ἀνθρώπους. ἢ τῶν μορούντων περὶ τὴν ὄπα· ἢ τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων.

`1.251a`

οἵ οἱ: ὅτι Ζηνόδοτος γράφει «αἵ οἱ». γενέσθαι δὲ ἅμα τραφῆναί τε γενεὰς ἀδύνατον.

`1.251b`

οἵ οἱ πρόσθεν: οἱ μὲν εὐθεῖαν ἀντὶ γενικῆς, ὡς τὸ «οἱ δὲ δύο σκόπελοι», ἵνʼ ᾗ οἵτινες αὐτῶν, τῶν ἀνθρώπων δηλονότι· καὶ ἔστι τὸ δεύτερον οἱ ἀντὶ τοῦ αὐτῷ. οἱ δὲ πρὸς τὸ «γενεαί,» ὡς «φάλαγγες ἱστάμενοι».

`1.251c`

ἅμα τράφεν ἠδʼ ἐγένοντο: ὡς «ἀμφιέσασα θυώδεα καὶ λούσασα», «ἔσω εἰσῄει»

`1.251d`

ἅμα: τὸ ἅμα ἐπὶ καιροῦ, τὸ ὁμοῦ ἐπὶ τόπου.

`1.252a`

ἐν Πύλῳ ἠγαθέῃ: τοῦτο καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις δύναται συντάττεσθαι.

`1.252b`

τριτάτοισιν: τοῖς ἀπὸ τῆς αὐτοῦ γενέσεως τρίτην ἡλικίαν ἄγουσιν.

`1.254-6`

ὅταν τὸ πρᾶγμα προοίμιον ᾖ τῷ μεγέθει καὶ τῷ πάθει, οὐ δεῖ πορίζειν ἑτέρωθεν προοίμια. ἔχει δὲ τὴν προσοχὴν ἀπὸ ὀλοφυρμοῦ ἀρξάμενος. δημηγορικῶς δὲ τὰς δύο παρίστησιν ἠπείρους αὐτοῖς, τὴν μὲν πενθήσουσαν, τὴν δὲ χαρησομένην, εἰς κατήφειαν αὐτοὺς ἄγων.

`1.255-8`

ἦ κεν γηθήσαι Πρίαμος—περὶ δʼ ἐστὲ μάχεσθαι: ἕως τοῦ μάχεσθαι συναπτέον. βραχὺ δὲ διασταλτέον παῖδες, θυμῷ, μαρναμένοιϊν. περισπαστέον δὲ τὸν η· βεβαιωτικὸς γάρ. τὸ δὲ γηθήσαι παροξυτονητέον, ἐπειδὴ εὐκτικόν ἐστιν, ἡ δὲ αι ἐν τοῖς εὐκτικοῖς μακρά ἐστιν.

`1.255`

ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες: ἐρεθιστικὸς ὁ τῶν ἐχθρῶν ἔπαινος· καὶ διὰ μὲν Πριάμου Ἀγαμέμνονα, διὰ δὲ Ἕκτορος Ἀχιλλέα ἐρεθίζει, οὗ τὸ ὄνομα ἐφυλάξατο, ὅπως μὴ δοκῇ συνηγορεῖν Ἀχιλλεῖ.

`1.257`

τάδε πάντα ... μαρναμένοιϊν: ἔμφασιν ἔχει καὶ αὔξησιν ἡ δεῖξις καὶ οἱ ἀριθμοί. τὸ δὲ μαρναμένοιϊν διὰ τὴν ξιφουλκίαν.

`1.258a1`

οἳ περὶ μὲν βουλῇ: ἡ περί ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ. τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεσις γὰρ ἀντὶ ἑτέρας προθέσεως παραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτως ἔχει καὶ τὸ «ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων». εἴτε τοῖς ἑξῆς συνάπτεται, ἀντὶ τοῦ περίεστε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶσα πρόθεσις ἔχουσα σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει, ὡς τὸ «νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον».

`1.258a2`

φυλάττεται τῆς περί ὁ τόνος, κἄν τε ἀντὶ τῆς ὑπέρ ἐστι, κἄν τε πρὸς τὸ ἐστέ φέρηται, ὥς φησιν Ἡρωδιανός

`1.258b1`

βουλήν: διὰ τοῦ ν βουλήν, οὐ διὰ τοῦ ι. οὕτως Ἀρίσταρχος, καὶ ἐν τῇ πολυστίχῳ

`1.258b2`

τὸ δὲ βουλήν διὰ τοῦ ν, καὶ οὐ διὰ τοῦ ι.

`1.260`

ἠέπερ ἡμῖν: ὅτι Ζηνόδοτος γράφει «ἠέπερ ὑμῖν». ἐφύβριστος δὲ ὁ λόγος. διὰ δὲ τοῦ ἡμῖν καὶ ἑαυτὸν συγκαταριθμεῖ καὶ πάντας τοὺς καθʼ αὑτόν.

`1.261a`

ἀθέριζον: ἀνεπαχθὲς τοῦτο, παρὰ τοὺς ἀθέρας, οἳ εἰς οὐδὲν συντελοῦντες ἀνεμόφθοροι γίνονται. σημαίνει δὲ τὸ ἀπεκήρυττον καὶ ἀδόκιμον ἔκρινον. μαλακτικώτατον δὲ τοῖς θυμουμένοις μῦθος, ὥς που καὶ Φοῖνίξ φησι πρὸς Ἀχιλλέα

`1.261b`

ἀθέριζον: ἀπεδίωκον.

`1.262a`

οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι: ἀπολογούμενος ὑπὲρ ὧν ἠλάττωσεν αὐτούς, οὐδὲ ἔσεσθαι τοιούτους λέγει· τοῖς γὰρ ἀποθανοῦσιν οὐδεὶς φθονεῖ, ἐπειδὴ τὸ ἀπὸν ἀνεμποδίστῳ εὐνοίᾳ τετίμηται. οὐ παρέθετο δὲ τὰ ἐν Πελοποννήσῳ πεπραγμένα ἑαυτῷ ἐν τῷ πρὸς Ἠλείους πολέμῳ πρὸς Ἀρκάδας· οὐ γὰρ οὕτω τὸν Ἀγαμέμνονα πείθειν προῃρεῖτο ὡς τὸν Ἀχιλλέα, ὃν εἶδε σπώμενον τὸ ξίφος. καλῶς οὖν ἀπὸ Θετταλικῶν παραινεῖ, ἐπεὶ κἀκείνοις περὶ γυναικῶν ἦν ἡ στάσις, ἵνʼ ἐξ ἑτοίμου τῷ μύθῳ τούτῳ πείσῃ αὐτόν.

`1.262b`

οὐδὲ ἴδωμαι: ὅτι παραλέλειπται ἡ μή ἀπαγόρευσις· ἔστι γὰρ οὐδὲ μὴ ἴδωμαι, ὅμοιον τῷ «πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω».

`1.263`

οἷον Πειρίθοον: Πειρίθους ὁ Ἰξίονος—τῇ μητρὶ αὐτοῦ.

`1.264`

Καινέα τʼ: ὁ Καινεὺς Ἐλάτου—καταΐγδην ἐλάτῃσι.

`1.264a1`

Ἐξάδιόν τε: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο, παρὰ δὲ τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεὺς μὲν παρὰ τῷ ποιητῇ, καὶ παρʼ Ἡσιόδῳ. εἰ δὲ χρὴ πρὸς τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡς ὅτι ἐχρῆν δασύνεσθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ τὴν ἔξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις ἑξῆς ἕξω. χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι.

`1.264a2`

παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται τὸ Ἐξάδιον, ὃ καὶ ἄμεινον, παρὰ δὲ τοῖς νεωτέροις ἀπὸ τοῦ ξ.

`1.266-8`

κάρτιστοι δὴ κεῖνοι—ἀπόλεσσαν: κάρτιστοι μὲν οὗτοι τῶν ἀνδρῶν· ἐκεῖνοι δὲ κράτιστοι πρὸς τὰ λοιπὰ συγκρινόμενοι θηρία. ἐκ Στίλβης μὲν οὖν τῆς Πηνειοῦ κόρης καὶ Ἀπόλλωνος γέγονε Λαπίθης, ἀφʼ οὗ Λαπίθαι. ἑξήκοντα δὲ τοὺς ἐπισημοτάτους αὐτῶν καταλέγει Πορφύριος. οἱ δὲ Κένταυροι κατὰ μὲν τοὺς ποιητὰς λέγονται Ἰξίονος καὶ νεφέλης· τινὲς δὲ Δουλίδι Ἰξίονα μιγῆναι, ἅμα δὲ καὶ Πήγασον τὸν πτερωτὸν κατὰ τὴν αὐτὴν νύκτα, ἐξ ὧν γενέσθαι Κένταυρον, ἀφʼ οὗ πολὺ πλῆθος γίνεται. ὁ δὲ Χείρων δοκεῖ ἐκ Κρόνου γεγενῆσθαι. ἀσελγεῖς δὲ λίαν γεγόνασιν. ἐκ Φολόης δὲ αὐτοὺς Ἡρακλῆς ἐδίωξεν· εἶτα ἧκον εἰς τὸ Πήλιον.

`1.268`

φηρσίν: τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς—ἐπὶ τροχοῦ σιδηροῦ.

`1.268a`

φηρσίν: θηρσίν, Αἰολικῶς· ἢ φυήρεσιν, τοῖς τὴν φύσιν ἡρμοσμένοις. ᾤκουν δὲ περὶ τὸ Πήλιον καὶ τὴν Οἴτην. τὸ δὲ ἀπώλοντο, ἵνα μὴ ζητῶμεν τὸ γένος αὐτῶν.

`1.268b`

ὀρεσκῴοισι: κείω κοῖος κῷος ὀρεσικῷος καὶ ὀρεσκῷος.

`1.269a`

μεθʼ ὁμίλεον: οὕτως Ἀρίσταρχος τὴν μετά φυλάσσειν τὸν τόνον.

`1.269b`

μεθομίλεον: οὐκ εἶπεν ἐπεκούρουν οὐδὲ συνεμάχουν· οὐ γὰρ ἂν αὐτοῖς συνεμάχει μὴ ὢν καὶ παρόμοιος.

`1.270a`

τηλόθεν ἐξ ἀπίης: ὅτι παραλλήλως τηλόθεν ἐξ ἀπίης. οἱ δὲ νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον.

`1.270b1`

ἐξ ἀπίης δὲ ἀντὶ τοῦ ἀπούσης.

`1.270b2`

τῆς πόρρωθεν οὔσης, ἐκ τοῦ ἴημι.

`1.270c`

καλέσαντο: ἐπεὶ ἐνδέχεται καὶ τὸν ἄποθεν οἰκοῦντα αὐτεπάγγελτον ἥκειν, δόξης ἕνεκεν τοῦτό φησιν, ὅτι μετεπέμψαντο καὶ οὕτως ἧκεν.

`1.271a`

κατʼ ἔμʼ αὐτόν: ὅτι Ζηνόδοτος γράφει «κατʼ ἐμωυτόν». τὸ δὲ πλῆρες ἐμὲ αὐτόν.

`1.271b`

κατʼ ἔμʼ αὐτόν: οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις, ἐμὲ αὐτόν· σύνθετος γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔστιν.

`1.271c`

κείνοισι: Κενταύροις. παρεισάγει τοὺς πάντας ἡσσωμένους αὐτοῖς, ἵνα τῇ συμβουλῇ δοκοῖεν καὶ τῶν κρεισσόνων περιγεγενῆσθαι. Πηλέως δὲ οὐκ ἐμνήσθη ὡς Ἀγαμέμνονος φίλος, ἵνα μὴ δοκῇ ἐλέγχειν Ἀχιλλέα, εἴ γε ὁ πατὴρ αὐτοῦ τι πέπεισται, ὁ δὲ οὔ.

`1.272`

μαχέοιτο: ὅτι ἀντὶ τοῦ μάχοιτο, οὐ κατὰ διαίρεσιν, ἀλλὰ κατὰ παρένθεσιν τοῦ ε.

`1.273a1`

ξύνιεν: οὕτως ἡ Ἀριστάρχειος διὰ τοῦ ε ξύνιεν, ὡς «κόσμηθεν».

`1.273a2`

ξύνιεν: διὰ τοῦ ε τὸ ξύνιεν, ὡς τὸ «αὐτὰρ ἐπεὶ κόσμηθεν». μέμνηται δὲ αὐτοῦ καὶ ἐν τῷ ιζʹ ὁ Ἡρωδιανός

`1.273a3`

ξύνιον: γράφεται καὶ «ξύνιεν», ὡς τὸ «κόσμηθεν».

`1.275a`

μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην: διὰ τῆς δευτέρας συλλαβῆς δίδωσιν ὑπόνοιαν ὡς οὐδὲ τὸν ἄλλον ἀνουθέτητον ἐάσει. ἤρξατο δὲ ἀπὸ Ἀγαμέμνονος, ὅτι αὐτὸς ἦρξε τῆς στάσεως καὶ τὰ δοθέντα ἀφῃρεῖτο καὶ μᾶλλον συνήθης ἦν τῷ Νέστορι — διὸ παρρησιάζεται —, καὶ διὰ τὸ θυμῶδες Ἀχιλλέως. προκαταστέλλει δὲ τὸν θυμὸν διὰ τοῦ ἀγαθός, ὅ ἐστι μὴ θελήσῃς ἀνάξια σαυτοῦ ποιεῖν. τὸ δὲ ἀποαίρεο Ἀττικόν.

`1.275b`

τόνδʼ ἀποαίρεο: ὅτι ἀρχαϊκῶς τόνδε ἀφαιροῦ, οὐχὶ τοῦδε.

`1.276a`

ἔα: ἐκτατέον τὸ α.

`1.276b`

πρῶτα: πρῶτα μὲν καὶ πρῶτον τὰ ἐπιρρήματα· τὸ δὲ πρώτως ἀντὶ τοῦ ἐξόχως.

`1.277a`

Πηλείδήθελʼ: ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα διαλύηται εἰς τὸ ἔθελε.

`1.277b`

Πηλείδήθελʼ: Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ. «ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει», «ἤθελε Μηριόνης». καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παραλαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ συνήθης ἐστὶν ὁ ποιητής. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐστὶ τρισύλλαβον ὄν, ὡς δείκνυται ἐν τοῖς Περὶ ῥημάτων

`1.277c`

Πηλείδʼ ἤθελʼ: Ἀρίσταρχος ὀξύνει τὸν δη, τὸ πλῆρες λέγων ἔθελε· ἀεὶ γὰρ τὸ ἐθέλω παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται. ἐνταῦθα δὲ διὰ τὸ μέτρον ἀποκοπὴ μὲν τοῦ ὀνόματος ἐγένετο, μετάβασις δὲ τοῦ ε εἰς η.

`1.277-8`

ἐριζέμεναι βασιλῆϊ ἀντιβίην: πολλαχοῦ ἀγαθὸν ἡ ἔρις· διὸ ἀντιδιαστέλλων ἐπήνεγκε τὸ ἀντιβίην, τὸ μετὰ βίας καὶ φιλονεικίας δηλῶσαι θέλων· ἐν γὰρ ταῖς μέσαις τῶν λέξεων τὸ μὲν ἀγαθὸν δίχα ἐπιθέτου φησί, τὸ δὲ φαῦλον μετὰ ἐπιθέτου. καὶ τὸ μὲν ἀγαθὸν ὡς τὸ «δῶκε μένος καὶ θάρσος», τὸ δὲ κακὸν «θάρσος ἄητον ἔχουσα», «καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε»· πρόσκειται γὰρ τὸ κακοῖσιν. ἔστι δὲ καὶ ἄμφω εὑρεῖν ἐν ἑνὶ στίχῳ· «ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι» ἰδοὺ γὰρ τὸ ἔργον χωρὶς ἐκτέθειται.

`1.280-1a`

εἰ δὲ σὺ καρτερός ἐσσι—φέρτερός ἐστιν: ὑποστικτέον ἐπὶ τὸ ἐσσί καὶ μήτηρ, τοῦ ἀλλά πρὸς μὲν τὴν σύνδεσιν πλεονάζοντος, μόνην δὲ ἐναντίωσιν παριστάντος. δύναται δέ τις τὸ μὲν ἐσσί ὑποστίζειν, τὸ δὲ μήτηρ στίζειν, ἵνα ὁ δέ περισσεύῃ, ἀπʼ ἄλλης δὲ ἀρχῆς ἀλλʼ ὅδε φέρτερός ἐστιν. βέλτιον δὲ τὸ πρότερον.

`1.280-1b`

εἰ δὲ σὺ καρτερός ἐσσι—ἀνάσσει: πλείονα μὲν τὰ Ἀχιλλέως πλεονεκτήματα, ἓν δὲ τὸ Ἀγαμέμνονος, ὅπερ δὴ πολυλογῶν ἀντισηκοῖ τοῖς ἄλλοις.

`1.280a`

  
εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ:  
ἡ σύ διὰ τὸ σέ.

`1.280b`

καρτερός: τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, οἷον σφέτερος, «πρότερος», κύντερος. πῶς οὐχὶ κάρτερος κατὰ βαρεῖαν λέγομεν; ὅτι τοῦτο οὐκ ἦν εἰς τερος, ἀλλʼ εἰς ερος· τὸ γὰρ τ οὐκ ἐν τῇ παραγωγῇ ἔσχεν· ἦν γὰρ ἀπὸ τοῦ κράτος. ὡς ἀπὸ τοῦ βλάβος βλαβερός οὐ διὰ τοῦ βερος ἡ παραγωγή — ἐν γὰρ πρωτοτύπῳ τὸ β —, οὕτως καὶ ἀπὸ τοῦ κράτος κρατερός διὰ τοῦ ερος ἡ παραγωγή, οὐ διὰ τοῦ τερος.

`1.281`

ἀλλʼ ὅδε φέρτερός ἐστι: οὐ γὰρ γενναῖός τις ὢν ἢ εὐσθενής τε καὶ εὐγενὴς ἄρξει βασιλέως, τοὐναντίον δέ, ἐπειδὴ καὶ θείας λήξεως ὁ βασιλεὺς τυγχάνει.

`1.282-4`

ἔγωγε—κακοῖο: πρὸς δυσώπησιν μὲν ἰδίαν ὁρίζεται χάριν, ὡς ὑπερέχοντα δὲ παρακαλεῖ. ὑψοῖ δὲ Ἀχιλλέα ὡς δίχα αὐτοῦ οὐδὲν ὄντων τῶν ἄλλων Ἀχαιῶν.

`1.283-4`

μέγα πᾶσιν ἕρκος: πιθανῶς προσέθηκε τὸ μέγα, ἐπεὶ ἕρκος φησὶ καὶ τὸν Αἴαντα

`1.286`

  
ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες:  
καὶ διὰ τί μὴ πείσει; ἢ ὅτι αἰδούμενοι τὴν πρόληψιν τὰς αἰτίας τοῖς πέλας ὑπὸ φιλονεικίας τίθεμεν. εἴπομεν δὲ ἐν ἀρχῇ ὅσα δηλοῖ τὸ μοῖρα.

`1.287-9a`

ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων—ἅ τινʼ οὐ πείσεσθαι ὀΐω: ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι οἱ θυμούμενοι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολή, ἐν μιᾷ περιόδῳ ἀρχὰς πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ «ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὡμίλεον, ἐν δʼ ὀλοὴ Κήρ». ἐκτὸς εἰ μὴ τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσσειν, ἐπιτάσσειν δὲ τὸ σημαίνειν.

`1.287-9b`

ἀλλʼ ὅδʼ ἀνὴρ—ὀΐω: τῷ Ἀχιλλεῖ κινεῖ φθόνον ὡς οὐχ ὑπὲρ τῆς Βρισηΐδος, ἀλλʼ ὑπὲρ τῆς ἀρχῆς πρὸς αὐτὸν διαφερομένῳ.

`1.289`

ἅ τινʼ οὐ πείσεσθαι ὀΐω: ἱκανὸν ἦθος ἔχει ὁ δισταγμός.

`1.290-1`

εἰ δέ μιν αἰχμητὴν—μυθήσασθαι: ὑποστικτέον ἐπὶ τὸ ἐόντες, ἐπὶ δὲ τὸ μυθήσασθαι στικτέον· οὐδὲν γὰρ ἐλλείπει, ὡς ᾠήθησάν τινες. ἀναφέρεται δὲ ταῦτα ἐπὶ τὸ «οὔτε ποτʼ ἐς πόλεμον» καὶ «οὔτε λόχον δʼ ἰέναι». τοῦ δευτέρου οὖν στίχου πευστικῶς ἀναγινωσκομένου γίνεται ὁ λόγος τοιοῦτος· εἰ δὲ πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοί, ἆρα ὀφείλει διὰ τοῦτο ἄλλοις ὀνειδίζειν;

`1.291a`

τούνεκα—μυθήσασθαι: ἦθος ὑποφαίνει ὁ λόγος, εἰ κατʼ ἐρώτησιν ἐκφέροιτο.

`1.291b`

προθέουσιν ὀνείδεα: ὅτι συνήθως ἑαυτῷ προθέουσι τὰ ὀνείδη.

`1.292`

ὑποβλήδην: σύμβολον θυμοῦ μὴ ἀνέχεσθαι διεξοδικῆς κατηγορίας.

`1.293a`

δειλός: μέγιστον ὄνειδος ἄριστος ὢν οἴεται τὴν δειλίαν.

`1.293b`

οὐτιδανός: ὡς πευκεδανός ληθεδανός. οἱ δὲ οὔτις οὐτίδανος, ὡς οὐδάμινος. μέγιστον δὲ ὄνειδος ἡγεῖται τὴν δειλίαν.

`1.294a1`

εἰ δὴ σοὶ πᾶν ἔργον: οὕτως ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἀντιδιασταλτικὴ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ διὰ τοῦ ς οὖσα· εἰ γὰρ ἦν ἐγκλιτική, ὁμοίως ἂν ἐγράφετο τῷ «εἰ δή τοι σοῦ πατρός», «καί τοι ἐγὼ συνέριθος». περὶ δὲ ταύτης τῆς ἀναγνώσεως ἐντελέστερον διαληψόμεθα ἐν τῇ γʹ τῆς Ὀδυσσείας, ὅταν περὶ τῆς Ζηνοδοτείου γραφῆς ἐπιζητῶμεν, πότερον «τοῦ ἕνεκα σοὶ προτέρῳ» ἢ «τοῦ ἕνεκά τοι».

`1.294a2`

ὀρθοτονεῖ Ἡρωδιανὸς τὴν σοί· δῆλον γὰρ κἀκ τῆς γραφῆς· εἰ γὰρ ἦν ἐγκλιτική, ἐγράφετο ἂν διὰ τοῦ τ, ὡς τὸ «εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ» καὶ τὸ «ἐγὼ δὲ καί τοι συνέριθος ἕψομαι».

`1.295a`

ἄλλοισι δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε: κοινὸν τὸ ἐπιτέλλεο. καὶ ὁ γάρ περισσὸς ὁ ἑξῆς· διὸ ἀθετεῖται.

`1.295b`

ἄλλοισι δὴ ταῦτʼ ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε: ταῦτα ἃ ἐμοὶ ἐπιτάττεις. τὸ δὲ ἐμοί ὀφείλει ὀρθοτονεῖσθαι διὰ τὴν ἀντιδιαστολὴν τοῦ ἄλλοισιν.

`1.296`

ἐγώ γʼ ἔτι: ἐὰν μὲν ἔτι, ἠθικῶς, ἐὰν δὲ τί, ἀποφαντικῶς λέγει. ἄμεινον δὲ ἔτι διὰ τὸ καὶ τὸ ὀΐω ἠθικὸν εἶναι.

`1.298a`

χερσὶ μὲν οὔτοι ἔγωγε μαχέσσομαι: ἔγνω οὐκ ἐνδιδόντα Ἀγαμέμνονα· καὶ δὴ αὐτὸς μεγαλοφυῶς εἴκει· πέπεισται γὰρ μετανοήσειν αὐτόν. ἑτοίμως δὲ ἀποδιδοὺς διαβάλλει τὸν μόγις δόντα Χρυσηΐδα ὑπὲρ πάντων.

`1.298b`

χερσὶ μὲν οὔτοι ἔγωγε μαχέσσομαι: ὁ μὲν τυραννικὸν αὐτόν φησιν, ὁ δὲ τὸ ἐναντίον παύσεσθαί φησιν ὑπεικόμενος.

`1.298c1`

μαχήσομαι: οὕτως διὰ τοῦ η, οὐ διὰ τοῦ εσ, καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Ἀντιμάχου καὶ ἡ Ἀριστοφάνους.

`1.298c2`

ὁ μὲν Ἀρίσταρχος διὰ τοῦ η γράφει, ὁ δὲ Ἡρακλέων τὰ μὲν ὀνόματα διὰ τοῦ η, ὡς τὸ «μαχήμων», «μαχητής» τὰ δὲ ῥήματα διὰ τοῦ ε καὶ τῶν δύο σσ, ὡς τὸ «Σολύμοισι μαχέσσατο»· ὃ καὶ ἄμεινον.

`1.299`

οὔτε τῳ: τὸ τω σημαίνει πέντε—οὐ δύναμαι.

`1.299a`

οὔτε σοὶ οὔτε τῳ ἄλλῳ: ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον ἀξιόχρεως εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπεριείληφεν, οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς, καὶ πρὸς τὸ μὴ δοκεῖν βίᾳ, ἀλλʼ ἐθελοντὴς δεδωκέναι. καὶ οἱ μὲν οὖν ἔφασαν, ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι ταύτην τῷ βασιλεῖ, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φείδεται, προσίετο, καὶ ὅτι νόμος ἦν τῷ βασιλεῖ ἐξαιρεῖσθαι πρώτῳ. γεγένηται δὲ ἀναδάσιμα πάντα τὰ τῶν αἰχμαλωτίδων τῆς Χρυσηΐδος ἀποληφθείσης, ὥστε παρηνόμει μὴ δοὺς τὴν αἱρεθεῖσαν ὑπὸ τοῦ βασιλέως· ἐξῆν γὰρ αὐτῷ ὅ, τι βούλοιτο λαβεῖν· διό φησιν· «ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ ὀδυσσῆος», καὶ πάλιν· «αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατε». ὥστε τὸ μὲν τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν, τῶν δὲ ἄλλων, εἴ τι ἐλάμβανεν, ὡς ὑβρίζοντι οὐκ ἐπιτρέπειν· οὔτε γὰρ ἀδικεῖν δεῖ οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστί, τὸ δὲ ἀνανδρίας.

`1.299b`

ἐπεί μʼ ἀφέλεσθέ γε δόντες: ὅτι Ζηνόδοτος γράφει «ἐπεί ῥʼ ἐθέλεις ἀφελέσθαι». ἔργῳ δὲ κοινωνεῖ εἰς ἅπαντας, τὴν αἰτίαν τῆς ἀφαιρέσεως ἀγνοῶν.

καὶ ὑβρίσατε ἑαυτούς· οὐ γὰρ ἐμέ.

`1.301a`

ἀνελών: ὑφʼ ἓν τὸ ἀνελών· προείρηται γὰρ οὐκ ἄν τι φέροις.

`1.301b`

ἀνελών: προείρηται γὰρ οὐκ ἄν. Ἀττικοὶ δὲ περισσάκις χρῶνται τῷ ἄν.

`1.301c`

ἀέκοντος: δασυντέον τὸ ἀέκοντος· κατὰ στέρησιν γάρ ἐστι τὸ α.

`1.302a1`

πείρησαι: προπαροξυτονητέον τὸ πείρησαι, ἵνα ᾖ προστακτικόν, καίτοι πολλάκις τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰς αι ληγόντων· «ἀλλά με κακκεῖαι σὺν τεύχεσι», «τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι». οὐ μέντοι τὸ τοιοῦτο διηνεκές· ἔστι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· «ἀλλὰ σὺ μὲν κατάλεξαι», «νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι». καὶ τὸ τοιοῦτο δόξει ἂν ὅτι ἐπί τινων μὲν ἤλλαξαν τοὺς τόνους, ἐπί τινων δʼ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστακτικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις «δεῦρʼ ἄγε καὶ σὺ ξεῖνε πείρησαι ἀέθλων».

`1.302a2`

τὸ πείρησαι προπαροξυτόνως· προστακτικὸν γάρ ἐστιν, ὡς τὸ «σὺ δὲ φράσαι».

`1.303`

ἐρωήσει: παρὰ τὴν ἐρωήν, ὁρμήσει. ἐναργῶς δὲ πεφάντασται τὸ περὶ τὸ δόρυ μεθʼ ὁρμῆς ἐκχεόμενον αἷμα. καὶ ταύτας ἐμψύχους ἔλεγεν εἶναι παρʼ αὐτῷ τὰς λέξεις Ἀριστοτέλης

`1.304a`

ὣς τώ γε: ὁ τρόπος παραγραφή· μετιὼν γὰρ ἐπὶ ἑτέραν διήγησιν τούτῳ χρῆται.

`1.304b`

μαχεσσαμένω: καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ διὰ τοῦ η ἀξιοῖ Ἀρίσταρχος.

`1.305a`

ἀνστήτην: ὥσπερ ἀνασχεθέειν «ἀνσχεθέειν», οὕτως ἀναστήτην ἀνστήτην.

`1.305b`

ἀγορήν: τὸ πλῆθος.

`1.305c`

λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν: δύναταί τις διαστέλλειν βραχὺ ἐπὶ τὸ νηυσίν, ἵνʼ ᾖ τὸ ἑξῆς ἀγορὴν Ἀχαιῶν.

`1.306`

ἐΐσας: τινὲς πορευτικὰς παρὰ τὸ ἴω.

`1.307a`

ἤϊε σύν τε Μενοιτιάδῃ: ὅτι εἰπὼν τὸ πατρωνυμικὸν παρέλιπε τὸ κύριον.

`1.307b`

ἤϊε σύν τε Μενοιτιάδῃ: εἰκότως τῷ Ἀχιλλεῖ θυμικῷ ὄντι ἤπιος ὢν Πάτροκλος πάρεστι πρὸς τὸ τὸν θυμὸν αὐτοῦ μαλάσσειν. ὅτι δὲ πρᾷός ἐστι, δῆλον ἐξ ὧν οἰκτείρει τοὺς Ἀχαιούς· Εὐρύπυλον μὲν γὰρ ἰᾶται, καὶ περὶ τῶν λοιπῶν Ἀχιλλεῖ παρακλαίει. καὶ Μενέλαος περὶ αὐτοῦ φησι· «νῦν τις ἐνηείης Πατροκλῆος μεμνήσθω». κατʼ ἐξοχὴν δὲ ἰδιαζόντως εἶπε περὶ αὐτοῦ καὶ νῦν, ἵνα ἀξιόχρεως ᾖ, ὅταν τελευταῖον αὐτὸν εἰς τὴν μάχην ἐγείρῃ.

`1.308-11`

Ἀτρείδης δʼ ἄρα νῆα—πολύμητις Ὀδυσσεύς: αὐτεπαγγέλτους ἔχουσι τὰς ἐννοίας οἱ στίχοι, ὧν ἀφελών τι ἢ προσθεὶς μᾶλλον ἀδικήσεις. δῆλον δὲ ὅτι οὐκ ἐθαλάσσευόν τινες τῶν νεῶν, ἐπεὶ τίς χρεία νεουλκίας; ἔστι δὲ ὁμοιοτέλευτον τὸ σχῆμα· προέρυσσεν, ἔκρινεν, βῆσεν, εἷσεν ἄγων

`1.309`

ἐς δʼ ἐρέτας: διὰ τοῦ ν Ἀρίσταρχος, «ἐν δʼ ἐρέτας».

`1.311`

εἷσεν ἄγων: ἀνάγων τὴν Χρυσηΐδα εἷσεν. ὁ δὲ μετὰ δώρων μὴ διδοὺς αὐτὴν μετὰ προσθήκης ἀποδίδωσιν ἐξυπηρετούμενος πρὸς δυσώπησιν τοῦ θεοῦ.

`1.312a1`

κέλευθα: παρὰ τὸ ἐλεύθω. ἔστι δὲ ὡς τὸ δίφρα, λύχνα, μεταβολὴ γένους· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν· γίνεται γὰρ μεταβολὴ γένους εἰς ἕτερον γένος, ὡς ἀπὸ τοῦ τράχηλος τὸ τράχηλον, ἔνθεν πληθυντικὸν παρὰ Καλλιμάχῳ· «τὰ τράχηλα γυμνάζει». καὶ λύχνος λύχνα, δίφρος δίφρα, καὶ ἀπὸ τοῦ ἐρετμὸς τὸ ἐρετμόν, ἔνθεν «ἐρετμὰ προήκεα». Τάρταρος ἀρσενικῶς καὶ κατὰ μεταβολὴν ἡ Τάρταρος παρὰ Πινδάρῳ· «ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ,» καὶ οὐδέτερον τὸ Τάρταρον Ἡσίοδος· «Τάρταρά τʼ ἠερόεντα». τοιοῦτόν ἐστι καὶ τὸ ὑγρὰ κέλευθα.

`1.312a2`

τὰς ὁδούς. ὡς ἀπὸ τοῦ δίφρος δίφρα, οὕτως ἀπὸ τοῦ κέλευθος κέλευθα· καὶ ἔστι μεταβολὴ γένους.

`1.312-3`

οἱ μὲν ἔπειτʼ ἀναβάντες— λαοὺς δʼ Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν: διὰ τί μὴ καθαροὺς ἐκπέμπει; ὅτι προὐργιαιτέρα τῷ θεῷ ἡ ἀπόδοσις. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες εἶεν διὰ τὴν τοιαύτην ἀπόδοσιν.

`1.314a`

καὶ εἰς ἅλα λύματʼ ἔβαλλον: τὰ περιττώματα εἰς τὴν ἀπέριττον θάλασσαν βάλλουσι. καὶ Εὐριπίδης· «θάλασσα κλύζει πάντʼ ἀνθρώπων κακά».

`1.314b`

οἱ δʼ ἀπελυμαίνοντο—βάλλον: ἀπεκαθαίροντο καὶ εἰς τὴν θάλατταν τὰ περιττώματα καὶ καθάρματα ἔβαλλον. Ἰακῶς δέ ἐστι τὸ βάλλον, κατὰ ἀποκοπήν· τὸ δὲ ὄνομά ἐστιν ὁλόκληρον.

φύσει γὰρ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικόν.

`1.315-7`

ἔρδον δʼ Ἀπόλλωνι—περὶ καπνῷ: ἀξιοπρεπὴς ἡ παρὰ τὸν αἰγιαλὸν θέα. μεγαλοφυεῖς δὲ καὶ αἱ ἐπιτελούμεναι θυσίαι· τοῦτο γὰρ δηλοῖ τὸ τεληέσσας

`1.317a`

  
κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ:  
ὡς ἂν μελλόντων τῶν ἄλλων θεοσεβέστατα, ὑπʼ ὄψιν ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς.

`1.317b`

κνίση δʼ οὐρανὸν ἷκεν: δοκεῖ ἡ λέξις τέσσαρα σημαίνειν, ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ, αὐτό τε τὸ λίπος καὶ τὸν ἐπίπλουν καὶ τὸ κρέας καὶ τὴν ἀναθυμίασιν. ἔστι δὲ παρὰ τὸ κνίσω. ὑπʼ ὄψιν δὲ ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς. ἀπὸ οὖν τοῦ κνίσω μέλλοντος γέγονε· πλεῖστα γὰρ ὀνόματα ἀπὸ μελλόντων γέγονεν, οἷον ἅψω ἁψίς, λέξω λέξις, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα. οὕτως οὖν καὶ κνίσω κνίσα. εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον οὐκ ἔστι, φαμὲν ὅτι κνίζω ἐστὶ καὶ ἔχει τὸ ι· τὰ γὰρ διὰ τοῦ ιζω τὸ ι μόνον ἔχουσι. τὸ δὲ κνισμός ὁμοίως ἐκ τοῦ κνίσω κνισμός, ὡς λογίσω λογισμός. τὸ κνίσα καὶ τὸ ι καὶ τὸ α βραχύ, καὶ τὸ μὲν ι, ἐπειδὴ τὰ διὰ τοῦ ιζω τὸ ι βραχὺ ἔχει, τὸ δὲ α, ἐπειδὴ τὰ εἰς α θηλυκά, ἀπὸ μελλόντων ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα, μῶ μῶσα καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς τὰ δύο· κνίση δʼ οὐρανὸν ἷκεν.

`1.320a`

Εὐρυβάτην: ὅτι καὶ ἕτερος Εὐρυβάτης, Ὀδυσσέως κῆρυξ ἡ δὲ ἀναφορὰ πρὸς τὸν Πυλαιμένεα

`1.320b`

Εὐρυβάτην: ἄλλος ὁ κατὰ Ὀδυσσέα Εὐρυβάτης καὶ οὗτος ἄλλος.

`1.321`

ὀτρηρὼ θεράποντε: παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες δὲ οἱ τοὺς κρείσσονας διʼ ὠφέλειαν θεραπεύοντες ὡς Ἐτεωνεὺς καὶ Μηριόνης ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θεράποντες καλοῦνται.

`1.322`

ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· αὐτοτελὴς γὰρ ὁ λόγος, καὶ ὁ ἑξῆς ὁμοίως. τὸ δὲ «ἀγέμεν» ἀντὶ προστακτικοῦ τοῦ ἄγε.

`1.322-3`

ἔρχεσθον κλισίην—Βρισηΐδα καλλιπάρῃον: βασιλικὸν τὸ ἀπόλυτον τῆς φράσεως καὶ τὸ διʼ ἄλλων πειρᾶσθαι καὶ οὕτως ἐπιχειρεῖν. ὑβριστικὸν δὲ καὶ τοῦτο· οὐ γὰρ ἐντυχεῖν Ἀχιλλεῖ κελεύει, ἀλλʼ ὡς κενῆς οὔσης τῆς νεὼς ἄγειν αὐτήν.

`1.323`

χειρὸς ἑλόντʼ ἀγέμεν: ὅτι «χειρὸς ἑλόντε ἄγειν» Ἀριστόνικος ἵνα τὸ δυϊκὸν εὔδηλον ᾖ· ἀμφίβολον γὰρ ἔσται, ἐὰν κατὰ συναλιφὴν ἀναγινώσκωμεν.

`1.324-5`

  
εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι  
ἐλθὼν σὺν πλεόνεσσι: πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἑλοίμην. ὑποστικτέον δὲ εἰς τὸ δώῃσι, στικτέον δὲ ἐπὶ τὸ πλεόνεσσι, ἵνα ὁ δέ περιττεύῃ.

`1.324`

δώῃσιν—ἕλωμαι: δώῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δεῖ λαμβάνειν τὰς ἐπεκτάσεις, ἐάν ἐστιν ἀπὸ τοῦ δῶ, τό τε η καὶ τὴν σι συλλαβήν. τὸ δὲ ἕλωμαι ἀντὶ τοῦ ἑλοῦμαι ἢ ἑλοίμην.

`1.325a`

τό οἱ καὶ ῥίγιον ἔσται: δύναται ὑπερβατὸν εἶναι, καὶ τοῦτο αὐτῷ ῥίγιον ἔσται.

`1.325b`

τό οἱ καὶ ῥίγιον ἔσται: βδελυρώτερον τὸ ἐπὶ πλειόνων ἀσχημονεῖν· «πάντες δέ με πεφρίκασιν» ἀντὶ τοῦ βδελύσσονται.

`1.326`

προΐει: ἀπὸ τοῦ ἱῶ περισπωμένου. τὸ δὲ ἐπὶ ἔτελλεν ἀντὶ τοῦ συνεχῶς ἐπέταττεν.

`1.327`

τὼ δʼ ἀέκοντε βάτην: εἰκότως· καὶ τὸν Ἀγαμέμνονα γὰρ δεδοίκασι καὶ πρὸς ὃν ἀποστέλλονται.

`1.329a`

παρά τε κλισίῃ: πλησίον τῆς σκηνῆς.

`1.329b`

καὶ νηῒ μελαίνῃ: διὰ τῆς μελαίνης νηὸς τὸ σκυθρωπὸν τῆς ἕδρας δηλοῖ.

`1.330a`

οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν: ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἀκουστέον· οὐκ ἐγήθησεν, ἀλλʼ ἐλυπήθη.

`1.330b`

οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν: ὁ τρόπος ἀντίφρασις.

`1.330c`

οὐδʼ ἄρα  <span class="gap">…</span> γήθησεν: μεμετρημένη ἡ διάθεσις οὔτε πλέον λυπουμένου — ἀγεννὲς γάρ — οὔτε ἧττον· ἀσυμπαθὲς γάρ.

`1.331a`

τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω: εὖ τὸ αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν ἐληλυθότας. δύο δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ἀεὶ ὁ ποιητής φησιν, αἰδῶ καὶ φόβον· «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε».

`1.331b`

τὼ μὲν ταρβήσαντε: διὰ τὴν ξιφουλκίαν.

`1.331c`

αἰδομένω: παρὰ τὸ αἴδω. οἶδε δὲ καὶ τὸ αἰδῶ· «ἀλλήλους τʼ αἰδεῖσθε».

`1.332a`

οὐδέ τι: διὰ τοῦ ι, οὐδέ τι, οὐ διὰ τοῦ ε. καὶ ἡ Κύπριος.

`1.332b`

οὐδέ τί μιν προσεφώνεον: τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικόν, τὸ δὲ θωπεῦσαι δουλοπρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ παρήγαγεν εἰς τὴν τραγῳδίαν.

`1.334-5`

χαίρετε κήρυκες—ὔμμες ἐπαίτιοι, ἀλλʼ Ἀγαμέμνων: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπαίτιοι· ὡς γὰρ ἀγγέλους σεμνύνων αὐτοὺς εἶπεν.

`1.334a1`

Διὸς ἄγγελοι: ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσιν, ὃς ἄγγελος Διός. καλῶς δὲ οὐκ Ἀγαμέμνονος ἔφη, ἀλλʼ ἀνδρῶν καὶ Διός, οἷς δικαίως ὑπηρετοῦσι· τούτῳ γὰρ ἀδίκως. κοινὸς δὲ νόμος μὴ ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ τὰ πρὸς θυσίαν ἑτοιμάζοντες· «κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυΐ», «κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν».

`1.334a2`

Διὸς ἄγγελοι: ἄσυλον γὰρ—Κήρυκα, ἀφʼ οὗ τὸ τῶν Κηρύκων γένος, ὡς ἱστορεῖ Πτολεμαῖος ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσιν, ὃς ἄγγελος Διός.

`1.335a`

ἆσσον ἴτε: διὰ σχήματος ἐδήλωσεν, ὡς τῷ δέει οὐ προέκοψαν. τιμήσαντες οὖν ἀντιτιμῶνται.

`1.335b1`

ὔμμες: οὕτως ψιλωτέον τὸ υ τοῦ ὔμμες· ἡ γὰρ λέξις Αἰολική. ἐπιμαρτυρεῖ καὶ ἡ συναλιφή, «αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων».

`1.335b2`

τὸ δὲ ὔμμες ψιλοῦται· Αἰολικὸν γάρ ἐστιν, ὡς δηλοῖ καὶ ἡ συναλιφή, «αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα».

`1.335c`

οὔτί μοι ὔμμες ἐπαίτιοι: πεπαιδευμένως· οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφʼ ἑτέρους μετάγειν ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου.

`1.335d`

οὔ τί μοι ὔμμες ἐπαίτιοι: ἀντίφρασις.

`1.336a`

ὃ σφῶϊ: διὰ τοῦ ἑνὸς ς, ὃ σφῶϊ, ὁμοίως τῷ «καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ». ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν «ὃ σφῶϊν». τοῦτο δὲ σημαίνει ὑμῶν ἢ ὑμῖν, ὧν οὐδὲν ἁρμόζει τῷ λόγῳ τούτῳ, ἀλλὰ τὸ ὑμᾶς.

`1.336b`

ὃ σφῶϊ προΐει: «σφῶϊ μὲν ἀμφὶ βοός», ὑμεῖς· ὃ σφῶϊ προΐει, ὑμᾶς· «ὃ σφῶϊν μάλα πολλάκις», ὑμῶν· «καί σφωϊν δὸς ἄγειν», αὐτοῖς.

`1.337a`

διογενὲς Πατρόκλεις: ἐξαίρει πάλιν τὸ πρόσωπον· τοῖς γὰρ τῶν φίλων γνησιωτάτοις εἰώθαμεν πιστεύειν τὰ γύναια.

`1.337b`

Πατρόκλεις: ἡ εὐθεῖα Πατροκλῆς ὡς Ἡρακλῆς. Πατρόκλεις: ἀντὶ τοῦ Πάτροκλε, ἐσχημάτισται— Ἡρακλῆς.

`1.338a`

σφωΐν: αὐτοῖς.

`1.338b`

μάρτυροι ἔστων: μαρτύρεται τὼ κήρυκε, ὅπως μὴ δοκῇ προδότης εἶναι ὑπερορῶν τοὺς Ἀχαιοὺς ἀναιρουμένους. τὰ δὲ ἄλλα οὐχ ἅπτεται Ἀγαμέμνονος, ὅπως μὴ δοκῇ μικροψυχεῖν ἐπὶ τῇ ἀφαιρέσει.

`1.339-40a`

πρός τε θεῶν μακάρων— καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος: πρότερος τῶν Πυθαγορικῶν Ὅμηρος μέσην ἀνθρώπου καὶ θεοῦ φύσιν βασιλικὴν τέθεικε· τὸν μὲν γὰρ ἁπλῶς ἄνθρωπον τοῦ βασιλέως κατʼ ἀμφότερά φησιν ἐλάττονα, καίπερ ἀνθρώπου καὶ αὐτοῦ ὄντος· θεοῦ δὲ ἥττονα τὸν βασιλέα εἶναί φησι διὰ τὸ φθαρτόν.

`1.339-40b1`

πρός τε θεῶν μακάρων—βασιλῆος ἀπηνέος: ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων καὶ ὑπὸ Ἀγαμέμνονος εὔλογον ἔχῃ τὴν ἀφορμὴν τῆς ἀπηνείας ἕνεκεν.

`1.339-40b2`

ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων καὶ ὑπὸ Ἀγαμέμνονος αὐτοὺς ἔχω μάρτυρας.

`1.340a`

ἀπηνέος: Σέλευκος ἐν τῇ πολυστίχῳ γράφει «ἀναιδέος»· εὐεπίφορον γὰρ εἶναι τὸν Ἀχιλλέα εἰς τὸ ἀναιδῆ καλεῖν τὸν Ἀγαμέμνονα· «αἰὲν ἀναιδείην ἐπιειμένε κερδαλεόφρον» ἀπηνῆ δὲ καλεῖ τὸν Ἀγαμέμνονα διὰ τὰ εἰς αὐτὸν πεπραγμένα. διασταλτέον δὲ μετὰ τὸ ἀπηνέος. ἡ διπλῆ δέ, ὅτι τὸ ἄρθρον μετάκειται. ἔδει δὲ «καὶ πρὸς τοῦ ἀπηνέος βασιλῆος». καὶ ἄνω κατὰ τὸ «οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα».

`1.340b`

εἴ ποτε: καλῶς οὐκ εἶπεν ὁπότε· νεμεσητὸν γὰρ ἦν.

`1.341a`

χρειώ: ὡς Κλειώ· καὶ γὰρ «χρειοῖ ἀναγκαίῃ» ὡς Κλειοῖ.

`1.341b`

ἀεικέα λοιγόν: τὸν ὑβριστικόν· «ἀεικίζει μενεαίνων»

`1.342a`

ὀλοιῇσι: ὀλοῇσι πλεονασμῷ τοῦ ι.

`1.342b`

φρεσὶ θύει: ἐμφαντικῶς τὸ λυσσῶδες αὐτοῦ καὶ ἄλογον παρέστησε. μάρτυρας οὖν ὑμᾶς σχήσω τῆς παραπληξίας αὐτοῦ, ὅτι οὐκ οἶδε προνοῆσαι στρατιᾶς.

`1.343-4`

οὐδέ τι οἶδε νοῆσαι—μαχέοιντο Ἀχαιοί: διασταλτέον ἐπὶ τὸ ὀπίσσω, ἴσως δὲ καὶ ἐπὶ τὸ νοῆσαι, ἵνʼ ᾖ ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἅμα πρόσσω καὶ ὀπίσσω, καὶ νῦν καὶ ὕστερον, ἢ καὶ ἑτέρως ἐκ τῶν ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα, ἢ ἐν ἀμφιβολίᾳ· κἀν τῇ Γ ἐστίν· «οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω λεύσσει».

`1.343`

  
οὐδέ τι οἶδεν νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω:  
τὸ δὲ ἐναντίον «ὅρα πρόσσω καὶ ὀπίσσω» δεῖ γὰρ τὸν ὅλως ἔχοντα γνῶσιν μὴ τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα σκοπεῖν. λείπει οὖν τοῖς ἐπιρρήμασι τὸ τ. μέγιστον δὲ καὶ ψιλῷ ἀνθρώπῳ πρὸς κατηγορίαν ἡ ἀπρονοησία, ὥς πού φησι «νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες».

`1.344`

μαχέοιντο: μάχοιντο. πλεονασμὸς δέ ἐστι τοῦ ε.

`1.345`

Πάτροκλος δὲ φίλῳ ἐπεπείθετʼ ἑταίρῳ: τὸ ἤπιον αὐτοῦ διὰ τῆς σιωπῆς τῆς νῦν τε κἀν ὅλῃ τῇ στάσει κἀν τῷ μηνιθμῷ δείκνυται. καὶ νῦν δὲ οὐ φθέγγεται, ἵνα μὴ ᾖ παροξυντικός.

`1.346`

καλλιπάρῃον: εὔκαιρον τὸ ἐπίθετον, τὴν τοῦ ἐρῶντος διάθεσιν ἐμφαῖνον τῷ δηλοῦν οἵας ἐρᾶται.

`1.347`

τὼ δʼ αὖτις ἴτην: οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν εἶχον τὸ λεχθέν. οὐ λαβόμενοι δὲ τῆς χειρὸς ἦγον, ὡς ἐπετάχθησαν.

`1.348`

ἀέκουσα: ἔστι γὰρ φίλανδρος, ὡς τὸ πρόσωπον αὐτῆς δηλοῖ. δευτέραν δὲ ταύτην ὁρίζεται εἶναι αἰχμαλωσίαν καὶ διὰ μιᾶς λέξεως ὁλόκληρον ἡμῖν ἦθος προσώπου δεδήλωκεν.

`1.349a`

δακρύσας ἑτάρων: βραχὺ διασταλτέον ἐπὶ τὸ δακρύσας· μᾶλλον γὰρ σαφηνίζει τὰ πράγματα.

`1.349b`

δακρύσας ἑτάρων: ἕτοιμον τὸ ἡρωϊκὸν πρὸς δάκρυα. καὶ Ὀδυσσεὺς «ὡς δὲ γυνὴ κλαίῃσι», καὶ ἡ παροιμία «ἀεὶ δʼ ἀριδάκρυες ἀνέρες ἐσθλοί» Ἀγαμέμνων  <span class="gap">…</span> «ἥτε κατʼ αἰγίλιπος πέτρης». ἄλλως τε καὶ φιλότιμος ὢν ἀνιᾶται τῇ ὕβρει παλαιᾶς τε συνηθείας στέρεται, ἴσως δὲ καὶ τὸ γύναιον ἀκουσίως ἀπαλλαττόμενον ἐλεεῖ. ἄκρως δὲ ἐρῶντα χαρακτηρίζει· οὗτοι γὰρ ταῖς ἐρημίαις ἥδονται, ἵνʼ οὕτω τῷ πάθει σχολάζωσιν ὑπὸ μηδενὸς ὀχλούμενοι.

`1.349c1`

νόσφι: ὅπως μὴ γελῷτο παρὰ τῶν ἑταίρων. ἢ πρὸς τὴν διάλεξιν τῆς μητρός. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα· «τό κεν ἧμιν ἄφαρ πολὺ λώϊον».

`1.349c2`

τὸ δὲ νόσφι, ὅπως μὴ γνώριμον τοῖς ἑτέροις ᾖ τὸ πρὸς τὴν μητέρα ἐντύχημα. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα, ὡς ἐν τῷ «τό κεν ἧμιν ἄφαρ πολὺ λώϊον».

`1.350a`

θῖνʼ ἐφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπὶ οἴνοπα πόντον: οἰκεῖον τῇ θινὶ τὸ πολιόν, τῷ δὲ πόντῳ τὸ οἶνοψ. γράφεται καὶ «ἐπʼ ἀπείρονα πόντον».

`1.350b`

οἴνοπα: οὕτως «ἀπείρονα», οὐκ οἴνοπα ἡ Ἀριστάρχου.

`1.350c`

ὁρόων ἐπὶ οἴνοπα πόντον: ἱκανὴ παραμυθία τοῖς ἐπὶ ξένης λυπουμένοις εἰς τὴν θάλασσαν ἀφορᾶν, διʼ ἧς τῶν πατρίδων εἴργονται. καὶ Ὀδυσσεὺς «πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο». τάχα δὲ ὁ Ἀχιλλεὺς καὶ ὡς εἰς συγγενὲς τῇ μητρὶ χωρίον ἀφορᾷ τὴν θάλασσαν.

`1.351a`

χεῖρας ὀρεγνύς: ὅτι Ζηνόδοτος γράφει «χεῖρας ἀναπτάς».

`1.351b`

χεῖρας ὀρεγνύς: ὥσπερ ἀσπαζόμενος ὀρέγει τὼ χεῖρε τῇ μητρί. καὶ ἐπὶ Πολυφήμου «εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανόν». τινὲς «ἀνασχών» γράφουσιν.

`1.352a`

μινυνθάδιον: τοῦτο μάλιστα δύναται λυπῆσαι μητέρα, ὀλιγοχρόνιος υἱός· ὃ πρῶτον προβάλλεται.

`1.352b`

μινυνθάδιόν περ ἐόντα: ἐσόμενον. ᾔδει δὲ διʼ ὧν εἶπεν αὐτῷ ἡ μήτηρ «διχθαδίας κῆρας». παιδευτικὸν δὲ τὸ μὴ εἰς ῥᾳστώνην, ἀλλʼ εἰς πρακτικὸν νεῦσαι τὸν ἥρωα. φιλοστοργίᾳ δὲ καὶ ἐλέῳ προκαλεῖ τὴν μητέρα. ἐν κεφαλαίῳ δὲ τὴν εὐχὴν ἐκθέμενος ὕστερον λεπτολογήσει. ἔστι δὲ παρὰ τὸ μίνυνθα. παραπληροῖ δὲ ὁ περ.

`1.353a1`

ὄφελλεν: ἡ μὲν ἀρχὴ Ἰακή, τὸ δὲ μέσον Αἰολικόν.

`1.353a2`

ὄφειλεν ὄφελλεν Αἰολικῶς, ὡς χεῖρες χέρρες.

`1.353b`

Ὀλύμπιος: οὕτω κατʼ ἐξοχὴν τὸν Δία. καὶ «Κρονίδην» αὐτόν φησιν.

Ὀλύμπιος: ὁ Ὄλυμπος ὄρος—ἀλληγορικῶς δὲ ὁ οὐρανός.

`1.353c`

ἐγγυαλίξαι: κυρίως τὸ ἐγγυῆσαι, παρὰ τὸ γῦον, ὃ κυρίως ἐπὶ χειρός.

`1.354a`

ὑψιβρεμέτης: ὁ ἐν ὕψει βρέμων διὰ τῶν βροντῶν ἢ τῶν ἀνέμων.

`1.354b`

ὑψιβρεμέτης: βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος. ὅθεν καὶ τὸν ἀπὸ πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν.

`1.354c`

οὐδέ με τυτθόν: φιλεγκλήμονες κατὰ θεῶν οἱ ἀτυχεῖς.

`1.355`

εὐρυκρείων: ποιητικὸν τὸ ἐπίθετον.

`1.356a`

ἠτίμησεν: τῶν σπανίων ἡ τομὴ κατὰ τὸν ἕβδομον χρόνον.

`1.356b`

ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας: ἑλὼν ἔχει ἀντὶ τοῦ ἔλαβεν, οὐ πειθοῖ, ἀλλʼ ἀπουρίσας· «ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας». συγκοπὴ οὖν ἐστιν.

`1.357a`

δακρυχέων: τὸ δακρυχέων ὑφʼ ἓν ἀναγνωστέον· καὶ «δακρυπλώειν» γάρ πού φησιν.

`1.357b`

πότνια: σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕδεσι τῶν θεῶν. ἢ παρὰ τὸν πότμον, ἡ εὐτυχής, ὅς ἐστιν ἀπὸ τοῦ «πέσῃ μετὰ ποσὶ γυναικός». καὶ ποτνιᾶσθαι δὲ τὸ προσπίπτειν καὶ παρακαλεῖν.

`1.358`

πατρὶ γέροντι: ἴσως τοὺς ἐν θαλάσσῃ τιμωμένους ἁλίους γέροντάς φησιν, ὡς Πρωτέα Φόρκυνα Νηρέα.

παρὰ πατρὶ γέροντι: τῷ Νηρεῖ. τὸν δὲ—αἱ Νηρεΐδες.

`1.359`

  
καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη:  
ἀντὶ τοῦ κραιπνῶς. ταχεῖα δὲ ἡ ἄνοδος ὡς μητρὸς καὶ θεοῦ. φαντασία δὲ περίκειται τῇ θεῷ διὰ τῆς ὁμίχλης. ἢ ὅτι θαλασσία ἐστὶν ἡ θεός. τὴν δὲ Ἥραν τῷ ἀέρι εἰκάζει· λεπτομερὴς γὰρ ὁ ἀὴρ ὡς πρὸς σύγκρισιν τῶν ὑδάτων.

`1.360a1`

δακρυχέοντος: οὐκ ἐξίσταται τοῦ κλαυθμοῦ, ἐπεὶ οὐ μεμπτέος· οὐδὲν γὰρ ἄτοπον, εἰ καὶ ἄλκιμος ἦν, ὅτι λελύπηται· ἐλεύθερος γὰρ ὢν καὶ ἁπλοῦς τοῦτο ποιεῖ, οὐ διὰ μικροψυχίαν.

`1.360a2`

οὐκ ἐξίσταται τούτου· οὐ γὰρ ἄτοπον ἐλεύθερον ἁπλοῦν ἄλκιμον λυπεῖσθαι.

`1.361`

  
χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε:  
στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατο καὶ ὀνόμαζεν· ἡ περίοδος γὰρ καθʼ ἑαυτὴν ἑκάστη.

`1.362`

τέκνον, τί κλαίεις: φυσικῶς φθέγγεται, καὶ τῶν κοινῶν ὀνομάτων οὐκ ἐξίσταται· ἕνα γὰρ ἔχουσα καὶ τοῦτον ἄθλιον, πῶς ἂν αὐτὸν ἄλλως καλέσειεν; ἔστι δὲ καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν μαθεῖν ἐπειγομένης.

`1.363a`

ἐξαύδα: τῇ γὰρ τῶν λόγων ἀνοχῇ καὶ κουφιεῖται τοῦ βάρους ἡ ψυχή.

`1.363b`

ἵνα εἴδομεν ἄμφω: προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον κλίνει. ἢ ὅτι ἀνθʼ ὑποτακτικοῦ ἐστι καὶ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.

`1.364a`

βαρυστενάχων: ὅτι τὸ βαρυστενάχων κατὰ βαρεῖαν τάσιν.

`1.364b1`

τὴν δὲ βαρὺ στενάχων: βαρύνεται ἡ μετοχή. διδασκόμεθα δὲ ἐξ ἐκείνου «τοὺς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων, χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δʼ ἑταῖροι»· ἡ γὰρ ἐπίζευξις τοῦ «ἐπεστενάχοντο» διδάσκει ὅτι καὶ τὸ στενάχω βαρύνεται· εἰ γὰρ ἦν περισπώμενον, ἐστεναχοῦντο ἐγίνετο ὡς ἐνενοοῦντο. καὶ ἡ κλίσις δὲ τοῦτο δείκνυσι· «βαρὺ δὲ στενάχοντος ἄκουσα», οὐχὶ στεναχοῦντος. καὶ ἡ δοτικὴ «τῷ δὲ βαρὺ στενάχοντι».

`1.364b2`

βαρὺ στενάχων: ὁ Σιδώνιος περισπᾷ· περισπᾶσθαι γὰρ καὶ «ἀδινὰ στοναχῆσαι» φησίν. Ἀρίσταρχος δὲ βαρύνει· τὰ πολλὰ γὰρ κινήματα ὡς ἀπὸ βαρυτόνου γέγονε· «βαρὺ δὲ στενάχοντος ἄκουσα», «ἐπεστενάχοντο δʼ ἑταῖροι».

`1.365a`

οἶσθα· τίη τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω; ὅτι παλιλλογεῖν παρῄτηται. ἀλλότριοι ἄρα οἱ ἐπιφερόμενοι στίχοι εἴκοσι ἑπτά

`1.365b`

οἶσθα: ἄκρως ἐνέφηνε τὸ βαρύθυμον διὰ τοῦ προοιμίου. καὶ πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην.

`1.366`

ᾠχόμεθʼ ἐς Θήβην: νῦν λέγει τὰς Ὑποπλακίους—καὶ αἱ τῆς Αἰγύπτου, ὧν μνημονεύει ἐν τῇ Ι

`1.366a`

ᾠχόμεθʼ ἐς Θήβην: ῥητορικὸς ὢν ὁ ποιητὴς καὶ τρόπον ἀνακεφαλαιώσεως βουλόμενος διδάξαι ἡμᾶς ταὐτὰ πάλιν ἐξ ἀρχῆς διηγεῖται.

`1.366b`

ᾠχόμεθʼ ἐς Θήβην: ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρες δὲ διηγήσεων ἰδέαι· ἡ μὲν ὁμιλητική, ὡς ὅταν παρά τινος ἀκούσας τις αὐτῷ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ «πολλάκι γὰρ σέο πατρός». τὸ δὲ ἀπαγγελτικόν, ὅταν ἃ παρʼ ἑτέρου ἤκουσεν ἑτέρῳ διηγῆται, ὡς τὸ «ἀγγελίην τινά τοι, γαιήοχε». τὸ δὲ ὑποστατικόν, ὅταν τῶν πραγμάτων τινὰ ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ «ὡς ὁπόθʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη». τὸ δὲ μικτὸν ἐξ ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ «ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα, θεά, ὑπελύσαο δεσμῶν» εἰ γὰρ ἦν ὁμιλητικόν, οὕτως ἂν εἶπεν· ἀλλὰ σὲ τῶν δεσμῶν αὐτὸν ἀπολῦσαι καλέσασαν τὸν ἑκατόγχειρον. ὁ δὲ ἐφʼ ἑτέραν πτῶσιν μετελθὼν ὡς ἴδιον ἤδη λόγον καὶ οὐχ ὡς παρʼ ἐκείνης ἀκούσας διέξεισιν.

`1.366c`

ᾠχόμεθʼ ἐς Θήβην: Θήβη χωρίον ἔρημον πλησίον Λέσβου, ἀπὸ Θήβης τῆς Ἀδράμυος· ἆθλον γὰρ ταύτην ὁ πατὴρ προὔθετο τῷ προὔχοντι γυμνικῷ ἀγῶνι, λαβὼν δὲ αὐτὴν Ἡρακλῆς ἔκτισε τὴν πόλιν, ὀνομάσας ἐκ ταύτης. ὅσοι δὲ ἀθετοῦσι τοὺς στίχους οὐκ ἐῶσιν ἡμᾶς μαθεῖν, ὅθεν ἥλω Χρυσηΐς. ἔπλει δὲ πορθήσων Ἀχιλλεὺς Χρῦσαν, Ἀθηνᾶ δʼ οὐκ εἴα φάσκουσα μὴ αἱρήσειν διʼ Ἀπόλλωνα. εἰς Θήβας δὲ ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος ἀδελφήν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως. μεγαλοφυῶς δὲ συντέμνει τὰ περισσὰ τῶν λόγων καὶ τῶν ἱστοριῶν.

`1.368a`

δάσσαντο μετὰ σφίσιν: κοινωνὸν μὲν ἑαυτὸν ἐν τοῖς κατορθώμασί φησιν ἐν δὲ τῷ δάσσαντο χωρίζει.

`1.368b1`

μετὰ σφίσιν: τοῦ σφίσι τὴν πρώτην ὀξυτονητέον, ἐπειδήπερ εἰς σύνθετον ἡ μετάληψις, εἰ καὶ οὐκέτι διηνεκὴς ὁ λόγος· ἔστι γάρ τινα ἐναντιούμενα· «τοὺς δʼ ἄναγον ζῳούς, σφίσιν ἐργάζεσθαι, ἀνάγκῃ», «σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι». καὶ ὅτι μετὰ προθέσεώς ἐστιν· ὅταν γὰρ πρόθεσις ᾖ μετὰ ἀντωνυμίας, ὀρθοτονεῖται ἡ ἀντωνυμία· «σὺν σοί, δῖα θεά», «προτὶ οἷ δʼ ἔλαβʼ ἔντεα», «κατὰ σφέας γὰρ μαχέοιντο», «ἀπὸ ἕο κάββαλεν», «ἀμφὶ ἓ παπτήνας», τοῦ «ἆλτʼ ἐπί οἱ μεμαώς» ζήτησιν ἔχοντος.

`1.368b2`

ὀρθοτονητέον τὴν σφίσιν, ἐπεὶ εἰς σύνθετον παραλαμβάνεται, καὶ ὅτι προθέσει συντέτακται.

`1.371`

χαλκοχιτώνων: λαμπρὸν ἢ πορφυροῦν ἐχόντων χιτῶνα.

`1.374a`

λίσσετο: οὕτως Ἰακῶς τὸ λίσσετο.

`1.374b`

καὶ ἐλίσσετο: οὐ προσέθηκε τοὺς λόγους, οὓς οὗτος ἔφησεν· οὐ γὰρ ἀναγκαῖον νῦν. ἢ καὶ διὰ τὸ μῆκος ἀπέφυγεν.

`1.381`

ἐπεὶ μάλα οἱ φίλος ἦεν: Σέλευκός φησιν ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ «ἐπεί ῥά νύ οἱ φίλος ἦεν», καὶ Θεαγένης δὲ οὕτως προφέρεται· ἀπίθανον γὰρ τὸ οδένυ λίαν φίλος ἦν.

`1.382`

οἱ δέ νυ: οἱ δὲ δή.

`1.383a`

ἐπασσύτεροι: Αἰολικόν ἐστιν. ἆσσον ἀσσότερος ἀσσύτερος, ὡς ὄνομα ὄνυμα, καὶ ἐπασσύτερος.

`1.383b`

ἐπασσύτεροι: παρὰ τὸ ἆσσον ἀσσύτεροι, ὡς ἀφάρτεροι, παροίτεροι ἢ ἑκάτεροι.

`1.384`

ἄμμι δὲ μάντις: οὐ προσέθηκεν, ὡς αὐτὸς τὴν ἐκκλησίαν συνήγαγεν, οὐδὲ ὅλως ὕποπτον ἑαυτὸν καθίστησι τῇ μητρί.

`1.386`

αὐτίκʼ ἐγὼ πρῶτος: ὡς καὶ τῶν ἄλλων τοῦτον ἐχόντων τὸν σκοπόν.

`1.388`

ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί: ἀμφίβολος ἡ στιγμὴ διὰ τὸ μόριον, ἐπεὶ καὶ αὐτὸ ἀμφίβολον. ὅμως δὲ εἰς τὸ ὅς ὑποτακτικὸν ἄρθρον αὐτὸ μεταληπτέον.

`1.392a`

κούρην Βρισῆος: ἀντονομασία.

`1.392b`

κούρην Βρισῆος: ἔοικε πατρωνυμικῶς—δὲ Ἱπποδάμεια. ὁ δὲ τρόπος ἀντωνομασία.

`1.393a`

  
ἀλλὰ σὺ εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος:  
ὑποστικτέον ἐπὶ τὸ γέ, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου.

`1.393b`

εἰ δύνασαί γε: οὐ διστάζων, ἀλλὰ σχετλιάζων φησίν, εἴ γέ σοι κἂν τοῦτο χαριεῖται ὁ Ζεύς, ἅμα δὲ καὶ κολακεύων αὐτήν, ὅπως ἐρεθίσῃ πρὸς τὸ αἰτούμενον, καὶ τὴν ἰσχὺν ἐνδείξηται ὡς δῆθεν τοῦ παιδὸς ἀγνοοῦντος.

`1.393c`

ἑῆος: ὅτι Ζηνόδοτος γράφει «ἑοῖο».

`1.394`

Δία λίσαι: ἀπὸ τοῦ ἔλισα, ὅθεν καὶ «ἐλισάμην καί σφιν μενοεικέα», «καὶ κῆρα λιτέσθαι».

`1.396-407`

πολλάκι γάρ— τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων: δικαίως ἡ αἰτία ἡμῖν εἴρηται τῆς ἀποστάσεως Διός, ὅπως μὴ δοκῇ εἶναι ὡς ἕλλην ὁ Ζεύς. οἱ δὲ βασιλεῖς θεοποιοῦντες αὑτοὺς τοιαῦτα περὶ θεῶν ἐφήμιζον, ὅπως καὶ αὐτοὶ αὐχοῦντες μὴ ἀπιστοῖντο θεῶν εἶναι φάσκοντες παῖδες. ἐστοχάσατο δὲ πάντων ὁ ποιητής, ἐν μὲν τῷ πρὸς Δία διαλόγῳ οὐδὲν εἰπών, ὅπως μὴ ὀνειδίζειν δοκῇ, οὐ μὴν τὴν αἰτίαν ἐάσας ἄγνωστον. διαθρύπτονται δὲ πρὸς τοὺς ἄνδρας γυναῖκες, εἴ πού τι δράσουσι θαυμαστόν. ἄξιον δὲ καὶ τοῦτο παρασημήνασθαι, ὅτι καθʼ Ὅμηρον οὐ νεογνὸν κατέλιπεν Ἀχιλλέα ἡ Θέτις.

`1.396a`

  
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα:  
ἡ διπλῆ, ὅτι ἀπὸ τούτου τοῦ στίχου ἕως τοῦ «τὸν καὶ ὑπέδδεισαν» Ζηνόδοτος ἀθετεῖ. βραχὺ δὲ διασταλτέον μετὰ τὴν ἀντωνυμίαν· τὸ γὰρ ἑξῆς ἐστι, πολλάκι γάρ σου ἤκουσα.

`1.396b1`

πολλάκι γάρ σεο: Ἀρίσταρχος ἐγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλάκις γάρ σου, ἐν τοῖς τοῦ πατρός μου δόμοις, ἤκουσα καυχωμένης· ἐὰν γάρ, φησί, κατʼ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔσται ἐν τοῖς τοῦ Νηρέως οἴκοις ὁ Ἀχιλλεὺς αὐτῆς ἀκηκοώς. ταύτην δὲ τὴν ἱστορίαν οὐκ οἶδεν Ὅμηρος. τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπʼ αὐτοῦ. Πτολεμαῖος δὲ συγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο, φησί, παρεφύλασσεν, ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως χρῆται κατὰ γενικήν, ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν — ὁμοίως καὶ ἐπὶ δευτέρου καὶ τρίτου —, ταῖς δὲ κτητικαῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητική, σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται ἀμφίβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν. ἐγένετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστι καὶ οὐκ ἔχει ἀντιδιαστολήν. καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις.

`1.396b2`

Ἀρίσταρχος ἐγκλίνει τὴν σέο, λέγων ἁπλῆν τε εἶναι αὐτὴν καὶ ἀντιδιαστολὴν οὐκ ἔχειν. ὁ δὲ Ἡρωδιανὸς καίτοι, φησίν, ὀφείλουσα ὀρθοτονεῖσθαι, ἵνα λέγῃ σοῦ καὶ οὐκ ἄλλης ἀκήκοα, ὅμως πεπεῖσθαί φησι τὴν ἀνάγνωσιν Ἀριστάρχῳ.

`1.396c`

πολλάκι γάρ σεο: ὁ νοῦς οὕτως, πολλάκις γάρ σου ἐν τοῖς τοῦ ἐμοῦ πατρὸς δόμοις ἤκουσα εὐχομένης.

`1.397-401`

εὐχομένης—Ἀθήνη· ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα: διασταλτέον μετὰ τὸ εὐχομένης καὶ ἀμῦναι, ἐπὶ δὲ τὸ Ἀθήνη στιγμήν. ἐνδέχεται δὲ καὶ οὕτως, ἐπὶ μὲν τὸ λοιγὸν ἀμῦναι στίζειν, τὰ δʼ ἄλλα ἀπʼ ἄλλης προφέρεσθαι ἀρχῆς ἕως τοῦ Ἀθήνη

`1.397`

κελαινεφέϊ: παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.

`1.399-406`

ὁππότε μιν ξυνδῆσαι—ἔδησαν: τί ποτε ἄρα βουλόμενος ταῦτα ἔπλασε, πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρμοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβούλοντο συνδῆσαι τὸν Δία, ἡ μὲν θυγάτηρ οὖσα, οἱ δὲ ἀδελφοί; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς τινες γράφουσι «καὶ Φοῖβος Ἀπόλλων», ὥσπερ οὐ τοῦ αὐτοῦ μένοντος ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ ἔπη· «οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι», ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθήσαντες αὐτῷ μετὰ τῆς Θέτιδος, ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες· καὶ μύθους λέγουσιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὰ ἔπη τὸ «οἴη ἐν ἀθανάτοισι»· πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη, ἐνδέχεται καὶ ἄλλους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν; καὶ πῶς οὗτος βίῃ οὗ πατρὸς ἀμείνων —δεῖ τοίνυν φυσικόν τινα μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερμασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον — πάντων γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι —, Θέτιν δὲ τὴν θέσιν καὶ φύσιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφισταμένου ἐπὶ τὰ μεσημβρινά, ψύξεως γινομένης ἐν τοῖς καθʼ ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησίν, ἐμφαίνων, ὡς ἔφην, τὴν χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρατέστερον εἶναι τοῦ θερμοῦ. ἀλλʼ ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διΐ. εἰκότως δὲ ἑκατόγχειρον τοῦτόν φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολλαῖς ὁμοῦ χερσὶν ἐργαζόμενος. οὗ πατρὸς δὲ ἀμείνων, τοῦ Διός· Ἀπόλλωνα γάρ φησι τὸν ἥλιον.

`1.399`

ὁππότε μιν ξυνδῆσαι: Ζεὺς παραλαβὼν—ἐταμιεύσατο. ἱστορεῖ Δίδυμος

`1.400a`

Παλλὰς Ἀθήνη: ὅτι Ζηνόδοτος γράφει «Φοῖβος Ἀπόλλων». ἀφαιρεῖται δὲ τὸ πιθανόν· ἐπίτηδες γὰρ τοὺς τοῖς Ἕλλησι βοηθοῦντας  <span class="gap">…</span>

`1.400b`

  
Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη:  
πιθανῶς τοὺς Ἀχαϊκοὺς θεοὺς ἠχθρευκέναι Διΐ φησιν, ἵνα ἀκούοιτο Θέτις. τινὲς δὲ γράφουσι «καὶ Φοῖβος Ἀπόλλων»· τοῦτον γὰρ εἰκὸς ἠχθρευκέναι μὴ φέροντα τὸν ζῆλον τῆς ἐκείνου τυραννίδος· ὅθεν Ἥραν μὲν δεῖ, τοὺς δὲ Λαομέδοντι ὑποτάσσει. οἱ δὲ Ἥραν μὲν διὰ τὸ πολλαῖς μίγνυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ πλεονεκτεῖσθαι εἰς τὴν διανομήν, Ἀθηνᾶν δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαίστῳ.

`1.400c`

  
Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη:  
τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν δηλοῖ, Δία τὸ πῦρ, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν — ὀργανικὴ γάρ ἐστι καὶ ἐπινοητικὴ τῶν ἁπάντων· μόνον γὰρ τὸ πῦρ ἐν αὐτοῖς καθαρὰν καὶ ἀμιγῆ τὴν φύσιν ἔχει.

`1.401`

  
ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν:  
συναπτέον τοῦτον τῷ ἑξῆς. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ «Ὄλυμπον»

`1.402`

μακρὸν Ὄλυμπον: ὅτι μακρὸν τὸν Ὄλυμπον ὡς ὄρος· τὸν δὲ οὐρανὸν εὐρύν

`1.403`

ὃν Βριάρεων: Ἡσίοδος δὲ «Ὀβριάρεῳ δʼ ὡς πρῶτα» ὡς μουσοτραφὴς καὶ τὰς παρὰ θεοῖς ἐπίσταται λέξεις. ἢ τὰ τελειότερα θεοῖς ἀνατίθησιν.

ὃν Βριάρεων καλέουσι: τῶν διωνύμων—δὲ Σκάμανδρον.

`1.404a`

ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων: ὅτι Ζηνόδοτος γράφει «ὁ γὰρ αὖτε βίῃ πολὺ φέρτατος ἁπάντων ὁππόσοι ναίουσʼ ὑπὸ Τάρταρον εὐρώεντα». οὐκ ἔστι δὲ τῶν Τιτάνων ὁ Αἰγεύς, ἀλλὰ ἐνάλιος δαίμων· οὕτως γὰρ καὶ ἡ σύγκρισις λαμβανομένη πρὸς τὸν Ποσειδῶνα λόγον ἕξει.

`1.404b`

βίῃ: οὕτως διὰ τοῦ ν βίην Ἀρίσταρχος.

`1.404c`

οὗ πατρὸς ἀμείνων: Ὅμηρος ὡς Στωϊκὸς Ποσειδῶνος αὐτὸν εἶναί φησιν. ἢ ὅτι, φησί, «παῦροι δέ τε πατρὸς ἀρείους».

`1.405a`

  
ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων:  
ὅτι ἐντεῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς «πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο κύδεϊ γαίων».

`1.405b`

παρὰ Κρονίωνι: καθʼ ὑπεροχὴν αὐτὸν Κρονίδην καὶ Ὀλύμπιον ὀνομάζει.

`1.407-12`

τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων—οὐδὲν ἔτισεν: βραχὺ διασταλτέον μνήσασα, παρέζεο  <span class="gap">…</span> καὶ κτεινομένους καὶ βασιλῆος καὶ ἣν ἄτην· πάντα γὰρ ἤρτηται τοῦ αἴ κέν πως ἐθέλῃσι

`1.407a`

τῶν νῦν μιν μνήσασα: καὶ πῶς ταύτην οὐκ ᾔτει τὴν χάριν κατὰ τῶν Τρώων, ὅτε φησὶ «πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον» ἢ ὅτι ἡ δόξα τῆς νίκης εἰς Ἀγαμέμνονα ἀνέτρεχεν, ὥς φησιν «τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται, εἴ κεν Ἀχαιοί Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον», τά τε τῆς νίκης ὡμολογήσατο διὰ τοῦ ἀστράπτειν τὸν Δία εὐημερούντων τοίνυν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μεταβαλεῖν τὴν Διὸς γνώμην. ἀλλʼ εἴπερ, φησίν, ἔδει κατὰ φίλων ἀδικησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονος δίκαιον ἦν δήπου· ἀλλʼ εἰ Ἀγαμέμνων ἐκολάσθη, ἀθῷοι ἀναπλεύσαντες οἱ Ἀχαιοὶ οὐκ ἐζήτησαν Ἀχιλλέα. μένει δὲ συγκολαζόμενος αὐτοῖς ἀχαρίστοις οὖσιν ὁ βασιλεύς, οἳ τῷ διὰ τὴν κοινὴν ὑβρισθέντι σωτηρίαν οὐκ ἐπήρκεσαν.

`1.407b`

μνήσασα: διὰ τὴν Ἥραν· διό φησιν· «αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι».

`1.407c`

καὶ λαβὲ γούνων: κεφαλῆς μὲν λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν· δεξιᾶς, ἐπεὶ πρακτικόν· γονάτων — διʼ αὐτῶν γὰρ ἐπικλᾶται τὸ σῶμα — ἐπικλᾶν οἰωνιζόμενοι τὴν ψυχὴν τοῖς λόγοις.

`1.408`

ἐπὶ Τρώεσσιν ἀρῆξαι: τὸ ἑξῆς, ἐπαρῆξαι τοῖς Τρωσίν.

`1.410`

ἐπαύρωνται: ὅτι ἐπὶ κακοῦ τὸ ἀπολαῦσαι, καὶ κατʼ εἰρωνείαν εἴρηται παρʼ αὐτοῦ. τὸ δὲ ἐπαυρῶ ἐστι καὶ πρώτης καὶ δευτέρας συζυγίας, τὸ δὲ ἁμαρτῶ πρώτης, καὶ ἁμαρτῶν ἡ μετοχή.

`1.412`

οὐδέν: ὅτι τὸ δεν παρέλκει.

`1.414a`

ὤ μοι τέκνον: οὐκ εὐθὺς αὐτῷ τὴν διακονίαν ὑπισχνεῖται, προολοφύρεται δὲ εἰδυῖα τὴν αἴτησιν πρόξενον αὐτῷ οὖσαν θανάτου.

`1.414b`

ἔτρεφον: ἀνέθρεψα.

`1.414c`

ἔτρεφον: παρατατικῶς.

`1.414-6`

τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα, αἴθʼ ὄφελες —ἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ: τὸ ἑξῆς αἰνὰ τεκοῦσα, ἐπεί νύ τοι αἶσα. τὸ δὲ αἴθʼ ὄφελες παρὰ νηυσί διὰ μέσου. τὸ δὲ αἰνά ἀντὶ τοῦ αἰνῶς, ἤτοι ματαίως καὶ ἀπράκτως.

`1.415a`

αἴθʼ ὄφελες: μᾶλλον ἂν προεθέμην σε τὸν ἄπρακτον βίον ζῆσαι· ἐπὶ λύμῃ γὰρ ἐμῇ τοῦτον εἵλου τὸν βίον. διὸ καὶ «δυσαριστοτόκειαν» ἑαυτὴν ὀνομάζει.

`1.415b`

ὄφελες: ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· «ὡς δὴ μὴ ὄφελον νικᾶν», «ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι», «μὴ ὄφελες λίσσεσθαι», «Ἕκτορος ὠφέλετʼ ἀντί». Καλλίμαχος δὲ ἐπίρρημα εὐκτικόν· «ὤφελε μηδʼ ἐγένοντο θοαὶ νῆες»

`1.416`

μίνυνθα: ἐπʼ ὀλίγον χρόνον, ἢ κατὰ ἀποκοπὴν τοῦ «μινυνθάδιος δέ τοι αἰών». παιδευτικὸν δὲ τὸ μηδὲ τὸν ὀλίγον τῶν ἀνθρώπων βίον ἄλυπον εἶναι. ἔστι δὲ περίφρασις ἐν τῷ στίχῳ, ὡς τὸ «ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν».

`1.417a`

ὀϊζυρός: εἰ τοιαῦτα περὶ Ἀχιλλέως ὁ ποιητής φησι, τί περὶ τῶν ἄλλων εἴποιμεν;

`1.417b`

ὀϊζυρός: ταλαίπωρος. μετωνυμία.

`1.418`

ἔπλεο: λέγεται τὴν Θέτιν—μία τῶν Κυκλάδων.

`1.419`

τοῦτο δέ τοι ἐρέουσα: διὰ μὲν τὴν περίστασιν οὐκ ἀντιπράσσει τῷ παιδί, καιρὸν δὲ μετανοίας αὐτῷ δίδωσι. τερπικεραύνῳ δὲ τῷ τρέποντι τοῖς κεραυνοῖς, καθʼ ὑπέρθεσιν.

`1.420a`

εἶμʼ: προπερισπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι· ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται.

`1.420b`

πρὸς Ὄλυμπον: ὅτι ὄρος ὁ Ὄλυμπος.

`1.420c`

ἀγάννιφον: τὸν λίαν νιφόμενον κατὰ τὰ ὑπὸ τοῖς νέφεσι ὄρη· τὰ γὰρ ἄκρα τοῦ Ὀλύμπου ὡς ὑπερνεφῆ οὔτε νίφεται οὔτε κατομβρεῖται, κατʼ αὐτὸν τὸν ποιητὴν λέγοντα· «ὀλυμπόν θʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί ἔμμεναι· οὔτʼ ἀνέμοισι τινασσόμενον οὔτε ποτʼ ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη πέπταται ἀννέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη». ἀγάννιφον οὖν ἢ τὸν πάνυ κατανιφόμενον, ἢ τὸν οὔτε ὅλως, εἴπερ ἀπόστροφος εἰς τὸ γ τεθῇ.

`1.420d`

ἀγάννιφον: τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τὸν ἄγαν νίφοντα, ὡς βριήπυον καὶ γαιήοχον· τὰ γὰρ ὄρη «νιφόεντα» καλεῖ, ὡς καὶ Τήλεφος. τὸ δὲ αἴ κε πίθηται διὰ τὸ ἄδικα μέλλειν αἰτεῖν.

`1.420e`

ἀγάννιφον: τὸ νείφω σημαίνει τὸ βρέχω, ὅπερ γράφεται διὰ τῆς ει διφθόγγου, ἐξ οὗ νέφος καὶ νεφρός. νίφω τὸ χιονίζω διὰ τοῦ ι, ἐξ οὗ τὸ ἀγάννιφον. νήφω τὸ σπένδω διὰ τοῦ η, ἐξ οὗ τὰ νηφάλια ξύλα. νήφω τὸ προσέχω· καὶ διὰ τοῦ η τοῦτο· ἐξ οὗ τὸ «νήφων προσεύχου».

`1.421-2`

ἀλλὰ σὺ μὲν νῦν ... μήνιʼ: τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. τῆς ὀργῆς δὲ αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα τὸ φιλόνεικον αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ καὶ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις δὲ ἀναβάλλεται.

`1.423-4`

Ζεὺς ... μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕπονται: λέξις Ἀριστάρχου ἐκ τοῦ Α τῆς Ἰλιάδος ὑπομνήματος· «τὸ μὲν μετʼ ἀμύμονας ἐπʼ ἀμύμονας, ὅ ἐστι πρὸς ἀμώμους, ἀγαθούς, τὸ δὲ κατὰ δαῖτα ἀντὶ τοῦ ἐπὶ δαῖτα· οὕτως γὰρ νῦν Ὅμηρος τέθεικεν. ἔνιοι δὲ ποιοῦσι “μετὰ δαῖτα”, ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ μετά ἐπί. χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατά ἀντὶ τῆς ἐπί. Σοφοκλῆς· “ἐγὼ κατʼ αὐτόν, ὡς ὁρᾷς, ἐξέρχομαι”. οὕτως δὲ εὕρομεν καὶ ἐν τῇ Μασσαλιωτικῇ καὶ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντιμαχείῳ καὶ Ἀριστοφανείῳ.» Καλλίστρατος δὲ ἐν τῷ Πρὸς τὰς ἀθετήσεις ὁμοίως, καὶ ὁ Σιδώνιος καὶ ὁ Ἰξίων ἐν τῷ ἕκτῳ Πρὸς τὰς ἐξηγήσεις. καὶ τὸ θεοὶ δὲ πάντες ἕπονται διὰ τοῦ αι.

`1.423a`

ἐς Ὠκεανόν μετʼ ἀμύμονας Αἰθιοπῆας: νῦν τὸν ποταμὸν δηλοῖ, ἔστι δὲ ὅτε καὶ σωματοειδῆ τῶν «θεῶν γένεσιν». ἡ δὲ ἔς ἀντὶ τῆς πρὸς ἐπὶ ἐμψύχων· «ἀλλʼ ἐς μὲν Μενέλαον», «εἰς Ἀγαμέμνονα δῖον». εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν τοὺς θεούς. δισσοὶ δέ εἰσιν Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι. τινὲς δὲ γράφουσι «μετὰ Μέμνονας Αἰθιοπῆας». ἔθνος δὲ οὗτοι.

`1.423b`

μετʼ ἀμύμονας: Ἀρίσταρχος «ἐπʼ ἀμύμονας». ἡ μετά ἀντὶ τῆς ἐπί. ἔστι δὲ καὶ ἀντὶ τῆς ἔν· «στεροπὴν μετὰ χερσὶν» ἔχων.

`1.423c1`

Αἰθιοπῆας: ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. δισσοὶ δέ εἰσιν οἱ Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι, ὡς ἡ Ἰθάκη καὶ αἱ λοιπαὶ νῆσοι.

`1.423c2`

τὸ Αἰθιοπῆας ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν τὸ θεῖον. διττοὶ δέ εἰσιν οἱ Αἰθίοπες· οἱ μὲν πρὸς ἀνατολήν, οἱ δὲ πρὸς δύσιν, ὁριζόμενοι διχῆ ὑπὸ Νείλου.

`1.424a`

χθιζός ... πάντες: ἐπιρρηματικῶς ὡς καὶ τὸ τήμερος παρὰ τοῖς Ἀττικοῖς. τὸ δὲ πάντες συλληπτικόν, ὡς τὸ «ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι»· καὶ γὰρ Ἀθηνᾶ πρὸ ὀλίγου ἐξ οὐρανοῦ κατῆλθε, πεμφθεῖσα ὑπὸ Ἥρας.

`1.424b1`

μετὰ δαῖτα: Ἀρίσταρχος «κατὰ δαῖτα».

`1.424b2`

Ἀρίσταρχος γράφει «ἐπὶ δαῖτα», οἱ δὲ ἄλλοι «κατὰ δαῖτα», καὶ τὸ ἕπονται διὰ τῆς αι.

`1.424c`

κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕπονται: ὅτι τινὲς γράφουσι  <span class="gap">…</span> «μετὰ δαίμονας ἄλλους»· διὸ ἀθετεῖται.

`1.425`

δωδεκάτῃ δέ τοι αὖθις: φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι Διὸς ἱερόν, ἀφʼ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν ἄλλων ἐγχωρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς Λιβύης καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ τοσοῦτοι οἱ θεοί.

`1.426`

χαλκοβατές: στερεὰν ἔχον τὴν βάσιν. οὐκ ἄπεισι δὲ εἰς Αἰθιοπίαν ἡ Θέτις, ὅτι ἐκεῖ ἦσαν οἱ Ἀχαιϊκοὶ θεοί, καὶ τῷ υἱῷ καιρὸν μετανοίας διδοῦσα καὶ αὐτοῖς τοῖς Ἕλλησι, καὶ ἵνα Τρῶες αἴσθωνται τῆς μήνιδος καὶ τολμήσωσι λοιπὸν εἰς τὴν μάχην.

`1.427`

καί μιν πείσεσθαι ὀΐω: ἀπιοῦσα ἐν χρηστῇ ἐλπίδι καταλιμπάνει τὸν παῖδα. ὅμοιον δέ ἐστι τῷ «αἴ κε πίθηται».

`1.429`

γυναικός: ὅτι ἐλλείπει ἡ περί· ἔστι γὰρ περὶ γυναικός.

`1.430a`

τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων: ἐν τάξει ἀπολογίας τοῦτό φησιν, ὅτι οὐκ ἦν εὔλογον περὶ γυναίου αὐτὸν θυμοῦσθαι. ἄλλως τε τὴν ἰδίαν ἀποφαίνει γνώμην ὁ ποιητής, ἠδικῆσθαι αὐτὸν ὁμολογῶν.

`1.430b`

αὐτὰρ Ὀδυσσεύς: ὅπως μὴ τῇ τῆς Θέτιδος ἀπαλλαγῇ συνάψῃ τὴν ἐπάνοδον, διὰ μέσου βάλλει τὰ κατὰ τὸν Ὀδυσσέα, μόνον οὐχὶ λόγῳ καταμετρήσας τὸν ἐπὶ Χρύσην πλοῦν. ἑκατέροις δὲ μετρίως χρώμενος διαναπαύει τὸν ἀκροατήν, τῶν μὲν τὸν κόρον περιαιρῶν, τῶν δὲ τὴν ἐπιθυμίαν ἀποπληρῶν.

`1.430c`

αὐτὰρ Ὀδυσσεύς: ζήτει τὸ προηγούμενον τῆς τοιαύτης ἐννοίας· «ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν». ἐκεῖσε καταλιμπάνει τὸν Ὀδυσσέα.

`1.432a`

λιμένος πολυβενθέος: ἤδη καὶ λιμένων ἐπεσημήνατο φύσιν μιᾷ λέξει ὁ ποιητής. διαφέρει δὲ λιμὴν ὅρμου· λιμὴν μὲν γάρ ἐστι τὸ πᾶν, ὅρμος δὲ τὸ πρὸς τὴν γῆν.

`1.432b`

ἐντός: Ἀρίσταρχος «ἐγγύς», οἷον πλησίον, οὐχὶ ἐντός.

`1.434a1`

ἱστοδόκῃ: διὰ τοῦ κ ἐστι τὰ παρὰ τὸ δέχω, ὡς ξεινοδόκος καὶ πανδοκεῖον.

`1.434a2`

ἱστοδόκη τὸ κατὰ τὴν πρύμναν ἐξέχον ξύλον, καθʼ οὗ κλίνεται ὁ ἱστός. τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος, ἱστοδόκη.

`1.434b`

πέλασαν: πελασθῆναι ἐποίησαν, ὡς τὸ «πάντας μέν ῥʼ ἔλπει». καὶ ἔστιν ὁ τρόπος μετωνυμία.

`1.434c`

ὑφέντες: Ἀρίσταρχος «ἀφέντες».

`1.434d`

προτόνοισιν ὑφέντες: Ζηνόδοτος μὲν ὑφέντες, αἱ δὲ ἄλλαι πᾶσαι «ἐφέντες». πρότονοι δὲ τὰ ἀπὸ πρύμνης εἰς πρῷραν διήκοντα σχοινία.

`1.435a`

καρπαλίμως: βέλτιον τοῖς ἐπάνω προσδίδοσθαι τὸ καρπαλίμως.

`1.435b`

τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς: οὐ γὰρ ᾔδεσαν τῶν ἀνέμων τὸ παλίμβολον. ἄλλως τε ἐν Ἰλιάδι ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδίδαξε προσορμισμοῦ.

`1.435c1`

προέρυσσαν: διὰ τοῦ ε, «προέρεσσαν», οὐ διὰ τοῦ υ, προέρυσσαν, καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Σωσιγένους.

`1.435c2`

προέρεσσαν: οὕτω πᾶσαι.

`1.436-9`

ἐκ δʼ εὐνὰς ἔβαλον— ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο: πολλὴν ἔχει τὴν ἡδονὴν ἡ τῆς προθέσεως ἐπαγωγή. τὸ δὲ σχῆμα ἐπανάληψις.

`1.436`

ἐκ δʼ εὐνάς: παρὰ τὸ εὐνάζειν—ἔμμεναι εὐνάς.

`1.437`

ἐπὶ ῥηγμῖνι: ἀλλαχοῦ ἡρμήνευκεν αὐτὸ διὰ τοῦ «χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει». πάντα δὲ ἐν ὀλίγῳ πέφρασται.

`1.440a`

ἐπὶ βωμὸν ἄγων: προσάγει τὴν κόρην τῷ βωμῷ ὥσπερ ἀποδιδοὺς ἐπὶ τοῦ θεοῦ μάρτυρος. ἔστι δὲ ἡ ἐπί ἀντὶ τῆς παρά.

`1.440b`

πολύμητις: τὰ ἐπίθετα Ὀδυσσέως «δῖος Ὀδυσσεύς», πολύμητις Ὀδυσσεύς. ὅτε δὲ καιρὸς τῆς σοφίας «Διῒ μῆτιν ἀτάλαντον» φησίν.

`1.441a1`

ἐν χερσὶ τίθει: ὅτι οὐ μόνον τὸ τίθημι κέκλιται, ἀλλʼ ἔστι καὶ περισπώμενον. καὶ ὅτι οὐκ ἐπὶ μόνων τῶν ἀψύχων τὸ τιθέναι.

`1.441a2`

τίθει: ἐπὶ ἐμψύχων.

`1.442-3`

ὦ Χρύση, πρό μʼ ἔπεμψεν—ἱερὴν ἑκατόμβην: αὐτὰ τὰ ἀναγκαῖα συλλαβὼν λέγει ἁπλῶς, ὡς ἐπὶ θεοῦ πανοῦργον οὐδέν.

`1.442`

πρό μʼ ἔπεμψε: πρό τὴν εἰς τὸ ἔμπροσθεν δηλοῖ σχέσιν, οὐ χρονικήν.

`1.443a`

παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην: ὅτι τὸ ἀγέμεν κοινόν, ὥστε γίνεσθαι τὸν ἑξῆς περισσόν· διὸ ἀθετεῖται.

`1.443b`

σοί: ὡς ἀντιδιαστελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν καὶ διὰ τὸν τέ.

`1.444a`

  
ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρʼ ἱλασόμεσθα ἄνακτα:  
ὅτι περισσός.

`1.444b`

ῥέξαι: καὶ σφάξαι· τὸ δὲ θῦσαι ἐπὶ τοῦ θυσιάσαι μόνως φησίν.

`1.444c`

ἱλασόμεσθα: πλεονασμὸς τοῦ ς.

`1.445`

ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν: ἐμφρόνως τὸ μὴ ἐπενεγκεῖν ὅτι Χρύσου εὐξαμένου ὁ λοιμὸς ἐπηνέχθη, ἵνα μὴ διατρέψῃ τὸν γέροντα ὡς κακῶν αἴτιον. καίτοι Ἀχιλλεύς φησι· «τοῖο δʼ Ἀπόλλων εὐξαμένου ἤκουσεν».

`1.446-8`

ὣς εἰπὼν ἐν χερσὶ τίθει—ἔστησαν: ὅτι Ζηνόδοτος οὕτως συντετμημένως· «ὣς εἰπῶν· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην ἑξείης ἔστησαν». τὴν δὲ ἀναγκαιοτάτην Χρυσηΐδα περιεῖλεν.

`1.446`

ἐδέξατο χαίρων: περιέτεμε τὸν λόγον τοῦ γέροντος· οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν ἦν τοὺς ἀποδόντας· τὸ μὲν γὰρ δουλοπρεπές, τὸ δὲ παροξυντικόν. ἀλλʼ οὐδὲ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα λεγόμενα ὁπόσην τὰ λυπηρά.

`1.447a1`

κλειτήν: «ἱερήν», οὐ κλειτήν εἶχον αἱ Ἀριστάρχου.

`1.447a2`

κλειτήν: πᾶσαι «ἱερήν» εἶχον.

`1.448a`

ἑξείης: οἶμαι τὴν ει πεπλεονακέναι ὡς ἐν τῷ «ἀδελφειός»

`1.448b`

ἐΰδμητον: δέμω δμῶ δμήσω δέδμηται, δμητός, ἐΰδμητος, ὡς «ἐΰννητος»

`1.449a`

χερνίψαντο: δεῖ γὰρ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰκάζειν αὑτὸν θεῷ. ἀπὸ δὲ τῆς χερὸς ἑνικῆς χερνίψαντο. διὰ τί μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺς ἀνθρώπους ἀπονίζοντας τὰς χεῖρας; ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο ὥστε δεῖσθαι ἀπονίψεως, καὶ ὅτι παυσάμενοι τοῦ δειπνεῖν ἔσπενδον· μετὰ δὲ σπονδὰς οὐ δεῖ ἀπονίζεσθαι. ῥητέον δὲ καὶ τοῦτο· ὅταν γὰρ λέγῃ· «χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος νίψασθαι», φήσομεν οὐκ εἰς τὸ νίψασθαι πρὸ τοῦ δείπνου μόνον· ἁπλῶς γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος ἐπέξεισιν, ὥστε παρέκειτο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίζεσθαι· καὶ γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου βούλοιντο χρήσασθαι αὐτοῖς παρέκειτο. οὕτω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ Τηλεμάχου εὐωχουμένους οὐκέτι δεδήλωκεν, ὅπως ἐκ τῆς ἠϊόνος ἀναστάντες ἀπηλλάγησαν. καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ οὐκέτι φησίν, ὅπως τοῦτο ἀπιοῦσα ἀπέλαβεν· ἐπεὶ καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι δίδωσι Μηριόνης Ὀδυσσεῖ· ὅπως δὲ τοῦτο ἀπέδωκεν, οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθʼ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρʼ αὐτῷ· οὐ γὰρ μόνον, τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ, ἐφρόντισεν.

`1.449b`

οὐλοχύτας: τινὲς τὰ κανᾶ, διʼ ὧν ἐπέχεον τὰς οὐλάς, αἳ πρὸς ἀντιδιαστολὴν εἴρηνται τῶν ψαιστῶν, ἀπαρχὴ δὲ τῆς προτέρας ζωῆς θεοῖς ἀπεδίδοντο· πρὸ τῶν πυρῶν γὰρ εὕρηνται, καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν βαλάνων οὕτως ὠνομάσθησαν. κριθὰς δὲ μετὰ ἁλῶν μεμιγμένας ἐπέχεον—αὐτάς φησιν ὁ ποιητής.

`1.450`

μεγάλʼ εὔχετο χεῖρας ἀνασχών: μεγάλως ἀνασχὼν τὰς χεῖρας· ἐπὶ σωτηρίᾳ γὰρ εὐχόμενος παρρησίαν ἄγει. ὅτε δὲ κατηρᾶτο τοὺς Ἕλληνας, ἡσυχῇ ηὔχετο· ἐπʼ ὀλέθρῳ γὰρ ἀνθρώπων ἡ αἴτησις.

`1.451`

κλῦθί μευ: τὸ μεῦ διὰ τοῦ ευ κατὰ γενικὴν πτῶσιν.

`1.453`

πάρος ἔκλυες: ἐλεύθερον ἅμα καὶ προσακτικὸν τὸ χάριτας εἰδέναι. φησὶν οὖν, εἰ προήκουσάς μου, καὶ νῦν δίκαιος εἶ ἀκοῦσαι.

`1.454`

τιμήσας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν: ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον οὐκ ὀρθῶς λέγεται, ἐντεῦθεν μετενεχθείς· οὐ γὰρ εἰκότως Ἀχιλλεὺς ἐπιχαίρει τῇ ἥττῃ τῶν Ἑλλήνων. ὁ δὲ Χρύσης βάρβαρος καὶ μισέλλην.

`1.456`

λοιγὸν ἄμυνον: οὐ πολλῆς ἐδέησεν εὐχῆς αὐτῷ· ἐλεῆμον γάρ ἐστι τὸ θεῖον.

`1.457`

τοῦ δʼ ἔκλυε: δεξιὸν καὶ παιδευτικὸν τὸ παραχρῆμα μετατίθεσθαι εἰς ἔλεον τὸν θεόν.

`1.458a`

προβάλοντο προεβάλοντο εἰς τὸν βωμόν· οὐχ ὡς Ἀριστοφάνης· «σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν».

`1.458b`

προβάλοντο: ὁμοιοτέλευτον τὸ σχῆμα.

`1.459`

αὐέρυσαν: τὸ αὖ τὸ πάλιν δηλοῖ. ἢ ἃ ἔρυσαν, καὶ πλεονασμῷ τοῦ υ. Κυμαίων δὲ ἔθος τὸ αὐερύειν, αἰτούντων τὸν θεὸν ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω αὐτοὺς ἕλκειν. τηρεῖ δὲ τὰ Ἑλληνικὰ ἔθη.

αὐέρυσαν μὲν πρῶτα: εἰς τοὐπίσω ἀνέκλων—κάτω εἰς γῆν.

`1.460`

μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν: ἐπεὶ στάσεως αἴτια μᾶλλον τῶν ἄλλων ὀστῶν. τὸ δὲ λίπος ὡς λαμπρόν, ἢ διὰ τὸ καίεσθαι διʼ αὐτοῦ τὰ μηρία.

`1.461a`

δίπτυχα: τινὲς ὡς ὑπόβρυχα. καὶ τῷ μὲν ἑνὶ ἐπιτίθεται ὁ μηρός, θατέρῳ δὲ τὰ ἄκρα.

`1.461b`

ὠμοθέτησαν: ἀπὸ τῶν ὠμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέλους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι. διὸ ἡ διπλῆ.

`1.461c`

ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν: ἀλλαχοῦ ἡρμήνευσε τί ἐστι τὸ ὠμοθέτησαν· «ὁ δʼ ὠμοθετεῖτο συβώτης, πάντοθεν ἀρχόμενος μελέων, ἐς πίονα δημόν».

`1.463`

πεμπώβολα: διὰ τὸ μὴ συμπεσεῖν τῷ πεντώβολον. καὶ τοὺς μὲν ἄλλους τρισὶν ὀβελοῖς πείρειν, Κυμαίους δέ φασι πέντε.

`1.464a`

αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη: Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα Ἰακώτερον ἐκδέξηται τὸ κάη· καὶ Ἀρίσταρχος δὲ οὕτως. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα». τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μῆρον· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει, ἐπεί τοι εὐθύνεται ὁ τόνος· τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ εἰς ον λῆγον τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν τὰ ζυγά, δίφρος δίφρον δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά, εἰ δὲ μῆρα, καὶ μήρους. εἰ δὲ δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τὸ περὶ τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει.

`1.464b1`

μῆρʼ ... πάσαντο: ἀπὸ τοῦ μηρία συνεκόπη καὶ ἐγένετο μῆρα, καὶ κατὰ ἀποκοπὴν μῆρʼ. δηλοῖ δὲ τὰ ἐναγίσματα τῶν θεῶν. Ἰακῶς δὲ τὸ πάσαντο προενεκτέον.

`1.464b2`

μῆρα: ἀπὸ τοῦ μηρία συνεκόπη, καὶ μάλιστα τὰ ἐναγίσματα τῶν θεῶν δηλοῖ.

`1.464c`

σπλάγχνα: ἀντὶ τοῦ τῶν σπλάγχνων, ὅ ἐστι τῶν ἐντοσθιδίων, ἥπατος νεφρῶν καὶ τῶν ἑξῆς. τούτων δὲ πάντων ἀπεγεύσαντο, ἀπὸ σπλάγχνων καὶ ψυχικῆς σπουδῆς δηλοῦντες τὴν θυσίαν ποιεῖν.

`1.464d`

σπλάγχνʼ ἐπάσαντο: Ἀρίσταρχος Ἰακῶς «πάσαντο».

`1.465a`

μίστυλλον: παρὰ τὸ μεῖον, μείως ἔτιλλον, καὶ κατὰ συγκοπὴν μίστυλλον. οὐκ ἔχει δὲ τὸ ε, ὡς οὐδὲ τὸ μικρός παρὰ τὸ μεῖον ὄν.

`1.465b1`

ἄρα τʼ ἄλλα: Πτολεμαῖος ὡς τἆργα «τἆλλα». ἡ μέντοι κοινὴ ἀνάγνωσις παραπληρωματικὸν ἔλαβε τὸν τέ σύνδεσμον, ἐν ἐκείνῳ δὲ συνεσταλμένον τὸ α ἐφύλαξεν, καθότι ἤδη ἔθος ἐστὶ τῷ ποιητῇ ἐλλείπειν τοῖς ἄρθροις.

`1.465b2`

τὸ δὲ τἆλλα κατὰ συναλιφὴν ὡς τἆργα. ὁ δὲ Ἡρωδιανὸς τὸν τέ παραπληρωματικὸν ἀποδέχεται, καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει.

`1.466`

ὤπτησάν τε περιφραδέως: ἐμπειρίας γὰρ προσδεῖ τοῖς ὀπτῶσι· καὶ ὀπτᾶν δὲ εἴρηται διὰ τὸ πυκνότερον ἐποπτεύειν τὸν ὀπτῶντα.

`1.467a`

πόνου: ὅτι πόνον τὸ ἐπὶ τῆς ἱερουργίας ἔργον. οὐδέποτε δὲ τὴν ἀλγηδόνα πόνον εἴρηκεν.

`1.467b1`

πόνου τῆς περὶ τὴν ἱεροποιΐαν σπουδῆς, ἐνίοτε δὲ καὶ τὴν ταλαιπωρίαν δηλοῖ· «ἦ μὴν καὶ πόνος ἐστί». οἱ δὲ μόνην τὴν τῆς ἱερουργίας φασὶ σπουδήν, καὶ οὐδέπω πόνον τὴν ἀλγηδόνα καλεῖν τὸν ποιητήν.

`1.467b2`

τοῦ τῆς ἱερουργίας πόνου, ἤτοι τῆς ἐνεργείας· οὐδέποτε γὰρ πόνον τὴν ἀλγηδόνα φησὶν ὁ ποιητής. ἐνίοτε δὲ καὶ τὴν ταλαιπωρίαν δηλοῖ· «ἦ μὴν καὶ πόνος ἐστί». νῦν δὲ τὴν περὶ τὴν ἱεροποιΐαν σπουδήν.

`1.467c`

τετύκοντο: τεύχω ἔτυχον ἐτυχόμην ἐτύχοντο, ποιητικὸς Ἰωνικὸς διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις· μετὰ τροπῆς τετύκοντο, ὡς παρὰ τὸ χάζω «κεκάδοντο». «κεχάροντο δὲ πάντες Ἀχαιοί».

`1.468`

δαιτὸς ἐΐσης: τῆς ὁμοίως πᾶσιν ἐπιγινομένης διὰ τὸν ἔρωτα. ἢ τῆς μεριζομένης, ἐπεὶ κἀν τοῖς εὐτελέσι τὴν ἰσότητα ἐτήρουν ὡς τὸ «δαιτρὸν πίνωσιν».

`1.469a`

ἐξ ἔρον ἕντο: τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δασυντέον· ἔστι γὰρ παρὰ τὸ ἵημι, δεύτερος ἀόριστος ἧν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. ταῦτα δὲ καὶ πλεονάζουσι τὸ ι.

`1.469b`

ἐξ ἔρον ἕντο: ἀστικὸν δὲ τὸ μὴ φάναι ὅτι μέχρι κόρου ἤσθιον· τοῦτο γὰρ δουλοπρεπές, ὡς ἐπὶ Εὐμαίου· «πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος βῆ ῥʼ ἴμεναι μεθʼ υἵας»· διὸ τὸ μὲν ἔρος ἐπὶ πάντων λέγουσι λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ μόνων τῶν ἀφροδισίων, ὅ ἐστι ἀπίθανον· Πίνδαρος γοῦν «καὶ γάρ ἑτέροις ἑτέρων ἔρως ἔκνιξε φρένας»

`1.470a`

κοῦροι μὲν κρητῆρας: ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους· «οἰνοχόει δʼ υἱὸς Μενελάου», «ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὤροντο οἶνον ἐνοινοχοεῦντες» διὸ καὶ παῖδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμέν· καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν εἰσιν.

`1.470b`

ἐπεστέψαντο: ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν ὡς δοκεῖν ἐστέφθαι τῷ ὑγρῷ· «κρητῆρας ἐπιστεφέας οἴνοιο».

`1.471`

νώμησαν: διέδωκαν. ἐπαρξάμενοι δὲ ἐπιχέαντες. ὁ δὲ νοῦς· τῇ οἰνοχόῃ ἐπιχέαντες τοῖς ποτηρίοις διέδωκαν πᾶσιν. ἢ ἀπαρξάμενοι σπονδὴν τοῖς θεοῖς πᾶσιν ἐνώμησαν. νέμω δὲ νωμῶ, ὡς τρέχω τρωχῶ. τὸ δὲ δεπάεσσι πλεονασμῷ τοῦ ε ὡς πλέοσι πλεόνεσσι.

`1.472a`

οἱ δὲ πανημέριοι: ὅτι οὐ διʼ ὅλης φησὶ τῆς ἡμέρας, ἀλλὰ τοῦ λείποντος τῆς ἡμέρας· καὶ γὰρ τὸ μὲν πεπλεύκασι, τὸ δὲ λεῖπον εὐωχήθησαν.

`1.472b`

πανημέριοι: ἀντὶ τοῦ τὸ πᾶν τὸ λοιπὸν τῆς ἡμέρας εἰς τὴν ᾠδὴν ἀναλίσκοντες· οὐ γὰρ διʼ ὅλης τῆς ἡμέρας. ἡ δὲ μολπή ποτε καὶ ἐπὶ παιδιᾶς τίθεται, «ἤρχετο μολπῆς», κυνῶν δὲ μέλπηθρα τὰ ὀρχήματά φησιν

`1.473a1`

καλὸν ἀείδοντες παιήονα: ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα, ἀλλὰ τὸν ἐπὶ καταλύσει λοιμοῦ ὕμνον. καὶ τὸ καλόν ἀντὶ τοῦ καλῶς.

`1.473a2`

παιήονα: οὔτε τὸν Ἀπόλλωνα οὔτε τὸν ἰατρὸν τῶν θεῶν, ἀλλὰ τὸν ὕμνον τὸν ἐπὶ καταπαύσει τοῦ λοιμοῦ.

`1.473b1`

παιήονα: παιὼν καὶ παιὰν ὕμνος ἐπὶ καταπαύσει λοιμοῦ ἢ πολέμου ᾀδόμενος, πολλάκις καὶ προσδοκωμένου τοῦ δεινοῦ. πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί, παιανικόν, ὡς νῦν· θρηνητικόν, ὅπερ ἐπὶ γυναικῶν τάσσει, «ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο»· ὑπορχηματικόν, «κοῦροι δʼ ἐπελήκεον ἄλλοι»· σωφρονιστικόν, ὡς ὁ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας· ἐγκωμιαστικόν, οἷον ὁ φήμιος εὕρηται ᾄδων, «ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν».

`1.473b2`

παιήων γὰρ καὶ παιὰν ὕμνοι εἰσὶν ἐπὶ καταπαύσει λοιμοῦ ἢ πολέμου ᾀδόμενοι, πολλάκις καὶ προσδοκωμένου τοῦ δεινοῦ. πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί· σωφρονιστικόν, ὡς τὸ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας· ἐγκωμιαστικόν, οἷον Ἀχιλλεὺς εὕρηται ᾄδων· παιανικόν, ὡς νῦν· θρηνητικόν, ὅπερ ἐπὶ γυναικῶν μᾶλλον τάσσει, καὶ ὑπορχηματικόν.

`1.474a`

  
μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετʼ ἀκούων:  
ἀθετεῖται, ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέθηκεν αὐτόν. καὶ γίνεται δισσολογία· προείρηκε γὰρ «οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο». ἀπὸ δὲ τοῦ εἰπεῖν— ἕκαστος ὕμνοις.

`1.474b`

τέρπετο: ὡς μουσηγέτης, ἢ ὅτι κάλλιστον τῶν εἰς θεοὺς δώρων λόγος. ἀθετεῖται δὲ ὁ στίχος.

`1.475`

ἠέλιος κατέδυ: ὅρος τοῦ κατὰ φύσιν ὕπνου καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις ἡλίου δύσις. καὶ ἄλλως· «οὐ γὰρ ἔοικε δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι».

`1.476`

παρὰ πρυμνήσια νηός: ἵνα, ἐὰν εὔφορος αὔρα γένηται, αἴσθωνται κινηθείσης τῆς νεώς.

`1.477a`

ἦμος δʼ ἠριγένεια: ὅτι τῇ ἑξῆς ἐκ τῆς Χρύσης κατέρχονται. ἡ δὲ ἀναφορὰ ἀπὸ τῆς σημειώσεως πρὸς τὸν τῶν ἡμερῶν ἀριθμόν.

`1.477b`

ἠριγένεια: ἡ ἐκ τοῦ ἦρι γεννωμένη· «ἦρι μάλʼ Ἑλλήσποντον», ὡς «λυκηγενής» «τριτογενής»· ὅλα γὰρ ταῦτα εἰς πάθος ἀναλύεται, οὐκ εἰς ἐνέργειαν. τί οὖν ἐστι τὸ «αἰθρηγενέος Βορέαο» τὸ δὲ ἦρι ὀνοματικόν ἐστιν ἐπίρρημα. γίνεται δὲ ἐκ τοῦ ἀήρ ἀέρος ἀέρι καὶ ἦρι.

`1.477c`

ῥοδοδάκτυλος: πυρώδης γὰρ—ἀκτίνων σχῆμα. συνεκδοχή, ἀπὸ μέρους τὸ ὅλον. τὴν δὲ πολὺ τοῦ φωτὸς μετέχουσαν οὕτω καλεῖ, τὴν δὲ πολὺ τοῦ σκότους «κροκόπεπλον»

`1.478`

ἀνάγοντο: ἐφʼ ὕψους γάρ ἐστιν ἡ Τροία.

`1.479`

ἴκμενον: παρὰ τὸ ἱκνεῖσθαι—ἀέντων. ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης τὸ διαχυθὲν ἄνεμόν τινες ἔφασαν· διὸ ψιλωτέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθαι. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· τὸ γὰρ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος.

`1.480`

πέτασσαν: ἔστιν ἰδεῖν λυόμενον ἄρμενον καὶ ὑπὸ τοῦ ἀνέμου ἐπαιρόμενον.

`1.481a`

πρῆσεν: ἐφύσησεν, ἐς κόλπον ἐνέπρησεν. ὑπέγραψε δὲ τὴν οὐριοδρομοῦσαν ναῦν. συγχαίρων αὐτοῖς νῦν καλλιγραφεῖ τὸν ἀπόπλουν, οὐχ ὅτε ἀπῄεσαν, ὅπερ καὶ ἐπὶ Ποσειδῶνος

`1.481b`

ἐν δʼ ἄνεμος πρῆσεν: Ἀριστοτέλης φησὶν ὡς κινούμενα ὀνόματα γράφει ὁ ποιητής.

`1.482`

στείρῃ: ἐπεὶ στερεώτερα—τὰ ἄλλα ξύλα τῆς νεώς.

`1.483`

κατὰ κῦμα: ἀντὶ τοῦ κατὰ κύματος. τὸ δὲ πρὸς κῦμα ἐναντίωσιν σημαίνει.

`1.484a1`

μετὰ στρατόν: Ἀρίσταρχος «κατά», οὐ μετά. καὶ «χθιζὸς ἔβη κατὰ δαῖτα».

`1.484a2`

«κατὰ στρατόν» Ἀρίσταρχος, οὐ μετά.

`1.485`

ἐπʼ ἠπείροιο ἔρυσσαν: διδάσκει πολὺ ἀπὸ θαλάττης νεωλκεῖν ὑφορωμένους τὴν πλήμμυραν.

`1.486a`

ὑψοῦ ἐπὶ ψαμάθοις: ψάμαθος. καὶ ἡ ποταμία οὕτως καλεῖται· «κείμενον ἐν ψαμάθοις Αἰσήποιο».

`1.486b`

ἕρματα: τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερομένου τοῦ μ δασύνεται, ὅρμος ἅρμα Ἑρμῆς ὅρμαθος. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι «ἄρμενον» καὶ «ὄρμενον» ψιλὸν πνεῦμα ἀνεδέξατο.

`1.486c`

ἕρματα δασύνεται· τὰ γὰρ βραχέα πρὸ τοῦ ρ, ἐπαγομένου τοῦ μ, δασύνεται πλὴν τοῦ ἄρμενον.

`1.487`

αὐτοὶ δʼ ἐσκίδναντο: περισσὸν τὸ ἀποπρεσβεύεσθαι πρὸς Ἀγαμέμνονα· φανερὸν γὰρ ἦν ἀπὸ τῆς παύσεως τοῦ λοιμοῦ.

`1.488`

αὐτὰρ ὁ μήνιε: ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ «αὖθι μένων». τὸν δὲ «οὔτέ ποτʼ ἐς πόλεμον» οὐδὲ ἔγραφεν.

`1.488-9`

αὐτὰρ ὁ— διογενής: ὁ δὲ διογενής.

`1.490-1a`

οὔτέ ποτʼ εἰς ἀγορήν—οὔτέ ποτʼ ἐς πόλεμον: ἢ πρόληψίς ἐστιν, ἢ εἰκὸς κατὰ τὸ σιωπώμενον καὶ ἐκκλησίαν καὶ πόλεμον πρὸς τοὺς περιοίκους γενέσθαι· ἐφʼ ἑκάστης γὰρ συνῄεσαν «νηῒ παρὰ πρυμνῇ Ἀγαμέμνονος», αὐτὸς δὲ ἦν ὁ ἐπὶ τοὺς πολεμίους ἐξάγων, ὅπερ οὐκ ἐποίει νῦν. εὖ δὲ τῶν γενναίων ψυχῶν φθορὰν εἶπε τὴν ἀργίαν· τοῖς πρακτικοῖς γὰρ ἡ ἀργία φθορά ἐστιν· καὶ «κεῖτο γὰρ ἐν νήεσσι» φησὶ καὶ «κεῖτʼ ἀπομηνίσας».

`1.490-1b`

  
οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν  
οὔτέ ποτʼ ἐς πόλεμον: δύο οἶδεν ἀνδρῶν ἀρετάς, πρᾶξιν καὶ λόγον. προκρίνει δὲ τὸν λόγον. καὶ ἀλλαχοῦ «οὔπω εἰδόθʼ ὁμοιΐου πτολέμοιο οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν».

`1.492`

ποθέεσκε: ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις.

`1.493a`

ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο: Ἀρίσταρχος «ὁτεδή» ὡς δηλαδή παραλόγως ἀνεγίνωσκε. Πάμφιλος δὲ τὸ ὅτε κατʼ ἰδίαν ἀναφορικὸν ἀναλόγως· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίστου. ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀναγινώσκειν «ὁτεδή» ὡς δηλαδή, πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ σημαινόμενον παραφθείρει. τὸ δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν ἐγίνετο τοῖο, ὡς καλοῦ καλοῖο. ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ διαλαμβάνων περὶ τοῦ «ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο» λέγει ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίστου οὐκ ἔστιν ἡ χρῆσις παρὰ τῷ ποιητῇ, ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆς Καθόλου τὸ «ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν» ὀξυτόνως δεῖν φησιν ἀναγινώσκεσθαι.

`1.493b`

ἐκ τοῖο: ἐκ τούτου δὴ τοῦ χρόνου, τοῦ τῆς μήνιδος· εἶπε γὰρ ἡ Θέτις· «χθιζὸς ἔβη μετὰ δαῖτα».

`1.495`

πάντες ἅμα: οἱ ἐκεῖσε ἀπομείναντες.

`1.496`

ἀνεδύσετο: παρατατικοῦ παθητικοῦ, ὡς ἀπὸ δύω ἐνεστῶτος τὸ παράγωγον δῦμι, ὁ μέλλων δύσω καὶ ἐγένετο ὁ μέλλων ἐνεστώς, οὗ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο. ὥσπερ ἐκ τοῦ βῶ βιβῶ βίβημι, ὁ μέλλων βήσω· καὶ μετάγεται εἰς ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην ἐβήσετο.

`1.497a`

ἠερίη δʼ ἀνέβη: ἐπιρρηματικῶς. διδάσκει δὲ καὶ τὸν τῶν ἐντεύξεων καιρόν· ἥσυχος γὰρ καὶ νηφάλιος ὁ ἐωθινὸς καιρός.

`1.497b1`

μέγαν οὐρανὸν Οὔλυμπόν τε: ὅτι οὕτως εἴρηκεν οὐχ ὡς τοῦ Ὀλύμπου ἐπʼ οὐρανοῦ ὄντος, ἀλλʼ ἐπεὶ καὶ αἱ κορυφαὶ τοῦ ὄρους ὑπὲρ τὰ νέφη εἰσίν, ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος οὐρανὸς καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ. ἀλλὰ καὶ ἐν οὐρανῷ καὶ ἐν Ὀλύμπῳ γεγονέναι αὐτὴν λέγει.

`1.497b2`

μέγαν οὐρανόν: οὕτω καὶ τὸ στερέωμα καλεῖ — «οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος» Τ — καὶ τὸν ὑπερνέφιον τόπον. αἱ δὲ κορυφαὶ τῶν ὀρέων ὑπερνέφιοί εἰσιν.

`1.497c`

οὐρανὸν Οὔλυμπόν τε: ὅτι ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμπου ἐστὶν ὁμώνυμος πόλις Ὄλυμπος.

`1.498`

εὐρύοπα: ἤτοι μεγαλόφθαλμον—ὅ ἐστι τὴν φωνήν.

εὐρύοπα: ψιλῶς μεγαλόφωνον, ὡς τὸ «ἐριβρεμέτης» ἢ μεγαλόφθαλμον διὰ τὸ προνοητικόν. ἰδίᾳ δὲ κάθηται διὰ τὴν ἐξοχήν, «ὁ δʼ ἀφήμενος οὐκ ἀλεγίζει», ἅμα δὲ καὶ πρὸς τὸ παρόν.

`1.499a1`

πολυδειράδος Οὐλύμποιο: ὅτι καὶ ἀρσενικῶς τὸ πολυδειράδος ὡς ἐνταῦθα.

`1.499a2`

ἀρσενικὸν τὸ πολυδειράδος.

`1.499b`

πολυδειράδος Οὐλύμποιο: παροιμία· «τρὶς δὲ τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου.»

`1.500a1`

καὶ λάβε γούνων: ἱκανὸν καὶ τὸ σχῆμα ἐπικλάσαι. εἰκόνα δὲ ὡς ἐν γραφῇ προέβαλεν.

`1.500a2`

εἰκόνα δεομένου ὡς ἐν γραφῇ προέβαλεν. ἱκανὸν δὲ τὸ σχῆμα ἐπικλάσαι αὐτόν.

`1.501`

ὑπʼ ἀνθερεῶνος ἑλοῦσα: ὑπολαβοῦσα τὸν ἀνθερεῶνα· ἀντιφράζων γοῦν φησιν· «ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλαβε χειρὶ γενείου». ἀγαθὰ δὲ οἰωνιζομένη λεχθῆναι τοῦ γενείου αὐτοῦ προσελάβετο.

`1.503`

ὄνησα: πεφεισμένως ὠφέλειαν εἶπε τὴν τῆς ἀρχῆς σωτηρίαν· ὑπέμνησε μέντοι τῆς χάριτος, ἀλλʼ οὐκ ὠνείδισεν.

`1.504a`

ἢ ἔπει ἢ ἔργῳ: ὅτι εἰ μὴ προϊστορήσαμεν τὰ περὶ τῶν δεσμῶν, ἐφʼ ὧν ἡ Θέτις ἐβοήθησεν αὐτῷ, ἐζητοῦμεν ἂν, τί αὐτὸν ὤνησεν.

`1.504b`

ἢ ἔπει ἢ ἔργῳ: ἔνιοι μέν φασιν ὅτι καὶ λόγῳ ὤνησε τὸν Δία καὶ ἔργῳ, λόγῳ μὲν βοηθὸν ἐλθεῖν πείσασα τὸν Βριάρεων, ἔργῳ δὲ διὰ τὸ μηκέτι δεθῆναι. ἄμεινον δὲ φάσκειν, ὅτι προσέθηκε τῷ λόγῳ οὐ γενόμενον, ἵνα μὴ δοκῇ φανερῶς ὀνειδίζειν τὸ ἔργον.

`1.505a`

τίμησόν μοι υἱόν: εἰ ἐγὼ ἀλλοτρία οὖσα ὠφέλησα, πῶς οὐ δίκαιον ἐμὲ παρακαλεῖν ὑπὲρ τοῦ ἐμοῦ παιδός, καὶ ταῦτα ὑβρισθέντος καὶ δυστυχοῦντος; πλήρωσον οὖν μοι τὴν αἴτησιν.

`1.505b`

τίμησόν μοι υἱόν: εὖ τὸ μὴ εἰπεῖν «Ἀχιλλέα»· ἀγωγὸν γὰρ πειθοῦς μᾶλλον τὸ τῆς φύσεως ὄνομα. καὶ ἐν τοῖς ἑξῆς «υἱὸν ἐμὸν τίσωσιν».

`1.505c`

ὃς ὠκυμορώτατος: ἔλεον ἐπάγει τὴν ἀωρίαν τοῦ παιδὸς οἰκτισαμένη, καὶ δεικνύουσα ὅτι βίου πολυχρονίου προκρίνας τιμὴν καὶ ταύτης συνεστέρηται. ἐν βραχεῖ δὲ πάντα πέφρασται.

`1.508a`

ἀλλὰ σύ πέρ μιν: ἠθικὸν τὸ σύ· ὃν ἐκεῖνος ὕβρισε, σὺ μὴ ἐξουθενήσῃς.

`1.508b`

μητίετα: βουλευτικώτατε. ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ εἰς της λήγοντα βαρύτονα, βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα τοῦ ς ἐπὶ γενικῆς, καὶ ἐπὶ κλητικῆς παροξύνεται, οἰκέτα φυλέτα εὐνέτα. παραλόγως ἄρα ἡ «εὐρύοπα», δέσποτα καὶ τὸ μητίετα. ἔστι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι, ἀπὸ εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. οὕτως Ὦρος. καὶ Ἀπολλώνιος ἐν τῷ Περὶ παρωνύμων καὶ ἀπὸ τοῦ μητῖτά φησι τὸ μητίετα.

`1.509-10`

τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρʼ ἂν Ἀχαιοί υἱὸν ἐμὸν τίσωσιν, ὀφέλλωσίν τέ ἑ τιμῇ: βραχὺ διασταλτέον ἐπὶ τὸ κράτος καὶ τίσωσιν

`1.509`

τόφρα δʼ ἐπὶ Τρώεσσιν: ἐλάχιστον ὁρίζει καιρὸν πρὸς πειθώ. κακῶς δὲ τὸ ἀναφορικόν. ἀλλαχοῦ δὲ «ὄφρα μὲν ἠέλιος, τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο».

`1.510a`

ὀφέλλωσιν τέ ἑ τιμῇ: αὐξήσωσιν αὐτὸν τιμῇ. εἰκότως δὲ τὸ τῆς τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ· τοῖς γὰρ ἀγαθοῖς ἀνδράσι τιμὴ φίλον, ἀτιμία δʼ ἐχθρόν.

`1.510b`

ὀφέλλωσιν: αὔξωσιν. ὅθεν καὶ ὄφλημα τὸ χρέος διὰ τὸν τόκον.

`1.511`

τὴν δʼ οὔ τι προσέφη: ὅτι μετʼ ἐπισκέψεως ποιεῖσθαι τὰς ἀποκρίσεις δεῖ, ὅπου καὶ ὁ Ζεὺς σκέπτεται· ἅμα δὲ καὶ ὅτι περὶ πάσης ἐνθυμεῖται τῆς Ἰλιακῆς περιπετείας. τὸ δὲ τί περιττόν.

`1.512a`

ἀκέων: ἀντὶ τοῦ ἀκεόντως.

`1.512b`

Θέτις δʼ ὡς ἥψατο γούνων: ὑποστιγμὴ ἐν ὑποκρίσει ἐπὶ τὸ γούνων διὰ τὸ ὡς μόριον.

`1.512c`

ὡς ἥψατο γούνων: ὡς ὥσπερ, ἀναφορικῶς. διδάσκει δὲ ἡμᾶς ὁ ποιητὴς μὴ ἀποκάμνειν ἐν ταῖς ἱκεσίαις.

`1.513a`

ὣς ἔχετʼ ἐμπεφυυῖα: οὕτως, ἀνταποδοτικῶς. ἐμφαντικὴ δὲ ἡ μεταφορά, ὥσπερ ἡνωμένης. διάστημα δὲ δίδωσιν ἐπικλῶσα αὐτὸν εἰς ἔλεον καὶ τῷ σχήματι καὶ τῷ λόγῳ.

`1.513b`

εἴρετο: Δημήτριος ὁ Ἰξίων προπερισπᾷ παραλαμβάνων τὸ τό ἄρθρον.

`1.513c`

εἴρετο: ἔλεγεν. «εἴροντο δὲ κήδεʼ ἑκάστη». ὁ Ἰξίων «καὶ εἶρε τὸ δεύτερον», κακῶς.

`1.515`

ἐπεὶ οὔ τοι ἔπι δέος: ἐπεί σύνδεσμος, ἔπι πρόθεσις ἀναστραφεῖσα· οὐδένα φοβῇ ἀρνήσασθαι καὶ συγκαταθέσθαι. τοῦτο δὲ δυσωπητικόν, καὶ ὅτι ὁ τηλικαύτην ὀφειλήσας χάριν οὐδὲ τὴν τυχοῦσαν χαριεῖται.

`1.516`

ἀτιμοτάτη θεός εἰμι: ἣν ἔδει καὶ λίαν τιμιωτάτην εἶναι παρὰ σοί. πιθανῶς δὲ οὐκ εἶπεν, ὅσον ἀχάριστος παρὰ πάντας εἶ, ἑαυτὴν δὲ ἀτιμοτάτην ἔσεσθαι.

`1.517`

ὀχθήσας: εἰς ὕψος ἐπάρας τὸν θυμόν, παρὰ τοὺς ὄχθους. ἢ παρὰ τὸ ἄχθος ἀχθήσας, ὅ ἐστιν ἀχθεσθείς, καὶ ὀχθήσας.

`1.518a`

ἦ δὴ λοίγια: περισπαστέον τὸν ἦ· ἔστι γὰρ βεβαιωτικὸς ἐν ἀρχῇ κείμενος ὁμοίως τῷ «ἦ δὴ ἀλιτρός ἐσσι».

`1.518b`

ἐχθοδοπῆσαι ἐφήσεις: ἐντέχνως ηὔξησε τὴν χάριν, διʼ αὐτὴν φάσκων τὴν εἰς τοὺς φιλτάτους παρορᾶν τιμήν.

`1.519a`

Ἥρῃ, ὅτʼ ἄν μʼ ἐρέθῃσιν: Ἀρίσταρχος τὸ «Ἥρη» κατʼ εὐθεῖάν φησιν, οὐ κατὰ δοτικήν, ἵνʼ ᾖ ὅταν με ἐρέθῃ Ἥρη, ἐχθοδοπῆσαί με ἐφήσεις. τὸ δὲ ὅτʼ ἄν με τρία μέρη λόγου.

`1.519b`

ὅτʼ ἄν με: τρία μέρη λόγου.

`1.519c`

ὅταν: τὸ τέλειον ὅτε ἄν ἐστι, καὶ κατὰ συναλιφὴν ὅτʼ ἄν. ἐν δὲ τῇ συντάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ «οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων», «οὐκ ἂν δὴ μείνειας». ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες· «ὡς ὅτʼ ἂν ὠδίνουσαν». καὶ τοτὲ μὲν ἐν σημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸν ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα οὐδέποτε συστέλλει τὸ α· τὸ γὰρ «πάμπαν» οὐ φύσει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατʼ ἀρχὰς συντίθεται.

Ζεὺς ἐρασθεὶς—πάντας ἥρωας.

`1.520`

αὔτως: μάτην, ψευδῶς, ἐμοῦ μὴ ταῖς ἀληθείαις ἐπικουροῦντος αὐτοῖς. ἄκρως δὲ γυναικεῖον ἦθος ἐξέθετο· ὑποπτεύουσι γὰρ ἅπαντα, καὶ τοῖς ἀνδράσιν ὀνειδίζουσιν ὡς οὐ πράττουσι τὰ κεχαρισμένα αὐταῖς.

`1.522a1`

μή σε: οὐχὶ μή σε, ἀλλὰ «μή τι» αἱ Ἀριστάρχου καὶ αἱ ἄλλαι σχεδὸν πᾶσαι διορθώσεις. καὶ μήποτε ἐκ περισσοῦ τὸ τί πρόσκειται, ὡς ἐπὶ τούτων «μή τι φόβον δʼ ἀγόρευε», «μή τί μευ ἠΰτε παιδός», «μή τι σὺ ταῦτα ἕκαστα διείρεο»

`1.522a2`

μή σε: αἱ πᾶσαι «μή τι», καὶ ἔστιν ἐκ περιττοῦ τὸ τί, ὡς τὸ «μή τι φόβον δʼ ἀγόρευε», «μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε».

`1.523a`

ἐμοὶ δέ κε ταῦτα μελήσεται: ὅτι περισσὸς ὁ κέ.

`1.523b`

μελήσεται: μελήσει δέ μοι, πῶς ταῦτα τελέσω. τῆς δωρεᾶς δὲ ἐμφήνας τὸ μέγεθος ὅτι τε τῇ γυναικὶ προσκρούσει δοὺς αὐτήν, ὅμως ἐπὶ τελέσει ἐπινεύει, διδάσκοντος τοῦ ποιητοῦ ὡς μέγιστόν ἐστιν ἀποδιδόναι χάριν ὀφείλοντα.

`1.524a`

εἰ δʼ ἄγε τοι: ἰδοὺ δή σοι.

`1.524b`

κεφαλῇ κατανεύσομαι: τὸ λογιστικὸν περὶ κεφαλήν, τὸ θυμικὸν περὶ καρδίαν, «κραδίη δέ οἱ ἔνδον ὑλάκτει», «οἰδάνεται κραδίη χόλῳ», τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ, «ἧπαρ ἔκειρον».

`1.524c`

κεφαλῇ κατανεύσομαι: οὕτως κατανεύσομαι, οὐχὶ «ἐπινεύσομαι» Ἀρίσταρχος ἐν τοῖς Πρὸς Φιλίταν προφέρεται.

`1.525-7`

τοῦτο γὰρ—μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλόν οὐδʼ ἀτελεύτητον: ὅτι περιώρικε τοὺς τρόπους. στικτέον δὲ ἐπὶ τὸ παλινάγρετον, τὰ δὲ ἄλλα συναπτέον. εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ, ὑγιεστέρα μὲν ἡ σύνταξις ἔσται  <span class="gap">…</span> διὰ τοῦ παλινάγρετον ἐσήμανεν ὅτι βέβαιός ἐστιν· ὅτι φιλάγαθος διὰ τοῦ ἀπατηλόν· ὅτι τελεσιουργός διὰ τοῦ ἀτελεύτητον

`1.526-7`

οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλόν οὐδʼ ἀτελεύτητον: ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς δὲ αἰτίας εἶπε, διʼ ἃς οὐ τελοῦμεν τὰς ὑποσχέσεις, ἢ μετανοήσαντες, ὅπερ δηλοῖ τὸ παλινάγρετον, ἢ παραλογιζόμενοι τοὺς δεηθέντας, ὅπερ ἐν τῷ ἀπατηλῷ νοεῖται, ἢ οὐ δυνηθέντες ἐπιτελεῖν τὰς ὑποσχέσεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον

`1.526a`

παλινάγρετον: ὑστερόληπτον, οἱονεὶ μεταμελητόν.

`1.526b`

παλινάγρετον: εὐμετάτρεπτον.

`1.528a`

ἦ: ἔφη, εἶπεν. δηλοῖ δὲ πλείονα, καὶ τὸ ἥτις, ὡς ἐπὶ τοῦ «ἣ μυρίʼ Ἀχαιοῖς», καὶ τὸν καί σύνδεσμον, ὡς ἐπὶ τοῦ «βούλομʼ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι». δηλοῖ καὶ τὸ ἀληθῶς, ὡς ἐπὶ τοῦ «ἦ δὴ λοίγια ἔργα»· τὸ γὰρ ὄντως ἐπὶ τοῦ ἀληθοῦς λαμβάνεται.

`1.528b`

ἐπʼ ὀφρύσι: ταῖς ὀφρύσι, συνεκδοχικῶς ὡς ἀπὸ μέρους τὴν κεφαλήν· εὐθὺς γὰρ ἐπάγει «ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο».

`1.528c`

ἐπʼ ὀφρύσι νεῦσε: ἐπένευσε ταῖς ὀφρύσι· μέρος γὰρ αὗται τῆς κεφαλῆς. κυάνεαι δὲ αἱ μέλαιναι, «κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον», καὶ αἱ καταπληκτικαί, «κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι».

`1.528-9`

ἦ καὶ κυανέῃσιν—ἐπερρώσαντο ἄνακτος: ἀπὸ τούτων λέγεται τῶν δύο στίχων Φειδίαν τὸν ἀγαλματοποιὸν ποιῆσαι τὸν ἐν Ἤλιδι χαλκοῦν ἀνδριάντα οὕτως καμπτόμενον καὶ συνωθούμενον.

`1.530a`

κρατός: ὅτι Ζηνόδοτος γράφει «κρητός». οὐκ ἔστι δὲ Ἰακόν· «ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος».

`1.530b`

μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον: κατὰ συλλογισμὸν ὁ ἔπαινος· οἷος γάρ ἐστιν ὅλος κινούμενος, ὃς νεύματι τὸν Ὄλυμπον κινεῖ. περὶ δὲ τῆς Ἥρας μετριώτερον· «σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον». Εὐφράνωρ δὲ Ἀθήνησι τοὺς δώδεκα θεοὺς γράφων ἐν τῇ στοᾷ, ὡς ἠπόρει ποῖον ἀρχέτυπον περιθείη Διΐ, παριὼν ἐν διδασκάλου τῶν ἐπῶν τούτων ἤκουσε, κεκραγώς τε ὡς ἔχοι τὸ ἀρχέτυπον ἀπιὼν ἔγραψεν. ἴσως οὖν τοῦτο ἐνεφάνισεν αὐτῷ ἡ Ἥρα

`1.530c`

μέγαν δʼ ἐλέλιξεν: οὐκ ἀργὸν τὸ μέγαν, ἀλλʼ ὅτι καὶ τοσοῦτος ὢν τῷ νεύματι ἐσείσθη. τῷ δὲ τάχει τῶν συλλαβῶν τὸν τρόμον τοῦ ὄρους διαγράφει καὶ τὸ ταχὺ τῆς κινήσεως δηλοῖ.

`1.531a`

διέτμαγεν: αἱ πᾶσαι διὰ τοῦ ε. ἡ μεταφορὰ δὲ ἀπὸ τῶν τεμνομένων σωμάτων.

`1.531b`

διέτμαγεν: διεχωρίσθησαν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τεμνομένων σωματών.

`1.532a`

ἆλτο: ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλόμενον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἅλλομαι δασυνόμενον, εἴ γε τὸ α πρὸ δύο λλ ἐψιλοῦτο, ἄλλος ἀλλότριος. τάχα δέ, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰς λ, ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας, ψιλοῦται· «Ἄλτεω, ὃς Λελέγεσσι», «ληΐου ἀλδήσκοντος», «ἄλθετο χείρ». ἔνθεν τινὲς καὶ τὸ «ὃς τοῦτον τὸν ἄναλτον» ψιλῶς προφέρονται.

`1.531b`

εἰς ἅλα ἆλτο: πρὸς τὸν παῖδα γὰρ ἀπιοῦσα ὑπόνοιαν ἂν ἔδωκε τῇ Ἥρᾳ. τὸ δὲ ἆλτο ψιλωτέον· τὸ γὰρ α καταλῆγον εἰς λ, ἑνὸς τῶν τῆς τρίτης συζυγίας ἐπαγομένου, ψιλοῦται.

`1.534`

ἐξ ἑδέων: δασύνεται παρὰ τὸ ἕζω. οἱ δὲ μετὰ τοῦ ρ, «ἐξ ἑδρέων».

`1.534-5a`

ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον—ἅπαντες: ἀπὸ τούτων τῶν δύο στίχων λέγουσι γέροντας τιμῆσαι τὸν Λυκοῦργον τὸν τῶν Λακεδαιμονίων γράψαντα νόμον ἐπανίστασθαι τοὺς νέους τοῖς πρεσβυτέροις.

`1.534-5b`

σφοῦ: συγκοπῇ τοῦ σφετέρου. ἔνθεν καὶ Λυκοῦργος ἐθέσπισεν ἐπανίστασθαι τοῖς γεραιτέροις. τοιοῦτος καὶ Τηλέμαχος

`1.535a`

μεῖναι ἐπερχόμενον ... ἔσταν: ἀντὶ τοῦ ἐπερχομένου. ἄμεινον δὲ «ἦλθον» γράφειν· τοῦτο γὰρ ἐναντίον τῷ μεῖναι καὶ πλείονος τιμῆς ἐχόμενον.

`1.535b`

ἔσταν: ψιλωτέον τὸ ἔσταν, ἐπεὶ γίνεται «στὰν δὲ μεταστοιχεί»· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματος ε ἐν ψιλῷ πνεύματι οὐ δασύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε. ὁ δὲ ἔστησα ψιλοῦται, ἐπεὶ γίνεται «στῆσα δʼ ἐν Ἀμνησῷ ποταμῷ».

`1.538a`

ἀργυρόπεζα: κόσμον περὶ τὰς ᾤας ἔχουσα· ἢ διὰ τοὺς αἰγιαλούς.

`1.538b`

ἁλίοιο γέροντος: ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ διὰ τὸ «κλῦτε κασίγνηται Νηρηΐδες».

`1.539`

κερτομίοισι: τοῖς τὸ κέαρ βάλλουσι. γυναικεῖα δὲ ἄμφω, τό τε ὑπονοῆσαι καὶ τὸ μὴ ἐπισχεῖν τοῦ λόγου.

κερτομίοισι: τοῖς τὸ κέαρ τέμνουσιν, ὅ ἐστι τὴν ψυχήν, καὶ λυποῦσιν, οἱονεὶ κεαροτομίοις.

`1.540a1`

δολομῆτα: προπερισπαστέον τὸ δολομῆτα ὁμοίως τῷ «σχέτλιε, ποικιλομῆτα». καὶ καθόλου τὰ εἰς της λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆς εἰς α λήγει, προπερισπᾶται, ἀλῆτα πλανῆτα νικῆτα πεδῆτα αἰσυμνῆτα. ὅθεν οὖν σημειωτέον τὸ «ἀκάκητα»

`1.540a2`

δολομῆτα: τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ εἰς α τὴν κλητικὴν ἔχοντα προπερισπᾶται, ἀγκυλομῆτα πεδῆτα, πλὴν τοῦ «ἀκάκητα».

`1.541`

ἀπὸ νόσφιν ἐόντα: τὸ ἑξῆς ἀπεόντα· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό. ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι, ὡς «σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας», ἀντὶ τοῦ ἐοῦσιν.

`1.542a`

κρυπτάδια: ὡς «διχθάδια»

`1.542b`

δικαζέμεν: τὸ δικαζέμεν ἀντὶ τοῦ πράττειν.

`1.542c1`

οὐδέ τί πώ μοι: τὸ δὲ πω ὀξύνεται διὰ τὴν μοί ἀντωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν.

`1.542c2`

οὐδέ τί πώ μοι: ὀξυντέον τὸ πω διὰ τὴν μοί.

`1.542d`

οὐδέ τί πώ μοι: δυσχεραίνουσιν αἱ γυναῖκες, εἰ μὴ πάντα αὐταῖς ἀνακοινοῖντο οἱ ἄνδρες. ἀρχοντικὸν δὲ τὸ δικάζειν.

`1.544`

πατὴρ ἀνδρῶν τε θεῶν τε: διὰ τί τὸν Δία μόνον τῶν θεῶν οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μέν ἐστι πατὴρ καθʼ Ὅμηρον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεος, Ἑρμοῦ, Διονύσου, Χαρίτων, Μουσῶν, Ἀφροδίτης, καὶ πολλῶν θνητῶν, Σαρπηδόνος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος, Μίνωος, Ῥαδαμάνθυος, Ἡρακλέους, Περσέως καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλοὶ καθʼ Ὅμηρον πατέρες εἰσὶ μόνως ἢ θνητῶν ἢ ἀθανάτων, οἷον Κρόνος μὲν Διός, Ἥρας, Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ οὐδενός· καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν οὐδενός, θνητοῦ δὲ Κύκλωπος, Ἐφιάλτου, Ὤτου, Πελίου, Νηλέως.

`1.545`

μὴ δὴ  <span class="gap">…</span> ἐπιέλπεο: θεσπίζει μὴ πάντα ὀφείλειν αὐταῖς κοινοῦσθαι, ὅπως, εἰ καί τι μάθοιεν, ἀγαπῷεν. ἀκόλουθα δὲ τούτοις καὶ τὰ παρὰ Ἀγαμέμνονος πρὸς Ὀδυσσέα λεγόμενα «ἀλλὰ τὸ μὲν φάσθαι ἔπος, τὸ δʼ ἐνὶ φρεσὶ κεύθειν».

`1.547`

ἀλλʼ ὃν μέν κʼ ἐπιεικές: ἀλλʼ ὅντινα μὲν—οὔτε ἀνθρώπων.

`1.547a`

ἐπιεικές: πράως διαλεγόμενος ὡς τιμὴν αὐτῇ περιάπτει. ἔστι δὲ καὶ βιωτικὰ μιμήματα, πρῶτον ἠπίως ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον.

`1.547b`

ἔπειτα: ἀντὶ τοῦ δή.

`1.552`

ποῖον τὸν μῦθον ἔειπες: τὸν ποῖον μῦθον, Ἀττικῶς προσελθόντος τοῦ ἄρθρου τῷ πύσματι.

`1.553a`

καὶ λίην σε πάρος: ἔθος γυναιξὶν ἀρνεῖσθαι, ὅτι ποτὲ παρηνώχλησαν τοῖς ἀνδράσιν.

`1.553b`

οὔτʼ εἴρομαι οὔτε μεταλλῶ: οὕτως αἱ Ἀριστάρχου καὶ ἡ Ῥιανοῦ καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφατικὸν δὶς λεγόμενον τὸ οὔτε. οἱ γράφοντες «οὐδὲ μεταλλῶ» κακῶς γράφουσιν.

`1.553c`

οὔτʼ εἴρομαι οὔτε μεταλλῶ: οὔτε οὔτε, ἄμφω διὰ τοῦ τ, ἵνʼ ᾖ ἐμφαντικὸν δεύτερον λεγόμενον. καὶ ἐν τῇ ἀπολογίᾳ δὲ μέμφεται ὡς ἀεὶ ἰδιάζοντος αὐτοῦ.

`1.554a1`

εὔκηλος: τὸ εὔκηλος ψιλοῦται κατὰ δύο λόγους, καὶ ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δασυνόμενα φωνήεντα, ὅρος «οὖρος» ὅλος «οὖλος» καὶ ὅτι ἡ ευ δίφθογγος ἐπιφερομένου συμφώνου ψιλοῦται, «εὐνή» «εὐχή» «εὖρος». ἐναντιοῦται τὸ «εὕδω» καὶ «εὑρίσκω» τὸ γὰρ «εὗσεν» ἀπὸ θέματος τοῦ εὕω.

`1.554a2`

εὔκηλος: ἡ ευ πρὸ συμφώνου ψιλοῦται πλὴν τοῦ εὕδω, εὑρίσκω· τὸ γὰρ εὗσεν ἀπὸ τοῦ εὕω.

`1.554b`

ἅσσʼ: ὁ μὲν Πτολεμαῖος δασύνει, τρία λέγων σημαίνειν τὸ ἅσσα, τό τε ἅτινα καὶ ὅσα καὶ τινά. καὶ ὅτε μὲν ἰσοδυναμεῖ τῷ ἅτινα, δασύνεται, ἀλλὰ καὶ ὅτε τῷ ὅσα, ὡς ἐπὶ τοῦ «ἅσσʼ ἂν ἐμοί περ αὐτῇ». ψιλοῖ δὲ ὅτε ἐπὶ τοῦ τινά παραλαμβάνεται.

`1.554c`

ἄσσα: Ἀρίσταρχός φησι τρία σημαίνειν τὴν λέξιν, τὸ τινά, τὸ ἅτινα, τὸ ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν τοῦ ὅτε δηλοῖ τὸ ἅτινα· τότε γὰρ δασύνεται. καὶ ἔστι κατὰ Ἡρωδιανὸν δύο μέρη λόγου, τὸ ἅ ἄρθρον καὶ τὸ σά Μεγαρικὸν δηλοῦν τὸ τινά. ἐν δὲ τῷ προκειμένῳ στίχῳ ψιλοῦται τὸ ἄσσα, καί φησιν αὐτὸ δηλοῦν τὸ ὅσα. καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως, ὁ δὲ Σιδώνιος «ὅττι».

`1.555a`

νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα: πάνυ ἐμφρόνως οὐκ ἐπήγαγε «καὶ κατὰ θυμόν.»

`1.555b`

αἰνῶς δείδοικα: ἠθικῶς δεδοικέναι φησί, μὴ πλεονεκτηθῇ ὑπὸ Θέτιδος

`1.557-8`

ἠερίη: καὶ τοῦτο καὶ τὸ κατανεῦσαι ἐλεγχούσης εἰσίν.

`1.558`

τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον: διασταλτέον ἐπὶ τὸ ἐτήτυμον, ἵνʼ ᾖ ἀληθὲς κατανενευκέναι.

`1.559`

πολέας: Ζηνόδοτος «πολεῖς».

`1.560`

τὴν δʼ ἀπαμειβόμενος: γράφεται «τὴν δὲ μέγʼ ὀχθήσας».

`1.561a`

δαιμονίη: μακαρία, ἐν σαρκασμῷ.

`1.561b`

ὀΐεαι: ἀπὸ τοῦ οἴει· δύο διαιρέσεις.

`1.561c`

ὀΐεαι: ὑπονοεῖς τὰ ἐμὰ βουλεύματα.

`1.562-3`

ἀλλʼ ἀπὸ θυμοῦ  <span class="gap">…</span> ἔσεαι: ὡς τὸ «ἐκ θυμοῦ πεσέειν».

`1.563`

ῥίγιον: ἡ γὰρ ἄγνοια οὐ τοσοῦτον λυπεῖ, ὅσον τὸ ἀποθύμια γινώσκειν.

`1.564`

εἰ δʼ οὕτω τοῦτʼ ἐστί: εἰ δὲ τοῦτο οὕτως—τιμήν.

`1.564a`

εἰ δʼ οὕτω τοῦτʼ ἔστιν: εἰ συνεθέμην δέ, πάντως τοῦτο κατὰ τὸ ἀρέσκον μοι ἐποίησα. ἀρχοντικῶς δὲ οὔτε συντίθεται οὔτε ἀρνεῖται.

`1.564b`

μέλλει: ὅτι τὸ μέλλει οὐκ ἔστι χρονικόν, ἀλλʼ ἀντὶ τοῦ ἔοικεν.

`1.565a`

κάθησο: προπαροξυτόνως· τὰ γὰρ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάσσει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε. οὕτως οὖν καὶ ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει.

`1.565b1`

ἀλλʼ ἀκέουσα κάθησο: τὴν πολυπραγμοσύνην αὐτῶν ἀναιρεῖ, καὶ διὰ τοῦ «ἀλλʼ εἰς οἶκον ἰοῦσα».

`1.565b2`

ἀποπαύει δὲ διὰ τούτου καὶ τὴν τῶν λοιπῶν πολυπραγμοσύνην.

`1.566a`

μή νύ τοι οὐ χραίσμωσι: νῦν μὲν λόγοις αὐτὴν ἀποκρούεται, ἑτέρωθι δὲ καὶ ἔργῳ κολάζει, διδάσκοντος ἴσως τοῦ ποιητοῦ ὅτι ἀφόρητον ἂν εἴη γυνὴ μὴ ἐπηρεαζομένη.

`1.566b`

εἰσʼ: ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον πρόσωπον ἐμέν, ὡς τίθημι τίθεμεν τίθετε, καὶ τὸ τρίτον ἐσί, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰσί. μαρτυρεῖ τὸ ἔασι τῇ διφθόγγῳ γραφῇ· ὥσπερ γὰρ ἐκ τοῦ τιθέασι τιθεῖσιν, οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν.

`1.567a1`

ἄσσον ἰόνθʼ: ὅτι Ζηνόδοτος γράφει «ἄσσον ἰόντε». οὐκ ἔστι δέ, ἀλλʼ ἀντὶ τοῦ ἰόντος. συγχεῖ δὲ καὶ τὸ δυϊκόν.

`1.567a2`

ἀντὶ τοῦ ἰόντος· δοτικῇ δὲ κέχρηται ἀντὶ γενικῆς.

`1.567a3`

ἄσσον ἰόνθʼ: ἰόντα ἀντὶ τοῦ ἰόντος.

`1.567b1`

ἀάπτους: οὕτως ψιλῶς προενεκτέον. οὕτως δὲ καὶ Ἀρίσταρχος. ἤκουε δὲ τὰς δεινὰς καὶ ἀπτοήτους. ὁ δὲ Ζηνόδοτος καὶ αὐτὸς ὁμοίως τῷ πνεύματι, εἰς τὰς ἰσχυρὰς δὲ μετελάμβανεν. ἐν δὲ ταῖς Ἀριστοφάνους Γλώσσαις διὰ τοῦ ε ἐγέγραπτο «ἀέπτους». εἰσὶ δὲ οἳ ἀπροσπελάστους ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο διʼ ἰσχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ διαφθείρω καὶ βλάπτω· ἔνθεν τὸ «πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν». καὶ μέσον αὐτοῦ κατʼ ἔλλειψιν τοῦ α «μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν». ἔνθεν καὶ ὁ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν, καὶ κατʼ ἔλλειψιν τοῦ ι ἀάπτους, ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατʼ ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι.

`1.567b2`

ἀάπτους: Ἡρωδιανὸς παρὰ τὸ ἰάπτω τὸ βλάπτω, κατʼ ἔλλειψιν τοῦ ι ἄπτους, καὶ πλεονασμὸν τοῦ α ἀάπτους, ἃς οὐδεὶς βλάψαι δύναιτο, ἢ κατʼ ἐπίτασιν τὰς δυναμένας μεγάλως βλάψαι. τινὲς δὲ ὧν οὐδεὶς ἅψαιτο· ἢ ἀπτοήτους.

`1.567c`

ἀάπτους: αἱ πᾶσαι «ἀέπτους» ἔχουσιν.

`1.569a`

καθῆστο: τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἧσμαι ἥσμην ἧσο ἧστο, καὶ ἐν συνθέσει καθῆστο· εἰ γὰρ ἦν ἐκ τοῦ ἧμαι, ὡς ἀπὸ τῶν εἰς μι, ἀνεδίδου τὸν τόνον. οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι δισύλλαβοι, ἔχοντες δύο σύμφωνα ἐν τῇ συνθέσει, φυλάσσουσι τὸν τόνον, εἶργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως οὖν καὶ τὸ καθῆστο.

`1.569b`

ἐπιγνάμψασα: τὴν ἀκουσίως πεισθεῖσαν δηλοῖ.

`1.569c`

φίλον κῆρ: φίλον τὸ ἴδιον, ὡς «φίλα εἵματα». διδάσκει δὲ ὡς καὶ τὰ λίαν ἀσθενῆ μὴ κολαζόμενα λίαν ἐστὶν ἀφόρητα. β

`1.570`

ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες: βραχὺ διασταλτέον ἐπὶ τὸ Διός· ὁ γὰρ οἶκος Διός.

`1.571`

τοῖσι δʼ Ἥφαιστος: εἰ μὲν ἄνθρωποι ἦσαν, διὰ πρεσβυτικοῦ προσώπου τὴν στάσιν ἔλυσεν. ἀλλʼ ὅρα τὸ ἀξίωμα τοῦ Διός· Ποσειδῶν μὲν γὰρ συμβουλεύων ἔδοξεν ἂν θωπεύειν διʼ Ἕλληνας, ἄλλως τε καὶ αἰτίαν ἔχει εἰς Θέτιν· ὁμοίως καὶ Ἀθηνᾶ. βιωτικῶς οὖν διὰ τοῦ παιδὸς λύει τὴν στάσιν καὶ τὸ κατηφὲς τοῦ συμποσίου, γελώμενον παρεισάγων τὸν Ἥφαιστον. καιρὸν δὲ δίδωσι Διΐ, χάριτας εἰδὼς τῇ Θέτιδι· «εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ».

`1.572a`

ἐπίηρα: ὅτι ἐπίηρα τὴν μετὰ χάριτος ἐπικουρίαν. οἱ δὲ νεώτεροι ἀντὶ συνδέσμου αἰτιώδους χρῶνται, ἀντὶ τοῦ χάριν, ἕνεκα. ἔστι δὲ παρὰ τὸ ἔρω ἔρανον ὡς ἔχω ὄχανον καὶ κόπτω κόπανον, τροπῇ τοῦ ε εἰς η ἤρανον. ἡ εὐθεῖα τοῦ πληθυντικοῦ ἤρανα, εἶτα συγκοπῇ ἢ ἀποκοπῇ ἦρα. ἐν δὲ τῇ Καθόλου οὕτως· ἔστιν ἢρ ἡ ἐπικουρία, καὶ ὀξύνεται ἡ γενική, ἠρός· καὶ ἡ αἰτιατικὴ ἦρα καὶ ἐν συνθέσει ἐπίηρα. Ἀρίσταρχος δὲ ὑφʼ ἓν κατʼ ὀρθὴν σημασίαν τὸ ἐπίηρα. καὶ ἐπεκράτησεν ἡ Ἀριστάρχου, καίτοι λόγον οὐκ ἔχουσα.

`1.572b`

ἐπίηρα: παρὰ τὸ ἔρω ἔρανον καὶ ἤρανον ὡς ἔχω ὄχανον, τὰ ἤρανα καὶ κατὰ ἀποκοπὴν ἦρα. Ἀρίσταρχος δὲ ὑφʼ ἕν.

`1.572c`

λευκωλένῳ Ἥρῃ: ἄμεινον γράφειν «τετιημένῃ ἦτορ».

`1.573`

ἀνεκτά: διασταλτέον ἐπὶ τὸ ἀνεκτά· ἔχεται γὰρ τῶν ἑξῆς.

`1.574a`

σφώ: πρωτόθετον αὐτήν φησιν Ἡρωδιανός, οὐκ ἀπὸ τοῦ σφῶϊ· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέστραπται τὴν περισπωμένην.

`1.574b`

σφώ: τοῦτο πρὸς ἔμφασιν τῶν προσώπων. τὸ δὲ ἕνεκα θνητῶν πρὸς εὐτελισμὸν τῆς αἰτίας. τὸ δὲ ὧδε πρὸς τὴν αὔξησιν τῆς ἔριδος.

`1.575a1`

κολῳόν: ἀπὸ τοῦ κολοιός ἐγένετο τὸ κολῳός, τοῦ ο τραπέντος εἰς τὸ ω· διὸ καὶ τὸ ι προσγράφεται, ὡς κλοιός κλῳός. ὁ δὲ Φιλόξενος—τὸ ι.

`1.575a2`

κολῳόν: παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ κλωός καὶ κολωός. καὶ οὐδὲ προσγράφει τὸ ι. τοῦ δὲ κλῶ παράγωγον τὸ κλάζω.

`1.575b`

ἐλαύνετον: ἐπιτείνετε, ὡς καὶ τὸ «ἤλασε τάφρον».

`1.576`

ἦδος: ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ος ληγόντων. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή· δασυνόμενον γὰρ μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὡς τὸ ἡμέρα μετασχηματίζεται εἰς τὸ «ἦμαρ» ψιλούμενον καὶ τὸ ἅμα εἰς τὸ «ἄμυδις» οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ

`1.577a1`

παράφημι: ὡς σύνθετον ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ ὀξυνόμενα τῶν εἰς μι τοιαῦτα.

`1.577a2`

τὸ ἠμί καὶ φημί καὶ εἰμί ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον.

`1.577b`

νοεούσῃ: οὐ δεομένῃ παραινέσεώς τινος. ἀνθρωπίνως δὲ κοινῇ μὲν ἀμφοτέροις ἐπιπλήττει ἕνεκεν ἀνθρώπων διαφερομένοις, ἰδίᾳ δὲ τῇ Ἥρᾳ εἴκειν τῷ Διῒ παραινεῖ.

`1.578`

ἐπίηρα: πρὸς τὸ αὐτό.

`1.579a`

ἥμιν: πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν.

`1.579b`

ἡμῖν: ἀντὶ τοῦ ἡμῶν.

`1.580-3a`

εἴπερ γάρ κʼ ἐθέλῃσιν—ἔσσεται ἡμῖν: αἱ διορθώσεις τῶν στίχων τούτων διάφοροι· οἱ μὲν εἰς τὸ ἀστεροπητής ὑποστίζουσιν καὶ τὸ στυφελίξαι ὑποτελείαν στίζουσι στιγμήν, ἐκδεχόμενοι αὐτὸ εὐκτικὸν εἶναι ῥῆμα, ὁμοίως δὲ καὶ τὸ ἐστίν· καὶ τὸ μαλακοῖσι τελείαν. οἱ δὲ τὸ στυφελίξαι ὑποστίξαντες καὶ τὸ ἐστί καὶ τὸ μαλακοῖσι, ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχῳ τὸ ἐθέλῃς, τοῦ ἀλλά παραλαμβανομένου ἀντὶ τοῦ δέ, ἵνʼ ᾖ ἡ ἔννοια τοιαύτη «σὺ δὲ τοῦτον ἐθέλῃς θεραπεῦσαι», εἰς τὸ ἔσσεται ἡμῖν τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς τὸ στυφελίξαι καὶ τὸ ἐστίν, εἰς τὸ μαλακοῖσι τιθέασι τὴν τελείαν, ἵνʼ ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις.

`1.580-3b`

εἴπερ γάρ κʼ ἐθέλῃσιν—ἡμῖν: θωπευτικῶς τὰ τῆς δυνάμεως αὐτοῦ προβάλλεται, ἅμα δὲ καὶ πρὸς κατάπληξιν τῆς μητρός. τὸ δὲ ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεύς — δυνήσεται γάρ —, σὺ δὲ θωπεύσεις αὐτόν, εὐθέως ἡμερωθήσεται.

`1.580`

ἀστεροπητής: ἀστραπὰς ποιῶν.

`1.581a`

στυφελίξαι: ἀντὶ τοῦ στυφελίξειε.

`1.581b`

στυφελίξαι: λείπει τὸ δύναται.

`1.583`

ἵλαος: διὰ τί ἵλαος; τοσαύτην ὑπεροχὴν δείκνυσι πρὸς θεοὺς τοῦ Διός, ὅση πρὸς ἀνθρώπους ἐστὶ θεῶν.

`1.584a`

ἀναΐξας: βραχὺ διασταλτέον μετὰ τὴν μετοχήν.

`1.584b1`

καὶ ἀναΐξας: γέλωτα κινεῖ τὸ ἀναΐξας ἐπὶ τοῦ χωλοῦ τιθέμενον· γελοῖος γάρ ἐστι μιμούμενος τοὺς καλλίστους οἰνοχόους, Ἥβην καὶ Γανυμήδεα, καὶ μεμνημένος, πῶς ὁ Ζεὺς τοῦ ποδὸς λαβόμενος ἔρριψεν αὐτὸν οὐρανόθεν.

`1.584b2`

γελοῖος δέ ἐστιν Ἥφαιστος ἀναπηδῶν καὶ μιμούμενος Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ῥίψεως.

`1.584c`

δέπας: οἱονεὶ δέχας. καὶ «πλησάμενος δʼ οἴνοιο δέπας», «καὶ δεικανόωντο δέπασσιν».

`1.584d`

ἀμφικύπελλον: ἀμφίκυρτον, ἐξ οὗ τὸ περιφερές.

`1.585a1`

ἐν χερσὶ τίθει: οὕτως αἱ Ἀριστάρχου «ἐν χειρί», οὐ πληθυντικῶς ἐν χερσίν. ὁμοίως δὲ καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους. συνᾴδει δὲ καὶ τὸ ἐπιφερόμενον «μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον».

`1.585a2`

ἐν χερσὶ τίθει: πᾶσαι ἑνικῶς ἔχουσι τὸ «χειρί», οὐ πληθυντικῶς. καὶ συνᾴδει τῷ «ἐδέξατο χειρὶ κύπελλον».

`1.586a`

τέτλαθι, μῆτερ ἐμή: ὅτε κατεπράϋνε τὸν θυμόν, τότε καὶ τὴν ἰδίαν παραίνεσιν ἐπήγαγεν.

`1.586b`

κηδομένη: λυπουμένη.

`1.588`

οὔτι δυνήσομαι: κωμικῶς τὴν ἰδίαν πήρωσιν προτίθησι.

`1.589`

ἀντιφέρεσθαι: ἐναντιοῦσθαι ἢ ἐξισοῦσθαι. λείπει δὲ ἡ εἴς πρόθεσις.

`1.590`

ἤδη γάρ με: εἰς ἀπόδειξιν τῆς ἰσχύος τοῦ Διός.

ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα: Ἡρακλῆς ἀνακομιζόμενος—διὸ καὶ ἱερὰ τοῦ θεοῦ ἡ Λῆμνος.

`1.591a`

ῥῖψε ποδός: ὅτι ἀπὸ δυεῖν τόποιν συμπεπλήρωκε τὸν μῦθον· νῦν μὲν γάρ, ὅτι ἐρρίφη, κατὰ δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ἥρας δεσμῶν καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν, διʼ ἣν ἐρρίφη.

`1.591b`

ῥῖψε ποδός: δύο ῥίψεις Ἡφαίστου, προτέρα μὲν ἡ ὑπὸ τὴν γένεσιν ὑπὸ τῆς Ἥρας δευτέρα δὲ ἡ ὑπὸ Διὸς διὰ τοὺς τῆς Ἥρας δεσμούς.

ἀπὸ βηλοῦ: ἀπὸ τοῦ βεβηκέναι—ἀπὸ τοῦ διοδεύεσθαι.

`1.591c`

ἀπὸ βηλοῦ: βηλόν τινες κατὰ Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας τὸν Ὄλυμπον. ἄμεινον δὲ τὸν βατῆρα λέγειν.

`1.592`

πᾶν δʼ ἦμαρ φερόμην: πῶς τῶν ἄλλων θεῶν οὐ κινήσει ἀπὸ τοῦ οὐρανοῦ φερομένων ἐπὶ γῆς, Ἥφαιστος διʼ ὅλης ἡμέρας φέρεται; φαμὲν οὖν ὅτι τὸ πᾶν ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ πρωΐας ἕως ἑσπέρας καιρόν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν, ὡς καὶ ἀλλαχοῦ «οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο» καὶ ἑξῆς «πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο».

`1.593a1`

κάππεσον ἐν Λήμνῳ: πρὸς τὰ περὶ Ὀλύμπου· παράκειται γὰρ ἡ Λῆμνος τῇ Θρᾴκῃ. τινὲς δὲ μεταποιοῦσιν «ἐς Λῆμνον». ἀλλʼ ὁ ποιητὴς χρῆται τῷ τοιούτῳ σχήματι· «ἐν δʼ ἔπεσʼ Ὠκεανῷ», «κάππεσεν ἐν κονίῃσι», «θοῇ ἐν νηῒ πέσῃσιν». οὕτως Ἀρίσταρχος.

`1.593a2`

ἐν Λήμνῳ: ἀντὶ τοῦ εἰς Λῆμνον.

`1.593b`

ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν: ὀλίγη δὲ ἰσχὺς ἐνῆν μοι. εἰ ἐλασσοῦται, φασί, τὸ θεῖον, καὶ τέλεον ἐπιλείψει. ἀγνοοῦσι δὲ ὅτι πολλαὶ ἐν τῷ κόσμῳ φύσεις μειοῦσθαι μὲν πεφύκασιν, οὐκ ἐκλείπουσι δὲ τέλεον· καὶ γὰρ καὶ αὐχμῶν πλεοναζόντων μειοῦται τὸ ὑγρόν, ἀλλʼ οὐκ ἐπιλείπει, καὶ Ἄρης «μόγις δʼ ἐσαγείρατο θυμόν».

`1.594`

Σίντιες ἄνδρες: Φιλόχορος φησὶ Πελασγοὺς αὐτοὺς ὄντας οὕτω προσαγορευθῆναι, ἐπεὶ πλεύσαντες εἰς Βραυρῶνα κανηφόρους παρθένους ἥρπασαν· σίνεσθαι δὲ τὸ βλάπτειν λέγουσιν. Ἐρατοσθένης δέ, ἐπεὶ γόητες ὄντες εὗρον δηλητήρια φάρμακα. ὁ δὲ Πορφύριος, ἐπεὶ πρῶτοι τὰ πολεμιστήρια ἐδημιούργησαν ὅπλα, ἃ πρὸς βλάβην ἀνθρώπων συντελεῖ. ἢ ἐπεὶ πρῶτοι λῃστήρια ἐξεῦρον.

Σίντιες: ἀπὸ τοῦ σίνεσθαι—ὁμολογουμένως βλάπτει.

`1.595a1`

μείδησεν: παρὰ τὸν μείονα γέλωτα.

`1.595a2`

παρὰ τὸ μειδιῶ, τὸ δὲ μειδιῶ παρὰ τὸ τὸν μέσον διϊέναι γέλωτα.

`1.596a`

μειδήσασα δέ: βραχὺ μετὰ τὸν σύνδεσμον διασταλτέον.

`1.596b`

παιδὸς ἐδέξατο: ὅτι ἐλλείπει ἡ παρά πρόθεσις, ἵνʼ ᾖ παρὰ παιδός.

`1.597`

ἐνδέξια: ἐπιδεξίως.

`1.598a`

ᾠνοχόει: οὕτως «οἰνοχόει» Ἀρίσταρχος, Ἰακῶς· καὶ ἐν τῇ Ἀργολικῇ καὶ Μασσαλιωτικῇ καὶ Ἀντιμαχείῳ καὶ ἐν τῇ Ζηνοδότου καὶ Ἀριστοφάνους.

`1.598b`

ᾠνοχόει: «οἰνοχόει» Ἰακῶς πᾶσαι. κατάχρησις δὲ ὁ τρόπος.

`1.600a1`

Ἥφαιστον: Ἥφαιστος δασύνεται διὰ τὴν ἐτυμολογίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο.

`1.600a2`

δασύνεται τὸ Ἥφαιστος· παρὰ γὰρ τὸ ἅπτω ἐστίν, ὅθεν καὶ Ἥβη.

`1.600b`

ποιπνύοντα: «ποιπνύσαντα» αἱ πᾶσαι, συντελικῶς. ἔστι δὲ παρὰ τὸ πονῶ, πονύω, πνύω, ποπνύω καὶ ποιπνύω.

`1.601`

πρόπαν ἦμαρ: τὸ ὑπόλοιπον ὅλον τῆς ἡμέρας. τὸ δὲ ἐς ἠέλιον καταδύντα Ἀττικόν ἐστιν, ὡς τὸ ἐς τρίτην ἥκειν.

`1.602`

  
δαίνυντʼ οὐδέ τι θυμός ἐδεύετο δαιτὸς ἐΐσης:  
βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἐν τῷ ἑξῆς κοινόν ἐστι τὸ ἐδεύετο.

`1.604a1`

Μουσάων θʼ: εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι, τίνα ᾖδον αἱ Μοῦσαι, ὡς Ἡσίοδος «ἄειδον δʼ οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, οἵ τʼ ἐκ τῶν ἐγένοντο»

`1.604a2`

εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι τὴν ᾠδήν, ἀλλʼ αὐτόν, εἶτα τὰς Μούσας ᾆσαι.

Μουσάων θʼ αἳ ἄειδον: ὁ λόγος· ὥσπερ τῆς εὐωχίας —παρὰ μέρος ᾖδον.

`1.606a`

οἱ μὲν κακκείοντες ἔβαν: ὅτι οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται. πρῶτος δὲ Ὅμηρος—ἴδιον οἶκον ἔχειν.

`1.606b`

οἱ μὲν κακκείοντες: «οἱ μὲν δὴ κείοντες», οὕτω πᾶσαι. καὶ ἔστιν ὅμοιον τῷ «κείων ἐς θάλαμον».

`1.607a1`

ἧχι: Ἀρίσταρχος τὸ ἧχι χωρὶς τοῦ ι γράφει, καὶ Διονύσιος. παρατίθεται δὲ ὁ Διονύσιος τοὺς Δωριεῖς λέγοντας ἇχι.

`1.607a2`

ἧχι ἑκάστῳ: τὸ ἧχι χωρὶς τοῦ ι κελεύει γράφειν Διονύσιος καὶ παρατίθεται τοὺς Δωριεῖς λέγοντας ἇχι.

`1.607b`

ἀμφιγυήεις: ὁ ἀμφοτέρωθεν βεβλαμμένος, παρὰ τὸ γυῶ τὸ τὰ μέλη διαλύω, ἐπειδὴ τὸ πῦρ πολλῆς δεῖται τῆς ὕλης.

ἀμφιγυήεις: ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος, διότι —ἀμφιγυήεντος.

`1.608`

εἰδυίῃσι: Ἰωνικῶς διὰ τοῦ ι.

`1.609a1`

πρὸς ὃν λέχος: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν, «πρὸς ὃ λέχος», οὐ νοῶν ὅτι κοινόν ἐστι τὸ ὅν ἀρσενικοῦ καὶ οὐδετέρου.

`1.609a2`

Ζηνόδοτος «πρὸς ὅ».

Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄρρενες—παρίστησιν ὁ ποιητής.

`1.609b`

πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής: βραχὺ διασταλτέον ἐπὶ τὸ ἀστεροπητής· τὸ γὰρ ἐπιφερόμενον «ἔνθα» τὸ ὅπου σημαίνει. ἐν δὲ τῷ ἑξῆς στιγμὴν τελείαν θετέον ἐπὶ τὸ «ἱκάνοι»· πρεπωδέστερον γὰρ ἐκεῖ ἐκ τοῦ «ἔνθα» τὸ ἐνταῦθα σημαίνεσθαι.

`1.611a`

ἔνθα καθεῦδʼ ἀναβάς: ὅτι Ζηνόδοτος γράφει «ἔνθʼ ἐκάθευδʼ ἀναβάς». τὸ δὲ καθεῦδε προπερισπᾶται, ὅτι τὰ ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατὰ τοὺς παρῳχημένους χρόνους ἐν ὁριστικοῖς, ἀπαθῆ ὄντα, φυλάσσει τὸν τόνον ἐν τῇ συνθέσει, εἶχον κατεῖχον· ὅθεν εἰ «εὗδε δʼ ἀνακλιθείς», δῆλον ὅτι καθεῦδεν ὁμοτόνως ὀφείλομεν προφέρεσθαι.

`1.611b`

ἔνθα καθεῦδʼ ἀναβάς: ἀνέβη καθευδήσων, ἢ ἀντὶ τοῦ ἀνεκέκλιτο. τὸ δὲ καθεῦδε προπερισπωμένως· ἐφύλαξε γὰρ ἡ σύνθεσις τὸν τόνον. διδάσκει δὲ ὁ ποιητὴς μὴ χωρίζεσθαι ἄνδρα γυναικὸς ἐν κοίτῃ, ὡς μὴ τῇ ἀπουσίᾳ λυπήσῃ αὐτόν.

χρυσόθρονος: ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι—ἐπὶ τοῦ πυρός.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα, καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας καὶ Νικάνορος Περὶ στιγμῆς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-aea`.
