---
title: "Scholia on the Odyssey: Book XXIV"
title_greek: "Σχόλια εἰς Ὀδύσσειαν, ΚΔʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-adx
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-odyssey-book-24-vta-adx"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:0662be8cab86a734e2ec8dd5bcde7feb0cd38362c11085f316822b08c28cf2ba"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on the Odyssey: Book XXIV

*Σχόλια εἰς Ὀδύσσειαν, ΚΔʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-adx` · [HTML page](https://eulogikon.org/works/homer-comm-odyssey-book-24-vta-adx)

## Text

Part of [Scholia on the Odyssey](/works/homer-comm-odyssey-vta-ad)

ΥΠΟΘΕΣΙΣ

Ψυχοπομπίαν καὶ Ὀδυσσέως ἄφιξιν πρὸς Λαέρτην τὸν πατέρα εἰς τοὺς ἀγροὺς καὶ ἀναγνωρισμόν· ἐπιστρατείας τῶν Ἰθακησίων, καὶ συνθήκας Ἀθηνᾶς κελευσάσης.

ΑΛΛΩΣ

Τὰς τῶν μνηστήρων ψυχὰς Ἑρμῆς εἰς Ἅιδου κατάγει καὶ κατασκευὴ περὶ τῆς δευτέρας νεκυομαντείας γίνεται. καὶ ἀναγνωρισμὸς Ὀδυσσέως γίνεται πρὸς τὸν ἑαυτοῦ πατέρα Λαέρτην. καὶ ταραχὴν τοῖς Ἰθακησίοις γεγενημένην ἐπὶ τῇ τῶν μνηστήρων ἀναιρέσει Ἀθηνᾶ κωλύει.

`24.1`

Ἑρμῆς δὲ ψυχὰς Ἀρίσταρχος ἀθετεῖ τὴν Νεκυίαν κεφαλαίοις τοῖς συνεκτικωτάτοις τοῖσδε· ὅτι οὐκ ἔστι καθʼ Ὅμηρον ψυχοπομπὸς ὁ Ἑρμῆς. οὐδὲ τὸν Ἀπόλλωνα  <span class="gap">…</span> ἐπὶ τῆς πυκτικῆς, εἰ μὴ ἅπαξ. ἀλλʼ οὐδὲ χθόνιος ὁ θεός. οὐκ εὐθέως ὁ εἰς Ἅιδου κατελθὼν χθόνιος, ἐπεὶ καὶ Ἀθηνᾶ διʼ Ἡρακλέα, καὶ ὁ Ἅιδης Ὀλύμπιος. Κυλλήνιος δὲ οὐδαμοῦ εἴρηται ἢ ἅπαξ. οὐκ ἔξω λόγου, καὶ σῶκος καὶ ἤϊος Ἀπόλλων. ἀλλὰ πῶς αἱ ψυχαὶ οὐκ αὐτόμαται κατίασιν, ὡς ἐν Ἰλιάδι; οὐδὲν κωλύει καὶ παραπέμποντος αὐτάς τινος. ἀλλʼ αὗται καὶ ἄταφοι κατίασιν. ἴσως διά τι καθάρσιον, ἢ διὰ τὴν Ἑρμοῦ πρόνοιαν κηδομένου τοῦ Ὀδυσσέως διὰ τὴν συγγένειαν. ἀλλʼ οὐδὲ ἔοικεν εἰς Ἅιδου λευκὴν εἶναι πέτραν. τὰ πρὸς τὴν ἡμέραν ἐστραμμένα αὐτῆς λευκαίνεται. ἄκαιρος δὲ καὶ ἡ Ἀχιλλέως καὶ Ἀγαμέμνονος ὁμιλία· καὶ Ἀγαμέμνων οὐκ ἀγείρει τὴν στρατείαν, ἀλλʼ ὁ Νέστωρ. εὐκαίρως ἀναπληροῖ τὰ ἀλλαχοῦ παραλειφθέντα. πῶς δὲ καὶ τὸ σῶμα διέμεινε τοῦ Ἀχιλλέως ἐπὶ τοσαύτας ἡμέρας διὰ τὴν Θέτιν, ὡς καὶ τὸ Πατρόκλου. ἀλλὰ καὶ τὸ ἀριθμεῖν τὰς Μούσας οὐχ Ὁμηρικόν. τί κωλύει ἅπαξ; ἄλογον δὲ καὶ ἐπὶ τῶν νεῶν ὄντων αὐτῶν λέγειν ὅτι δείσαντες τὰς Νηρηΐδα ἔφυγον ἐπὶ τὰς ναῦς. ἀπὸ τοῦ τῶν Μυρμιδόνων ναυστάθμου. πῶς δὲ καὶ ὁ Ἀμφιμέδων ἐπίσταται τὴν ἐν τοῖς ἀγροῖς ἐπιβουλήν ἐκ τῶν εἰκότων τεκμαίρεται. καὶ ἄλλως δὲ ἐκ τῆς κατὰ τὴν στιχοποιίαν δεινότητος τὸ ποίημα τὸν Ὅμηρον ὁμολογεῖ. καὶ Νεκυομαντείαν μὲν ἄν τις εἰκότως τὴν Λ εἶπεν, Νεκυίαν δὲ ταύτην. Κυλλήνιος ὁ τιμώμενος ἐν Κυλλήνῃ· ἔστι δὲ ὄρος Ἀρκαδίας. Κυλλήνιος ὁ τῶν κυλάδων ἔχων τὰς ἡνίας. κυλάδες δὲ αἱ ὑπὸ τοὺς ὀφθαλμοὺς ἰθύτητες. ὁ Ἑρμῆς λέγεται καὶ πομπαῖος. ὁ ἐν Κυλληνίῳ ὄρει τῆς Ἀρκαδίας ἀνατραφείς. ἢ ὁ ὕπνου δωρητικὸς, ὡς τῶν κύλων ἔχων τὰς ἡνίας. κυλάδες γὰρ συνεσταλμένου τοῦ υ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς μέρη, ἔνθεν τὸ ταῦτα οἰδεῖν οἱ Ἀττικοὶ κυλοιδιᾶν καλοῦσιν.

`24.2`

ἔχε δὲ ῥάβδον παρὰ τὸ ῥᾷον βαδίζειν διʼ αὐτῆς.

`24.3`

τῇ τʼ ἀνδρῶν ἤγουν τῶν μαινομένων, τῶν αὐθάδων. ὁ τε ἀντὶ τοῦ γάρ.

`24.5`

συνέχονται γὰρ ἀλλήλαις καὶ συνήρτηνται. ἐξ οὗ δηλοῖ Κυλλήνιος ὁ κατʼ ἀντίφρασιν τὰ δυσόρατα.

`24.7`

ἀποπέσῃσιν ὁρμαθοῦ ἐπειδὰν μία αὐτῶν τῆς συνεδρίας ἐκπέσῃ. ὁρμαθὸς δὲ τὸ ἐξ εἱρμοῦ ἄθροισμα.

`24.8`

ὁρμαθοῦ ἐκ πέτρης τῆς ἐπαλλήλου πετρώδους ἐπισυνθέσεως. ἢ ἀλλήλαις συνημμέναι παρὰ τὸ εἴρειν. ἐπιφέρει γὰρ «ἀνά τʼ ἀλλήλῃσιν ἔχονται.»

`24.10`

ἀκάκητα ἔνιοι μὲν ἀμέτοχος κακῶν. ἔστι γὰρ ὁ θεὸς δοτὴρ ἀγαθῶν. ἔνιοι ἀπὸ Ἀκακησίου ὄρους ἐν Ἀρκαδίᾳ. δοκεῖ γὰρ ὁ θεὸς Ἀρκὰς εἶναι. προπαροξυτόνως δὲ τὸ ἀκάκητα ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταπεσὸν ἀπὸ τοῦ ἀκάκης κλιθεὶς, ὁ ἀκάκητος, ὥσπερ Ζεὺς μητίετα.

`24.11`

Λευκάδα πέτρην πρὸς τοῖς καταχθονίοις μέρεσι. οἱ γὰρ νεκροὶ ἐκλείψαντος τοῦ αἵματος λευκοειδεῖς ὁρῶνται.

`24.12`

δῆμον ὀνείρων τὴν νύκτα· ἐν ταύτῃ γὰρ οἱ ὄνειροι.

`24.13`

κατʼ ἀσφοδελὸν λειμῶνα ἐν λειμῶνί τέ φησι τὰς ψυχὰς οἰκεῖν, ἐπεὶ καὶ ἐκ μελιᾶν. οὐ μέντοι τὸν Ἀχέροντα διαβαίνουσιν· ἄταφοι γὰρ τέως εἰσίν. ἀσφοδελὸν εἶδος βοτάνης, ἐξ οὗ ἐάν τις φάγοι, οὐκέτι διψᾷ οὐδὲ πεινᾷ. δηλοῖ δὲ διὰ τούτου ὅτι οἱ ἐν τῷ Ἅιδῃ οὐδὲ ἐσθίουσιν οὐδὲ πίνουσιν. ἄκαρπον φυτὸν ὁ ἀσφόδελος. νῦν τὸν τόπον λέγει τὸν ἀσφοδελώδη.

`24.14`

καμόντων γρ. θανόντων.

`24.28`

πρῶτα πρὸ τοῦ γήρως, πρὸ τοῦ δέοντος· οὕτως Ἀττικοί. πρὸ τοῦ δέοντος καιροῦ. πόθεν δὲ ᾔδει ὁ Ἀχιλλεύς; εἰκὸς παρʼ ἄλλου πεπύσθαι αὐτόν. οὐ γάρ τι ἐν Ἅιδου ἔστι διασκοπεῖν, ἀλλʼ ὅτι αὐτή ἐστιν ἡ ὑπόθεσις.

`24.29`

ὅς κε ἴδηται γράφεται, ὅς κε γένηται, ἤτοι γενηθῇ.

`24.30`

ὡς ὄφελες τότε θανεῖν ὅταν ὁ πόλεμος. καὶ οὕτως ἂν ἐπέτυχες καὶ τῆς τιμῆς ἧσπερ ἐβασίλευες.

`24.39`

σὺ δὲ στροφάλιγγι κονίης παρόσον ὁ ἄνεμος ἀνακινῶν τὸν κονιορτὸν ποιεῖ τοιαῦτα.

`24.42`

λαίλαπι ἀνέμῳ, βροντῇ.

`24.48`

ἀγγελίης νῦν τοῦ θρήνου.

`24.50`

ἔβαν κοίλας ἐπὶ νῆας ἀπὸ τοῦ ναυστάθμου τῶν Μυρμιδόνων ἐφοίτων ἐπὶ τὰς ἰδίας ναῦς.

`24.62`

τοῖον γὰρ ὑπώρορε λείπει τὸ πένθος.

`24.65`

πολλὰ δʼ ἐπʼ αὐτῷ γρ. πολλὰ δέ σʼ ἀμφίς.

`24.67`

ἔν τʼ ἐσθῆτι θεῶν τῇ δεδομένῃ ὑπὸ Νηρηΐδων.

`24.74`

Διωνύσοιο δὲ δῶρον ἥντινα δέδωκεν αὐτῇ ὁ Διόνυσος, ὅτε παρὰ τοῦ Λυκούργου διωκόμενος κατέφυγεν εἰς αὐτήν. τοῦτο δὲ εὑρήσεις ἐν τῇ Ἰλιάδι πλατύτερον.

`24.75`

περικλυτοῦ γρ. περίκλυτον.

`24.85`

ἔνιοι μὲν ὅτι ᾔτησε τοὺς θεοὺς περικαλλέα ἔπαθλα. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ θεούς.

`24.89`

ζώννυνταί τε νέοι εὐτρεπίζονται πρὸς τὰ ἆθλα. ἀπὸ δὲ μέρους τὸ ζώννυνται· ἡνίοχοι γὰρ καὶ τοξόται καὶ ἀκοντισταὶ καὶ δισκοβόλοι ζώννυνται, γυμνοὶ δὲ δρομεῖς καὶ παλαισταί. ζώννυνται ἐν περιζώμασιν ἀγωνίζονται.

`24.90`

θηήσαο θαυμάσειας.

`24.112`

περιταμνομένους περιελαύνοντας.

`24.119`

σπουδῇ μόλις. ἤθελε δὲ κρύπτειν ἑαυτὸν ὁ Ὀδυσσεὺς, μὴ βουλόμενος στρατεύεσθαι, οὐ διὰ δειλίαν, ἀλλʼ ὡς συνετὸς ἀνὴρ ὁρῶν ὁρῶν τὸ μέγεθος τοῦ πολέμου. ὅθεν εἰκὸς τὸν Ἀγαμέμνονα παρὰ τῷ Ἀμφιμέδοντι μένειν, καὶ οὐ παρὰ τῷ Ὀδυσσεῖ.

`24.123`

καταλέξω γρ. ἀγορεύσω.

`24.124`

τέλος γρ. μόρον.

`24.133`

μεταμώλια μάταια. ἐκ τοῦ μὴ ὀνεῖν, κράσει τοῦ η καὶ ο εἰς ω μέγα.

`24.158`

σκηπτόμενον τῇ ῥάβδῳ ἐπερειδόμενον.

`24.161`

ἐνίσσομεν ἐπεπλήσσομεν.

`24.162`

τέως μὲν μέχρι μέν τινος ὑπέμενεν.

`24.180`

βέλεμνα βέλη.

`24.187`

σώματʼ ἀκηδέα κεῖται καὶ πῶς μίγνυνται τοῖς νεκροῖς τὰ Πατρόκλου λέγοντος ἐν Ἰλιάδι «οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν.» ἔστιν οὖν ταῦτα μὲν ἀληθῆ, ἐκεῖνα δὲ ψευδῆ Ἀχιλλέως οὕτω φαντασθέντος.

`24.191`

ἡ πρός ἀντὶ τῆς μετά. μετὰ δὲ τοῦτο ψυχὴ προσεφώνησεν Ἀτρείδαο.

`24.192`

ὄλβιε Λαέρταο πάϊ ἀπρεπές φασι παρέντα τὸ συμπαθεῖν τῷ Ἀμφιμέδοντι ἐπαινεῖν τὸν Ὀδυσσέα. οὐκ ἀπεοικὸς δὲ διὰ τὸ καὶ τὸν αὐτὸν ὑπὸ τῆς συνοικούσης τὰ κάκιστα πεπονθέναι.

`24.197`

ἀοιδήν ἀντὶ τοῦ φήμην.

`24.199`

οὐχ ὡς Τυνδαρέου κούρη οὐχ ὡς ἡ Κλυταιμνήστρα.

`24.203`

κεύθεσι γαίης κρυπτοῖς τόποις. λέγει δὲ τοῖς ὑπὸ γῆν.

`24.205`

οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν ὑποστικτέον μετὰ τοῦτο, ἐπεί τοι ψιλὸς λόφος ἐστί.

`24.207`

κτεάτισσεν ἔκτισεν. μάλα πόλλʼ ἐμόγησεν ἐκακοπάθησεν οἰκοδομήσας, φυτεύσας, σκάψας.

`24.208`

κλίσιον περίφραγμα. ἅπαξ εἴρηται. σημαίνει δὲ ἐξέδραν τινὰ σιγματοειδῆ, ἐν ᾗ ἔκειντο οἱ κλισμοί. ἢ κρηπίδωμα, ἐφʼ οὗ ἐκαθέζοντο ἢ ἐκοιμῶντο. κλίσιον ἄλλο τὸ παρὰ Ἀττικοῖς κλίσιον. κἀκεῖνο μὲν γὰρ ἁμαξῶν καὶ ζευγῶν δεκτικὸν, ὃ νῦν Ῥωμαῖοι παρὰ τὴν στάσιν σταῦλόν φασιν. τοῦτο δὲ παρὰ τὸ κλείειν, ὅ ἐστι περιέχειν, ἐν μέσῳ τοὺς οἴκους. φησὶ γὰρ «ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη.» ὅμοιον γάρ ἐστι τὸ ἐν τῇ Α «ὅθι θάλαμος περικαλλέος αὐλῆς ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ·» ὅ ἐστι τῷ μέσῳ, διὰ τὸ πανταχόθεν σκοπεῖσθαι τῆς αὐλῆς.

`24.210`

δμῶες ἀναγκαῖοι οἱ ἀργυρώνητοι· οὗτοι γὰρ ἀνάγκῃ δουλεύουσιν. ἀναγκαῖοι χρειώδεις.

`24.218`

ἀμφὶς χωρίς.

`24.221`

πολυκάρπου συμφύτου τόπου, πολυδένδρου. ἤτοι κυρίως, ἢ ποικίλους καρποὺς ἐχούσης.

`24.224`

αἱμασιὰς λέξοντες οἰκοδομήσοντες. τὰ ἐκ τῶν λεπτῶν λίθων τειχία οἰκοδομήσοντες.

`24.227`

λιστρεύοντα περιξύοντα καὶ περισκάπτοντα. εἰς ἀρδείαν, καὶ ὁμαλίζοντα. τὸ ἑξῆς, ῥυπόωντα ἕστο χιτῶνα πένθος ἀέξων.

`24.229`

γραπτῦς τὰς καταξύσεις τῶν ἀκανθωδῶν φυτῶν. τὰς τῶν ἀκανθωδῶν φυτῶν καταξύσεις καὶ ἀμυχὰς εἴς τε τοὺς πόδας καὶ τὰς χεῖρας.

`24.230`

χειρῖδάς τʼ χειρόρτια, ἢ μικρὰς καινίδας.

`24.231`

αἰγείην κυνέην καταχρηστικῶς, ὡς καὶ τὴν χαλκῆν κυνέην.

`24.234`

βλωθρὴν τὴν μεγάλην, ἀπὸ τοῦ ἄνω μολίσκειν.

`24.236`

κύσσαι περιπλακῆναι, φιλῆσαι.

`24.240`

κερτομίοις ἐπέεσσιν ἀπατητικοῖς, δολίοις, ἵνα μὴ τῇ αἰφνιδίῳ χαρᾷ ἀποψύξει ὁ γέρων, ὥσπερ καὶ ὁ κύων ἀπώλετο.

`24.242`

κατʼ ἔχων κεφαλὴν κάτω ἔχων, νενευκώς. δύναται δὲ καὶ ὑφʼ ἓν, κατέχων.

`24.244`

ἀδαημονίης ἔχει γρ. ἀδαημοσύνης. ἀνεπιστημοσύνης.

`24.254`

ἔοικε τῷ κατὰ σὲ γεγηρακότι εὑδέμεναι μαλακῶς, ὅτε λούσαιτο καὶ φάγοι.

`24.260`

οὗτος ἀνὴρ δεικτικῶς, ὁ σχεδὸν ὑπʼ ὄψιν φαινόμενος.

`24.270`

λέγεται Κέφαλος ὁ Δηϊονέως ἐξ Ἄρκτου γυναικὸς τεκεῖν τὸν Ἀρκείσιον.

`24.275`

ἀνθεμόεντα λαμπρὸν καὶ καινόν. μεταφορικῶς ἀπὸ τῶν ἀνθέων. ἀνθοῦντα.

`24.276`

χιτῶνας γρ. τάπητας.

`24.279`

εἰδαλίμας εὐειδεῖς ἢ ἐπιστήμονας.

`24.283`

τὸ ταῦτα ἀναφορικῶς, ἃ προεῖπες δῶρα.

`24.286`

ὑπάρξῃ προκατάρξει, τοῦτο γὰρ δίκαιον, τὸ ἀντιτιμηθῆναι τὸν κατάρξαντα. προκατάρξηται.

`24.294`

πολύδωρος Πηνελόπεια ἡ πολλοῖς δώροις εἰς γάμον ἐλθοῦσα. ἡ πολλοῖς δώροις γαμηθεῖσα.

`24.301`

ἐπʼ ἀλλοτρίας νηὸς πλεύσας.

`24.304`

εἰμὶ γὰρ ἐξ Ἀλύβαντος Ἀλύβας πόλις Θετταλίας ἡ νῦν Μεταπόντιον καλουμένη. Ἀλύβην δὲ αὐτὴν ἐν τῷ καταλόγῳ φησί. Ἀλύβας πόλις Ἰταλίας τὸ Μεταπόντιον, ἢ μᾶλλον Μεταπόντιον, ἥντινα ἐν τῷ καταλόγῳ Ἀλύβην ἔφη «αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη»

`24.307`

Σικανίης Σικελίας. ᾤκησαν γὰρ αὐτὴν Ἴβηρες ἐλθόντες ἀπὸ Σικανοῦ ποταμοῦ.

`24.312`

δεξιὰ ἀγαθὰ σημεῖα ἦσαν ἐκείνῳ ἐξερχομένῳ.

`24.319`

δριμὺ μένος προὔτυψε ἤτοι ὅτι πρᾶγμα ἐτόλμησεν ἐξειπεῖν, ἢ ὅτι ἔμελλε δακρύειν, προεπεμπίπτει ταῖς ῥισὶ δριμύτης τις. δριμεῖα ἀναφορά. προὔτυψε προενέπεσεν.

`24.340`

ὄγχνη καὶ τὸ δένδρον καὶ ὁ καρπὸς ὁμωνύμως. ὄρχος δὲ ἡ ἐπίστιχος φυτεία.

`24.341`

ὄρχους στίχους ἀμπέλων.

`24.342`

διατρύγιος διηνεκῶς τρυγώμενος, οὗ οἱ καρποὶ ἐν διαφόροις ὥραις πεπαίνονται.

`24.344`

ἐπιβρίσειαν ὕπερθεν ἐπιβαρήσειαν τοὺς καρπούς.

`24.358`

ἵνʼ ὀρχάτου γρ. ὃς ὀρχάτου.

`24.377`

Νήρικον τὴν νῦν Λευκάδα καλουμένην.

`24.395`

μέλλοντες φαγεῖν ὑμᾶς περιεμένομεν.

`24.402`

οὖλε ὑγίαινε· παρὰ τὸ ὅλην. τῶν ἅπαξ εἰρημένων.

`24.410`

δεικανόωντʼ προσεκύνουν. δεικανόωντα προσαυδῶντα, προσασπάζοντα καὶ φιλανθρωπεύοντα.

`24.413`

ὄσσα θεία κληδών. οἱ δὲ νεώτεροι ἀντὶ τῆς φωνῆς. φήμη.

`24.416`

μυχμῷ τε τῷ διὰ μυκτήρων ἄσθματι.

`24.419`

ἁλιεῦσι ἁλιεῖς καλεῖν εἰώθασιν ὁτὲ μὲν τοὺς ἰχθυοβόλους, οὓς καὶ «ἁλιῆες κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξείρυσσαν» ὁτὲ δὲ τοὺς πλοϊζομένους «ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρωμεν» νῦν δʼ ἑκάτερον ἐγχωρεῖ.

`24.425`

τοῦ λείπει ἡ ὑπέρ ἢ περί.

`24.429`

Κεφαλλήνων ὄχʼ ἀρίστους γρ. Κεφαλλήνων ἐνὶ δήμῳ.

`24.432`

ἢ ὁ η ἀντὶ τοῦ ἐπεί.

`24.436`

φθιμένοισι γρ. προτέροισι.

`24.450`

ᾕρει γρ. εἷλε.

`24.452`

δηλονότι φρόνιμος ἦν.

`24.462`

ἐπίσπαστον καταχρηστικῶς σημαίνει τὸ ἑκούσιον, ὅ ἐστιν ὃ ἑαυτῷ τις ἐπισπᾶται.

`24.464`

τοὶ δʼ οὗτοι δὲ, ἀντὶ τοῦ οἱ λοιποί.

`24.467`

νώροπα ἔγκειται καὶ τὸ μὴ ὁρᾶν καὶ τὸ ὦπες. σημαίνει οὖν στιλπνότητα καὶ λαμπρότητα δυσόρατον.

`24.475`

ἢ προτέρω εἰς τοὔμπροσθεν τοῦ χρόνου, ὡς ἄν τις εἴποι ἐπὶ πλέον.

`24.496`

δύοντο γρ. ἔδυνον.

`24.499`

ἀναγκαῖοι ὑπʼ ἀνάγκης, χρειώδεις. οἱ μετὰ ἀνάγκης πολεμοῦντες.

`24.506`

τόδε γʼ εἴσεαι δείξεις, γνωστὸν ποιήσεις.

`24.509`

κεκάσμεθα παρευδοκιμοῦμεν.

`24.523`

κόρυθος διὰ χαλκοπαρῄου χαλκῷ τὰς παρειὰς ἡρμοσμένης.

`24.528`

ἀνόστους ἐπανόδου μὴ τυγχάνοντα.

`24.539`

ψολόεντα καυστικὸν, ἀσβόλην ποιοῦντα. ψόλον γὰρ τὴν ἀσβόλην λέγει. τοιοῦτον δὲ ἀφίησιν ὁ Ζεὺς πῦρ ἐκ τοῦ οὐρανοῦ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-adx`.
