---
title: "Scholia on the Odyssey: Book XXI"
title_greek: "Σχόλια εἰς Ὀδύσσειαν, ΚΑʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-adu
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-odyssey-book-21-vta-adu"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:9c0534ae476f37ff1da6e3507366c0d96713e26801f927433bd7130bb490fe65"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on the Odyssey: Book XXI

*Σχόλια εἰς Ὀδύσσειαν, ΚΑʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-adu` · [HTML page](https://eulogikon.org/works/homer-comm-odyssey-book-21-vta-adu)

## Text

Part of [Scholia on the Odyssey](/works/homer-comm-odyssey-vta-ad)

ΥΠΟΘΕΣΙΣ Τόξου θέσιν Πηνελόπη μνηστῆρσι. καὶ ὡς ἀναγνωρισθεὶς τοῖς θεράπουσι συντίθεται Ὀδυσσεὺς τὸν κατὰ τῶν μνηστήρων φόνον. καὶ ὡς μὴ δυναμένων αὐτῶν ἀνατεῖναι τὸ τόξον ἐγκρατὴς γέγονεν ὅλων Ὀδυσσεύς.

ΑΛΛΩΣ

Πηνελόπη τῷ τείνοντι τὸ τόξον ὁμολογεῖ τὸν ἑαυτῆς γάμον, Ὀδυσσεὺς δὲ Εὐμαίῳ καὶ Φιλοιτίῳ ἐντειλάμενος περὶ τῆς τῶν θυρῶν ἀσφαλείας αὐτὸς ἀφίησι τὸ βέλος διὰ τῶν πελέκεων ἄλλου τεῖναι τὸ τόξον μὴ δυνηθέντος.

`21.1`

τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε ὁ δέ ἀντὶ τοῦ γάρ. τίθησι δὲ τὸ τόξον ἵνα, ἐὰν μὲν πλείους ἐντείνωσι, στασιάσωσιν, ἐὰν δὲ μηδεὶς, ἀνάξιοι τῆς μνηστείας φανῶσιν. τὸ δέ ἀντὶ τοῦ γάρ. οὐχ ἡ Πηνελόπη δὲ τὸν φόνον ἐνόησεν, ἀλλʼ ὁ ποιητὴς ἀφʼ ἑαυτοῦ τὸ συμβησόμενόν φησι.

`21.5`

κλίμακα δʼ ὑψηλὴν τὴν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀποθήκην, ἵνα τὴν κλεῖν λάβῃ.

`21.6`

κληῗδα οὐ μόνον τὸ κλεῖθρον, ἀλλὰ καὶ τὴν κλεῖν.

`21.7`

κώπη δʼ ἐλέφαντος ἐπῆεν ἡ λαβὴ τοῦ ξίφους ἡ κόπτειν δυναμένη, παρὰ τὸ κοπή, ἀναβιβασμῷ καὶ τροπῇ, κώπη. καὶ ἡ τῶν ἐρετῶν κώπη λέγεται παρὰ τὸ κόπτειν τὸ ὕδωρ.

`21.9`

ἔσχατον νῦν τὸ ἐνδότατον.

`21.10`

πολύκμητος ἐφʼ ᾧ πολλὰ κάμνουσιν.

`21.11`

ἔνθα δὲ τόξον ἔκειτο προνοητικῶς οὐκ ἐν τῷ ἀνδρῶνι, ἵνα μὴ ὑπὸ τοῦ καπνοῦ ἡ νευρὰ ῥαγῇ.

`21.13`

Λακεδαίμονι νῦν ἐπὶ τῇ Λακωνικῇ χώρᾳ, ἧς μέρος κατὰ τοὺς ἡρωϊκοὺς χρόνους ἡ Μεσσήνη. διχασθῆναι δέ φασι τὴν Λακωνικὴν τῆς Μεσσηνίας ἐπὶ τῶν Ἡρακλειδῶν, οἳ μετὰ τὴν τοῦ Ἰλίου ἅλωσιν κατέσχον τὴν Πελοπόννησον.

`21.15`

Μεσσήνῃ τῇ Μεσσηνίᾳ χώρᾳ, ἥτις ἦν μέρος τῆς Λακεδαίμονος πρὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου.

`21.16`

οἴκῳ ἐν Ὀρτιλόχοιο ἐν Φεραῖς.

`21.17`

μετὰ χρεῖος ἐπὶ χρεῖος, χρέος ἀπαιτήσων καὶ ὀφείλημα. οὐ δάνειον, ἀλλὰ ἐξ ἁρπαγῆς. διὰ ὄφλημα.

`21.18`

ἄειραν νῦν, ἥρπασαν.

`21.20`

ἐξεσίην δημοσίαν ἔκπεμψιν καὶ πρᾶξιν. δημοσίαν ἔκπεμψιν. παρὰ τὸ ἥσω ἑσία καὶ ἐξεσία.

`21.22`

Ἴφιτος αὖθʼ ἵππους Αὐτόλυκος ὁ Ἑρμοῦ κλέψας τὰς Εὐρύτου ἵππους πέπρακεν αὐτὰς τῷ Ἡρακλεῖ, ἃς ζητῶν Ἴφιτος περιῄει. τὸν γὰρ Ἰόλης ἔρωτα οὐκ οἶδεν ὁ ποιητὴς, οὐδὲ ὡς ἀποτυχὼν τοῦ ἔρωτος τῆς Ἰόλης ἔκλεψε τὰς ἵππους Εὐρύτου. Ἴφιτος Εὐρύτου μὲν παῖς, Οἰχαλιεὺς δὲ τὸ γένος ἀπολομένων αὐτῷ τῶν ἵππων περιῄει τὰς πέριξ ἐρευνῶν πόλεις εἴ που φανεῖεν. Πολυΐδου δὲ τοῦ μάντεως εἰπόντος αὐτῷ μὴ παραγίνεσθαι εἰς Τίρυνθα χάριν ζητήσεως, οὐ γὰρ εἶναι συμφέρον, λέγεται παρακούσαντα παραγενέσθαι. τὸν δὲ Ἡρακλέα μηχανῇ τινι καὶ στρατηγίᾳ συνεφελκυσάμενον αὐτὸν ἄγειν εἰς ἐπίκρημνον τεῖχος καὶ καταστρέψαι, διὰ τὸ πρὸς αὐτὸν ἔχειν ἔγκλημα καὶ τὸν πατέρα, ὅτι τελευτήσαντι αὐτῷ τὸν ἆθλον τὴν Ἰόλην γαμεῖν οὐκ ἔδωκαν, ἀλλʼ ἀτιμάσαντες ἀπέπεμψαν. λέγεται δὲ ὡς ἀγανακτήσας ὁ Ζεὺς ἐπὶ τῇ ξενοκτονίᾳ προσέταξεν Ἑρμῇ λαβόντα τὸν Ἡρακλέα πωλῆσαι δίκην τοῦ φόνου· τὸν δὲ εἰς Λυδίαν ἀγαγόντα τῇ τῶν τόπων βασιλευούσῃ Ὀμφάλῃ δοῦναι τριῶν τιμηθέντα ταλάντων. ἡ ἱστορία παρὰ Φερεκύδῃ.

`21.26`

μεγάλων ἐπιίστορα ἔργων μεγαλουργὸν, ἐπὶ μεγάλοις ἔργοις ἱστορούμενον, ἐπιστήμονα.

`21.27`

ξεῖνον ἐόντα κατέκτανεν ξενιζόμενον παρʼ αὐτῷ. οἱ δὲ νεώτεροί φασιν ὡς ὅτι αὐτὸν ἀπὸ τοῦ τείχους κατέβαλεν.

`21.29`

ἔπειτα δὲ ὁ δέ ἀντὶ τοῦ γάρ. καὶ αὐτὸν ἔκτεινε καὶ τοὺς ἵππους κατέσχε.

`21.31`

τὰς ἐρέων ἀνερευνῶν, ζητῶν. ὁμοίως τῷ «κνημοὺς ἐξερέῃσι» δῆλον δὲ ὅτι καὶ πρὸ Ἡρακλέους ἦν ὁ Εὔρυτος.

`21.32`

μέγας Εὔρυτος ἐπὶ τοξικῇ.

`21.35`

ἀρχὴν ξεινοσύνης ἀρχὴν ποιούμενα ξενίας. προσκηδέος τῆς ποιούσης κηδεμονικῶς ἔχειν πρὸς ἀλλήλους. κηδεμονικῆς φιλίας. κήδονται γὰρ ἀλλήλων οἱ φίλοι καὶ ξένοι. οὐδὲ τραπέζῃ οὐδὲ ἕτερος ἑτέρῳ ἐπιξενωθέντι παρέθηκε τράπεζαν.

`21.38`

ὅς οἱ τόξον ἔδωκε τρίτον εἴρηκε τὴν δόσιν, ἐπεὶ διὰ μέσου τινὰ παραδιηγεῖται. τὸ δʼ οὔ ποτε δοκεῖ μὲν παρέλκειν τὸ ποτέ, ἴσως δέ φησιν, οὐδὲ ἄλλοτε.

`21.46`

αὐτίκʼ ἄρʼ ἥγʼ ἱμάντα ἱμάντα τὸν ἀνοίγοντα τὸ ἔνδοθεν περιγινόμενον κοχλῷ ἐοικὸς κλεῖθρον. δύο γὰρ ἱμάντες ἦσαν, ὁ μὲν κλείων, ὁ δὲ ἀνοίγων. ἑκάτερος δὲ κρίκου τινὸς ἐξήρτητο. ἡ Εὐρύκλεια οὖν θύραν ἐπέρυσσε κορώνῃ ἀργυρέῃ, κλείουσα. τὸ δὲ «ἄντα τιτυσκομένη» ὥστε τὰς βαλάνους ἀντίας γίνεσθαι τοῖς τῆς κλειδὸς γόμφοις. ἢ αὐτὴ ἀντικρὺ καὶ ἔμπροσθεν τῆς θύρας ἑστῶσα καὶ οὕτως καταστοχαζομένη. κορώνη ὁ κρίκος. ἀπέλυσε κορώνης τὸ κλεῖθρον ἑκατέρωθεν ἐξήρτητο πρὸς κρίκον, ὥστε διʼ οὗ μὲν ἑλκομένου πρὸς τῷ σταθμῷ κυκλεῖσθαι, διʼ οὗ δὲ ἀνοίγεσθαι εἰς τοὐναντίον ἑλκομένου.

`21.47`

ἀνέκοπτεν ἀνέκρουεν, ἀνώθει. ὀχῆας νῦν τὰς λεγομένας βαλάνους τὰς ἐν τῷ λεγομένῳ χελωνίῳ κατʼ ἀντικρὺ τῆς κλειδὸς, αἳ περιάγονται καὶ ἀνοίγονται. τὰς βαλάνους. ἐν Ἰλιάδι δὲ τοὺς μοχλούς.

`21.50`

πληγέντα κληῗδι πρότερον τοῦ κλείθρου ταραχθέντος ἡ κλεὶς ἔτι ἦν κρατοῦσα.

`21.54`

γωρυτῷ τῇ θήκῃ τοῦ τόξου. ἐλύτρῳ τοῦ τόξου. καὶ ἔστι γωρυτῷ παρὰ τὸ ἀορεῖν τὸν ῥυτόν.

`21.61`

ὄγκιον ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις, σημαίνει δὲ ὄγκιον ἀγγεῖον κιστοειδὲς, ἐν ᾧ ἔκειντο οἱ ὄγκοι. ὄγκοι δέ εἰσιν οἱ πώγωνες τῶν ἀκίδων. καὶ ἐν ἄλλοις «ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας» συνεκτικὸν τῶν ὄγκων ἀγγεῖον, ὡς κρεῖον τὸ κρεοδόχον ἀγγεῖον. ὄγκιον οὖν ἡ θήκη τῶν ἀκίδων. εἴρηται δὲ παρὰ τὸ ὀγκῶδες εἶναι. προπαροξυτόνως τὸ ὄγκιον. ἔστι δὲ κυρίως τὸ δεκτικὸν τῶν ὄγκων, ὅ ἐστιν ἀκίδων.

`21.62`

τοῖο τοῦ ἰδίου.

`21.69`

ἐχράετε ἐβιάσασθε, ἐβαρήσατε.

`21.71`

μύθου νῦν τῆς στάσεως. ὅθεν καὶ Ἀνακρέων τοὺς ἐν τῇ Σάμῳ ἁλιεῖς ὄντας στασιαστάς φησι «μυθιῆται δʼ ἀνὰ νῆσον, ὦ Μεγίστῃ, διέπουσιν ἱρὸν ἄστυ.» ἀντὶ τοῦ στασιασταί. ἐπισχεσίην πρόφασιν. νῦν σημαίνει πρόφασιν. ἐπιμονῆς γὰρ χρεία τῷ προφασιζομένῳ εἰς τὸ ψεύδεσθαι καὶ τὸ μὴ ἀληθεύειν. καὶ Ἀλκαῖος «οὐδέ τι μυνάμενος ἄλλοι τὸ νόημα» ἀντὶ τοῦ προφασιζόμενος. ἀλλαχοῦ ἀποτρέπων τὸ ἑαυτοῦ νόημα.

`21.73`

τὸ δὲ φαίνετʼ ἄεθλον τὸ ἐμὲ γῆμαι.

`21.76`

δυοκαίδεκα πάντων εἰ γὰρ ἐν μέσοις ἔστη τὸ βέλος, ἔξαθλος ἦν, ὡς ἐλλείπων τῇ δυνάμει.

`21.85`

ἐφημέρια φρονέοντες τὸ παραυτίκα μόνον φρονοῦντες, οὐ προνοοῦντες τοῦ μέλλοντος.

`21.90`

τόξα νῦν τὴν σύμπασαν σκευήν.

`21.91`

ἀάατον ἐπιβλαβῆ, ἢ ἄνευ βλάβης.

`21.93`

μέτα ἀντὶ τοῦ ὑπάρχει.

`21.106`

φαίνετʼ ἄεθλον τὸ γῆμαι τὴν Πηνελόπην πρόκειται νικητήριον. εἰ γὰρ τὸν ἀγωνισμὸν ἔλεγεν, ἀρσενικὸν ἂν ἔφη.

`21.107`

κατʼ Ἀχαιΐδα γαῖαν γενικῶς εἶπε, καὶ αὖθις τοὺς ἐπισημοτάτους τόπους ἐδήλωσε.

`21.111`

μὴ μύνῃσι προφάσεσιν. ἅπαξ δὲ κεῖται. προφάσεσι. παρὰ τὸ μύσαντα τὰ ὄμματα σκέπτεσθαι τί χρὴ δρᾶν. τούτου γὰρ χάριν προφασίζονται, ἵνα ἐπιμείνωσιν. οἱ δὲ, κατασιωπῶντες, παρὰ τὸ μύειν τὸ στόμα.

`21.114`

σιδήρου τῶν πελέκεων

`21.117`

ἀνελέσθαι ἀναλαβεῖν, μεταχειρίσασθαι, ὑποστῆναι.

`21.120`

διὰ τάφρον ὀρύξας δηλονότι πρότερον ἴθυνε τὴν τάφρον, μετὰ ταῦτα ἔστησε.

`21.122`

ἔναξε συνεπίλωσεν. ἀντὶ τοῦ ἔνησε, ὅ ἐστιν ἐσώρευσε.

`21.138`

κορώνῃ τῷ ἄκρῳ τοῦ τόξου.

`21.141`

ἐπιδέξια ἐκ τοῦ δεξιοῦ μέρους.

`21.142`

ὅθεν τʼ ἐπιοινοχοεύει εὔλογόν ἐστιν εἰσιόντος εἰς τὸν ἀνδρῶνα ἐν δεξιᾷ κεῖσθαι τὸν κρατῆρα.

`21.145`

θυοσκόος ἱεροθύτης. ὁ μάντις· ἀπὸ τῶν θυομένων κοῶν, ὅ ἐστι νοῶν, καὶ διὰ πυρὸς μαντευόμενος.

`21.146`

μυχαίτατος ἐνδότατος.

`21.161`

ἐέδνοισιν διζήμενος πλήθει ἔδνων ζητῶν. βίᾳ γὰρ καὶ ῥώμῃ οὐ λήψεται.

`21.162`

εἴη γρ. ἔλθῃ.

`21.185`

βίης ἐπιδευέες δυνάμεως ἐνδεεῖς, ἤτοι τοῦ τόξου ἢ τοῦ Ὀδυσσέως.

`21.186`

ἐπεῖχε ἐπέκειτο. ὁ Ἀντίνοος ἐπεῖχε καὶ ἐκώλυσεν αὐτοὺς πρὸς τὸ παρὸν χρήσασθαι τῷ τόξῳ. φαίνεται γὰρ ὁ Ἀντίνοος ἑξῆς λέγων μὴ δεῖν τεῖναι τὸ τόξον, ἑορτῆς οὔσης τοῦ τοξικοῦ θεοῦ. καὶ Εὐρύμαχος πείθεται.

`21.188`

τὼ δʼ ἐξ οἴκου βῆσαν εἰς τὸν πρόδομον ἐξῆλθον. πιθανῶς, ἐπεὶ μακρῷ πρόσθεν ὁ Ἀντίνοός φησιν «κλαίετον ἐξελθόντες»· καὶ ἅμα ἵνα τῷ Ὀδυσσεῖ συμβαλών.

`21.195`

ποῖοί κʼ εἶτε τὸ πλῆρες ποῖοί κε εἶτε. τὸ δὲ σημαινόμενον ποῦ ἂν εἴητε κατὰ τὴν γνώμην.

`21.196`

ἐνείκαι ἐνέγκοι, ἀγάγοι. ἐνείκαι γρ. ἐνείκῃ.

`21.202`

δύναμις καὶ χεῖρες ἕπονται τῇ δυνάμει καὶ χεῖρες ἀκολουθοῦσιν. ἔσσονται γρ. ἕπονται.

`21.211`

ὑπότροπον γρ. ἀπότροπον.

`21.212`

σφῶϊν σημείωσαι τὸ σφῶϊν καὶ ἐπὶ τοῦ δευτέρου προσώπου τασσόμενον.

`21.220`

σὺν υἱάσιν Αὐτολύκοιο γρ. μετʼ Αὐτόλυκόν τε καὶ υἷας.

`21.222`

ἕκαστα γρ. ἄνακτα.

`21.224`

κεφαλήν τε γρ. χεῖράς τε.

`21.230`

προμνηστῖνοι εἷς παρʼ εἷς, τὸ λεγόμενον, ἄλλος πρὸ ἄλλου, ἀλλεπάλληλοι, ὅ ἐστι παραμένοντες ἀλλήλους.

`21.235`

θέμεναι γρ. δόμεναι.

`21.238`

ἐν ἕρκεσι τοῖς τοιχίοις.

`21.239`

προβλώσκειν ἐξέρχεσθαι, προέρχεσθαι, προβλέπειν. προϊέναι ἔξω.

`21.258`

τοῖο θεοῖο τοῦ θεοῦ τοῦ ἐπὶ τοῦ τόξου.

`21.274`

μετέφη γρ. προσέφη.

`21.278`

ἐπεὶ καὶ τοῦτο ἔπος ὁ Ἀντίνοος. πρὸς γὰρ τὸ δεύτερον τὸ πρότερον.

`21.279`

ἐπιτρέψαι δὲ θεοῖσιν εἶξαι καὶ συγχωρῆσαι τῇ ἑορτῇ.

`21.289`

ὑπερφιάλοισι νῦν τοῖς κατʼ ἀρετὴν διαφέρουσι.

`21.291`

ῥήσιος γνώμης.

`21.295`

οἶνος καὶ Κένταυρον ἀγακλυτὸν Εὐρύτῳ ὅμως μὲν, ἕνα τῶν ἐν τῷ Πειρίθου γάμῳ Κενταύρων ἀπολομένων τὸν Εὐρυτίωνα λέγει, ὅτε τὴν Ἀδράστου θυγατέρα, λέγω δὴ Ἱπποδάμειαν, Πειρίθους πρὸς γάμον ἀγόμενος ἐκάλεσε κατὰ συγγένειαν Λαπίθας καὶ Κενταύρους. ὑπὸ μέθης δὲ οἱ Κένταυρον προαχθέντες τῶν Λαπιθῶν ἁρπάσαι τὰς γυναῖκας ἐπεχείρησαν. οἱ δὲ ὀργισθέντες ἀνεῖλον τοὺς Κενταύρους. Βακχυλίδης δὲ διάφορον οἴεται τὸν Εὐρυτίωνα. φησὶ γὰρ ἐπιξενωθέντα Δεξαμενῷ ἐν Ἤλιδι ὑβριστικῶς ἐπιχειρῆσαι τῇ τοῦ ξενοδοχοῦντος θυγατρὶ, καὶ διὰ τοῦτο ὑπὸ Ἡρακλέους ἀναιρεθῆναι καιρίως τοῖς ἐκεῖ ἐπιστάντος.

`21.298`

μαινόμενος κάκʼ ἔρεξε ἤθελε γὰρ συμμιγῆναι τῇ γυναικὶ τοῦ Πειρίθου.

`21.302`

ὀχέων ὑποφέρων, ἢ ἔχων καὶ βαστάζων. ἀεσίφρονι φρενοβλαβεῖ.

`21.303`

ἐξ οὗ Κενταύροισι Ἰξίων ὁ Διὸς παῖς Λαπίθης τὸ γένος κοινωνὸς τῆς θεῶν τραπέζης γενόμενος καὶ πιὼν πολὺ τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας ἁψάμενος, οὐχ ὅπως αὐτὸς ἀμοιβὰς τῷ Διὶ εὐεργεσίας ἐσκέπτετο, ἀλλὰ διὰ τῆς ἐμφύτου κακίας ἐπείραζε τὸν τῆς Ἥρας γάμον. ὑποπτεύσασα δὲ ἡ θεὸς ἀνήνεγκε τῷ Διὶ τὴν Ἰξίονος λύσσαν. ὁ δὲ ἐνθυμούμενος ζήλῳ πάλιν τοῦτο ταύτην δρᾶν διαβάλλουσαν τοὺς ἐξ αὐτοῦ γεγενημένους, ἔκ τινος ὅμως ἐπιτεχνήσεως τῆς Ἰξίονος ἐπειρᾶτο γνώμης. σκοπῶν δὲ εὗρε τὸ ἀληθές. νεφέλην γὰρ Ἥρᾳ παρεικάσας μόνην ἐν τῷ θαλάμῳ τοῦ Ἰξίονος κατέλιπεν, ὁ δὲ ὡς Ἥραν ἐβιάσατο. τοῦτον οὖν ὁ Ζεὺς ἀγανακτήσας ἴσῃ θανάτῳ περιέβαλε τιμωρίᾳ. γευσάμενον γὰρ τῆς ἀμβροσίας οὐκ ἦν αὐτὸν ἀποθανεῖν. ἀλλὰ τροχοὺς ποιήσας ὑποπτέρους ἔδησε τὸν Ἰξίονα πρὸς τὰς τῶν τροχῶν κνημῖδας καὶ εἴασε κατὰ τοῦ σφαιροειδοῦς φέρεσθαι βοῶντα ὡς τοὺς εὐεργέτας ἀμείβεσθαι προσῆκεν. γίνεται δὲ ἐκ τῆς νεφέλης παῖς Ἰξίονος διφυὴς τὰ μὲν κατώτερα μέρη τῆς μητρὸς ἔχων· αἱ γὰρ νεφέλαι ἵπποις ἐοίκασι· τὰ δὲ ἀνώτερα μέρη ἀπὸ τοῦ ὀμφαλοῦ μέχρι τῆς κεφαλῆς τοῦ πατρὸς Ἰξίονος. φερόμενος δὲ οὗτος κατὰ Μαγνησίαν ἀκόλαστον εἶχε τὴν ὁρμὴν πρὸς τὰς συνουσίας· ἐῴκει γὰρ τοῦ πατρὸς ἀκολασίᾳ· καὶ πολλάκις ἐπλησίαζε ταῖς κατὰ τὸ Πήλιον ἵπποις. ἐντεῦθεν λέγεται τὸ τῶν Κενταύρων ἀναφυῆναι γένος. ὅθεν καὶ τὸν Πειρίθουν, ἐπίκλησιν Ἰξίονος υἱὸν ὄντα λαμβάνειν ἐθέλει γύναιον παρὰ τῶν συγγενῶν Κενταύρων τὴν βάσιν τοῦ προύχοντος αὐτὸν παρθένον Ἱπποδάμειαν. ἡ ἱστορία παρὰ Πινδάρῳ.

`21.306`

ἐπητύος μεταιτήσεως.

`21.310`

μηδʼ ἐρίδαινε γρ. μηδʼ ἐρέεινε.

`21.318`

τοῦ εἵνεκα τούτου χάριν, ὅτι οὕτως ἐμὲ ἄξεται.

`21.319`

οὐδὲ ἔοικε τοῦτο ὑμᾶς ἐννοεῖν.

`21.333`

ἐλέγχεα πάντα γρ. ταῦτα.

`21.334`

εὐπηγὴς εὐπαγής. εὐτραφής.

`21.335`

ἀνδρὸς γρ. πατρός.

`21.346`

κραναὴν Ἰθάκην ὑψηλήν.

`21.347`

νήσοισι πρὸς Ἤλιδος ταῖς περὶ τὸ Δουλίχιον. γρ. οὐδʼ ὅσσοι ναίουσι.

`21.349`

καθάπαξ καθόλου. τοῦτο δὲ οὕτως ἔχει παρὰ τῷ ποιητῇ ἐν ᾧ τῆς προηγουμένης λέξεως ληγούσης εἰς ξ, καὶ ἡ ἑξῆς ἄρχεται ἀπʼ αὐτοῦ.

`21.351`

γυναιξὶν γρ. κέλευε.

`21.352`

μῦθος γρ. τόξον. γρ. τόξον· ἢ περὶ τῆς τοῦ τόξου δόσεως μῦθος.

`21.353`

στίχος· ὣς φάτο· ῥίγησεν δὲ περίφρων Πηνελόπεια.

`21.363`

πλαγκτέ παραπλὴξ, τὴν διάνοιαν πεπλανημένε.

`21.387`

μεγάρων εὐναιεταόντων οἰκημάτων καλῶς κατεσκευασμένων.

`21.386`

γρ. ὣς ἔφαθʼ· ἡ δὲ μάλʼ ὀτραλέως τὸν μῦθον ἄκουσεν.

`21.390`

ὅπλον σχοινίον.

`21.391`

βίβλινον καννάβινον. ἢ τὸ ἐκ παπύρου.

`21.395`

ἶπες θηρία ἐσθίοντα τὰ κέρατα, παραπλήσια κώνωψι. κατανοεῖ δὲ μὴ ἄρα ἄχρηστα αὐτῷ γένηται, καὶ ἑτέρᾳ δέον χρήσασθαι μηχανῇ.

`21.397`

θηητὴρ θαυμαστικὸς, ἔμπειρος. ἐπίκλοπος ἐπιθυμητὴς, ὀρεκτικὸς, κλέπτης. κλέπτειν γὰρ τὸ ἐπιθυμεῖν, καὶ κλέπτης ὁ ἐπιθυμητὴς τῶν ἀλλοτρίων. ἐπίπλοκος γρ. ἐπίκλοπος.

`21.399`

ἐφορμᾶται προτεθύμηται.

`21.400`

ἔμπαιος ἔμπειρος.

`21.402`

τοσοῦτον ὀνήσιος ἀντιάσειεν ὁ νοῦς· εἴθε καὶ ἐπὶ τοσοῦτον ὄνησιν ὧν βούλεται λάβοι. ἢ οὕτως· εἴθε τοσοῦτον μετάσχοι, ὅσον δυνήσεται ἐντανύσαι. ὀνήσιος ὠφελείας. ἢ τῆς βρώσεως ἣν εἰλήφει παρὰ τῶν μνηστήρων.

`21.407`

νέῳ ἀντὶ τοῦ καινῷ. κόλλοπι κολλάβῳ. εἴρηται δὲ παρὰ τὴν κόλλαν. ἔνθα τείνονται αἱ ἐν τῇ λύρᾳ χορδαί.

`21.408`

ἔντερον οἰὸς τὴν χορδήν.

`21.417`

κοίλης βαθείας, διὰ τὸ γεγλύφθαι.

`21.419`

πήχει τῷ τοῦ τόξου κέρατι.

`21.422`

πρώτης στειλειῆς ἀπὸ πρώτης γὰρ ὀπῆς τῶν πελέκεων διηνεκῶς ἦλθεν.

`21.423`

χαλκοβαρής ὁ ἀπὸ σιδήρου ἰσχυρός.

`21.428`

νῦν δʼ ὥρη καὶ δόρπον παρέλκει τὴν διάνοιαν αὐτῶν. τὸ μὲν οὖν δεῖπνον ἀντὶ τοῦ θανάτου, τὸ δὲ ἑψιάασθαι ἀντὶ τοῦ οἰμώζειν.

`21.429`

ἐν ὅσῳ ἡμέρα τε καὶ φῶς ἐστι. ἑψιάασθαι παῖξαι. τέρπεσθαι.

`21.431`

ἀμφέθετο ἐπεῖχεν, ηὐτρέπισεν. ηὐτρέπισε.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-adu`.
