---
title: "Scholia on the Odyssey: Book XIII"
title_greek: "Σχόλια εἰς Ὀδύσσειαν, ΙΓʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-adm
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-odyssey-book-13-vta-adm"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:ecc24427cb222f9579134bbf3e844a71e93b8d5ecd3d506120df55e0a2827e65"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on the Odyssey: Book XIII

*Σχόλια εἰς Ὀδύσσειαν, ΙΓʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-adm` · [HTML page](https://eulogikon.org/works/homer-comm-odyssey-book-13-vta-adm)

## Text

Part of [Scholia on the Odyssey](/works/homer-comm-odyssey-vta-ad)

ΥΠΟΘΕΣΙΣ

Κοιμώμενον Ὀδυσσέα μετὰ τῶν δώρων ἐκτιθέασιν οἱ Φαίακες εἰς τὴν γῆν τῶν Ἰθακησίων. καὶ τὴν μὲν ναῦν αὐτῶν ὑποστρέφουσαν λίθον ποιεῖ ὁ Ποσειδῶν, Ἀθηνᾶ δὲ ἐπὶ τῷ αἰγιαλῷ ὄντι Ὀδυσσεῖ συμβουλεύει περὶ τῆς μνηστηροφονίας. καὶ τὰ χρήματα ἔν τινι σπηλαίῳ ἀποκρύπτει, καὶ εἰς γέροντα μεταμορφοῖ τὸν Ὀδυσσέα. Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην.

`13.2`

κηληθμῷ τῇ διʼ ἀκοῆς ἡδονῇ. θέλξει, τέρψει. κήλησις γάρ ἐστιν ἡ διʼ ᾠδῆς τέρψις καὶ ἡδονή. κηλήσει ἐν τῇ τῆς ἀκοῆς ἡδονῇ. τρισυλλάβως δὲ τὸ ἔσχοντο.

`13.4`

χαλκοβατὲς δῶ νῦν κυρίως κεῖται ἡ λέξις. τοιαῦτα γὰρ τὰ τοῦ Ἀλκινόου βασιλέως· «χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατο», καὶ τὰ ἑξῆς. χαλκοβατὲς ἤτοι χαλκοῦν ἔδαφος ἔχον, ἢ χαλκοῦς ἔχον τοὺς βαθμοὺς τῶν θυρῶν.

`13.5`

τῷ σʼ οὔτι ἀντὶ τοῦ διὰ τό σε, ὅ ἐστι διὰ τοῦτό σε. ἐπειδὴ τὸ ἐμὸν οἴκημα κατέλαβες, διὰ τοῦτο νομίζω σε οὐκέτι πλανηθέντα ἐπανελθεῖν εἰς τὸν οἶκον, ἀλλὰ χωρὶς πλάνης, εἰ καὶ πρότερον κακὰ ἔπαθες. παλιμπλαγχθέντα ὀπισθόρμητον γενόμενον.

`13.6`

εἰ καὶ μάλα πολλὰ τοιοῦτόν ἐστιν ὃ λέγει, εἰ καὶ ἀγνωμόνως ἡ τύχη σοι κέχρηται, καὶ ἐπὶ τὸ πλεῖστον ἐναντιοῦται, ἀλλʼ οὐ νῦν οἴομαί σε ἁμαρτεῖν τῆς πατρίδος ἡμῶν προπεμπόντων.

`13.7`

ἐφιέμενος τάδε εἴρω ἀνδρὶ ἑκάστῳ εἴρω ὅσοι πίνετε οἶνον ἐν τοῖς ἐμοῖς οἴκοις. μετὰ προθυμίας τάδε λέγω. ἐφιέμενος ἐναλλασσόμενος, ἐντελλόμενος.

`13.8`

γερούσιον οἶνον τὸν ἐντίμοις ἀνδράσι διδόμενον. γέρας γὰρ ἡ τιμή· ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν εἴληφεν. τὸν τοῖς ἐντίμοις διδόμενον.

`13.10`

εἵματα μὲν δὴ ξείνῳ μέλλων δωρεὰς δώσειν ἑτέρας αὐτῷ, καὶ τῶν ἤδη δεδομένων μνημονεύει ἀθροίζων ἅπαντα καὶ μεγαλύνων τὴν διὰ τῶν δώρων τιμήν. εὐπρεπῶς δὲ τὸν λόγον ἐξήνεγκεν οὐκ ἄντικρυς φήσας ὅτι ἔλαβες μὲν καὶ ἐσθῆτα καὶ χρυσὸν καὶ ἄλλα δῶρα, νῦν δὲ καὶ τρίποδά σοι καὶ λέβητα κατʼ ἄνδρα προθήσομεν. Καὶ ἄλλως. περὶ τῶν δώρων διαλεγόμενος ὅτι ἐν ἀσφαλεῖ ἀπόκειται ὑπέμνησεν αὐτῷ τῶν ἤδη δεδομένων.

`13.11`

πολυδαίδαλος ὁ ποικίλος καὶ μετὰ τέχνης κατεσκευασμένος· ἢ εἰς τὸ δαιδάλλεσθαι καὶ ποικίλλεσθαι εὔθετος.

`13.12`

δῶρʼ ὅσα Φαιήκων ἀντὶ τοῦ ὑμεῖς. οὐ γὰρ ἄλλοι τινὲς ἦσαν οἱ δόντες.

`13.14`

ἀνδρακὰς κατὰ ἄνδρα. ὁ λόγος, κατὰ ἄνδρα νῦν προδῶμεν, ὕστερον δὲ ἐκ τοῦ δήμου ἀναπραξώμεθα. τινὲς γράφουσιν, ἄνδρα κάτα. ὁ δὲ Φρύνιχος ἀνδρακάδα φησὶ τὴν τῶν ἀνδρῶν δεκάδα. ἔστι δὲ ἐπίρρημα ὡς ἑκάς καὶ ἐντυπάς. τὸ δὲ προικός γενική ἐστιν ἀντὶ αἰτιατικῆς. ὁ γὰρ νοῦς, χαλεπὸν γὰρ καὶ ἀδύνατον ἕνα τοσαύτην δωρεὰν χαρίσασθαι. ἀγειρόμενοι ἀγείραντες κατὰ μέρος παρʼ ἑκάστου λαμβάνοντες.

`13.15`

τισόμεθʼ εἰσπράξομεν, ἀποτῖσαι τὸν δῆμον τὸ μέρος τοῖς νῦν δοῦσιν ἀναγκάσομεν. τὸ δὲ προικός γενική ἐστιν ἀντὶ αἰτιατικῆς, ὥς φησιν Ἡρωδιανός. εἰσπραττόμεθα, ἢ ἀποληψόμεθα. ἀργαλέον γὰρ ἕνα προικὸς ἀντὶ τοῦ προῖκα, δωρεάν. τὸ μὲν μὴ αὐτὸν πάντα δοῦναι ἀπαρηγόρητον, τὸ δὲ φάσκειν ἐπιτιθέναι καὶ τῷ δήμῳ τὴν εἰσφορὰν μικροπρεπές. ἀνακτέον δὲ αὐτὰ εἰς τὰ παλαιὰ ἔθη. εἰκὸς δὲ καὶ τὸ τάλαντον εἶναι τοῦ χρυσοῦ βαρὺ, καὶ τὴν ἐσθῆτα ἀξίαν πολλοῦ.

`13.19`

νῆʼ ἄρʼ Ἀρίσταρχος, νῆάδε. ἐπὶ τὴν ναῦν ἐπεσσεύοντο. εὐήνορα χαλκόν τὸν κοσμοῦντα τὸν ἄνδρα.

`13.20`

καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο ὅρα τὴν κατʼ ὀλίγον προκοπήν. τὰ μὲν γὰρ πρῶτα ὡς ἱκέτης δέδεκται, καὶ οὐδὲ ἀφʼ ἑαυτοῦ ἤγειρεν ὁ βασιλεὺς αὐτόν. ἀμέλει καὶ ὀνειδίζεται ὑπὸ Ἀρήτης «Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ». μαθὼν δὲ τὴν σύνεσιν ὁ βασιλεὺς δώροις τετίμηκεν αὐτόν. νῦν δὴ καὶ ὑπηρετεῖν οὐκ αἰσχύνεται. εὖ κατέθηχʼ κατατεθῆναι παρὼν ἐποίησεν, ὡς τὸ «λοῦσέ τε καὶ ἤλειψε.»

`13.22`

βλάπτοι ἐμποδίζοι.

`13.23`

οἱ δʼ εἰς Ἀλκινόοιο ἴσως οἱ βασιλεῖς μόνον.

`13.25`

Κρονίδῃ ὅτι ἐπόπτης τῶν ξένων. ὅτι οἱ ἑστιώμενοι τοῖς ἑστιῶσι προπίνουσι παρὰ τῷ ποιητῇ.

`13.26`

μῆρα δὲ κήαντες οὕτως Ἀρίσταρχος. κήαντες καύσαντες.

`13.31`

ὡς δʼ ὅτʼ ἀνὴρ ἤγουν γεωργός. πανῆμαρ ὁ Ἀριστοφάνης οὐκ ἐν συνθέσει φησὶ τὸ πανῆμαρ, ἀλλὰ πᾶν, εἶτα κατʼ ἰδίαν τὸ ἦμαρ.

`13.32`

πηκτὸν τὸ μὴ ἔχον ἐξ αὐτοῦ τὸν γύην.

`13.33`

ἀσπασίως γρ. ἀσπάσιος, εὐκταῖος καὶ προσφιλής.

`13.34`

βλάβεται βλάπτεται δὲ γούνατα, ἤγουν κωλύεται τὴν βάδισιν διὰ τὸν πολὺν κόπον.

`13.35`

Ὀδυσῆʼ τὸ πλῆρες Ὀδυσῆϊ, ὡς «ἥρωϊ Λαομέδοντι»

`13.36`

πιφαυσκόμενος φανεροποιῶν.

`13.39`

χαίρετε δʼ αὐτοί ὅτι οἱ παλαιοὶ καὶ ἐν τῷ ἀφίστασθαι τὸ χαῖρε ἔλεγον, ὥσπερ νῦν τὸ σώζου φαμέν.

`13.42`

ὄλβια ποιήσειαν ἄλλο ὄλβος, ἄλλο πλοῦτος, ὡς καὶ ἐν ἄλλοις «ὄλβῳ τε πλούτῳ τε» εὔχεται οὖν τὰ δῶρα ἐπὶ εὐδαιμονίᾳ αὐτῷ γενέσθαι· οὐ γὰρ ἐν πλούτῳ μόνῳ τὴν εὐδαιμονίαν ὁρίζεται. ἀμύμονα ἄμεινον τὸ συναμφότερον ἀκούειν, καὶ τὴν ἄκοιτιν εὕροιμι ἀμύμονα καὶ ἀνεπιμώμητον.

`13.43`

σὺν ἀρτεμέεσσι φίλοισι σώοις, ἀρτίοις, ἀνελλιπέσιν, ὑγιῶς ἔχουσιν. τοῖς πιστοῖς καὶ ἀκεραίοις. ἐκ γὰρ τῆς ἀρτιότητος τὴν ἐπωνυμίαν ταύτην ἀπεκληρώσατο. ὑγιέσι καὶ πιστοῖς.

`13.45`

κουριδίας τὰς ἐκ παρθενίας γεγαμημένας. θεοὶ δʼ ἀρετὴν ὀπάσειαν νῦν τὴν εὐδαιμονίαν, ὡς τὸ «ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ»

`13.54`

ἐπισταδόν ἐπιστημόνως, ἐμπείρως.

`13.57`

Ἀρήτη δʼ ἐν χειρὶ τίθει καὶ ταύτην πρώτην ἱκέτευσε, καὶ οἶδεν ὅτι κατεδεδούλωτο αὐτῇ ὁ Ἀλκίνους. ὅτι οἱ ἑστιώμενοι παρʼ Ὁμήρῳ τοῖς ἑστιῶσι προπίνουσιν, ὡς Ὀδυσσεὺς Ἀχιλλεῖ καὶ Εὐμαίῳ ὁ αὐτός. δέπας ἀμφικύπελλον τὸ περιφερὲς, τὸ πανταχόθεν κεκυφός.

`13.59`

διαμπερὲς διόλου, ἕως οὗ τὸ γῆρας ἵκοιτο.

`13.61`

χώρῳ γρ. οἴκῳ.

`13.65`

ἡγεῖσθαι ἐπὶ νῆα δῆλον οὖν ὅτι φθάνουσιν οἱ ἐρέται παρὰ τῇ νηῒ ὑπάρχοντες.

`13.66`

ἔπεμπε νέεσθαι ἤγουν τὰς γυναῖκας. ἔπεμπε γυναῖκας ἡ ἑτέρα τῶν Ἀριστάρχου, νέεσθαι, εἶχε. καὶ ἄμεινον τὸν μὲν κήρυκα διηγεῖσθαι, τὰς δὲ δουλίδας νέεσθαι.

`13.67`

φᾶρος τὸ ἄνωθεν τῶν ἄλλων ἱματίων φορούμενον, χιτῶνα δὲ τὸ ὑποκάτω.

`13.68`

χηλὸν τὴν ἔχουσαν τὴν ἐσθῆτα κιβωτόν. πυκινὴν συνετήν.

`13.69`

ἡ δὲ ἄλλη σῖτον ἔφερε καὶ οἶνον ἐρυθρὸν, οὐ τῷ Ὀδυσσεῖ, προῄδεσαν γὰρ ὅτι μέχρι τῆς Ἰθάκης κοιμηθήσεται· ἴσως οὖν ἵνα οἱ παραπέμποντες αὐτὸν Φαίακες ἔχωσιν ὑποστρέφοντες· ἀμέλει οἱ δὲ συνεκτιθέασιν αὐτῷ ἐν τῇ Ἰθάκῃ τὰ ἐδώδιμα.

`13.71`

πομπῆες ἀγαυοὶ οἱ Φαίακες οἱ μέλλοντες εἰς Ἰθάκην τὸν Ὀδυσσέα διασῶσαι.

`13.72`

πόσιν λείπει ὁ καί. σὺν γὰρ τοῖς ἄλλοις καὶ τὴν πόσιν καὶ τὴν βρῶσιν ἐδέξατο.

`13.73`

βαπτὸν περιβόλαιον καὶ σινδόνα, ἵνα κοιμῷτο.

`13.74`

νηὸς ἐπʼ ἰκριόφιν ἐπὶ τὰ σανιδώματα τῆς πρύμνης. νήγρετον ἀνέγρετον, βαθύν· ἢ διʼ ἡδονὴν βραδύν.

`13.76`

τοὶ δὲ γρ. τὸ δέ.

`13.77`

τρητοῖο λίθοιο εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν τοὺς λίθους.

`13.78`

ἀνερρίπτουν ἀπὸ τοῦ παρακολουθοῦντος· ἀναρρίπτεται γὰρ ὑπὸ τῶν κωπῶν τὸ ὕδωρ.

`13.79`

καὶ τῷ νήδυμος ὕπνος φυσικῶς αἱ νῆες τῶν Φαιάκων μετὰ τοῦ πλεῖν ὅπου βούλονται ἔσχον καὶ τὸν ὕπνον παρέχειν τοῖς πλέουσιν. ὁ μὲν Ἀλκίνους «αὔριον ἐς τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην»· ἡ δʼ Ἀρήτη «αὐτὸς νῦν ἴδε πῶμα, μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηῒ μελαίνῃ». τοῦτο δὲ γράφεται, ἵνα μὴ ὁρῶσι τὴν ἐνέργειαν τῶν νεῶν οἱ ἐμπλέοντες.

`13.81`

ἡ δʼ ὥστʼ ἐν πεδίῳ εὖ τῇ παραβολῇ κέχρηται. ὥσπερ γὰρ οἱ ἵπποι τρέχοντες ἐκ τῶν ὀπισθίων μερῶν διεγείρονται, οὕτω καὶ ἡ ναῦς ἐλαυνομένη ἐκ τῆς πρύμνης κουφίζεται. τετράοροι τετράσειροι, τέσσαρες ἐζευγμένοι ἵπποι. τέσσαρες ἵπποι ἐζευγμένοι. τετράοροι, τὸ ο μικρόν.

`13.84`

κῦμα δʼ ὄπισθε πάλιν ἐπανέλαβε τὸν λόγον.

`13.86`

ἡ δὲ μάλʼ ἀσφαλέως ἀσφαλῶς, κυρίως ἐπὶ τῶν μὴ σφαλλομένων, ἐμπέδως δὲ ἐπὶ τῶν ἐν τῷ πεδίῳ ἐρριζωμένων. ἡ δὲ ναῦς οὔτε ἄσφαλτός ἐστιν, οὔτε ἐν τῷ πεδίῳ ἐρρίζωται. εἴληπται οὖν εἰς ἔμφασιν τῆς ἀκλινοῦς καὶ μὴ σφαλλομένης ἐν τῷ πλῷ.

`13.87`

κίρκος οἶμαι ὃν λέγουσι νῦν ὀξύπτερον. ὁμαρτήσειεν ἀκολουθήσειεν. πετεηνῶν γρ. πετεεινῶν.

`13.88`

ἔταμνεν ἔκοπτεν.

`13.93`

εὖτʼ ἀστὴρ ὑπερέσχε ἕως οὗ ὑπερανέτειλεν.

`13.96`

Φόρκυνος λιμὴν Ἰθάκης, ἐφʼ ᾧ λιμένι Φόρκυνός ἐστιν ἱερὸν τοῦ θαλασσίου δαίμονος. ἐδείχθη σαφῶς ὅτι θαλάσσιος θεὸς ὁ Φόρκυν. κακῶς ὁ Ἀριστοφάνης ἔγραφεν ἐκεῖ «Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος.» ἀντὶ γὰρ τοῦ, μέδοντος, φησὶν, ἵνʼ ᾖ ἐπὶ τοῦ Ποσειδῶνος καὶ συνάπτηται τῷ ἑξῆς. ὁ λιμὴν οὗτος ἔκ τινος Φόρκυνος θεοῦ ποτε γέγονε κἀκ τούτου τὴν κλῆσιν ἔσχεν. Φόρκυν δαίμων θαλάσσιος, τὸ πρότερον διατρίβων πρὸς τῷ Ἀρυμνίῳ λεγομένῳ ὄρει τῆς Ἀχαΐας, οἰκῶν τε τὴν Φόρκυνος ἀπʼ αὐτοῦ καλουμένην βῆσσαν. κᾆτα φανὲν αὐτῷ καταλιπεῖν τὰς τρίβους ταύτας ἀφίκετο εἰς τὴν Κεφαλληνίαν, καὶ τόπον ἐκλεξάμενος ἐπιτήδειον αὐτῷ ἐνταῦθα ᾤκησεν. λέγεται δὲ Ἄμμος ὁ τόπος. προσορμίσας δὲ εἰς τὸν τῆς Ἰθάκης λιμένα ἠξίωσεν αὐτὸν ἀφʼ ἑαυτοῦ προσαγορεύεσθαι Φόρκυνος. ἡ δὲ ἱστορία παρὰ Ἡροδώρῳ.

`13.97`

προβλῆτες ἔξω τοῦ λιμένος προβεβλημέναι.

`13.98`

ἀκταὶ ἀπορρῶγες προπερισπαστέον τὸ ἀπορρῶγες. σημαίνει δὲ τὰς μὴ ἐρριζωμένας, ἀλλʼ ἀποπεσούσας. τὸ δὲ, λιμένος ποτιπεπτηυῖαι, οἷον πολὺ προήκουσαι τοῦ λιμένος, ὥστε καὶ σκέπην αὐτῷ ποιεῖν. ἀπορρῶγες διερρωγυῖαι, οὐχ ὡς μέντοι τῶν ῥιζῶν ἀποτετμῆσθαι. ποτιπεπτηυῖαι ἔσω νενευκυῖαι.

`13.101`

ὅρμου μέτρον ὅταν πρὸς τὸ ὁρμισθῆναι ἀφίκωνται. τὸ μέτρον, ἢ τὸ πλῆρες τῆς καταγωγῆς.

`13.102`

ἐπὶ κρατὸς λιμένος ἐπὶ τῆς ἀρχῆς. ἄνω, ἐν ἀρχῇ τοῦ λιμένος. ἀρχὴ γὰρ τοῦ σώματος ἡ κεφαλή.

`13.103`

ἄντρον ἱρὸν Νυμφάων ἀλληγορικῶς λέγει ἄντρον τὸν κόσμον, νύμφας τὰς ψυχὰς, τὰς αὐτὰς καὶ μελίσσας, καὶ ἄνδρας τὰ σώματα. δύο δὲ θύρας τὴν τῶν σωμάτων ἔξοδον, ἤτοι τὴν γένεσιν, καὶ τὴν τῶν ψυχῶν εἴσοδον, ἐν ᾗ οὐδὲν τῶν σωμάτων εἰσέρχεται, μόναι δὲ αἱ ψυχαί. ἀθάνατοι γάρ εἰσι. ὅθεν καὶ ἐλαίαν φησὶν, ἢ διὰ τὸν νικητικὸν στέφανον, ἢ διὰ τὸ ... ὅ ἐστι τὴν τροφὴν ... ἠεροειδές ἀντὶ τοῦ μέγα καὶ ἀναπεπταμένον.

`13.104`

νηϊάδες αἱ τῶν ναμάτων σύντροφοι· οὐ γὰρ ἀπὸ Νηΐου ὄρους. αἱ τῶν ναμάτων νύμφαι, ἢ ἀπὸ τοῦ Νηΐου ὄρους. ἀπὸ τοῦ Νηΐου ὄρους. ἢ ναΐδες νύμφαι εἰσὶ τῶν ὑδάτων.

`13.105`

ἀμφιφορῆες εἶδος κεράμων ἀμφώτων. καὶ τὰ αὐτὰ ἀναθήματα ὡς οἱ κρατῆρες καὶ ἀμφιφορεῖς.

`13.106`

τιθαιβώσσουσι μέλισσαι τὴν βόσιν, τὴν τροφὴν, ἀποτιθέασιν. ὅ ἐστι τὰ κηρία. ἀποτίθενται τὴν βόσιν, ὅ ἐστι τὸ μέλι, οἷον θησαυρίζουσι τὰ κηρία καὶ νεοττοτροφοῦσιν.

`13.108`

φάρεʼ ἁλιπόρφυρα ἐοικότα τῇ θαλάσσῃ πορφυριζούσῃ.

`13.109`

δύω—θύραι—αἱ μὲν—αἱ δὲ—πῶς ἐπὶ τῶν δύο θυρῶν ἐν τῷ διαιρεῖν φησιν αἱ μὲν, αἱ δέ; ἐνδέχεται τὴν μίαν ἑκάστην θύραν δίθυρον εἶναι.

`13.110`

καταιβαταὶ ἀνθρώποισι βάσιμοι, διʼ ὧν κατάβασίς ἐστιν ἀνθρώποις. ὀξυτόνως ἐπὶ τῷ καταιβαταί.

`13.111`

θεώτεραι θειότεραι καὶ ἄβατοι ἀνθρώποις. θειότεραι, διʼ ὧν μόνοι θεοὶ εἰσέρχονται.

`13.113`

πρὶν εἰδότες ἀντὶ τοῦ πρὶν εἰδῆσαι, ὡς τὸ «καρπῷ βριθομένη» λείπει τὸ ὡς. οὐ γὰρ οἱ Φαίακες, ἀλλʼ αἱ νῆες αὐτῶν μόναι τοὺς τόπους ἐπίστανται.

`13.119`

καδδʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν οὐ διανιστᾶσιν αὐτὸν περὶ τοῦ μὴ δοκεῖν χάριν τῆς παραπομπῆς ἀπαιτεῖν· ἢ ἵνα μὴ κατασχεθῶσιν ὑπʼ αὐτοῦ· ἢ οὕτως ᾠκονόμησε διὰ τὰ ἑξῆς. ἀνῄρητο γὰρ ὑπὸ τῶν μνηστήρων φανερῶς κατιών. τὴν τῶν Φαιάκων ἀτοπίαν καθʼ ἣν τὸν Ὀδυσσέα καθεύδοντα μὴ διυπνίσαντες εἰς τὴν γῆν κατέθεντο, τοῦ τε Ὀδυσσέως τὸν ἄκαιρον ὕπνον, διαλύειν πειρώμενος ὁ Ποντικὸς Ἡρακλείδης φησὶν ἀτόπους εἶναι τοὺς ἐξ ὧν εἴρηκεν ὁ ποιητὴς μὴ στοχαζομένους περὶ τοῦ παντὸς τρόπου τῶν Φαιάκων. συνειδότας γὰρ ἑαυτοῖς φιληδονίαν καὶ ἀπολαυστικὸν τρόπον, καὶ δεδιότας μή τις αὐτοὺς ἄλλος ἐπελθὼν ἐκβάλῃ ἀπὸ τῆς χώρας, δύο ταῦτα ὑποκρίνασθαι, φιλοξενίαν τε πρὸς τοὺς παρόντας, ταχεῖάν τε ἀπόπεμψιν πρὸς τοὺς ἐλθόντας, πάντα δὲ ἐργάζεσθαι ὅπως αὐτῶν ἡ οἴκησις λανθάνῃ, καὶ διάστημα ὅσον ἐστὶ μὴ γινώσκηται, νῆσον ἀγαθὴν οἰκοῦντας, πρὸς δὲ τὸν πόλεμον οὔτε γεγυμνασμένους οὔτε προαιρουμένους, ἀλλʼ ἐναντίαν βιοτὴν τοῖς πολεμικοῖς ἐπιτηδεύμασιν ἔχοντας· «οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη»· καὶ πάλιν φησὶν αὐτοῖς αἰεὶ δαῖτα μέλειν κίθαρίν τε καὶ ᾠδάς. τοιούτους οὖν ὄντας καὶ τοιαύτην γῆν ἔχοντας οὐδὲν ἀπεικὸς εὐλαβεῖσθαι μὴ κατοπτευθέντες ὑπό τινων πολεμῆσαι δυναμένων ἐκπέσωσι τῆς χώρας, καὶ ταχυτάτας ἀποπομπὰς ποιεῖσθαι τῶν ξείνων, οὐ διὰ φιλοξενίαν· «οὐ γὰρ ξείνους οἵγε μάλʼ ἀνθρώπους ἀνέχονται, οὐδʼ ἀγαπαζόμενοι φιλέουσιν ὅτε κέν τις ἵκηται». οὐδὲν οὖν ἄλογον διά τινα τοιαύτην αἰτίαν αὐτοὺς ἀποστέλλειν ταχέως τοὺς ξένους, πρὶν ἐντὸς γενέσθαι τῶν παρʼ αὐτοῖς τοὺς ἐπιδημήσαντας. εὔλογον δὲ ἦν μάλιστα τὸν Ὀδυσσέα φοβηθῆναι. τούτῳ γὰρ συμβεβήκει τὰ μὲν περὶ πόλεμον δεινότατον τῶν θνητῶν εἶναι καὶ διὰ τὴν φύσιν καὶ διὰ τὴν ἐν τῇ Τροίᾳ γυμνασίαν. πρὸ τοῦ γνῶναι οὖν εὐκαταφρόνητον εἶναι νομίζοντες ἧττον ἔκρυπτον τὴν ἑαυτῶν διαγωγὴν, ἀλλά τι καὶ παρεδήλουν· ἐπεὶ δὲ ᾔσθοντο ὃς ἦν, βουλόμενοι μήτε τὸν τόπον ὅπου τὴν νῆσον αὐτῶν εἶναι συμβέβηκε μήτε πόσος ἦν αὐτῷ ὁ πλοῦς ἐκ τῆς Ἰθάκης πρὸς αὐτοὺς γνῶναι, πρῶτον μὲν ἔφασαν αὐτῷ ὅτι δεῖ καθεύδειν αὐτὸν ἀναβάντα εἰς τὸ πλοῖον, εἶτα πολὺ τῆς Ἑλλάδος ἀπέχειν τὴν νῆσον αὐτῶν ὑπολαβεῖν τὸν Ὀδυσσέα θέλοντες παρενέβαλον ὡς αὐθημερὸν εἰδεῖεν αἱ νῆες κατανύειν εἰς ὃν ἂν οἱ ναῦται πρόθωνται τόπον. καὶ τὸ λέγειν ὅτι ῥᾳδίως αὐτὸν ἀπάξουσιν εἰς τὴν πατρίδα, εἰ καὶ μάλα πολλὸν ἑκαστέρω ἐστʼ Εὐβοίης, ἥνπερ τηλοτάτω φασὶν ἔμμεναι οἵπερ ἴδοντο ἡμετέρων προγόνων, συνῳδόν ἐστι τῷ προσποιεῖσθαι πόρρω τῆς Ἑλλάδος τὴν χώραν αὐτῶν εἶναι. τῷ γὰρ τὴν Εὔβοιαν τηλοτάτω λέγειν εἶναι παντελῶς φασιν ἑαυτοὺς κατοικεῖν πόρρω τῆς Ἑλλάδος. ἀλλὰ δῆλον ὅτι πάντα ταῦτα συνέτεινεν αὐτοῖς πρὸς τὸ μὴ γνωσθῆναι καθʼ ὃν ᾤκουν τόπον. τοιαύτης δὲ αὐτῶν οὔσης τῆς προαιρέσεως, ἐπειδὴ καθεύδοντος τοῦ Ὀδυσσέως εἰς τὴν Ἰθάκην ἥκειν αὐτοὺς συνέπεσε, κάλλιστον, οἶμαι, τοῦτο ἡγήσαντο ὑπάρχειν αὐτοῖς καθεύδοντα αὐτὸν ἐκθεῖναι, πρὸς τὸ μηδὲ εἰς ὃν ἀποπλέουσι τόπον εἴτε πρὸς ἕω εἴτε πρὸς ἑσπέραν γνωσθῆναι. τό τε παθεῖν τι τὸν Ὀδυσσέα ὑπὸ τῶν περιτυχόντων τάχα μὲν ἴσως οὐδὲν αὐτοῖς διέφερεν, ἐπειδή γε αὐτοῖς συμβέβηκε μηδὲν εἰς αὐτὸν ἀσεβῆσαι, καθάπερ ὑπέσχοντο μετὰ τῶν σπονδῶν εἰς τὴν πατρίδα ἀπαγαγεῖν. οὐ μὴν ἀλλʼ εἴ τινα φιλανθρωπίαν δεῖ αὐτοῖς ἀποδοῦναι πρὸς τὸν Ὀδυσσέα, ἔξεστι λέγειν ὡς ἐξ ὧν ἤκουσαν αὐτοῦ λέγοντος, οὓς ὁ Τειρεσίας αὐτῷ χρησμοὺς εἶπε, συνελογίσαντο ὅτι οὐδὲν παθεῖν αὐτῷ εἵμαρτο δεινὸν, ἀλλὰ τιμωρήσασθαι τοὺς ἐχθρούς. εἰδότες δὲ ἐκεῖνον οὐδὲν βλαβησόμενον, αὐτοὶ δʼ ὅπερ προετέθειντο ἀπεργασάμενοι, τὴν ἀγωγὴν ἐποιήσαντο, οὐκ ἐπεγείραντες αὐτόν. κἀνταῦθα μὲν δεῖ θεωρεῖν παρὰ τί ποτε τὴν ἀπολογίαν ποιούμεθα. οἱ μὲν γὰρ κατηγοροῦντές φασί τι πρᾶξαι τοὺς Φαίακας τοιοῦτον, ἐξ οὗ κίνδυνος ἦν ἀδοξίᾳ περιπεσεῖν, οὐ προσαποδεικνύουσι δὲ ὅτι διὰ τὴν πρᾶξιν αὐτοῖς ταύτην οὐδὲν ἀγαθὸν συνέβαινεν. ἔδει δὲ τοῦτο ποιῆσαι τοὺς μέλλοντας μὴ παραδώσειν ἀπολογίαν. πολλάκις γὰρ τῶν ἐν μιᾷ πράξει καὶ δυσχερὲς ὑπάρχει τι καὶ ἀγαθὸν, καὶ μᾶλλόν ἐστιν αἱρετὸν τὸ ἀγαθὸν ἢ τὸ κακὸν φευκτόν. διόπερ οὐκ ἀποδοκιμάζομεν τὰς τοιαύτας πράξεις· καὶ τοῖς Φαίαξι δὲ τοῦτο συμβαίνειν λέγομεν. οὐ γὰρ τὴν ἀπόδειξιν ἐφοβήθησαν, ὡς λαθεῖν ἐβουλήθησαν ἐν ᾧ τόπῳ κατοικοῦσιν. ἡ μὲν οὖν ἀφορμὴ τῆς ἀπολογίας ἐκ τούτου γέγονεν ἡμῖν· ἤδη δὲ πλάττομεν ἐκ τῶν ἐπῶν τι τοῖς Φαίαξιν αἱρετώτερον ἄλλο συμβαῖνον· διόπερ ἴδιον τρίτης ἀδοξίας κίνδυνος.

`13.123`

Ἀρίσταρχος, μήπω, χρονικῶς. διὸ καὶ ἐπήγαγε, πρὶν Ὀδυσῆʼ ἔγρεσθαι.

`13.124`

δηλήσαιτο βλάψοι, ἀντὶ τοῦ ἀφέληται.

`13.128`

Ζεῦ πάτερ ὅτι Ποσειδῶν, ὃς ἦν ἀδελφὸς, πατέρα προσαγορεύει τὸν Δία πρὸς τιμήν.

`13.130`

Φαίηκες, τοίπερ τοι ἐμῆς ἔξ εἰσι γενέθλης ἐξ ἐμῆς ὑπάρχουσιν. «ἐξ ἐμῆς» ὡς τὸ «Μυρμιδόνων δʼ ἔξ εἰμι» τοῦτο ἐν ἤθει. Ποσειδῶνος γὰρ καὶ Κερκύρας. ἐν ἤθει ταῦτα. ὁ γὰρ Φαίαξ Ποσειδῶνος καὶ Κορκύρας τῆς Ἀσωποῦ. τὸ δὲ ἀπηύρων ἀντὶ τοῦ ἀφειλόμην.

`13.133`

ἐπεὶ σὺ πρῶτον χρονικῶς.

`13.135`

ἀγλαὰ γρ. ἄσπετα.

`13.137`

ἐξήρατο ἐξαίρετα ἔλαβεν.

`13.138`

ἀπὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἑξῆς ἐστιν, ἢ παρέλκει.

`13.142`

πρεσβύτατον οὐ καθʼ ἡλικίαν, ἀλλὰ τιμιώτατον· ὡς Ἥρα «καί με πρεσβυτάτην τέκετο» τοῦτο μάλιστα Ποσειδῶν αἰτιᾶται, τάχα δʼ ὅτι καὶ περιπεμφθῆναι αὐτὸν ὑπʼ ἄλλων, οὐχ ὑπʼ ἐκείνων ἔδει. ἐντιμότατον. ἀλλαχοῦ γὰρ λέγει «ἀλλὰ Ζεὺς πρότερος ἐγεγόνει» ἰάλλειν περιβάλλειν, διδόναι, ἐκτείνειν.

`13.143`

βίῃ καὶ κάρτεϊ εἴκων νικώμενος ὑπὸ τῆς ἑαυτοῦ βίας καὶ τῆς ἰσχύος, ὥστε διὰ τοῦτο ἐξυβρίζειν.

`13.144`

τὸ ἑξῆς, οὔτι τίει βίῃ τῇ σῇ καὶ κάρτεϊ εἴκων—ἐν σοὶ ζῇ τιμωρία τοῦ ἀτιμάζοντός σε.

`13.148`

ὀπίζομαι διὰ φροντίδος ἔχω, ἢ αἰδοῦμαι. φυλάττομαι, αἰδοῦμαι, ἐντρέπομαι.

`13.152`

μέγα δέ σφιν ὄρος ἵνα μὴ ζητῶμεν νῦν ὅπου οἱ Φαίακές εἰσιν· φαίνεται γὰρ τὰ περὶ αὐτῶν. Ἀριστοφάνης δὲ γράφει, μὴ δέ σφιν. ἀντιλέγει δʼ ἐν ὑπομνήμασιν Ἀρίσταρχος. πόλει ἀμφικαλύψαι οὕτως ἀμφικαλύψαι. καὶ ἀπὸ κοινοῦ τὸ ἐθέλω.

`13.154`

ὣς μὲν ἐμῷ γρ. ᾗ. οὕτως.

`13.156`

θεῖναι λίθον ἐγγύθι γαίης ποιῆσαι τὴν νῆα λίθον.

`13.157`

θαυμάζωσιν ὁρῶντες ἐκπλήττωνται.

`13.160`

γεγάασι καταχρηστικῶς ἀντὶ τοῦ οἰκοῦσιν· ἐκ γὰρ τῆς Ὑπερησίας μετεληλύθασιν.

`13.161`

ἔμενʼ τὸ ἔμενʼ ἀντὶ τοῦ ἔμενεν, ὅ ἐστιν, ἐκεῖ ἐκαρτέρει.

`13.163`

ὅς μιν λᾶαν ἔθηκε ὃς τὴν ναῦν ἀπελίθωσεν.

`13.170`

οὐκ ἴσαν οὐκ ᾔδεισαν.

`13.173`

ὃς ἔφασκε ὅτι ἐκ τοῦ τόπου τούτου μετάκεινται εἰς τὰ κατʼ ἀρχὴν πρὸς Ὀδυσσέα ὑπὸ Ἀλκινόου λεγόμενα· οὐκ ὀρθῶς· εἰ γὰρ ἐμέμνητο τοῦ χρησμοῦ, οὐκ ἂν ἀπεκομίσθη ὁ Ὀδυσσεύς. ἀγάσασθαι ἄγαν ὀργισθῆναι. διὰ τοῦ σ ἀγάσασθαι.

`13.174`

πομποὶ ἀπήμονες ὅτι καὶ τῶν μὴ ἀναξίων ἀπήμονες, μὴ ἐῶντες αὐτοὺς πημαίνεσθαι.

`13.175`

εὐεργέα γρ. περικαλλέα.

`13.177`

βαρυντέον τὴν ἡμῖν.

`13.180`

παύεσθε γρ. παύσασθε.

`13.183`

μὴ δʼ ἡμῖν ἐκ τοῦ προτέρου καὶ τὸ δεύτερον προσδοκῶσιν. οὐ γὰρ ἂν θῦσαι καιρὸν εἶχον. ἀπόλυτος ἡ ἡμῖν.

`13.185`

ὣς οἱ μέν ῥʼ εὔχοντο κατὰ τὸ σιωπώμενον, ἠφανίσθησαν. τὰ γὰρ κυρωθέντα ὑπὸ θεῶν ἐξ ἀνάγκης πληροῦται.

`13.190`

ὄφρα μιν αὐτόν Ἀριστοφάνης «αὐτῷ» γράφει καὶ τὸ «μιν» ἐπὶ τῆς Ἰθάκης τίθησιν.

`13.191`

ἄγνωστον ἀφανῆ.

`13.195`

ἀτραπιτοί τε στεναί τε καὶ εὐθεῖαι ῥῦμαι, ἢ αἱ ἱππήλατοι. αἱ γὰρ τραχεῖαι καὶ ἐκτροπὰς ἔχουσαι παιπαλόεσσαι καλοῦνται παρʼ αὐτοῦ. λέγει δὲ νῦν τὰς παρὰ τοὺς λιμένας, οὐχ ἣν μικρὸν ὕστερόν φησι τραχεῖαν ἀταρπόν. ἀτραπιτοί αἱ μὴ ἔχουσαι ἐκτροπὴν ὁδοί. πάνορμοι οἱ πᾶσαν ναῦν δεχόμενοι εἰς τὸ ὁρμισθῆναι. εἰσὶ γὰρ λιμένες μὴ ὑποδεχόμενοι μεγάλας ναῦς. ἢ ἐν παντὶ μέρει ὁρμισθῆναι δυνάμενοι καὶ ἰσοβαθεῖς πανταχόθεν. σκέπην ἔχοντες παντὸς ἀνέμου.

`13.196`

πέτραι τʼ ἠλίβατοι τινὲς παρὰ τὸ ἀλιτεῖν τοὺς ἐπιβαίνοντας. τηλεθάοντα ἄγαν θάλλοντα.

`13.199`

χερσὶ τοὺς δύο μηροὺς ἔπληξε ταῖς δύο χερσίν. ὀλοφυρόμενος δὲ προσηύδα γρ. ὀλοφυρόμενος δʼ ἔπος ηὔδα.

`13.204`

πλάζομαι γρ. πλάγξομαι. πλάγξομαι πλανηθῶ. αἴθʼ ὄφελον τὸ ὄφελον πληθυντικόν ἐστιν ἐπὶ τῶν χρημάτων λεγόμενον· ἀντιδιαστέλλει γὰρ, ἐγὼ δέ κεν ἄλλον ἐξικόμην. τὰ χρήματα δηλονότι.

`13.206`

ἐξικόμην ἱκέτευσα.

`13.211`

ὑποπτεύει κατὰ τὴν ἐκείνων κέλευσιν ἐκτεθεῖσθαί που.

`13.213`

σφέας ἀπόλυτος ἡ σφέας. τίσαιτο Ζηνόδοτος, τίσασθαι. ἱκέσιος ἱκετῶν ἐπόπτης.

`13.214`

ἐφορᾷ καὶ τίνυται οὕτως τίνυται, τιμωρεῖ, κολάζει.

`13.215`

ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω οὐχ ὡς μικρολόγος, ἀλλʼ ἐκ τούτου τεκμαιρόμενος εἰ καὶ περὶ τὴν ἀγωγὴν τῆς πατρίδος ἠδίκησαν αὐτὸν, ἢ ὡς ἀναλωθέντων. ἐκ γὰρ τῆς ἐκπλήξεως οὐ προσέσχε τῷ δεσμῷ τῆς Κίρκης «τόν ποτέ μιν δέδαεν φρεσὶ πότνια Κίρκη.» ἵνα τὴν γνώμην αὐτῶν καταμάθῃ. εἰ γὰρ μηδὲν ἔλιπε τῶν χρημάτων, ψευδὲς ἦν τὸ εἰς ἀλλοτρίαν γῆν αὐτὸν ἀφῖχθαι. οὐ πιστεύει δὲ τῷ δεσμῷ τῆς Κίρκης, ἤτοι διὰ τὴν ἔκπληξιν, ἢ οἰηθεὶς μεμαθηκέναι αὐτοὺς τὸν δεσμόν.

`13.216`

οἴχονται ἀπεληλύθασι.

`13.219`

τῶν μὲν ἄρʼ οὔτι πόθει οὐδὲν τούτων ἐζήτει, πάντα γὰρ σῶα ἦν. πόθει ἀπεζήτει. ὀδύρετο ἀπεκλαίετο.

`13.220`

ἑρπύζων κατὰ τὸν αὐτὸν τόπον ἀναστρεφόμενος, ἢ ἕρπων, ἢ βαδίζων.

`13.222`

ἀνδρὶ δέμας εἰκυῖα ὅτι ὁ ποιητὴς ἄρρενας μὲν θεοὺς, θηλείας δὲ ἄρρεσιν οὐδέποτε εἰκάζει. ἐπιβώτορι ποιμένι, ἐπὶ τῶν βοσκημάτων τεταγμένῳ. περισσὴ ἡ πρόθεσις, ὡς καὶ εἰς τὸ «βοῶν ἐπιβουκόλος ἀνήρ.»

`13.223`

παναπάλῳ πάνυ νέῳ, κατὰ παντὸς τοῦ σώματος ἁπαλῷ. τοιούτῳ ὁμοιοῦται πρὸς τὸ θαρσῆσαι τὸν Ὀδυσσέα. ὅθεν καὶ ἐπιφέρει, Ὀδυσσεὺς γήθησεν. παναπάλῳ δὲ, πάνυ ἁπαλῷ. οἷοί τε ἀνάκτων παῖδες ἔασι ὅτι καὶ οἱ βασιλεῖς ἔνεμον δῆλον διʼ ὧν φησιν Ἀνδρομάχη «πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς βουσὶν ἐπʼ εἰλιπόδεσσιν» καὶ Αἰνείας περὶ Ἀχιλλέως «ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν» τὸ παλαιὸν καὶ οἱ τῶν βασιλέων παῖδες πανάπαλοι ἐκαλοῦντο, καὶ ἐποίμαινον.

`13.224`

ἔχουσʼ οὐ γραπτέον, ἔχειν· εἴη γὰρ ἂν τοῦ ποιητοῦ ὁ λόγος. λώπην ἱμάτιον, ἤτοι περιβόλαιον. ἔνθεν καὶ λωποδύτης ὁ τούτων ἀφαιρέτης, λῃστής.

`13.226`

τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν διὰ τὴν ἡλικίαν εἰκότως· οὐδὲν γὰρ δέδοικεν ὑπὸ τοῦ τοιούτου παθεῖν.

`13.228`

ὀρθοτονητέον τὴν σέ, ὡς καὶ Ἡρωδιανός.

`13.229`

ἀντιβολήσεις συναντήσεις.

`13.233`

τίς γῆ ἡ γῆ ποία ἐστὶν, Ἀσία ἢ Εὐρώπη; ὁ δῆμος ποῖος, Λάκων ἢ Πύλιος; οἱ ἄνδρες τίνες, δίκαιοι ἢ ἄδικοι;

`13.234`

ἐνθάδε ὁ η ἐρωτηματικὸς, διὸ περισπασθήσεται· ἐπὶ δὲ τοῦ Κύκλωπος ἀποφαντικὸς, διὸ ὀξύνεται.

`13.235`

λείπει ἡ ἐξ. ἔγκειται οἷον χερσόνησος περιοριζομένη θαλάσσῃ. κεκλιμένη περιερχομένη.

`13.241`

μετόπισθε εἰς τὰ ὀπίσω· πρόσωπον γὰρ εἶναι ὑποτίθεται τὴν ἀνατολὴν, νῶτα δὲ τὴν δύσιν. εἰς τὰ ἐναντία μέρη.

`13.242`

ὁ ἤτοι πλεονάζει.

`13.243`

οὐδὲ λίην λυπρὴ, ἀτὰρ οὐδʼ εὐρεῖα πρὸς τὰ δύο τὰ ἄνω ἀπέδωκεν. ἐπεὶ γὰρ εἶπε τρηχεῖα μὲν, ἐπάγει, ἀλλʼ οὐ λίαν ἄκαρπος· εἰπὼν δὲ, οὐχ ἱππήλατός ἐστιν, ἐπάγει, ἀτὰρ οὐδʼ εὐρεῖα. ἐνδέχεται γὰρ πλατεῖαν μὲν εἶναι, μὴ δύνασθαι δὲ ὑπὸ ἵππων ἐλαύνεσθαι διὰ τὸ τραχύ. οὐκ εὐρεῖα οὕτως, οὐδʼ εὐρεῖα.

`13.244`

περὶ γὰρ τὸ γεῶδες τῆς Ἰθάκης εὔφορον.

`13.245`

τεθαλυῖά τε θάλλειν ποιοῦσα καὶ αὔξειν τὰ φυτά. ἐέρση δρόσος.

`13.246`

καὶ βούβοτος ψεύδεται ἐγκωμιάζων τὴν νῆσον. τὰ γὰρ βουστάσια Ὀδυσσέως ἐν ἠπείρῳ ἦν. πῶς οὖν ἔνδροσος, εἰ ἐν ἠπείρῳ νέμονται; οὐδὲν κωλύει καὶ ἐν Ἰθάκῃ. ἢ βούβοτος, βοσκημάτων πλήρης.

`13.247`

ἀρδμοὶ ποτισμοὶ, ἔνθα ποτίζουσι τὰ ζῷα. ἀρδμὸς, ἐκτατέον τὸ α. ὁμοίως τὸ ἄρδω ὁ Ἀριστοφάνης.

`13.254`

πάλιν δʼ ὅγε λάζετο εἰς τὸ ἐναντίον ἔστρεφεν. εἰς τοὐναντίον τοῦ ἀληθοῦς, ὅ ἐστιν, ἐκ δευτέρου δὲ τὸν λόγον ἀνελάβετο.

`13.258`

χρήμασι σὺν τοίσδεσσι προπαροξυτονητέον τὸ τοίσδεσσι.

`13.259`

φεύγω Ἰδομενεὺς παῖς μὲν ἦν Δευκαλίωνος τοῦ Μίνωος, Κρὴς δὲ τὸ γένος, ἄριστος τὰ πολέμια. παρʼ ἑκάστοις γοῦν ἀριστείαις σεμνὸς φαινόμενος, μέχρι τῶν νόστων ἄρραιστος διεφυλάχθη. οὗτος δὲ, ὡς λέγεται, γενομένου τοῦ κατʼ Εὔβοιαν χειμῶνος ὑπὸ τῆς Ἀθηνᾶς, ὤκειλε μετὰ τοῦ Κάλχαντος καὶ Σθενέλου εἰς Κολοφῶνα, καὶ ἐνταῦθα τὸν βίον κατέστρεψε. ἡ δὲ ἱστορία παρὰ Λυκόφρονι.

`13.261`

ἀνέρας ἀλφηστὰς ἐφευρετάς· γίνεται δὲ ἐκ τοῦ ἀλφῶ τὸ ψηλαφῶ, ἀφʼ οὗ καὶ τὸ ἄλφα.

`13.262`

οὕνεκά με στερέσαι τῆς ληΐδος καὶ τοῦτο ἵνα δοκῇ τιμωρεῖσθαι τοὺς ἀποστερεῖν αὐτὸν ἐπιχειροῦντας, ὅς γε μήτε βασιλέως παιδὸς ἐφείσατο.

`13.265`

οὐχ ᾧ πατρὶ θεράπευον ἐπεὶ οὐκ ἤμην θεράπων τοῦ πατρὸς αὐτοῦ Ὀρσιλόχου. οὕτως Ἀριστοφάνης, οὐχ, ᾧ πατρὶ, τῷ ἐκείνου· ὡς τὸ «αἱ μὲν ἔτι ζωὸν γόον ᾧ ἐνὶ οἴκῳ» χαριζόμενος θεράπευον τὰ κεχαρισμένα ποιῶν ὑπηρέτουν.

`13.266`

ἄλλων ἦρχον ἑταίρων ἀντὶ τοῦ βασιλεύων τῷ Ἰδομενεῖ.

`13.267`

τὸν μὲν ἐγὼ κατιόντα σκήπτεται τὸν Ἰδομενέως υἱὸν ἀνῃρηκέναι, ἵνα αὐτὸν πρόσωνται οἱ μνηστῆρες ὡς ἐχθρὸν τοῦ Ὀδυσσέως φίλου. ἑαυτῷ δὲ ἐν Κρήτῃ υἱούς φησιν εἶναι, ὅτι τοὺς τιμωρήσοντας ἕξει. καὶ τὸν Ὀρσιλόχου δὲ θάνατον λέγει διὰ τὴν λείαν, δεικνὺς ὅτι οὐδὲ ἐκείνῳ παραχωρήσει ἀναιμωτί. Φοίνιξι δὲ πιστεῦσαι λέγει, ἵνα μὴ ἀδικήσῃ, λογισάμενος ὅτι οἱ φιλοκερδέσταται αὐτοῦ ἐφείσαντο.

`13.268`

λοχησάμενος σὺν ἑταίρῳ ἄμεινον ἐκεῖνον σὺν ἑταίρῳ νοεῖν, ἵνα φοβερώτερον ἑαυτὸν καταστήσῃ.

`13.270`

λάθον δέ ἑ θυμὸν ἀπούρας ἔλαθον πάντας ἐκεῖνον φονεύσας. οὐκ εἶπε δὲ σφέας. μᾶλλον οὖν εἷς ἐστιν ὁ ἀνῃρημένος ὑπὸ δυοῖν ἐνεδρευόντων.

`13.273`

ἀπὸ τῶν ἐξ Ἰλίου λαφύρων. Ἀριστοφάνης ἤϊα τὰ βρώματα.

`13.274`

Πύλονδε καταστῆσαι ἀντέστραπται. ἐπιβιβάσαι γὰρ τῇ νηῒ καὶ καταστῆσαι ἢ εἰς Πύλον ἢ εἰς Ἤλιδα δῖαν. ἐφέσσαι ἱδρῦσαι εἰς τὴν ναῦν. ἡ Ῥιανοῦ, ἀποφάσσαι, ἀποπέμψαι.

`13.276`

ἐγκλιτικὴ ἡ σφέας· διὸ τὴν τοι συλλαβὴν ἐγερτέον.

`13.277`

οὐδʼ ἤθελον ἐξαπατῆσαι ἐπαινεῖ τοὺς Φοίνικας, ἵνα μὴ καὶ ὁ ἀκούων πονηρεύσηται.

`13.279`

προερέσσαμεν οὕτως αἱ πᾶσαι. ἀπόλυτος δὲ ἡ ἡμῖν. καθειλκύσαμεν, ἀντὶ τοῦ εἰσήλθομεν.

`13.282`

ἐπέλαβε κατέσχεν.

`13.285`

οἱ δʼ ἐς Σιδονίην ἐνταῦθα ἔδειξεν ὅτι οὐχ ἑκόντες ἔβλαψαν οἱ Σιδόνιοι· καὶ γὰρ ἂν ἔλαβον αὐτοῦ καθεύδοντος τὰ χρήματα· ἀλλʼ ὅτι σπεύδοντες εἰς τὴν πατρίδα κατέλιπον αὐτὸν, ἵνα μὴ ἀναστὰς ἀλλαχοῦ αὐτὸς παρακαλέσῃ λαβεῖν αὐτόν. Σιδονίην τὴν τῆς Σιδῶνος χώραν, τὴν Φοινίκην.

`13.288`

δέμας δʼ ἤϊκτο γυναικὶ ὡμοίωσε γὰρ ἑαυτὴν γυναικὶ, ἵνα πιστώσηται αὐτὸν ὅτι θεά ἐστιν ἐκ τοῦ μεθομοιωθῆναι. ἐντεῦθεν Ξενοφῶν τὴν Ἀρετὴν καὶ τὴν Κακίαν ἀνέπλασεν.

`13.289`

καλῇ τε μεγάλῃ τε ἐκ τῆς κατὰ τὴν ὄψιν κοσμιότητος καὶ αἰδοῦς καὶ τοῦτο ὑπονοεῖν δίδωσι, καθὰ καὶ Ξενοφῶν καὶ Τελέσιλλα ἡ Ἀργεία διαγράφουσιν Ἀρετῆς καὶ Καλοκαγαθίας εἰκόνα.

`13.291`

ὅς σε παρέλθοι νικήσει, μεταφορικῶς. νικήσει. ὁμοίως «ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις» ὁ δὲ νοῦς, εἰ καὶ παρέλθοι θεός σε τοῖς δόλοις, δοξασθήσεται ὡς τοιοῦτον παρελθών.

`13.293`

τινὲς δόλων ἄτερ, τοῖς ἑξῆς συνάπτοντες κακῶς αὐτό.

`13.294`

ὁ γὰρ ξένος διὰ τὸ εὐεπήραστον ἀναγκάζεται καὶ παραλογίζεσθαι ὡς ἐν ἀλλοτρίοις ὤν.

`13.295`

κλοπίων τῶν κεκλεμμένων καὶ μὴ ἀληθῶν. πλοκίων πεπλεγμένων. οἵ τοι πεδόθεν φίλοι εἰσίν μεταφορικῶς, οἷον ἐκ ῥίζης, ἐκ γενετῆς, ἀπὸ φυτῶν· ἢ ἀπὸ τοῦ τοὺς γεννωμένους ἐν τῷ πέδῳ πατεῖν. πεδόθεν ἐκ νέας ἡλικίας. ἢ ἀπὸ τοῦ πέδου. ἤτοι παιδόθεν φίλοι εἰσί.

`13.296`

ἄμφω ἐγώ τε καὶ σὺ, ἀμφότεροι ἀμφοτέρους ἰδόντες.

`13.300`

αἰεὶ γρ. ἄγχι.

`13.302`

ἔθηκα παρεσκεύασα εἶναί σε φίλον πάντων Φαιήκων.

`13.306`

ποιητοῖσι γρ. τυκτοῖσι.

`13.313`

σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις ὑπονενόηκεν ὅτι ἐν τοῖς Φαίαξι καὶ παρθένῳ καὶ ἀνδρὶ ὁμοιωθεῖσα παρώρμηκεν αὐτόν. σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκω γρ. σὲ γὰρ αὐτὴν πάντη ἐΐσκεις. ἑαυτήν.

`13.320-323`

ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων νοθεύονται δʹ στίχοι. ὁ μὲν πρῶτος ὅτι ἀντὶ τοῦ ἐμῇσιν ἔχει τὸ ᾗσιν, ὅπερ ἐστὶ τρίτου προσώπου, τηροῦντος ἀεὶ τοῦ ποιητοῦ τὴν ἐν τούτοις διαφοράν· ὁ δὲ δεύτερος ὅτι Ἀθηνᾶς παρούσης θεοῖς ἀνατίθησι τὴν σωτηρίαν· ὁ δὲ τρίτος καὶ τέταρτος ὅτι οὐκ ἐγίνωσκεν ὡς ἡ φανεῖσα αὐτῷ παρὰ Φαίαξι θεὰ ἦν, ὅτι οὐκ ἐθάρσυνεν, ἀλλὰ τοὐναντίον «μηδέ τινʼ ἀνθρώπων ποτιόσσεο, οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται».

`13.320-321`

νοθεύονται. οὐκ ἂν παρούσης τῆς Ἀθηνᾶς θεοῖς ἀναθήσει τὴν σωτηρίαν.

`13.322`

ὡς ὅτε· ἢ ἀντὶ τοῦ πλὴν, δίχα.

`13.323`

θαρσύνας καὶ μὴν οὐκ ἔδειξε τῷ Ὀδυσσεῖ σαφῶς ἑαυτὴν παρὰ Φαίαξιν. ἢ οὐ κατὰ παρθένον θνητὴν ὡμοιώθη παρὰ Φαίαξι τῆς θεοῦ συμβουλή· διὸ ἔγνω.

`13.330`

τοιοῦτο νόημα οὐκ εὐεξαπάτητον, ἀλλὰ συνετόν.

`13.332`

ἐπήτης—ἀγχίνοος ταχὺς περὶ τὸ νοῆσαι. ἐπήτης, λόγιος. καὶ ὥσπερ ὁ λόγιος παρὰ τὸν λόγον, οὕτως καὶ ἐπήτης παρὰ τὸ ἔπος. τινὲς δὲ, δίκαιος, ὁ τὸ ἐτεὸν φιλῶν. ἐπητής φρόνιμος καὶ λόγιος, παρὰ τὸ ἔπος. ἀγχίνοος περὶ τὸ νοῆσαι ταχύς. οὕνεκʼ ἐπήτης ἐσσὶ χωρὶς τοῦ τε, τῇ δὲ προσῳδίᾳ ὡς ἀεικὴς, φησὶν Ἀρίσταρχος. οὕτω δὲ καὶ Ἡρωδιανός. ἐπήτης ἤγουν λόγιος. καὶ ὡς ὁ λόγιος παρὰ τὸν λόγον, οὕτω καὶ ἐπήτης παρὰ τὸ ἔπος.

`13.333-338`

ἀσπασίως γάρ κʼ ἄλλος ἀθετοῦνται στίχοι ϛʹ ὅτι οὐδὲν εἴληφε παρʼ αὐτοῦ σημεῖον τοῦ μήπω βούλεσθαι τὴν γαμετὴν ἰδεῖν. τοὐναντίον γὰρ διὰ τοῦτο αὐτῷ ἐπιφαίνεται, ἵνα κρύψῃ αὐτοῦ τὴν εἴσοδον. διὸ καὶ φησὶν «ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρείδαο φθίσεσθαι κακὸν οἶτον ἐπὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες». οὕτως οὖν αὐτὸς ἠπείγετο ἰδεῖν τὴν γαμετήν.

`13.335`

σοὶ δʼ οὔπω φίλον οὐκ ἔστι σοι φίλον μαθεῖν τὴν σὴν ἄλοχον ἐπιδημίαν τὴν σὴν, εἰ μήπω πρῶτον ταύτην πειράσεις, εἰ παρʼ αὐτῆς ἦς γνώριμος. φίλον νῦν ἀντὶ τοῦ ὠφέλιμον.

`13.340`

ᾔδεʼ ὃ νοστήσεις ἀλλʼ ἠπιστάμην ὅτι νοστήσεις, ὅτι ἐπανέλθοις. ὅτι νοστήσεις ὅτι ἐπανέλθοις.

`13.342`

χόλον γρ. κότον.

`13.348`

ἰρόν ἀποκεκομμένον ψιλοῦται.

`13.349`

ἐστὶ γρ. εὐρύ. κατηρεφὲς χθαμαλὸν, κατακαλύπτον καὶ καταστέγον.

`13.351`

Νήριτον ὄρος Ἰθάκης ἀντικρὺ τῆς Ἠπείρου. καταειμένον κεκαλυμμένον, μεταφορικῶς ἀπὸ τῶν ἐσθήτων. κατεσκεπασμένον.

`13.352`

ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα οὐκ εἶπεν ἐσκεδάννυεν, ἀλλʼ ἐσκέδασε, δεικνὺς ὅτι πρῶτον ἐσκέδασε τὴν ἀχλὺν εἰποῦσα τὸ «ἀλλʼ ἄγε τοι δείξω» καὶ οὕτως αὐτῷ ἔδειξε, Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν. οὐ γὰρ ἔτι ἀορασίας οὔσης ἐφαίνετο αὐτῷ τὰ μὴ ὁρώμενα. τὸ «ὣς εἰποῦσα» νοητέον μετὰ τὸ «ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος.» ὣς εἰποῦσα τάδε, φησὶν, ἡ Ἀθηνᾶ εἰποῦσα τῷ Ὀδυσσεῖ ἐσκέδασε τὴν ἀορασίαν καὶ ἀγνωσίαν αὐτοῦ, καθʼ ἣν οὐκ ἐγίνωσκε ποῦ ἦλθεν ὅτε ταῖς νηυσὶν εἰς Ἰθάκην αὐτὸς ἤτοι τὴν πατρίδα αὐτοῦ παρεγένετο. σκέδασʼ ἠέρα τοῦτο ἐπιλαμβάνεται Πτολεμαῖος. ἔδει γὰρ πρῶτον σκεδάσασα, φησὶ, τὸν ἀέρα εἶτα δεῖξαι· εἰ μὴ ἄρα ὅμοιόν ἐστι τῷ «τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε»

`13.357`

ὔμμʼ ὑμᾶς, Αἰολικῶς. ἀγανῇσι προσαγαγέσθαι καὶ πεῖσαι δυναμέναις.

`13.358`

διδώσομεν παράσχωμεν, ἀπὸ τοῦ διδῶ περισπωμένου. δυσχεραίνων δὲ ὁ Ἀριστοφάνης τὸ διδώσομεν γράφει παρέξομεν· καὶ τὸ ἐν Ἰλιάδι διδοῦναι παρέκοπτε.

`13.359`

ἐᾷ συγχωρήσῃ· τουτέστιν, ἐὰν ἐπιτρέψῃ μοι τὸ ζῆν ἡ Ἀθηνᾶ. ἀγελείη ἡ ἄγουσα τὰ λαφυραγώγια.

`13.360`

ἀέξῃ γρ. ἀέξειν.

`13.365`

ὅπως ἔσται τάδε ἔργα γρ. ὅπως ὄχʼ ἄριστα γένηται.

`13.366`

σπέος ἠεροειδὲς τὸ καθαρὸν ἀέρα ἔχον. ὅμοιον τῷ «ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν» ἄτοπον γὰρ θεοῖς σκότος ἀνακεῖσθαι. ὅθεν ἐπιτίθησι καὶ λίθον. νῦν καθαρὸν ἀέρα ἔχον.

`13.367`

κευθμῶνας τὰς καταδύσεις ἢ τοὺς κοίλους τόπους καὶ ἀνακεχωσμένους.

`13.368`

ὁ χρυσὸς καὶ τὰ ἱμάτια ὅλων ἦν ἐν τῇ χηλῷ. τάχα οὖν διὰ τὸ βάρος σεσιωπημένως λέλυκε καὶ ἐχώρισεν αὐτὰ, ἵνα βαστάσῃ κατὰ μέρος.

`13.369`

τά τοι γρ. οἱ.

`13.372`

τὼ δὲ καθεζομένω οὗτοι δὲ ἡ Ἀθηνᾶ καὶ Ὀδυσσεὺς καθεζόμενοι. ἱερὰν δέ φησι τὴν ἐλαίαν διὰ τὸ ἀνακεῖσθαι αὐτὴν τῇ Ἀθηνᾷ, ὡς ἀναδοθεῖσαν αὐτὴν τῆς γῆς εἰς τὸ ταύτης ὄνομα, ὅτε οἱ θεοὶ συνηδρίαζον καὶ εἰς ἑκάστου τὸ ὄνομα ἓν φυτὸν ἀνεδίδοτο, καθάπερ καὶ τῷ Διονύσῳ ἡ ἄμπελος ἀνεβλάστησεν.

`13.373`

φραζέσθην ἐβουλεύοντο. ἔστι δὲ ἡ τοῦ τρίτου προσώπου τῶν δυϊκῶν κατὰ χρῆσιν τῆς Ἀττικῆς διαλέκτου.

`13.377`

οἳ δή τοι τρίετες κατὰ τὸν ἀπαρτίζοντα ἀριθμὸν εἶπε τρίετες, ἐπιστάντος ἤδη καὶ τετάρτου· «ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον»· ἔστι γὰρ ἀντὶ τοῦ ταχέως διελεύσεται. καὶ ἀλλαχοῦ «ὡς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος, καὶ τότε δή τις ἔειπε γυναικῶν»

`13.380`

πάντας μέν ῥʼ ἔλπει πάντας τοὺς μνηστῆρας ἡ σὴ ποιεῖ ἄλοχος μνηστεῦσαι αὐτὴν, ὅπως ἀπατήσῃ αὐτοὺς ἀταράχους μένειν, ἕως ἂν σὺ καταλάβῃς ἐν τῷ οἴκῳ σου.

`13.384`

φθίσεσθαι γρ. πείσεσθαι.

`13.387`

πὰρ δέ μοι αὐτὴ στῆθι πῶς οὐ πρὸς Νέστορα καὶ Μενέλαον μετέρχεται στρατείαν λαβεῖν; τάχα ὅτι τοῖς λοιποῖς πολίταις οὐδὲν αἰτίοις οὖσι πόλεμον ἐπάγειν ἀδικώτατον ἔδοξε. μεμάθηκε γὰρ καὶ παρὰ τῆς μητρὸς ἐν Ἅιδου τὰς δημοσίας Τηλεμάχῳ φυλασσομένας τιμὰς, καὶ ὅτι τοὺς τρυφῶντας μνηστῆρας τιμωρήσεται καὶ καθʼ ἑαυτὸν, οἵ τε μνηστῆρες εἰ ᾔσθοντο, ἔφυγον ἂν μὴ δόντες δίκην.

`13.388`

λιπαρὰ κρήδεμνα ἔκδηλα, λαμπρά. μεταφορικῶς τὸ τεῖχος.

`13.389`

Ἀθήνη γρ. γλαυκῶπι.

`13.390`

ὑπονοεῖται ὁ στίχος, διὰ τὸ μὴ ἔχειν ὑπερβολήν. ἐν τῇ λ γοῦν τῆς Ἰλιάδος πλείοσι τριακοσίων ἀντέστη καὶ παρούσης Ἀθηνᾶς.

`13.391`

πότνα σεβασμία, τιμία.

`13.397`

ἀλλʼ ἄγε σʼ ἄγνωστον καὶ πῶς ἡ Εὐρύκλεια γινώσκει; ὅτι χρεία αὐτῆς ἐστιν ἐν τῇ μνηστηροκτονίᾳ. πάντεσσι βροτοῖσι πῶς οὖν ἡ Εὐρύκλεια γινώσκει; ἐπειδὴ χρεία αὐτῆς.

`13.398-401`

ἀθετοῦνται διὰ τὸ ἦθος ὡς ἕκαστον ἐπεξιέναι. ἀθετοῦνται μετὰ ἀστερίσκων ὡς ἐκ τῶν ἑξῆς μετενηνεγμένοι. κάρψω ξηρανῶ. ὅθεν καὶ τὰ κάρφη ἐκ τοῦ κάρφω τὸ ξηραίνω. μειώσω, ξηρανῶ.

`13.399`

λαῖφος ἱμάτιον παχὺ, ἤτοι χοντρὸν, ὡς ἄρμενον.

`13.401`

κνυζώσω δέ τοι ὄσσε ψωριάσαι σε ποιήσω· ῥυσώσω, κακώσω σου τοὺς ὀφθαλμοὺς, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοί εἰσιν οἱ τῶν καθευδόντων. κνυζώσω ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοί εἰσιν οἱ τῶν καθευδόντων, καὶ συσπάσω καὶ κακώσω.

`13.402`

ἀεικέλιος ᾐκισμένος, οἰκτρὸς, ἀπρεπὴς, εὐτελής· ὡς «δίφρον ἀεικέλιον»

`13.405`

ἐπίουρος ἐπίσκοπος, φύλαξ. ὅς τοι ὑῶν ἐπίουρος ἐπίσκοπος. δύναται ἡ πρόθεσις εἶναι καὶ ἐν πλεονασμῷ, ἵνʼ ἦ ἐφορῶν καὶ ἐπιβλέπων· ἢ παρέλκει ὡς τὸ βοῶν ἐπιβουκόλος. τὸ δὲ, ὁμῶς, ὁ χοιροβοσκὸς ὅμοιά σοι καὶ ὁμόφρονα οἶδεν. ὁμῶς ὁμοίως τῷ πρώην χρόνῳ, ὡς ἀπʼ ἀρχῆς καὶ νῦν. ἢ ὡς σὺ σαυτῷ εὐνοεῖς.

`13.408`

πὰρ Κόρακος πέτρῃ Ἀρεθούσης υἱὸς καὶ Κόραξ ἐγένετο. οὗτος οὖν ὁ Κόραξ κυνηγῶν εὑρὼν λαγὼ καὶ διώκων ἠνέχθη κατὰ κρημνοῦ, καὶ πεσὼν ἐπὶ τῆς πέτρας ἐτελεύτησεν. ἡ δὲ μήτηρ αὐτοῦ Ἀρέθουσα διὰ τὴν λύπην ἐλθοῦσα ἐπί τινα κρήνην ἑαυτὴν ἀπήγξατο. ἔνθα ἀπὸ τοῦ Κόρακος ἡ πέτρα, ἀπὸ δὲ τῆς Ἀρεθούσης ἡ κρήνη. εἰώθαμεν δὲ σημαίνειν ἀπὸ τῶν ἐνοικούντων πολλάκις τοὺς τόπους, ὡς οἱ Ἀττικοί. λέγει δʼ οὖν τὰ συφόρβια. ἰστέον ὅτι Ἀρέθουσαι κρῆναί εἰσι τέσσαρες, ἐν Συρακούσαις, ἐν Σμύρνῃ, ἐν Χαλκίδι, καὶ ἐν Ἰθάκῃ. οὗτος ὁ Κόραξ κυνηγῶν ἀπὸ τῆς πέτρας πεσὼν ἐτελεύτησε, καὶ ἡ μήτηρ αὐτοῦ Ἀρέθουσα ἑαυτὴν ἀπήγξατο. Ἀρέθουσαι δὲ τέσσαρες, ἐν Συρακούσῃ, ἐν Σμύρνῃ, ἐν Χαλκίδι, καὶ ἐν Ἰθάκῃ. Ἀρέθουσα κρήνη Ἰθάκης καὶ Ἄργους.

`13.409`

βάλανον μενοεικέα ἁρμόζοντα τῇ δυνάμει αὐτῶν. βάλανον ἁρμόζουσαν καὶ οὖσαν κατάλληλον τῇ δυνάμει τῶν χοίρων.

`13.413`

καλέουσα καλέσαι ὀφείλουσα.

`13.421`

ἐνθύμιος ἔμφροντις, ὅ ἐστι διὰ φροντίδος.

`13.423`

πόνον γρ. μόρον.

`13.427`

ἕως τοῦ ὀΐω ἡ στιγμή. καθέξει γρ. παρέξει.

`13.429`

ὡς ἄρα μιν φαμένη εἰπὼν τὸ κατὰ μέρος ἐπήγαγε τὸ ὅλον ἀντὶ τοῦ συνελόντα εἰπεῖν, δέρμα γέροντος αὐτῷ περιέθηκε πρότερον τὸν χιτῶνα, εἶθʼ οὕτως τὸ ῥάκος.

`13.430`

ὅτι ἐντεῦθεν οἱ ἄνω μετενηνεγμένοι εἰσίν.

`13.435`

μεμορυγμένα οἷον πεπονημένα καὶ ἠφανισμένα, παρὰ τὸν μόρον. μεμολυσμένα καὶ πεφυρμένα.

`13.438`

πυκνὰ ῥωγαλέην ἤτοι συνεχεῖς ἔχουσαν ῥαγάδας, ἢ πολλῶν ῥηγμάτων πεπληρωμένην, ἢ συνεσχισμένην. στρόφος συνεστραμμένος δεσμὸς, ἢ εἰς σχοινίον ἐστραμμένος, ἢ ἐξ ἱμάντος. ἢ ἐκ σχοινίου ἐστραμμένος. ἢ ἱμὰς περιεστραμμένος. ἀορτήρ νῦν ὁ τῆς πήρας δεσμὸς, σχοινίον, ὁ ἀναφορεὺς, ἐξ οὗ ἀπήρτητο, ὅ ἐστι παρεκρέματο. ὅπερ λέγομεν βαστάγιον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-adm`.
