---
title: "D-Scholia on the Iliad: Book IX"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, Θʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahi
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-9-vta-ahi"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:223eb2c431b8c87e5b79ee5bc4447e27cddf9882d260009a2f0896476d538a95"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book IX

*Σχόλια εἰς Ἰλιάδα, Θʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahi` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-9-vta-ahi)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`9.1`

Φυλακὰς ἔχον. Ἐφύλασσον. Καλῶς δὲ εἶπεν. οἱ μὲν γὰρ Τρῶες τὰς φυλακὰς εἶχον, ἵνα μὴ φύγωσιν οἱ Ἕλληνες διὰ νυκτός. οἱ δὲ Ἕλληνες εἴχοντο ὑπὸ τοῦ δέους.

`9.2`

Θεσπεσίη. Θεία, πολλή. Ἰδίως μὲν, διὰ τοὺς Τρῶας. ἰδίως δὲ, διὰ τὸν πεσόντα κεραυνόν. Ἔχε. Εἶχεν, ἐκράτει. Φύζα. Ἡ μετὰ δέους φυγή. Κρυόεντος. Φρικτοῦ, φοβεροῦ. Σημαίνει γὰρ, τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας. Ἑταίρη. Συνεργὸς, φίλη. Σημειωτέον δὲ, ὅτι τὴν φυγὴν ὁ Ποιητὴς τοῦ φόβου εἴρηκεν ἑταίραν.

`9.3`

Ἀτλήτῳ. Ἀνυπομονήτῳ, ἀφορήτῳ. Βεβολήατο. Τὴν ψυχὴν τετρωμένοι ἦσαν. ἐλυποῦντο.

`9.4`

Ὡς δʼ ἄνεμοι δύο. Καλῶς δύο ἀνέμους παρέλαβε ταράσσοντας τὸ πέλαγος, ἵνα καὶ δύο πάθη ψυχῆς παραστήσῃ. Ὥσπερ, φησὶν, εἰώθασι δύο ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυθοῦ· οὕτω καὶ οἱ Ἕλληνες ἐταράσσοντο ὑπὸ τῶν δύο χαλεπωτάτων παθῶν, λύπης τε, καὶ φόβου. Ὀρίνετον. Ταράσσουσι. Δυϊκῶς.

`9.5`

Βορέης καὶ Ζέφυρος, τώ τε Θρήκηθεν ἄητον. Πῶς ἀμφοτέρους ἐκ Θράκης φησὶ πνεῖν, τοῦ μὲν Βορέου ἐξ Ἄρκτου, τοῦ δὲ Ζεφύρου ἐκ Δύσεως πνέοντος; Ῥητέον οὖν, ὅτι ἡ τῶν Θρᾳκῶν γῆ ἐπιπολὺ διήκει, καὶ σιγματοειδὴς κεῖται τῇ θέᾳ μέχρι τῆς δύσεως. Ἀφʼ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. Οἱ δέ φασιν, ὅτι συλληπτικῶς πέφρακε. Μόνος γὰρ ὁ Βορέας ἀπὸ Θρᾴκης πνεῖ. Τώ τε Θρήκηθεν ἄητον. Οἵ τινες ἀπὸ Θράκης πνέουσιν.

`9.6`

Ἄμυδις. Ὁμοῦ, ἐξαίφνης. Κελαινόν. Μέλαν. ἐξ οὗ, φρικτόν.

`9.7`

Κορθύεται. Κορυφοῦται, αὔξεται. Ἔνιοι δὲ ἐπὶ τοῦ σωρεύεσθαι ἤκουσαν. κόρθυς γὰρ, ἡ σωρός. Παρὲξ ἅλα. Ἔξω παρὰ τὴν θάλασσαν. Φῦκος. Τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. Οἱ δὲ φυκία φασὶ βοτάνην τὴν ἐν τῷ βυθῷ τῆς θαλάσσης γιγνομένην. Ἔχευαν. Ἔξω ἔβαλον.

`9.8`

Ἐδαΐζετο. Ἐταράσσετο, διεκόπτετο.

`9.9`

Ἄχεϊ μεγάλῳ. Μεγάλῃ λύπῃ. Βεβλημένος ἦτορ. Ὥσπερ τὴν ψυχὴν βεβλημένος, καὶ ἐκπεπληγμένος.

`9.10`

Φοίτα. Παρεγίγνετο, περιῄει.

`9.11`

Κλήδην. Καλοῦντας, κηρύσσοντας.

`9.12`

Μὴ δὲ βοᾷν. Μηδὲ βοῶντας. Νυκτὸς γὰρ οὔσης, καὶ πλησίον ὄντων τῶν πολεμίων, οὐ πάντας καλεῖ, ἵνα μή τις ταραχὴ γένηται. Πονεῖτο. Ἐνήργει.

`9.14`

Μελάνυδρος. Πολύυδρος. Φύσει γὰρ μέλαν τὸ ὕδωρ. Ἀλλὰ λαμπρύνεται ταῖς ἡλιακαῖς αὐγαῖς. Ἢ βαθεῖα. τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος.

`9.15`

Αἰγίλιπος. Ὑψηλῆς. ἣν ἂν καὶ αἲξ ἀπολίπῃ διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον. ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται. Ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν. Δνοφερόν. Μέλαν. Χέει. Χεῖ, πέμπει.

`9.18`

Ἐνέδησεν. Ἐνέβαλε.

`9.30`

Δήν. Πολλῷ χρόνῳ, ἐπιπολύ. Ἄνεῳ. Ἄφωνοι, ἥσυχοι. Τετιηότες. Τετιμωρημένοι, λυπούμενοι.

`9.32`

Σοὶ πρῶτα μαχήσομαι. Ἀντὶ τοῦ, τῷ λόγῳ σου. Ἀφραδέοντι. Ἀσυνετοῦντι.

`9.33`

Ἧι θέμις ἐστὶν, ἄναξ, ἀγορῇ. Ὡς νόμος ἐστὶν ἐν ἐκκλησίαις τὸν βουλόμενον λέγειν ἀκωλύτως, ὥσπερ ἐν δημοκρατείᾳ.

`9.34`

Ἀλκὴν μέν μοι πρῶτος ὀνείδισας ἐν Δαναοῖσι. Ἰσχύν μοι πρῶτος ὀνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀνάνδρου. Ἤτοι δὲ, ἐν ἤθει λέγει. Τὴν μέν τοι ἀναφορὰν ἔχει ταῦτα ἐπὶ τὰ ῥηθέντα ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Δ. ῥαψῳδίᾳ· Ὤμοι Τυδέως υἱὲ δαΐφρονος ἱπποδάμοιο, Τί πτώσσεις, τί δʼ ὀπιπτεύεις ἀνὰ πτολέμοιο γεφύρας; καὶ τὰ ἑξῆς.

`9.35`

Φάς. Φήσας, εἰπών. Ἀπτόλεμον. Ἄπειρον πολέμου, ἄμαχον.

`9.36`

Ἠμὲν νέοι ἠδὲ γέροντες. Γέροντας εἶπε, διὰ τὸν Νέστορα, ἐπεὶ μικρῷ πρότερον αὐτὸν ἐσεσώκει ἐν τῷ πολέμῳ.

`9.37`

Διάνδιχα δῶκε. Τοῖν δυοῖν ἕτερον ἔδωκε.

`9.38`

Περί. Περισσῶς, πάνυ.

`9.39`

Ὅ, τε κράτος ἐστὶ μέγιστον. Ὃ κράτιστόν ἐστιν.

`9.41`

Ὡς ἀγορεύεις. Ὡς λέγεις.

`9.42`

Ἐπέσσυται. Ἐφορμᾷ.

`9.43`

Πάρ τοι ὁδός. Πάρεστί σοι τὰ πρὸς τὴν ὁδὸν ἡτοιμασμένα, εἰ βούλει ἀπαλάττεσθαι. Νῆες δέ τοι ἄγχι θαλάσσης. Αἱ δὲ νῆές σου ἐγγὺς τῆς θαλάσσης εἰσί. Διὰ δὲ τοῦ πλήθους τῶν νεῶν δειλίαν αὐτοῦ κατηγορεῖ.

`9.46`

Εἰ δὲ καὶ αὐτοὶ φευγόντων. Προσληπτέον τὸ, βούλονται. ἵνʼ ᾖ, ἐὰν δὲ καὶ αὐτοὶ βούλωνται, φευγέτωσαν, ἔστωσαν τῶν φευγόντων.

`9.51`

Ἀγασσάμενοι. Θαυμάσαντες.

`9.54`

Ὁμήλικας. Συνήλικας. τῆς αὐτῆς ἡλικίας. Ἔπλευ. Ἐγένου.

`9.55`

Οὔτις τοι τὸν μῦθον ὀνόσσεται. Οὐδεὶς ἄν σου τὸν λόγον ἐκφαυλίσῃ, καὶ μέμψηται. Πῶς δὲ ὁ Νέστωρ, τὸ τέλειον ἀποδοὺς τῷ Διομήδους λόγῳ, λέγειν αὐτὸς ἐπιχειρεῖ; Ῥητέον, ὅτι τῆς ὕβρεως τὴν μνήμην καὶ Διομήδης πεποίηται, καὶ Νέστωρ αὐτῷ τελείως γεγενῆσθαι μαρτυρεῖ. Ὅπερ δὲ δεῖ πράσσειν ἐν καιρῷ Διομήδης μὲν παρέλιπεν, ἐκεῖνος δʼ εἰσηγεῖται.

`9.56`

Οὐδὲ πάλιν ἐρέει. Οὐδὲ τὰ ἐναντία σοι ἐρεῖ. Ἀτὰρ οὐ τέλος ἵκεο μύθων. Οὐ μὴν τέλος ἐπέθηκας τῷ λόγῳ σου. τὰ μὲν γὰρ πρὸς τὸν βασιλέα δεόντως φησὶν εἰρῆσθαι. ἐλλείπειν δὲ τὰ τῆς συμβουλῆς καὶ παρὰ φυλακῆς ἅτινα αὐτὸς ἀνεπλήρωσεν.

`9.57`

Ἦ μὴν καὶ νέος ἐσσί. Νέος μὲν δὴ ὑπάρχεις. Ἐμὸς δέ κε καὶ πάϊς εἴης Ὁπλότερος γενεῇφιν. Ἐμὸς δʼ ἂν καὶ παῖς νομισθείης, καὶ τῶν παίδων μου ὁ νεώτατος.

`9.58`

Ἀτάρ. Καὶ δή. Πεπνυμένα βάζεις Ἀργείων βασιλῆας. Συνετῶς δὲ λέγεις παρὰ πάντας τοὺς βασιλεῖς τῶν Ἑλλήνων.

`9.60`

Γεραίτερος. Παλαιότερος, πρεσβύτερος.

`9.61`

Διΐξομαι. Διελεύσομαι, πληρώσω.

`9.63`

Ἀφρήτωρ. Ὁ φρατρίαν καὶ συγγένειαν μὴ ἔχων. Φρατρία δὲ κυρίως ἐστὶ, τρίτον μέρος τῆς φυλῆς. Ἀθέμιστος. Ἄδικος ἄνθρωπος.

`9.64`

Ὃς πολέμου ἔραται. Ὅστις πολέμου ἐρᾷ. Ἐπιδημίου. Τοῦ ἐμφυλίου, τοῦ μὴ πρὸς πολεμίους, ἀλλὰ πρὸς οἰκείους γιγνομένου. Λέγει δὲ τοῦτο, αἰνιττόμενος τὸν Ἀχιλλέα.

`9.66`

Φυλακτῆρες. Ἀντὶ τοῦ, φύλακες. ἀπὸ ὀρθῆς τοῦ, φυλακτήρ.

`9.67`

Λεξάσθων. Λεξάσθωσαν, συναριθμηθήτωσαν, κατακλινθήτωσαν.

`9.69`

Ἄρχε. Ἡγοῦ, ἡγεμόνευε.

`9.70`

Δαίνυ δαῖτα γέρουσιν. Ἐπὶ ἑστίασιν κάλει τοὺς ἐντίμους. Ἔοικέ τοι. Πρέπον σοι ἐστίν. Οὔ τοι ἀεικές. Οὐκ ἔστι σοι ἀπρεπές.

`9.72`

Ἠμάτιαι. Καθʼ ἑκάστην ἡμέραν.

`9.73`

Πᾶσά τοι ἔσθʼ ὑποδεξείη. Πάρεστί σοι ἀφθόνως ἡ πρὸς ὑποδοχὴν δαψίλεια.

`9.74`

Ἀγρομένων. Ἀθροισθέντων, συνελθόντων. Τῷ πείσεαι. Τούτῳ πεισθήσῃ.

`9.75`

Βουλὴν βουλεύσῃ. Τὸ σχῆμα, παρωνομασία.

`9.76`

Πυκινῆς. Πυκνῆς, συνετῆς.

`9.77`

Τίς ἂν τάδε γηθήσειε; Προσληπτέον τὸ, ἰδών. τίς ἂν χαρείη, βλέπων ταῦτα οὕτω πρασσόμενα.

`9.78`

Νὺξ ἥδε. Αὕτη δὲ ἡ νύξ. Διαῤῥαίσει. Διαφθερεῖ.

`9.80`

Ἐσσεύοντο. Ἐξῄεσαν, ἐξώρμων.

`9.81`

Ἀμφί. Περί. Θρασυμήδεα. Θρασυμήδην. Ὁ δὲ τρόπος, ἔκτασις. τὸ ἔθος Ἰώνων.

`9.88`

Πῦρ κῄαντο. Πῦρ ἀνῆψαν.

`9.89`

Ἀολλέας. Ἀθρόους.

`9.90`

Μενοεικέα. Τῷ μένει εἴκουσαν, αὐτάρκη.

`9.91`

Οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα. Οἱ δὲ ἐπὶ τὰ ἑτοῖμα βρώματα ἐξέτειναν τὰς χεῖρας, καὶ ἤσθιον. Ὀνείατα. Βρώματα τὴν ὄνησιν παρέχοντα. Ἴαλλον. Ἔπεμπον, ἐξέτεινον.

`9.93`

Ὑφαίνειν. Κατασκευάζειν. μεταφορικῶς.

`9.97`

Ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι. Σύ μοι καὶ ἀρχὴ καὶ τέλος ἔσῃ τῶν λόγων.

`9.98`

Ἐγγυάλιξεν. Ἐνεχείρησεν, ἔδωκε.

`9.100`

Πέρι μὲν φάσθαι. Περισσῶς μὲν βουλεύεσθαι, ὑπὲρ πάντας λέγειν.

`9.101`

Κρῃῆναι. Ἐπιτελέσαι, ἐπιτρέψαι, ἢ πεισθῆναί σε, καὶ εἰς τέλος ἀγαγεῖν καὶ τὸ ὑπὸ ἄλλου καλῶς λεγόμενον.

`9.102`

Σέο δʼ ἕξεται. Ἤτοι, ἐν τῇ σῇ ἐξουσίᾳ ἔσται τοῦτο τὸ ἔργον δοκιμάσαι. Ἤτοι, τὸ τῶν λόγων κατόρθωμα σὸν ἔσται. εἰς σὲ γὰρ ἀνενεχθήσεται, εἴτε εἰς ἀγαθὸν, ἢ ἀγαθὴν εἰσενέγκασθαι γνώμην. Ὅ, ττι κεν ἄρχῃ. Ὅτι ἂν κρατῇ, καὶ συμφέρῃ.

`9.104`

Νόον. Νοῦν, γνώμην.

`9.106`

Ἐξέτι τοῦ. Ἀπʼ ἐκείνου τοῦ χρόνου, ἕως τοῦ νῦν. Διογενεῦς. Περισπωμένως ἀναγνῶμεν. συναίρεσιν γὰρ ἔπαθεν. ἐπεὶ τὸ ἐντελές ἐστι, Διογενέος, τοῦ ἀπὸ Διὸς τὸ γένος ἔχοντος.

`9.108`

Οὔτι καθʼ ἡμέτερόν γε νόον. Οὐ κατὰ τὴν ἡμετέραν γνώμην.

`9.109`

Ἀπεμυθεόμην. Ἀπηγόρευον, ἐκώλυον. Γράφεται δὲ καὶ, Ἀπεμυθευόμην. ἵνʼ ᾖ, ἀπελογιζόμην. Μεγαλήτορι. Γενναίῳ. Θυμῷ εἴξας. Νικηθεὶς ὑπὸ τῆς ὀργῆς.

`9.112`

Ἀρεσσάμενοι. Φιλοφρονησάμενοι.

`9.115`

Οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας. Οὐδὲ ψευσάμενος, τὰς ἐμὰς ἄτας εἶπας.

`9.116`

Ἀασάμην. Ἐβλάβην. Ἀναίνομαι. Ἀρνοῦμαι. Ἀντί νυ πολλῶν. Ἀντάξιος πολλῶν ἐστὶν ὁ ὑπὸ Διὸς φιλούμενος ἀνήρ.

`9.119`

Λευγαλέῃσι. Δειναῖς, ὀλεθρίαις.

`9.120`

Ἀρέσαι. Εἰς ἀρέσκειαν ἐλθεῖν φιλοφρόνως.

`9.122`

Ἀπύρους. Τοὺς μὴ εἰς πῦρ χρησίμους, ἀλλʼ ἀναθεματικούς. καινουργεῖς. τοὺς κόσμου χάριν τιθεμένους ἐν τῷ οἴκῳ. Τάλαντα. Τάλαντον τοὺς ἑξακισχιλίους νῦν παρʼ Ἀθηναίοις στατῆρας. Διαφόρως δὲ νοεῖται. ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαίοις. Καὶ ὁ Ποιητὴς δὲ τοῦτο δῆλον ἡμῖν ποιεῖ, ἐν τῷ ἐπιταφίῳ τοῦ Πατρόκλου λέγων· Ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλαʼ ἄεθλα Θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργʼ εἰδυῖαν, Καὶ τρίποδʼ ὠτώεντα δύω καὶ εἰκοσίμετρον Τῷ πρώτῳ. ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν Ἑξέτεʼ, ἀδμήτην, βρέφος ἡμίονον κυέουσαν. Αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα, Καλὸν, τέσσαρα μέτρα κεχανδότα, λευκὸν ἔτʼ αὕτως. Τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα. Εἰ γὰρ περὶ τοῦ ταλάντου τῶν Ἑλλήνων, βραχύ τι τὸ τάλαντον τοῦ χρυσίου ἐστὶ παρʼ αὐτοῖς, ὡς καὶ Δίφιλος ἐν ἀργύρῳ βραχύ τι τὸ τάλαντόν φησι. Τάλαντον δὲ, οὐ τάλαντα. ταῦτα δέ ἐστι χρυσίου τάλαντον.

`9.123`

Αἴθωνας. Τοὺς πρὸς πῦρ ἐπιτηδείους, τοὺς καλουμένους ἐμπυριβήτας, παρὰ τὸ αἴθεσθαι.

`9.124`

Πηγούς. Εὐτραφεῖς, εὐπαγεῖς. ἀφʼ οὗ, γενναίους. Ἀθλοφόρους. Γενναίους. Ἀέθλια. Ἔπαθλα, θέματα. Ἄροντο. Ἀπηνέγκαντο, ἐκτήσαντο.

`9.125`

Οὔ κεν. Οὐκ ἄν. Ἀλήϊος. Ὁ ἄνευ λείας. ἐλλιπὴς βοσκημάτων. Λεία γὰρ κυρίως ἡ τῶν τετραπόδων κτῆσις.

`9.126`

Ἀκτήμων. Ἀνενδεής. Ἐριτίμοιο. Μεγαλοτίμου, ἐνδόξου.

`9.127`

Ἠνείκαντο. Περιεποιήσαντο.

`9.128`

Ἀμύμονας. Ἀμωμήτους, εὐειδεῖς.

`9.130`

Ἐξελόμην. Ὡς ἐξαίρετον ἔλαβον. Λεσβίδας, αἳ κάλλει ἐνίκων. Παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς Ἥρας τεμένει, λεγόμενος Καλλιστεῖα. Ἡ δὲ Λέσβος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, πόλεις ἔχουσα πέντε, Ἄντισσαν, Ἐρεσσὸν, Μήθυμναν, Πύῤῥαν, Μιτυλήνην.

`9.131`

Μετὰ δʼ ἔσσεται. Ἐν αὐταῖς δὲ ἔσται καὶ ἡ Βρισηΐς.

`9.133`

Μήποτε τῆς εὐνῆς. Ὀμόσει, φησὶ, τὸ μηδέποτε αὐτῇ συγκεκοιμῆσθαι, ὅ ἐστι, μεμίχθαι.

`9.134`

Ἧι θέμις. Ὡς θέμις. Πέλει. Γίγνεται.

`9.135`

Παρέσσεται. Παρέσται, δοθήσεται.

`9.137`

Ἅλις. Δαψιλῶς, ἱκανῶς. Νηησάσθω. Πληρωσάτω, σωρευσάτω.

`9.138`

Δατεώμεθα. Μεριζώμεθα. Ληΐδα. Τὴν λείαν. τὰ λάφυρα.

`9.141`

Οὖθαρ ἀρούρης. Τὸ γονιμώτατον καὶ κάλλιστον τῆς γῆς, καὶ κάρπιμον.

`9.143`

Τηλύγετος. Ἀγαπητὸς, μονογενής. Μόνος γὰρ Ὀρέστης ἄρσην ἐγένετο τῷ Ἀγαμέμνονι ἐκ Κλυταιμνήστρας. Θαλίῃ ἐνὶ πολλῇ. Ἐν πολλῇ εὐωχίᾳ, ἐν πολλοῖς ἀγαθοῖς. Εἴρηται δὲ παρὰ τὸ, θάλλειν τοὺς εὐωχουμένους.

`9.144`

Ἐϋπήκτῳ. Καλῶς κατεσκευασμένῳ.

`9.145`

Λαοδίκη. Μία τῶν Ἀγαμέμνονος θυγατρῶν, ἣν οἱ τραγικοὶ Ἠλέκτραν εἶπον· ὡς καὶ τὴν Ἰφιάνασσαν, Ἰφιγένειάν φησιν ὁ Εὐριπίδης.

`9.146`

Ἀνάεδνον. Ἄνευ ἕδνων. Ἕδνα δέ εἰσι, τὰ πρὸ τῶν γάμων ὑπὸ τοῦ νυμφίου διδόμενα δῶρα τῇ νύμφῃ.

`9.147`

Ἐπὶ μείλια δώσω. Τὸ ἑξῆς, ἐπιδώσω μείλια. Μείλια δέ εἰσιν, οἷς μειλίσσονται τοὺς ἄνδρας. Τὴν προῖκα δὲ λέγει, τὴν ἡδέως διατιθεμένην τὰ κατὰ τὴν ψυχήν.

`9.150`

Ποιήεσσαν. Βοτανώδη.

`9.151`

Ζαθέας. Μεγάλας, θείας. Βαθύλειμον. Βαθεῖς λειμῶνας ἔχουσαν.

`9.153`

Νέαται. Ἤτοι ἔσχαται. ἢ κατῳκισμέναι εἰσίν. Ἠμαθόεντος. Ἀμμώδους.

`9.154`

Πολύῤῥηνες. Πολυθρέμματοι, πλούσιοι. Ῥῆνες γὰρ, οἱ ἄρνες. Πολυβοῦται. Πολλὰς βοῦς ἔχοντες.

`9.155`

Δωτίνῃσι. Δωρεαῖς.

`9.156`

Λιπαρὰς τελέουσι θέμιστας. Ὅσα δεῖ βασιλέα λαμβάνειν παρὰ τῶν ὑπηκόων, εὐκόλως δώσουσι. τοῦτʼ ἔστι καὶ ὑποταγέντες αὐτῷ κατὰ τὸ δίκαιον, λαμπροὺς τελέσουσι φόρους. Λιπαράς. Πλουσίας.

`9.157`

Ταῦτά κέ οἱ. Ταῦτα ἂν αὐτῷ. Μεταλλήξαντι. Λήξαντι, παυσαμένῳ. Χόλοιο. Τῆς ὀργῆς.

`9.158`

Δμηθήτω. Δαμασθήτω. τοῦτʼ ἔστι, πρᾶος καὶ ἐπιεικὴς γενέσθω. Ἀμείλιχος. Ἀμείλικτος, ἀσυμπαθὴς, καὶ ἀπηνής. Ἀδάμαστος. Ὑποταγῆναι μὴ δυνάμενος.

`9.160`

Ὑποστήτω. Παραχωρησάτω, ὑπειξάτω. Βασιλεύτερος. Βασιλικώτερος.

`9.164`

Οὐκ ἔτʼ ὀνοστά. Οὐ μεμπτά.

`9.165`

Κλητούς. Ἐξ ὀνόματος κεκλημένους, ἐπιλέκτους.

`9.167`

Ἐπιόψομαι. Ἐπικρινῶ, ἐπιλέξω. Πιθέσθων. Πειθέσθωσαν. Ἐζήτηται δὲ, πῶς μᾶλλον ὁ Νέστωρ οὐ πρεσβεύει, ὡς συνετώτερος. Ἔστι δὲ λέγειν, ὅτι κατʼ οἰκονομίαν ὑπελείφθη, ἵνʼ, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσσέα, αὐτὸς ὕστερον πείσῃ. Ἄτοπον γὰρ ἦν, νῦν πρεσβεύειν τὸν Νέστορα, ὅτε ἔδει πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι. Ἀδοξία δὲ ἦν, Νέστορα μὴ δυνηθῆναι πεῖσαι. Οἱ δέ φασιν, ὅτι ἐπειδὴ ἐχθρὸς ἦν Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα, τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο.

`9.168`

Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω. Ἀπελθέτω. διὰ τὸ τροφέα αὐτὸν εἶναι Ἀχιλλέως.

`9.171`

Φέρτε. Φέρετε. Κέλεσθε. Κελεύσατε.

`9.173`

Ἐαδότα. Ἀρέσκοντα.

`9.176`

Ἐπαρξάμενοι. Ἐπιχέαντες.

`9.180`

Δενδίλλων. Τοῖς ὄμμασι διανεύων, ἢ περιβλέπων. Ἀπὸ τοῦ διειλεῖν τοὺς ὀφθαλμούς.

`9.181`

Πειρᾷν. Πειράζειν ὡς πείσειεν Ἀχιλλέα. Πεπίθοιε. Πείσειν δυνηθῆναι.

`9.182`

Τὼ δὲ βάτην παρὰ θῖνα. Ζητοῦμεν, εἰ καὶ Φοῖνιξ ἐστὶ πρεσβευτής. Καὶ οἱ μέν φασι, δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος προεληλυθότος, οὐκ εἰς τὸ πρεσβεύειν, ἀλλʼ εἰς τὸ συλλαβέσθαι. Καὶ διὰ τοῦτο ὁ Ποιητὴς δυϊκῶς κέχρηται τῷ, χαίρετον ὦ φίλω. Ἔνιοι δὲ λέγουσι, συμπρεσβευκέναι καὶ Φοίνικα. καὶ οὐδὲ εἶναι τεκμήριον τὸν παρὰ τῷ Ποιητῇ ἀριθμόν. πολλάκις δὲ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι. ὡς καὶ ἐπὶ τοῦ, Μὴ νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοὶ εἶσʼ ἐν ὀλύμπῳ Ἆσσον ἰόντε. καὶ ὡς ἐπὶ τοῦ, Τὼ κούρω κριθέντε δύο καὶ πεντήκοντα.

`9.183`

Γαιηόχῳ. Τῷ τὴν γῆν ὀχοῦντι, ὅ ἐστι, βαστάζοντι. Ἐπὶ θαλάσσης γὰρ βέβηκεν ἡ γῆ.

`9.186`

Φόρμιγγι. Κιθάρᾳ. Λιγείῃ. Εὐήχῳ.

`9.187`

Ζυγός. Ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλλαβοι. Οὕτω δὲ λέγονται οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ χορδαί. Παρὰ τὸ κεκολλῆσθαι.

`9.188`

Τὴν ἄρετʼ ἐξ ἐνάρων. Πιθανῶς ἐκ λαφύρων κεκτῆσθαι ἔφη τὴν κιθάραν. Εὑρόντα οὖν, φησι, παρελθεῖν ὡς ἄμουσον, ἀπρεπὲς ἦν.

`9.189`

Κλέα. Δόξας. Παρὰ τὸ κλείω. Ἀοιδῇσι κλείουσαι.

`9.190`

Ἧστο. Ἐκαθέζετο.

`9.191`

Δέγμενος. Ἐκδεχόμενος. Αἰακίδην. Τὸν Ἀχιλλέα. παππωνυμικῶς. Λήξειεν. Παύσοιτο.

`9.192`

Προτέρω. Προσωτέρω, ἐνδοτέρω.

`9.193`

Ταφών. Ἐκπλαγεὶς, θαυμάσας. Ἡ μεταφορὰ ἐκ τῶν τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες ἐκπληττόμεθα τὸ μέλλον δεινόν. Ἀνόρουσεν. Ἀνώρμησεν, ἀνέστη.

`9.194`

Αὐτῇ σὺν φόρμιγγι, λιπὼν ἕδος. Καθέδραν. Στικτέον δὲ μετὰ τὸ φόρμιγγι. ὡς ἔκπληξιν τοῦ Ἀχιλλέως ὁρᾶσθαι ἀναπεπηδηκότος σὺν τῇ κιθάρᾳ. Αὐτῇ σὺν φόρμιγγι, τὸ ἡμιστίχιον, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς ἀποδίδοσθαι. Τότε ἀναπηδήσας σὺν αὐτῇ τῇ κιθάρᾳ. καὶ ἀπολιπόντα τὴν κιθάραν καὶ τὴν καθέδραν συναντῆσαι. Βέλτιον δὲ τὸ πρότερον, ὥστε τοῖς ἄνω συνάπτειν. Θάασσεν. Ἐκαθέζετο.

`9.195`

Ὡς δʼ αὕτως. Παραπλησίως δὲ, ὁμοίως.

`9.196`

Δεικνύμενος. Δεξιούμενος, φιλοφρονούμενος.

`9.197`

Ἦ φίλοι. Φίλοι δή. Ἀττικοὶ ἐν προφωνήσει τιθέασι τὸν σύνδεσμον. Ἱκάνετον. Παραγίγνεσθε.

`9.198`

Σκυζομένῳ. Ὀργιζομένῳ.

`9.200`

Κλισμοῖσι. Καθέδραις ἀνακλίσεις ἐχούσαις. Τάπησι. Μαλλωτοῖς ὑφάσμασιν.

`9.202`

Καθίστα. Εὐτρέπιζε, ἑτοίμαζε.

`9.203`

Ζωρότερον. Ζωτικώτερον. Παρὰ τὴν ζέσιν. Κέραιρε. Κίρνα. Δέπας. Ποτήριον. Ἔντυνον. Παρασκεύασον, εὐτρέπισον.

`9.204`

Ὑπέασσιν. Ὑπεληλύθασιν, ἔνδον εἰσί. Μελάθρῳ. Τῷ οἴκῳ. Ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ.

`9.206`

Κρεῖον. Κρεωδόχον ἀγγεῖον. Κάββαλε. Κατέβαλε, κατέθηκεν. Ἐν πυρὸς αὐγῇ. Περιφραστικῶς, ἐν τῷ πυρί.

`9.207`

Νῶτον. Ψόαν, νωτιαῖον κρέας. Πίονος. Λιπαροῦ, ἢ τελείου.

`9.208`

Συός. Χοίρου. Σιάλοιο. Εὐτραφοῦς, λιπαροῦ. Ῥάχιν. Νῶτον, ψόαν. ἐπεὶ κατὰ τοῦτο τὸ μέρος ῥαχίζονται. Τεθαλυῖαν. Θάλλουσαν, ἀκμάζουσαν. Ἀλοιφῇ. Τῷ λίπει.

`9.209`

Ἔχεν. Ἐκράτει.

`9.211`

Φώς. Ἀνήρ.

`9.213`

Στορέσας. Καταστρώσας. Ἐφύπερθε τάνυσσεν. Ὑπερήπλωσε.

`9.214`

Πάσσε δʼ ἁλὸς θείοιο. Ἔπασσε δὲ τὰ κρέα ἁλσί. Θείους δὲ κέκληκε τοὺς ἅλας. διὰ ἄσηπτα τηρεῖν τὰ πασθέντα. Κρατευτάων. Τῶν βάσεων, ὅ ἐστι, τῶν λίθων, ἐφʼ ὧν οἱ ὀβελίσκοι τίθενται, ὀπτωμένων τῶν κρεῶν. Οἱ δὲ, τῶν λαβῶν τῶν ὀβελίσκων, εἶπον κακῶς. Ἐπαείρας. Ἐπάρας, σηκώσας.

`9.215`

Εἰν ἑλεοῖσιν. Ἐπὶ τῶν μαγειρικῶν τραπεζίων. Δασυντέον, ἀπὸ τοῦ ἑλεῖν. Ἢ, ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πεπλεγμέναι αἱ μαγειρικαὶ τράπεζαι. Ἔχευεν. Ἀπὸ τῶν ὀβελίσκων εἵλκυσεν.

`9.216`

Ἐπένειμεν. Ἐπεμέρισεν, ἐπέθηκε.

`9.217`

Κανέοισι. Πλεκτοῖς κανισκίοις. Νεῖμεν. Ἐπένειμεν, ἐπέδωκε.

`9.219`

Θῦσαι. Θυμιᾶσαι, ἀπάρξασθαι.

`9.220`

Θυηλάς. Τὰς ἀπαρχάς.

`9.223`

Νεῦσʼ Αἴας. Διενεύσατο, φησὶν, ὁ Αἴας τῷ Φοίνικι, εἰ καιρός ἐστι τῶν πρὸς Ἀχιλλέα λόγων. Νόησε δʼ Ὀδυσσεύς. Ζητεῖται δὲ, διατί προαρπάζει τὸν λόγον ὁ Ὀδυσσεύς. Ῥητέον δὲ, ὅτι καὶ μάλα εἰκότως. Οὐδὲ μία γὰρ ἦν ἐλπὶς, προαποτυχόντων τῶν οἰκείων αὐτοῦ. Ἐβούλετο δὲ, προεκκενώσας τὴν ὀργὴν, ἀναγκάσαι τοῖς οἰκείοις πεισθῆναι τὸν Ἀχιλλέα.

`9.224`

Πλησάμενος. Πληρώσας, γεμίσας. Δείδεκτο. Ἐδεξιοῦτο.

`9.225`

Ἐΐσης. Τῆς ἰσομοίρου. Οὐκ ἐπιδευεῖς. Οὐκ ἐνδεεῖς.

`9.226`

Ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος. Διατί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς, οὐ προθεραπεύσας; Ῥητέον οὖν, ὅτε εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ, ὅτι πρότερον ὑβρίσας ἱκέτης καθέστηκεν. Ἢ πάνυ ῥητορικὸς ἀνὴρ εἰς φιλίαν ἀμφοτέρους ἄγει. καὶ τῇ τραπέζῃ δυσωπῶν, καὶ μόνον οὐ τοῦτο λέγων· ὡς· Ὁμόσιτος αὐτῷ διʼ ἡμῶν γεγένησαι. καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης.

`9.227`

Πάρα γάρ. Πάρεστι γάρ. Μενοεικέα. Τῷ μένει εἴκοντα, αὐτάρκη.

`9.228`

Ἐπηράτου. Ἐπεράστου, καλῆς. ἡδείας.

`9.230`

Ἐν δοιῇ. Ἐν δισταγμῷ, ἐν διχοστασίᾳ.

`9.231`

Δύσεαι ἀλκήν. Ἀναλάβῃς τὴν δύναμίν σου, καὶ κατέλθῃς εἰς τὸν πόλεμον βοηθήσων.

`9.232`

Αὖλιν ἔθεντο. Τὸν αὐλισμὸν ἐποιήσαντο, ἐστρατοπέδευσαν.

`9.234`

Κῃάμενοι. Καύσαντες.

`9.235`

Σχήσεσθαι. Ἀνθέξειν, ἀντιστῆναι. Πεσέεσθαι. Ἐμπεσεῖν.

`9.236`

Ἐνδέξια. Ἀγαθά. Φαίνων. Φανεροποιῶν, δεικνύς.

`9.237`

Βλεμεαίνων. Διὰ τοῦ βλέμματος αὐτοῦ προθυμίαν ἐπιδεικνύμενος.

`9.238`

Πίσυνος Διΐ. Πεποιθὼς τῷ Διΐ. θαῤῥῶν. Οὐδέ τι τίει. Οὐ τιμᾷ, λόγον οὐ ποιεῖται.

`9.239`

Λύσσα. Μανία. Δέδυκεν. Ὑπεισῆλθεν, ἔχει.

`9.240`

Ἀρᾶται. Εὔχεται.

`9.241`

Στεῦται. Διαβεβαιοῦται, ὑπισχνεῖται. Ἄκρα κόρυμβα. Τὰ τῶν νεῶν ἀκροστόλια. Διατί δέ φησι πρῶτον ἀποκόπτει, εἶθʼ οὕτως τὸ πῦρ ἐμβάλλει; Ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες τῶν θεῶν. Ἐκκλίνων οὖν τὴν τῶν θεῶν ὀργὴν, τοῦτο ποιεῖ.

`9.242`

Ἐμπρήσειν. Καύσειν. Μαλεροῦ. Μαραντικοῦ, φθαρτικοῦ.

`9.243`

Δῃώσειν. Ἀνελεῖν, φονεύσειν. Ἀτυζομένους. Ἐκπεπληγμένους, τεταραγμένους.

`9.245`

Αἴσιμον. Πεπρωμένον, εἱμαρμένον.

`9.246`

Φθίσθαι. Διαφθαρῆναι.

`9.247`

Ἄλλʼ ἄνα. Ἀλλὰ ἀνάστηθι. Ἀποκοπὴ ὁ τρόπος. Εἰ μέμονας. Εἰ προθυμῇ.

`9.248`

Ἐρύεσθαι. Ῥύεσθαι, σώζειν.

`9.249`

Μῆχος. Μηχάνημα, τέχνασμα. Οὐδέ τι μῆχος Ῥεχθέντος γε κακοῦ ἔστʼ ἄκος εὑρεῖν. Ἀμήχανον δὲ λοιπὸν, μετὰ τὸ πραχθῆναι τὸ κακὸν, θεραπείαν εὑρεῖν αὐτοῦ.

`9.250`

Ἄκος. Ἴαμα.

`9.251`

Ἀλεξήσεις. Βοηθήσεις.

`9.254`

Τέκνον ἐμόν. Προσληπτέον· τάδε λέγων. Κάρτος. Δύναμιν.

`9.256`

Ἴσχειν. Ἐπέχειν, παύειν. Φιλοφροσύνη. Φιλοφρόνησις, φιλία.

`9.257`

Ληγέμεναι. Λήγειν, παύεσθαι. Κακομηχάνου. Κακὰ ἐργαζομένης.

`9.260`

Θυμαλγέα. Τὸν τὴν ψυχὴν λυποῦντα. χαλεπόν.

`9.261`

Μεταλλήξαντι χόλοιο. Παυσαμένῳ τῆς ὀργῆς.

`9.262`

Καταλέξω. Καταριθμήσω.

`9.300`

Ἀπήχθετο. Ἐμισήθη. Κηρόθι. Ἐκ ψυχῆς.

`9.301`

Παναχαιούς. Πάντας τοὺς Ἕλληνας.

`9.309`

Ἀπηλεγέως. Ἀποτόμως, σκληρῶς, ἢ ἀπαγορευτικῶς, κεκριμένως. Ἀποειπεῖν. Ἀπαρνήσασθαι.

`9.310`

Ἧπερ. Ὡς, καθάπερ. Ἧπερ δὴ φρονέω τε. Γράφεται καὶ, κρανέω. ἵνʼ ᾖ, τελειώσω.

`9.311`

Τρύζητε. Πολυλογεῖτε, γογγύζητε. Ἀπὸ τῆς τρυγόνος ἡ μεταφορά.

`9.312`

Ὁμῶς. Ὁμοίως, ἴσως. Ἀΐδαο πύλῃσι. Τῷ θανάτῳ. Περιφραστικῶς.

`9.313`

Κεύθει. Κρύπτει. νῦν δὲ, ἐνθυμεῖται.

`9.317`

Νωλεμές. Ἀδιαλείπτως.

`9.319`

Ἐν δὲ ἰῇ. Ἐν μιᾷ καὶ αὐτῇ.

`9.320`

Κάτθανε. Τέθνηκεν. Ἀεργός. Ἀργὸς, ἄπρακτος. Ἐωργώς. Εἰργασμένος.

`9.321`

Περίκειται. Περισσόν τί ἐστιν, ἢ περίεστιν.

`9.322`

Αἰὲν ἐμὴν ψυχὴν παραβαλλόμενος. Τῆς ἐμῆς ψυχῆς ἐν τοῖς κινδύνοις καταφρονῶν.

`9.323`

Ἀπτῆσιν. Ἵπτασθαι μὴ δυναμένοις, μικροῖς.

`9.324`

Μάστακα. Τροφήν.

`9.325`

Ἀΰπνους νύκτας ἴαυον. Διὰ νυκτὸς ἄγρυπνος διετέλουν πολλάκις.

`9.326`

Διέπρησσον. Διήνυον, διετέλουν.

`9.327`

Ὀάρων. Γυναικῶν. Σφετεράων. Τῶν ἰδίων.

`9.331`

Ἐξελόμην. Ἐξαίρετα ἔλαβον. Δόσκον. Ἐδίδων.

`9.333`

Διὰ παῦρα δασάσκετο. Ὅλα δὲ λαμβάνων, ὀλίγα διένειμε καὶ ἐδίδου.

`9.335`

Ἔμπεδα. Ἑδραῖα, βέβαια, καὶ ἀσφαλῆ. Πέδον γὰρ, ἡ γῆ.

`9.336`

Θυμαρέα. Τῇ ψυχῇ ἀρέσκουσαν. Παριαύων. Συναναπαυόμενος, συγκαθεύδων.

`9.340`

Ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι. Δυσκόλου τῆς ἐρωτήσεως οὔσης, αὐτὸς ἐπιφέρεται.

`9.341`

Ἐχέφρων. Συνετὸς, σώφρων.

`9.342`

Τὴν αὐτοῦ φιλέει. Προσυπακουστέον, γαμετήν. Κήδεται. Φροντίζει.

`9.343`

Δουρικτητήν. Δορυάλωτον, αἰχμάλωτον.

`9.349`

Ἔδειμε. Κατεσκεύασεν, ᾠκοδόμησεν. Ἤλασσε. Κατὰ μῆκος ἔσκαψε, καὶ παρέτεινε τῷ τείχει. Ἐπʼ αὐτῷ. Παρʼ αὐτῷ.

`9.350`

Σκόλοπας. Ἀποξυσμένα ξύλα.

`9.352`

Ἴσχειν. Ἐπέχειν, κωλύειν.

`9.353`

Οὐκ ἐθέλεσκεν. Οὐκ ἠδύνατο. Ὀρνύμεναι. Παρορμᾷν.

`9.354`

Φηγόν. Δρῦν.

`9.355`

Οἶον ἔμιμνεν. Ἅπαξ ἔμεινεν.

`9.357`

ἱρά. Ἱερεῖα, θυσίας.

`9.358`

Νηήσας. Σωρεύσας, πληρώσας. Προερύσσω. Καθελκύσω.

`9.360`

Ἦρι μάλα. Ὄρθρου πάνυ. Ὅθεν καὶ ἠριγένεια. Ἑλλήσποντον. Ἀντὶ τοῦ, διʼ Ἑλλησπόντου. Ἑλλήσποντος δέ ἐστιν ἡ ἐν τοῖ στενοῖς θάλασσα, παρακειμένη τῇ Τροίᾳ, οὕτως προσαγορευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρύξου ἀδελφῆς.

`9.361`

Ἐρεσσέμεναι. Ἐρέσσειν, κωπηλατεῖν.

`9.362`

Εὐπλοίην. Εὔπλοιαν, γαλήνην.

`9.364`

Ἔῤῥων. Ἐπὶ φθορὰν παραγενόμενος, διὰ τὰ ἐπισυμβαίνοντα.

`9.366`

Πολιόν. Λαμπρόν. Ὀξυνθεὶς γὰρ ὁ σίδηρος, λαμπρότερος γίγνεται.

`9.367`

Ἄξομαι. Ἀπαγάγω. Ἅσσα. Ἅτινα. Ἢ, ὅσσα.

`9.368`

Ἐφυβρίζων ἕλετο. Ἀφείλετο μεθʼ ὕβρεως.

`9.370`

Ἀμφαδόν. Ἀναφανδὸν, φανερῶς. Ἐπισκύζωνται. Ὀργίζωνται.

`9.373`

Κύνεός περ ἐών. Καίπερ ἄφρων καὶ ἀναιδὴς ὤν. Εἰς ὦπα ἰδέσθαι. Εἰς ὄψιν ἐλθεῖν.

`9.375`

Ἤλιτεν. Ἥμαρτεν.

`9.376`

Ἐξαπάφοιτο. Ἐξαπατήσοι. Οἱ. Αὐτῷ.

`9.378`

Ἐν καρὸς αἴσῃ. Ἐν μοίρᾳ θανάτου, ὡς θάνατον. περιφραστικῶς. Τινὲς μετατρέπουσι τὸ α εἰς η. ἵνʼ ᾖ, κατὰ κηρός· ἀκούοντες, κατὰ θανάτου. Ἢ, ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου. Πρῶτοι γὰρ Κάρες ἐπολέμησαν ἐπὶ μισθῷ, καὶ ἔδοξαν εἶναι ἀτιμότατοι.

`9.381`

Ποτινίσσεται. Προσοδεύεται, προσέρχεται. ὅ ἐστιν ἀνάκειται. Θήβας Αἰγυπτίας. Τὰς νῦν καλουμένας Διόσπολιν.

`9.384`

Ἐξοιχνεῦσιν. Ἔξεισιν, ἐξέρχονται.

`9.385`

Ὅσα ψάμαθός τε κόνις τε. Ἀντὶ τοῦ, ἀναρίθμητα, καὶ πολλὰ τῷ πλήθει.

`9.387`

Λώβην. Ὕβριν.

`9.390`

Ἰσοφαρίζοι. Ἐξισοῖτο, καὶ ἐρίζοι. Τὸ αὐτὸ δέ ἐστιν ἐκ παραλλήλου.

`9.394`

Γαμέσσεται. Πρὸς γάμον λήψεται.

`9.395`

Ἀνʼ Ἑλλάδα τε, Φθίην τε. Ἀρίσταρχος παρʼ Ὁμήρῳ Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι, καὶ Ἕλληνας τοὺς Θετταλοὺς, παρακολουθῶν Θουκυδίδῃ. Καὶ ἀθετεῖ τὸν στίχον τοῦτον· Ἐγχείῃ

  
δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαίους.  
Καὶ ἐκεῖ δὲ πάλιν τὴν Θετταλίαν ἀκούει·

  
Φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος  
  
εὐρυχόροιο.  

`9.396`

Ῥύονται. Φυλάττουσι, σώζουσιν.

`9.398`

Ἐπέσσυτο. Ἐφορμᾷν θέλει. Ἀγήνωρ. Νῦν ἄγαν ἀνδρεῖος. Ὁτὲ δὲ ὁ αὐθάδης, καὶ ὑπερήφανος.

`9.399`

Μνηστήν. Εἰς μνηστείαν δοθεῖσαν, νόμιμον. Εἰκυῖαν ἄκοιτιν. Ἐμοὶ πρέπουσαν γαμετήν.

`9.400`

Γέρων. Εἴρηται ἤτοι παρὰ τὸ περὶ τὸ γῆρας εἶναι, ἵνʼ ᾖ παρώνυμον τὸ ὄνομα. Ἢ, παρὰ τὸ ἕτοιμον ἤδη εἰς τιμήν. Ἢ, ὁ εἰς γῆν ὁρῶν, ὁ ἐγγὺς τοῦ θανάτου.

`9.404`

Λάϊνος. Λίθινος. Οὐδός. Ὁ βαθμὸς, ἡ φλιά. Ἀφήτορος. Τοῦ Ἀπόλλωνος. Ἤτοι, ὁμοφήτορος, ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου τῷ τε πένητι, καὶ τῷ πλουσίῳ. Ἢ, τοξικοῦ. ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως. Ἐντὸς ἐέργει. Ἔσωθεν αὐτοῦ κατέχει.

`9.405`

Πυθοῖ ἔνι. Πυθὼ, πόλις Φωκίδος. ἧς οἱ οἰκήτορες Δελφοί. Ἔστι δὲ ἱερὰ Ἀπόλλωνος. Καὶ κέκληται ἤτοι ἀπὸ τοῦ πυνθάνεσθαι τῆς Πυθίας τοὺς μαντευομένους· ἢ ἀπὸ τοῦ, τοξευθέντα τὸν τοῦ χρηστηρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος αὐτόθι πυθῆναι, ὅ ἐστι, σαπῆναι. Πετρηέσσῃ. Πετρώδει, τραχείᾳ.

`9.406`

Ληϊστοί. Οἱ ἐκ λείας, καὶ ληστείας. Ἴφια μῆλα. Ἀπὸ κοινοῦ, ληϊστά.

`9.407`

Ξανθὰ κάρηνα. Πυῤῥά. Λέγει δὲ ἀπὸ μέρους τοὺς ἵππους.

`9.408`

Ληϊστή. Ἐκ λείας λαμβανομένη. κτητή.

`9.409`

Οὔθʼ ἑλετή. Οὔτε πάλιν ληπτή. Ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. Ἐπεὶ δʼ ἄν, φησιν, ἅπαξ φθάσῃ παρελθεῖν τὸν περίβολον τῶν ὀδόντων. Διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ ψυχικὸν πνεῦμα.

`9.410`

Ἀργυρόπεζα. Εὔπους, καλή. ἀπὸ μέρους.

`9.411`

Διχθαδίας κῆρας. Δύο μοίρας. Φερέμεν. Φέρειν, ἔχειν. Θανάτοιο τέλοσδε. Εἰς θάνατον. περιφραστικῶς.

`9.413`

Κλέος ἄφθιτον. Ἀθάνατος δόξα, καὶ φήμη.

`9.415`

Δηρόν. Ἐπὶ πολὺν χρόνον.

`9.417`

Παραμυθησαίμην. Παραινέσαιμι.

`9.418`

Δῄετε. Εὑρήσετε. Τέκμωρ. Τέλος.

`9.419`

Μάλα γὰρ ἕθεν. Σφόδρα γὰρ αὐτῆς.

`9.422`

Ἀγγελίην. Πρεσβείαν. Ἀπόφασθε. Ἀπαγγείλατε.

`9.423`

Φράζωνται. Σκέπτωνται. Μῆτιν. Βουλὴν, γνώμην.

`9.424`

Σόῃ. Σώζῃ.

`9.425`

Ἑτοίμη. Εὔληπτος, φανερὰ, ἕτοιμος. Λέγει δὲ τοῦτο, ὅτι, Ματαία ἐστὶν αὕτη ἡ γνώμη, ἣν ἐποιήσαντο οἱ Ἕλληνες, πέμψαντες ὑμᾶς πρέσβεις πρός με, ὡς δυναμένους πεῖσαι.

`9.426`

Ἐφράσσαντο. Ἐλογίσαντο, ἐσκέψαντο. Ἀπομηνίσαντος. Σφόδρα ὀργισθέντος.

`9.427`

Μένων κατά. Καταμένων.

`9.429`

Ἀνάγκῃ δʼ οὔτι μιν ἄξω. Ἀντὶ τοῦ, οὐκ ἀναγκάσω.

`9.431`

Ἀγασσάμενοι. Θαυμάσαντες. Ἀπέειπεν. Ἀπηρνήσατο, ἀπεῖπεν.

`9.433`

Ἀναπρήσας. Ἀναφυσήσας, ἢ ἀθρόον ἀναβαλών. Πέρι γὰρ δίε. Περισσῶς γὰρ ἐφοβεῖτο.

`9.434`

Μετὰ φρεσὶ βάλλεαι. Κατὰ νοῦν ἔχεις.

`9.437`

Αὖθι λιποίμην. Ἀπολειφθείην.

`9.438`

Σοὶ δέ μʼ ἔπεμπεν. Ἀντὶ τοῦ, συνέπεμπέ με σοί.

`9.440`

Ὁμοιΐου πτολέμοιο. Τοῦ ὁμοίως πᾶσι χαλεποῦ.

`9.441`

Ἀγορέων. Δημηγοριῶν, ῥήσεων, ἢ ἐκκλησιῶν. Ἀριπρεπέες. Διαπρέποντες, ἔκδηλοι. Τελέθουσιν. Ὑπάρχουσι, γίγνονται.

`9.443`

Μύθων τε ῥητῆρʼ ἔμμεναι. Ἀντὶ τοῦ, διδάσκαλον ἐσόμενον λόγων, ὧν δεῖ λέγειν. Πρηκτῆρά τε. Καὶ δραστικὸν ἔργων, ἃ δεῖ πράσσειν.

`9.444`

Ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο, φίλον τέκος, οὐκ ἐθέλοιμι Λείπεσθαι. Διὸ οὐκ ἀπολειφθήσομαί σου.

`9.445`

Ὑποσταίῃ. Ὑπόσχοιτο.

`9.446`

Ἀποξύσας. Ἀφελών. Νέον ἡβώωντα. Ἀκμάζοντα, σώζοντα.

`9.448`

Νείκεα. Φιλονεικίας, ἀπειλάς. Φεύγων νείκεα πατρὸς Ἀμύντορος. Φοῖνιξ, ὁ Ἀμύντορος, ὃς ἐξέπεσε τῆς οἰκίας γῆς διὰ ταύτην τὴν αἰτίαν. Τοῦ πατρὸς αὐτοῦ παλλακίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ, ἐξ ἧς τὸν Φοίνικα ἔτεκε, στυγοῦντος, δεηθείσης τῆς μητρὸς, τῇ παλλακίδι τοῦ πατρὸς Κλυτίᾳ ἐμίγη. Γνοὺς δὲ Ἀμύντωρ, ἐπηράσατο τῷ παιδὶ δυστυχίαν περὶ τέκνων γονήν. Δείσας δὲ Φοῖνιξ τὸν πατέρα, καὶ τὰς ὑπʼ αὐτοῦ γενομένας ἀρὰς, φεύγει πρὸς Πηλέα. Ὃς ὑποδεξάμενος αὐτὸν, διὰ τὴν συγγένειαν, δίδωσιν αὐτῷ τὴν Δολοπίαν χώραν· καὶ Ἀχιλλέα τὸν υἱὸν, μικρὸν ὄντα, εἰς ἀνατροφὴν παραδίδωσιν. Ὀρμενίδαο. Ὀρμένου παιδός.

`9.449`

Περιχώσατο. Περισσῶς ὠργίσθη.

`9.450`

Ἀτιμάζεσκεν. Ἠτίμαζε.

`9.452`

Προμιγῆναι. Συνελθεῖν, μιγῆναι. Ἐχθήρειε. Μισήσειεν.

`9.453`

Πιθόμην. Ἐπείσθην. Ὀϊσθείς. Ὑπονοήσας.

`9.454`

Στυγεράς. Μισητὰς, φρικτάς. Ἐπεκέκλετο. Ἐπεκαλεῖτο. Ἐριννῦς. Καταχθόνιοι δαίμονες, τιμωρητικοὶ τῶν πατρικῶν ἀσεβημάτων. ὧν τὰ ὀνόματα, Ἀλεκτὼ, Τισιφόνη, Μεγαίρα.

`9.455`

Ἐφέσσεσθαι. Ἐπικαθεσθῆναι.

`9.456`

Γεγαῶτα. Γεγεννημένον. Θεοὶ δʼ ἐτέλειον ἐπαράς. Ἐπετέλουν δὲ οἱ θεοὶ τὰς κατάρας αὐτοῦ.

`9.457`

Ζεύς τε καταχθόνιος. Ὁ Πλούτων. Καὶ ἐπαινή. Ἐπίφοβος, δεινή. Αἰνὸν γὰρ, τὸ δεινόν. Ἢ, ἣν οὐκ ἄν τις ἐπαινέσειεν· Ἀντίφρασις, ὁ τρόπος. Ἢ, ὑπερβολικῶς, ἣν ἄν τις, φησὶν, ἐπαινεῖν παραιτήσαιτο.

`9.458`

Ἐρητύετο. Ἠρεμίᾳ κατείχετο.

`9.459`

Στρωφᾶσθαι. Ἀναστρέφεσθαι. διάγειν.

`9.460`

Ἔται. Ἑταῖροι, πολῖται. Ἀνεψιοί. Ἀδελφῶν υἱοὶ, ὡς Ἀχιλλεὺς, καὶ Αἴας. Ἀδελφιδοὶ δὲ, οἱ ἀδελφῶν παῖδες. ὡς Ὀρέστης Μενελάου. Ἀμφὶς ἐόντες. Περὶ ἐμὲ ὄντες, παρόντες.

`9.462`

Ἴφια. Ἰσχυρὰ, εὐτραφῆ. Ἕλικας. Μέλανας, ἢ ἑλικοειδῆ τὰ κέρατα ἔχοντας.

`9.464`

Εὑόμενοι. Φλογιζόμενοι, ὀπτώμενοι. Τανύοντο. Ἐξετείνοντο.

`9.465`

Κεράμων. Πίθων. Μέθυ. Οἶνος.

`9.466`

Εἰνάνυχες. Ἐπὶ ἐννέα νύκτας.

`9.467`

Ἀμειβόμενοι. Ἐξ ἀμοιβῆς φυλάσσοντες. ὅ ἐστιν, ἐκ διαδοχῆς. Ἔσβη. Ἐπαύσατο, ἐσβέσθη.

`9.468`

Αἰθούσῃ. Αἴθουσαι αἱ ὑπὸ τοῦ ἡλίου καταυγαζόμεναι στοαί. Παρὰ τὸ αἴθεσθαι. Εὐερκέος. Ἀσφαλῆ περίβολον ἐχούσης.

`9.469`

Προδόμῳ. Τῷ προστόῳ τοῦ θαλάμου. Διέχεε τὴν τάξιν. θάλαμος μὲν γὰρ, ὁ ἔσω οἶκος τῆς αὐλῆς· τὸ δὲ πρὸ αὐτοῦ, πρόδομος. Αἴθουσα δὲ περίστυλον, τοῦτʼ ἔστι, πρὸς ἥλιον τετραμμένη στοά· παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι, φλέγεσθαι.

`9.471`

Πυκινῶς. Ἐπιμελῶς, ἀσφαλῶς.

`9.472`

Ὑπέρθορον. Ὑπερηλάμην, ἐξέφυγον.

`9.474`

Ἑλλάδος. Ἑλλὰς καὶ Φθία, πόλεις τῆς Θετταλίας.

`9.476`

Ἐς Πηλῆα ἄνακτα. Ἀντὶ τοῦ, πρὸς τὸν Πηλέα ἱκέτης παρεγενόμην, καὶ ἱκέτευσα.

`9.479`

Ὤπασε. Παρέσχεν, ἔδωκε.

`9.480`

Ἐσχατιήν. Τὰ ἔσχατα μέρη.

`9.481`

Τοσοῦτον ἔθηκα. Τηλικοῦτον ἐποίησα. Ἔστι δὲ ποσότης ἀντὶ πηλικότητος. Ἐπιείκελε. Ἐφόμοιε.

`9.483`

Πάσασθαι. Γεύσασθαι.

`9.485`

Ὄψου. Προσοψήματος, προσφαγίου. Ἄσαιμι. Πληρώσαιμι, κορέσαιμι. Προταμών. Ἤτοι, ἀποκόψας. ἢ, τὸ σκληρὸν τῆς τροφῆς προκατεργασάμενος.

`9.486`

Κατέδευσας. Διάβροχον ἐποίησας, κατέβρεξας.

`9.487`

Ἀποβλύζων. Ἀπεμῶν, ἐκβάλλων. Ὀνοματοποιΐα, ὁ τρόπος. Ἐν νηπιέῃ ἀλεγεινῇ. Ἐν τῇ χαλεπῇ παιδοτροφίᾳ. Ἀλεγεινῇ. Ἀλγεινῇ. Ἐκ τοῦ, ποιεῖν ἀλγεῖν τὴν ψυχήν.

`9.489`

Ἐξετέλειον. Ἔδωκαν.

`9.492`

Δάμασον. Καταπράϋνον.

`9.493`

Νηλεές. Ἀπηνὲς, ἀπότομον. Στρεπτοί. Εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπιστοι. Ἐναντίον τὸ, Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί· τῷ, Οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος. Λύοιτο δʼ ἂν προσώπῳ· ὅτι τὸ μὲν ὁ Ποιητής φησιν· ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει, ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως, εἰκότως, καὶ τοὺς θεοὺς πείθεσθαι.

`9.495`

Θυέεσσι. Θυμιάμασι, θυσίαις. Εὐχωλῇς. Εὐχαῖς, εὐχωλαῖς. Ἀγανῇσι. Προσηνέσι, πράοις.

`9.496`

Παρατρωπῶσι. Περιτρέπουσι, πείθουσιν.

`9.497`

Ὑπερβήῃ. Παρέλθῃ.

`9.498`

Λιταί. Θεαὶ, οὕτως ἐπικαλούμεναι. Καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι. Ἀνειδωλοποιεῖ τὰς Λιτὰς ὡς δαίμονάς τινας. Χωλὰς μὲν οὖν αὐτὰς κέκληκε, διὰ τὸ βραδέως καὶ μόλις προσιέναι, καὶ γονυκλινεῖς λιτανεύειν τούτους, οὓς ἂν προηδικηκότες ὦσι. Ῥυσὰς καὶ διαστρόφους τὰς ὄψεις, ἐπεὶ βαρέως καὶ οὐ γεγηθότι τῷ προσώπῳ, οὐδὲ ὀρθῷ τῷ βλέμματι, προσορᾷν δύνανται τοὺς προηδικημένους· παρʼ ὧν αἰτοῦνται συγγνώμην. Διὸς δὲ θυγατέρας γενεαλογεῖ, ὥστε σεβασμιωτέρας φαίνεσθαι.

`9.499`

Χωλαί. Χωλοποιοί. Ῥυσαί. Ῥυτίδας ἔχουσαι. Ῥυτίδες δὲ καλοῦνται αἱ ἐπὶ τοῦ μετώπου τοῦ δέρματος συστροφαί. Παραβλῶπες. Παρηγμέναι, διάστροφοι τοὺς ὀφθαλμούς. Ἐπειδὴ οἱ ἱκετεύοντες, ὑπὲρ τοῦ ἐλεεινὸν φαίνεσθαι, προσίασιν οἰκτροὶ τὰ σχήματα αὐτῶν καὶ τὰς θέας ἔχοντες.

`9.500`

Μετόπισθʼ. Ἐξόπισθεν, ἐξ ὑστέρου. Ἀλέγουσι. Φροντίζουσι. Κιοῦσαι. Ἐλθοῦσαι.

`9.501`

Σθεναρή. Ἰσχυρά. Ἀρτίπος. Ἄρτιος καὶ ὑγιὴς τοῖς ποσίν. ὁλόκληρος. Οὕνεκα. Διότι.

`9.502`

Ὑπεκπροθέει. Ὑπεραίρει, προλαμβάνει. Φθάνει. Προήκει. προλαμβάνει.

`9.503`

Ἐξακέονται. Ἰῶνται, ἀποθεραπεύσουσι.

`9.504`

Αἰδέσσεται. Αἰδεσθῇ.

`9.506`

Στερεῶς. Ἰσχυρῶς, σκληρῶς. Ἀποείπῃ. Ἀπαρνήσηται, ἀπείπῃ.

`9.508`

Ἀποτίσῃ. Δίκην ἀποδῷ. ὅ ἐστι, τιμωρίαν.

`9.510`

Ἐπιγνάμπτει. Πραΰνει.

`9.512`

Ἐπιζαφελῶς. Ἐπιμόνως, ηὐξημένως, ἢ ἐξημμένως. Ἀπὸ τοῦ φλέγω.

`9.513`

Ἀποῤῥίψαντα. Ἀποβαλόντα. Κελοίμην. Κελεύσοιμι.

`9.514`

Χατέουσι. Χρήζουσι.

`9.515`

Ὑπέστη. Ὑπέσχετο.

`9.517`

Κρινάμενος. Ἐπιλεξάμενος.

`9.518`

Μῦθον ἐλέγξῃς. Διό, φησι, μὴ ἀτιμάσῃς ἡμῶν τὸν ὑπὲρ τῆς ἀξιώσεως λόγον καὶ πρεσβείας.

`9.519`

Μὴ δὲ πόδας. Μηδὲ τὴν ἐνθάδε ἄφιξιν. Πρὶν δʼ οὔτι νεμεσητὸν κεχολῶσθαι. Πρότερον δὲ οὐ μεμπτὸς ὑπῆρχες ὀργιζόμενος.

`9.520`

Τῶν πρόσθεν. Τῶν πρὸ ἡμῶν. Ἐπευθόμεθα. Ἠκούομεν.

`9.522`

Δωρητοί. Δώροις πειθόμενοι.

`9.523`

Πάλαι. Πρὸ πολλοῦ. Ἐπίῤῥημα χρόνου δηλωτικόν. Οὔτι νέον γε. Οὐ νεωστί.

`9.524`

Ὡς ἦν. Ὡς ἐγένετο.

`9.525`

Κουρῆτες. Ἀκαρνᾶνες, οἱ ἐν Πλευρῶνι πόλει τῆς Αἰτωλίας οἰκοῦντες. Ὠνομάσθησαν δὲ οὕτως, παρὰ τὸ μὴ κείρεσθαι τὰς κάρας. Αἰτωλοί. Οἱ Καλυδώνιοι. ἐπεὶ καὶ οἱ Κουρῆτες Αἰτωλοὶ ὑπῆρχον, ἐμφυλίου ὄντος τοῦ πολέμου. Ἡ οὖν Καλυδὼν πρώτη πόλις τῆς Αἰτωλίας. Κουρῆτές τε μάχοντο, καὶ Αἰτωλοί. Οἰνεὺς, Αἰτωλίας δυνάστης, τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων, Ἄρτεμιν μόνην κατέλιπεν. Ἡ δὲ θεὸς ὀργισθεῖσα, μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν· ὃς οὐ μόνον τὴν χώραν, ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρε. Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχὼν, γέρας τε τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρας Ἀταλάντῃ διʼ ἔρωτα δωρεῖται. καὶ αὐτὴ γὰρ συνεξῆλθεν αὐτοῖς ἐπὶ κυνηγίαν. Οἱ δὲ Θεστίου μὲν παῖδες, ἀδελφοὶ δὲ τῆς Μελεάγρου μητρὸς Ἀλθαίας, ὀργίλως ἐπὶ τούτῳ διατεθέντες, ἐπεβούλευον τῷ Μελεάγρῳ. Ὁ δὲ προγνοὺς, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ εἰς φυγὴν τραπῆναι ἐποίησε. Διόπερ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστράτευον· Μελέαγρος δὲ, κατʼ ἀρχὰς τῇ μητρὶ μηνιῶν, οὐκ ἐβοήθει τῇ πατρίδι. Πορθουμένης δὲ ἤδη τῆς πόλεως, πεισθεὶς ὑπὸ Κλεοπάτρας τῆς γυναικὸς, προσελθὼν, οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠνάγκασε διώκων κατὰ κρημνῶν ἐνεχθῆναι. Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ, τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέφλεξεν. ἦν δὲ πεπρωμένον· ἐκείνης κατακαείσης, καὶ τὸν Μελέαγρον ἀποθανεῖν. φθαρέντος δὲ τοῦ παιδὸς, Ἀλθαία μετανοήσασα, ἑαυτὴν ἀναιρεῖ. Μενεχάρμαι. Ὑπομονητικοὶ ἐν μάχαις. πολεμικοί.

`9.526`

Ἐνάριζον. Ἐφόνευον.

`9.530`

Θαλύσια. Τὰς ὑπὲρ εὐθαλείας καὶ εὐφορίας τῶν καρπῶν διδομένας θυσίας, μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν, τοῖς τε ἄλλοις καὶ τῇ Δήμητρι. Γουνῷ ἀλωῆς. Ἐν τῷ γονιμωτάτῳ καὶ καρπίμῳ χωρίῳ τῆς γῆς.

`9.532`

Ἔῤῥεξεν. Ἐτέλεσεν.

`9.533`

Ἢ λάθετʼ, ἢ οὐκ ἐνόησεν. Ἤτοι, ἐννοήσας θῦσαι, ἐπελάθετο. ἢ οὐδʼ ὅλως ἐπενόησεν. Ἀάσσατο δὲ μέγα. Ἐβλάβη δὲ μεγάλως.

`9.534`

Δῖον γένος. Διὸς θυγάτηρ. Ἰοχέαιρα. Βέλεσι χαίρουσα, τοξότις.

`9.535`

Χλούνην. Κατὰ τὸ ἔτυμον, χλοεύνην, τὸν ἐν τῇ χλόῃ εὐναζόμενον. εὐτραφῆ. Ἢ, τὸν ἀφριστήν. Οἱ δὲ, τὸν τομίαν. Ἄλλοι δὲ, τὸν ἐπὶ Χλούνῃ, χωρίῳ οὕτως καλουμένῳ, ἐνδιατρίβοντα. Ἀργιόδοντα. Λευκοὺς ὀδόντας ἔχοντα.

`9.536`

Ἔρδεσκεν. Εἰργάζετο, ἔπραττεν. Ἔθων. Ἐξ ἔθους κατατρέχων, καὶ βλάπτων. Ἀλωήν. Κοινῶς, τὴν καρποφόρον χώραν.

`9.537`

Προθέλυμνα. Πρόῤῥιζα. ἐπάλληλα, καὶ πυκνά.

`9.538`

Ἄνθεσι μήλων. Τοῖς καρποῖς.

`9.540`

Θηρήτορας. Κυνηγέτας.

`9.542`

Τόσσος ἔην. Τηλικοῦτος ἦν. Πυρῆς ἐπέβησεν. Ἀντὶ τοῦ, πυρὸς ἐπεβίβασεν. ἀνεῖλεν αὐτούς.

`9.543`

Κέλαδον. Ταραχὴν, θόρυβον.

`9.544`

Ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι. Ὡς καὶ τῆς κεφαλῆς τῷ δέρματι προσεχομένης. Ταῦτα δὲ συνέκειτο δοθῆναι ἀριστεῖα τῷ πρώτως βαλόντι τὸν σῦν. Λαβὼν δὲ αὐτὰ ὁ Μελέαγρος, ἐδωρήσατο Ἀταλάντῃ τῇ Ἰάσου, Ἀρκάδι τὸ γένος. Λοχίσαντες δὲ αὐτὴν οἱ μήτρωες τοῦ Μελεάγρου, ἀφείλοντο τὸ γέρας τῆς κόρης. Ἐφʼ ᾧ ὀργισθεὶς ὁ Μελέαγρος, διεχρήσατο αὐτούς. Λυπηθεῖσα δὲ ἐπὶ τοῖς ἀδελφοῖς ἡ Ἀλθαία, ἡ τοῦ Μελεάγρου μήτηρ, κατέφλεξε τὸν ὑπὸ Μοιρῶν αὐτῇ δοθέντα δαλὸν, ὄντα συνεκτικὸν τῆς Μελεάγρου ζωῆς, ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος. Λαχνήεντι. Δασεῖ.

`9.548`

Ἔκτοσθεν. Ἀντὶ τοῦ, ἐκτὸς, ἔξω.

`9.549`

Ἔδυ. Ὑπεισῆλθεν, ἔλασεν.

`9.550`

Οἰδαίνει. Εἰς ὕψος αἴρεσθαι ποιεῖ, ἐμπίπρησι. Πύκα περ φρονεόντων. Σωφρονούντων, συνετῶν.

`9.551`

Ἀλθαίῃ. Ἀλθαία ἡ μήτηρ τοῦ Μελεάγρου. Ἡ δὲ Κλεοπάτρα, Ἴδου, καὶ Μαρπίσσης τῆς Εὐήνου θυγατρὸς, Μελεάγρου δὲ γυνή.

`9.552`

Κεῖτο. Ἀργὸς διετέλει.

`9.553`

Κούρῃ Μαρπίσσης. Καὶ τὰ ἑξῆς. Εὔηνος, Ἄρεος παῖς, βασιλεὺς Αἰτωλίας, ἔχων θυγατέρα εὐπρεπεστάτην, Μάρπισσαν τοὔνομα, τοὺς μνηστευομένους αὐτὴν προεκαλεῖτο εἰς ἁρματηλασίας ἀγῶνα, λέγων ἐκδώσειν τῷ διαφυγόντι αὐτὸν διώκοντα· τοὺς δὲ ληφθέντας καρατομῶν, ἐπετίθει τὰς κεφαλὰς ἐπὶ τοῦ τοίχου τῆς οἰκίας, εἰς κατάπληξιν τῶν λοιπῶν. Πολλῶν τοίνυν ἤδη ἀνῃρημένων, Ἴδας, λόγῳ μὲν Ἀφαρέως υἱὸς, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος, τελευταῖος λαβὼν παρὰ τοῦ πατρὸς ἵππους ποδωκεστάτους, ἥρπασε τὴν κόρην, χορεύουσαν ἐν Ἀρτέμιδος. Εὔηνος δὲ, ὡς οὐκ ἠδύνατο καταλαβεῖν, ἀποσφάξας τοὺς ἵππους οὓς εἶχεν, ἑαυτὸν ἔῤῥιψεν εἰς τὸν Λυκόρμαν ποταμόν· ὃς ἀπʼ αὐτοῦ Εὔηνος προσηγορεύθη. Διαπεφευγότι δὲ τῷ Ἴδᾳ τὸν κίνδυνον, Ἀπόλλων ἠναντιοῦτο περὶ τῆς κόρης, βουλόμενος ἀφαρπάζειν αὐτήν. Προϊόντων δὲ αὐτῶν εἰς μάχην, Ζεὺς πέμψας Ἑρμῆν, ἐπέτρεψε τῇ κόρῃ ἑλέσθαι ὃν ἂν βούληται. Ἡ δὲ εἵλετο τὸν Ἴδαν, εὐλαβηθεῖσα μὴ γηράσασαν αὐτὴν ἀπολίπῃ Ἀπόλλων. Εὐηνίνης. Τῆς Εὐήνου θυγατρός.

`9.554`

Ἴδεώ τε. Τοῦ Ἴδου τοῦ Ἀφαρέως παιδός.

`9.556`

Καλλισφύρου. Εὐπρεποῦς, καλῆς. ἀπὸ μέρους.

`9.558`

Ἀλκυόνην καλέεσκον. Κύηξ ὁ Φωσφόρου τοῦ ἀστέρος, γήμας Ἀλκυόνην τὴν Αἰόλου, μέγα φρονήσας ἐφʼ ἑαυτῷ, θεὸς ἐβούλετο νομίζεσθαι. Διόπερ ἥτε γαμετὴ διαπαντὸς αὐτὸν ἐκάλει Διὰ, κἀκεῖνος Ἥραν τὴν γυναῖκα. Ζεὺς δὲ, ἀγανακτήσας, μετέβαλεν αὐτοὺς εἰς ὄρνεα χωρὶς ἀλλήλων βιοῦντα. Ἐκλήθη δὲ, ἡ μὲν, Ἀλκυόνη, ὁ δὲ, Κύηξ. Παρὰ δὲ τοῖς αἰγιαλοῖς, τῆς Ἀλκυόνος τικτούσης, συμβαίνει, ἐπελθόντα τὰ κύματα τὰ ἔγγονα αὐτῆς κατασύρειν. Ζεὺς δὲ, θεασάμενος αὐτὴν κλαίουσαν, κατελεήσας, ἐπέταξε τοῖς ἀνέμοις, καθʼ ὃν ἂν καιρὸν ἣ ἀλκυόνη τίκτει, μὴ πνεῖν, μέχρι τεσσαρεσκαίδεκα ἡμερῶν τοῦ χειμῶνος αὐξανομένου. Εἴρηται δὲ ἀλκυὼν παρὰ τὸ ἐν ἁλὶ κύειν. Οἱ οὖν γονεῖς ἀπὸ τῶν αὐτῇ συμβεβηκότων οὕτως ἐκάλουν αὐτὴν τὴν Κλεοπάτραν. ὡς, Μεγαπένθην, καὶ, Εὐρυσάκην, καὶ Νεοπτόλεμον. Ἔκλαιεν οὖν τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἥρπασεν Ἀπόλλων. Ἐπώνυμον. Ἀντὶ τοῦ, φερώνυμον, καὶ ἀπὸ συμβεβηκότος οἰκείως κείμενον. Τὴν Κλεοπάτραν οὖν, φησι, φερωνύμως καὶ Ἀλκυόνην ἐκάλουν, διὰ τὸ τὴν μητέρα Μάρπισσαν δίκην Ἀλκυόνος κλαῦσαι, ὅτε ἀφῃρεῖτο αὐτὴν Ἀπόλλων.

`9.559`

Πολυπενθέος. Ἐπιπολὺ πενθούσης. Οἶτον. Μόρον, συμφοράν.

`9.561`

Παρκατέλεκτο. Παρέκειτο. Πέσσων. Πεπαίνων, παρηγορῶν, ἢ, συνέχων.

`9.562`

Ἐξ ἀρέων μητρὸς κεχολωμένος. Διὰ τὰς τῆς μητρὸς κατάρας ὠργισμένος.

`9.563`

Ἀχέουσα. Λυπουμένη. Κασιγνήτοιο φόνοιο. Διὰ τὸν φόνον τῶν ἀδελφῶν. Ἀπέκτεινε μὲν γὰρ Μελέαγρος τοὺς μήτρωας. Ἢ ἀντὶ τοῦ, ὑπὲρ κασιγνητικοῦ φόνου. οὐ γὰρ εἷς ἦν ὁ ἀνῃρημένος τῆς Ἀλθαίας ἀδελφὸς, ἀλλὰ πλείους, Ἴφικλος, Πολυφάντης, Φάνης, Εὐρύπυλος, Πλήξιππος.

`9.564`

Πολυφόρβην. Πολλοὺς τρέφουσαν. Ὅθεν καὶ ἱπποφόρβια καλεῖται τὰ ἵππους τρέφοντα χωρία. Χερσὶν ἀλοία. Ταῖς χερσὶν ἔτυπτεν. Ὅθεν καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων. Εὔχονται δὲ οἱ ἥρωες, τοῖς μὲν οὐρανίοις θεοῖς ἄνω τὰς χεῖρας ἀνίσχοντες· Μεγάλʼ εὐχετόωντο ἕκαστος. τοῖς δὲ θαλασσίοις· Πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς. εἰς θάλασσαν δηλονότι. τοῖς καταχθονίοις δὲ κόπτοντες τὴν γῆν, ὡς ἐνθάδε φησί.

`9.565`

Κικλήσκουσα. Ἐπικαλουμένη. Ἐπαινήν. Φοβεράν.

`9.566`

Πρόχνυ. Εἰς γόνατα. Δεύοντο. Ἐβρέχοντο.

`9.567`

Ἠεροφοῖτις Ἐριννύς. Ἐκ τοῦ σκότους ἐρχομένη, ἀόρατος. Εἴρηται δὲ Ἐριννὺς, ἤτοι παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν καὶ οἰκεῖν, ὅ ἐστι τῇ γῇ. καταχθονία γὰρ ἡ δαίμων. ἢ οἱονεὶ ἀρανύς τις οὖσα, καὶ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελοῦσα.

`9.568`

Ἐξ Ἐρέβευσφιν. Ἐκ τοῦ σκότους. Ἀμείλιχον. Ἀπηνὲς, σκληρόν.

`9.573`

Πιότατον. Λιπαρώτατον, εὐγειότατον.

`9.575`

Πεντηκοντόγυον. Πεντήκοντα γυιῶν. ὅ ἐστι πλέθρων. Γυίης γὰρ μέτρον γῆς. Οἱ δὲ, πεντήκοντα ζευγῶν. Οἰνοπέδοιο. Ἀμπελοφύτου χωρίου.

`9.576`

Ψιλὴν ἄροσιν. Τὴν ἄδενδρον χώραν, τὴν πρὸς τὸ σπείρεσθαι ἐπιτηδείαν. Ταμέσθαι. Ἀποτεμεῖσθαι. εἰς τιμὴν λαβεῖν.

`9.578`

Ἐπεμβεβαώς. Ἐπιβεβηκώς.

`9.579`

Σείων. Τινάσσων, κινῶν. Κολλητὰς σανίδας. Περιφραστικῶς, τὰς θύρας. Ἀπὸ τοῦ καλῶς συνηρμόσθαι. Γουνούμενος. Ἱκετεύων.

`9.580`

Κασίγνηται. Ἀδελφαί.

`9.582`

Κεδνότατοι. Κηδεμονικώτατοι, προσφιλέστατοι.

`9.584`

Πύκα. Συνεχῶς, πυκνῶς, ἢ ἐπιμελῶς.

`9.585`

Ἐνέπρηθον. Ἐνεπύριζον, ἔκαιον.

`9.588`

Κήδεʼ. Τὸ τέλειον, κήδεα, ὅ ἐστι, κακά. Ἁλῴη. Ληφθείη, πορθηθείη.

`9.589`

Ἀμαθύνει. Κατὰ μικρὸν δαπανᾷ. ὅ ἐστιν, ἄμαθον καὶ κόνιν ποιεῖ.

`9.591`

Ὠρίνετο. Ἀντὶ τοῦ, ὠρίνθη, διεταράχθη. Κακὰ ἔργα. Τὰ πολέμιά φησι κακὰ ἔργα.

`9.592`

Βῆ δʼ ἰέναι. Ἐφορμήσας ἐπῆλθεν.

`9.594`

Εἴξας ᾧ θυμῷ. Νικηθεὶς ὑπὸ ἰδίας ἐπιθυμίας.

`9.597`

Φίλος. Φίλε. Ἀττικῶς. Κάκιον. Ἀντὶ τοῦ, κακόν.

`9.600`

Φθισήνορα. Τὸν φθαρτικὸν τῶν ἀνδρῶν. Δύῃς. Κατέλθῃς.

`9.601`

Τιμῆς ἔσεαι. Τιμηθήσῃ, ἢ τίμιος ἔσῃ. Ἀλαλκών. Βοηθήσας, ἐπαμύνας.

`9.603`

Ἄττα. Τροφέ. Θετταλῶν ἡ φωνή. Καὶ ἔστι προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον. Τοῦτο δὲ ὑπερβιβάσαντες, τέττα λέγουσιν, ὅ ἐστιν, ἑταῖρε. Οὔτοι με ταύτης Χρεὼ τιμῆς. Οὐ χρείαν ἔχω τῆς τε τῶν Ἑλλήνων καὶ τῆς Ἀγαμέμνονος τιμῆς. Καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις.

`9.604`

Φρονέω. Φρονῶ, βουλεύομαι. Διὸς αἴσῃ. Τῇ τοῦ Διὸς βουλήσει.

`9.605`

Ἀϋτμή. Ἀναπνοὴ, ζωή.

`9.606`

Ὀρώρῃ. Κινεῖται.

`9.608`

Σύγχει. Τάραττε, λύπει. Ἀχεύων. Λυπούμενος.

`9.610`

Ἀπέχθηαι. Ἐχθρὸς γενήσῃ.

`9.611`

Κήδειν. Λυπεῖν, βλάπτειν.

`9.612`

Ἶσον. Ὁμοίως. Μείρεο. Μερίζου.

`9.613`

Οὗτοι δʼ ἀγγελέουσι. Διατί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς; Ὅτι γνοὺς, παρακεκλῆσθαι αὐτὸν ἡγήσασθαι τῇ πρεσβείᾳ, ἐφοβήθη μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξῃ. Οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς τροφέα αὐτὸν κατέχει. Λέξεο. Κατακλίθητι.

`9.614`

Μαλακῇ. Ἁπαλῇ.

`9.615`

Ἐφʼ ἡμέτερα. Ἀντὶ τοῦ, εἰς τὰ ἡμέτερα.

`9.617`

Στορέσαι. Στρῶσαι. Πυκινόν. Πυκνὸν ἱμάτιον.

`9.618`

Μεδοίατο. Πρόνοιαν ποιήσαιντο, φροντίσαιεν.

`9.621`

Μύθοιο τελευτή. Τὸ τέλος τοῦ λόγου.

`9.622`

Κρανέεσθαι. Τέλος λήψεσθαι, τελειωθήσεσθαι.

`9.626`

Μετατρέπεται. Ἐπιστροφὴν ποιεῖται, φροντίζει.

`9.628`

Νηλής. Ἀνηλεὴς, σκληρός.

`9.629`

Ποινήν. Ἀντέκτισιν, τιμωρίαν ἔλαβε τὶς ὑπὲρ ἀδελφικοῦ φόνου.

`9.632`

Ἄλληκτον. Ἀκατάπαυστον, ἀθεράπευτον.

`9.633`

Εἵνεκα κούρης Οἴης. Ἤτοι, ὁποίας. εἰρωνικῶς. Ἢ, μιᾶς κόρης.

`9.635`

Ἐπὶ τῇσι. Πρὸς ταύταις. Ἵλαον. Ἵλεων. εὐμενῆ. Ἔνθεο. Ποίησον.

`9.636`

Αἴδεσσαι. Αἰδέσθητι. Μέλαθρον. Συνεκδοχικῶς, οἰκίαν. Ὑπωρόφιοι. Ὑπὸ τὴν αὐτὴν στέγην.

`9.638`

Κήδιστοι. Οἰκειότατοι, φροντιστικώτατοι.

`9.641`

Πάντα τι μοὶ κατὰ θυμὸν ἐείσω. Ἅπαντά μοι καθηκόντως ἔδοξας εἰρηκέναι.

`9.642`

Οἰδάνεται. Πληροῦται ὑπὸ ὀργῆς. Ἐκ μεταφορᾶς τῆς φλεγμονῆς, ἢ καλεῖται οἴδημα.

`9.643`

Ἀσύφηλον. Ἀδόκιμον, ἀμαθῆ. Οἱ δὲ ἀντὶ τοῦ, ἀσυφήλως, ὅ ἐστιν, ὑβριστικῶς.

`9.644`

Ἀτίμητον. Ἄτιμον, ἢ τὸν ἐν τιμήματι πολιτείας οὐ συναριθμούμενον. Τιμητικοὶ γὰρ ἐκαλοῦντο οἱ ἐν ταῖς πολιτείαις. Μετανάστην. Μέτοικον, φυγάδα.

`9.645`

Ἀπόφασθε. Ἀπαγγείλατε.

`9.646`

Μεδήσομαι. Πρόνοιαν ποιήσομαι.

`9.649`

Κατά τε σμύξαι. Κατακαῦσαι.

`9.651`

Σχήσεσθαι. Ἀποσχεθῆναι.

`9.657`

Κώεα. Κώδια. ὅ ἐστι προβάτων δέρματα. Καὶ εἴρηται ἀπὸ τοῦ ἐγκεῖσθαι. ὅ ἐστιν, ἐγκοιμᾶσθαι. Ῥῆγος. Τὸ βεβαμμένον ἱμάτιον. Καὶ ῥηγεῖς, οἱ βαφεῖς. Λίνοιό τε λεπτὸν ἄωτον. Περιφραστικῶς, λινοῦν περιβόλαιον.

`9.659`

Μυχῷ κλισίης. Ἐν τῷ ἐνδοτάτῳ τόπῳ τῆς σκηνῆς.

`9.660`

Παρκατέλεκτο. Παρεκοιμήθη, παρεκλίθη. Λεσβόθεν. Λέσβος, νῆσος, πλησίον Ἀσίας.

`9.664`

Σκῦρον. Σκῦρος, πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλικίας. Ἔστι καὶ νῆσος τῶν Κυκλάδων. ἣν, οὐ πορθήσας, ἀλλʼ εἰρηνικῶς καταδραμὼν, ἐλαφυραγώγησεν. Αἰπεῖαν. Ὑψηλήν. Ἐνυῆος πτολίεθρον. Ὑπὸ Ἐνυέος βασιλευθεῖσαν. Ἦν δὲ οὗτος υἱὸς Διονύσου.

`9.666`

Κυπέλλοις. Ποτηρίοις. Παρὰ τὴν κοιλότητα.

`9.667`

Ἀνασταδόν. Ἀναστάντες.

`9.669`

Πολύαινε. Πολλοῦ ἐπαίνου ἄξιε.

`9.671`

Ἀπέειπεν. Ἀπηγόρευσε.

`9.674`

Σβέσαι. Καταπαῦσαι. Ἡ μεταφορὰ ἀπὸ τοῦ πυρός.

`9.675`

Πιμπλάνεται μένεος. Πληροῦται ὀργῆς. Σὲ δʼ ἀναίνεται. Σὲ δὲ παραιτεῖται ἐκφαυλίζων. Οὐ παραπρεσβεύει δὲ Ὀδυσσεύς· ἀλλʼ ἃ πρὸς αὐτὸν εἶπεν ὁ Ἀχιλλεὺς, ταῦτα ἀναγγέλλει. Ζητεῖται δὲ, διατί καὶ τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. Ῥητέον οὖν, ὅτι σκληρῶς αὐτῷ ἀπεκρίνατο. Λεκτέον δὲ καὶ πρὸς τοὺς ζητοῦντας, τίνος ἕνεκεν ἄλλοι τινὲς οὐκ ἐπρέσβευσαν, ἀλλʼ οὗτοι· ὡς, Οἰκειότεροι τῶν ἄλλων καὶ φρονιμώτεροι, καὶ ἱκανοὶ τὸ δυσπειθὲς ἴσως πεῖσαι τοῦ ἥρωος.

`9.678`

Ἠπείλησε. Διωρίσατο. εἶπε.

`9.681`

Δήετον. Εὑρήσετε. ἐξ οὗ τινὲς καὶ τὴν Δήμητρα Δηὼ λέγουσι. διὰ τὸ τοὺς ἐντυγχάνοντας αὐτῇ ζητούσῃ τὴν θυγατέρα λέγειν δῄεις, ὅ ἐστιν εὑρήσεις.

`9.683`

Χεῖρα ἑὴν ὑπερέσχεν. Ὑπερασπίζει αὐτῆς.

`9.685`

Αἴας, καὶ κήρυκε δύω. Θέλων, τὸν Ἀγαμέμνονα σκέψασθαι περὶ τῶν πρακτέων, ἐνεχείρησε τὸν Αἴαντα σιωπᾷν.

`9.691`

Τετιηότες. Τετιμωρημένοι.

`9.694`

Μὴ ὄφελες. Ἀντὶ τοῦ, μὴ ὤφειλες. Ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται.

`9.695`

Ἀγήνωρ. Ἄγαν αὐθάδης, καὶ ὑπερόπτης, ὑβριστής. Ἢ, ὁ ἀγαπῶν τὴν ἠνορέην, ἤγουν τὴν ἀνδρείαν.

`9.696`

Ἀγηνορίῃσιν ἐνῆκας. Αὐθάδη νῦν ἐποίησας αὐτὸν πλέον, καὶ ὑπερήφανον.

`9.697`

Ἴῃσιν. Ἀπέλθῃ.

`9.698`

Ἤ κε μένῃ. Ἐὰν μένῃ. Τότε δʼ αὖτε μαχήσεται. Εἰκὸς, Αἴαντος αὐτῷ νεύσαντος, ὅτι μένει δευτερεύοντα προσθεῖναι αὐτά.

`9.701`

Τεταρπόμενοι. Εἰς τέρψιν ἐληλυθότες, κεκορεσμένοι.

`9.702`

Τὸ γὰρ, μένος ἐστὶ καὶ ἀλκή. Τοῦτο γὰρ δυνάμεώς ἐστιν.

`9.709`

Ὕπνου δῶρον. Ἀνάπαυσιν τοῦ ὕπνου. περιφραστικῶς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahi`.
