---
title: "D-Scholia on the Iliad: Book VIII"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, Ηʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahh
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-8-vta-ahh"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:085720f8b9222534be5ada2023fdac5d0f5d8da790ff0a59b02f31338b1bd6ce"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book VIII

*Σχόλια εἰς Ἰλιάδα, Ηʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahh` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-8-vta-ahh)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`8.1`

Ἠώς. Ἡ ἡμέρα. Σημαίνει δὲ πολλά. ὁτὲ μὲν τὸ κατάστημα τῆς ἡμέρας. ὡς ἔχει ἐνταῦθα. ὁτὲ δὲ τὴν σωματικὴν θεόν. ὡς ἔχει ἐπὶ τοῦ, Ἠὼς δʼ ἐκ λεχέων. ὁτὲ δὲ τὸ ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας τοῦ ἡλίου διάστημα. ὡς ἐν τῷ, Ὄφρα μὲν ἠὼς ἦν, καὶ ἀέξετο ἱερὸν ἦμαρ. ὁτὲ δὲ τὸ νυκτὸς καὶ ἡμέρας διάστημα. ὡς ἐν τῷ, Ἠὼς δέ μοι ἐστὶν

  
Ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα.  
Κροκόπεπλος. Κροκωτὸν ἱμάτιον ἔχουσα. κροκοείμων, καὶ διαυγής. Ἀπὸ τῆς κατὰ τὴν ἀνατολὴν χροιᾶς τοῦ ἡλίου γιγνομένης ἐρυθρᾶς. Τοῦτο δὲ εἶπεν ὡς ἐπὶ σωματοειδοῦς θεᾶς ποιούμενος τὸν λόγον. Ἐκίδνατο. Ἐσκεδάννυτο, ἐσκορπίζετο. Πᾶσαν ἐπʼ αἶαν. Ἐπὶ πᾶσαν τὴν γῆν.

`8.2`

Τερπικέραυνος. Ὁ τερπόμενος τοῖς κεραυνοῖς. Ἢ, ὁ τρέπων τοὺς ἐναντίους κεραυνοῖς. τοῦτʼ ἔστι, καταγωνιζόμενος.

`8.3`

Ἀκροτάτῃ κορυφῇ. Τῇ ἀκρωρείᾳ. Πολυδειράδος. Πολλὰς ἀνατάσεις ἔχοντος, καὶ ἐξοχάς.

`8.4`

Αὐτὸς δέ σφιν. Αὐτὸς δὲ αὐτοῖς.

`8.8`

Διακέρσαι. Διακόψαι, ἀνατρέψαι.

`8.9`

Αἰνεῖτε. Συγκατατίθεσθε. Τελευτήσω. Εἰς τέλος ἄξω, πληρώσω.

`8.12`

Οὐ κατὰ κόσμον. Οὐ κατὰ τὸ πρέπον, οὐκ ἐν τάξει.

`8.13`

Ἤ μιν. Ἢ αὐτόν. Ἑλών. Λαβών. Τάρταρον. Τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον μέρος κατώτατον τοῦ ᾅδου, καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ. Ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει. Ὠνόμασται δὲ διὰ τὸ ἐκτεταράχθαι καὶ συγκεχῦσθαι ἐν αὐτῷ πάντα. Οἱ δὲ τὸ ἀφώτιστον μέρος τῆς οἰκουμένης ἀπεδέξαντο. Ἠερόεντα. Τὸν ὁμιχλώδη, καὶ σκοτεινόν.

`8.14`

Τῆλε. Πόῤῥω. Βάθιστον. Βαθύτατον. Βέρεθρον. Βάθος.

`8.15`

Σιδήρειαι. Σιδηραῖ. Χάλκεος οὐδός. Χαλκῆ εἴσοδος, ἢ ἡ σκληρὰ καὶ ἰσχυρά.

`8.16`

Τόσσον ἔνερθʼ ἀΐδεω. Κατωτάτω τοῦ ᾅδου. Τοσοῦτόν φησι τὸν τάρταρον ἀφεστᾶναι τοῦ ᾅδου, ὅσον ὁ οὐρανὸς ἀπὸ τῆς γῆς. Διὰ δὲ τούτου σφαιροειδῆ τὸν κόσμον συνίστησι, κέντρου λόγον ἐπέχουσαν εἰσάγων τὴν γῆν, καὶ τὰς ἀπʼ αὐτῆς ἐκβαλλομένας εὐθείας εἰς ἑκάτερα τὰ πέρατα ἴσας λέγων εἶναι. Τόσσον ἔνερθʼ ἀΐδεω. Ὡς τὰ οὐράνια τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων· οὕτω καὶ ἀπὸ γῆς εἰς ᾅδου, εἰς τάρταρον. Δῆλον δὲ, ὡς οὕτω σφαιροειδὴς ἡ γῆ.

`8.17`

Κάρτιστος. Γενναιότατος, ἰσχυρός.

`8.18`

Πειρήσασθε. Πεῖραν λάβετε.

`8.19`

Σειρὴν χρυσείην. Ἅλυσιν. Χρυσῆν δὲ προσέθηκε, βουλόμενος τὸ πρᾶγμα ποιητικῶς δεῖξαι. Καὶ οἱ μὲν κυρίως οὕτως. οἱ δὲ ἀλληγορικῶς, τὸν ἥλιον. Σειρὴν ἐξ οὐρανόθεν κρεμάσαντες. καὶ τὰ ἑξῆς. Κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπὶ τοῦ οὐρανοῦ, ὃν κλήρῳ λαχὼν, στοιχεῖον εἶχε· τοὺς δὲ λοιποὺς θεοὺς ἐπὶ τῆς γῆς, ὡς αὐτῆς κοινῆς ὑπαρχούσης, ὥστε αὐτὸν καθελκυσθῆναι ὑπʼ αὐτῶν. Ἐξ οὐρανόθεν. Περισσὸν τὸ ἐξ.

`8.20`

Ἐξάπτεσθε. Ἐξαρτᾶσθε, ἐπιλαμβάνεσθε.

`8.21`

Οὐκ ἂν ἐρύσητε. Οὐκ ἂν ἑλκύσητε.

`8.22`

Ὕπατον. Μέγιστον, βασιλέα. Μήστωρα. Ἱκανὸν ἐργάσασθαι. βουλευτικόν.

`8.23`

Πρόφρων. Μετὰ προθυμίας.

`8.24`

Αὐτῇ κε γαίῃ. Σὺν αὐτῇ τῇ γῇ. σὺν τοῖς ἀνθρώποις. Ἐρύσαιμι. Ἑλκύσαιμι.

`8.25`

Σειρὴν μέν κεν ἔπειτα. Ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττεσθαι μοναρχίαν, καὶ δηλοῦν, ὡς ἑνὸς ἐξῆπται τὰ πάντα. Οἱ δὲ ζητοῦσι, πῶς πάντων περιγίνεται ὁ Ζεὺς, ὁ ὑπὸ τριῶν μόνων δεθεὶς, καθά φησιν ἐν τῇ α. Ῥητέον οὖν, ὅτι ἐκεῖ μὲν ἐπιβουλῆς ἡ ἰσχύς· ἐνταῦθα δὲ ἐκ τοῦ φανεροῦ τὸ κρατεῖν. Περὶ ῥίον. Περὶ τὸ ἄκρον. Ἢ, ῥίον, ἀπὸ τοῦ περιῤῥεῖσθαι τοῖς ὄμβροις.

`8.26`

Δησαίμην. Δήσαιμι. Μετήορα. Μετέωρα. ἐφʼ ὕψους.

`8.27`

Περί τʼ εἰμί. Διαφέρω τῇ δυνάμει.

`8.29`

Ἀγασσάμενοι. Θαυμάσαντες. Κρατερῶς. Ἰσχυρῶς, ἀποτόμως.

`8.31`

Ὦ πάτερ ἡμέτερε. Αἱ τοιαῦται προσφωνήσεις σημαίνουσι, τὴν Ἀθηνᾶν ἐκ μόνου Διὸς γεγεννῆσθαι. Καὶ γὰρ οὔτε Ὅμηρος, οὔτε Ἡσίοδος, μητέρα αὐτῆς παραδίδωσιν. Ὕπατε κρειόντων. Βασιλεῦ βασιλέων.

`8.32`

Εὖ νυ καὶ ἡμεῖς. Σαφῶς ἤδη καὶ ἡμεῖς. Ἴδμεν. Οἴδαμεν. Ὅτι τοι. Ὅτι σοι. ὁπόσον σοι. Σθένος. Δύναμις. Οὐκ ἐπιεικτόν. Οὐκ εὐσυγχώρητον. ἀνύπεικτον.

`8.33`

Ὀλοφυρόμεθα. Λυπούμεθα, θρηνοῦμεν.

`8.34`

Οἶτον. Μόρον, θάνατον. Ἀναπλήσαντες. Ἀναπληρώσαντες.

`8.35`

Ἀφεξόμεθα. Παυσόμεθα.

`8.36`

Ὑποθησόμεθα. Ὑποδείξωμεν, συμβουλεύσωμεν. Ὀνήσει. Ὠφελήσει.

`8.37`

Ὀδυσσαμένοιο τεοῖο. Ὀργισθέντος σου.

`8.39`

Τριτογένεια. Ὅμηρος μὲν, τὴν τὸ τρεῖν καὶ εὐλαβεῖσθαι γεννῶσαν τοῖς ἀνθρώποις. πολεμικὴ γὰρ ἡ θεός. Οἱ δὲ νεώτεροι, τὴν παρὰ τῷ Τρίτωνι ποταμῷ γεννηθεῖσαν. ὅς ἐστι τῆς Λιβύης.

`8.40`

Πρόφρονι. Τῷ ἐκ φρονήσεως, καὶ διαθέσεως. Μυθέομαι. Λέγω. Ἤπιος. Πρᾶος, προσηνής.

`8.41`

Τιτύσκετο. Ὑπεζεύγνυε τῷ ἅρματι. ἡτοίμαζε. Χαλκόποδας. Στερεόποδας.

`8.42`

Ὠκυπέτα. Ὠκυπέτας, ταχεῖς. τοῦτʼ ἔστι, τρέχοντας. ὑπερβολικῶς. Ἐθείρῃσι. Κόμαις, ταῖς ἐξ ἔθους ἐπιμελείας ἀξιουμέναις θριξίν.

`8.43`

Χρυσὸν δʼ αὐτὸς ἔδυνεν. Ἀντὶ τοῦ, χρυσῆν πανοπλίαν ἐνεδύσατο. Γέντο. Ἔλαβεν. Ἱμάσθλην. Μάστιγα.

`8.46`

Μεσσηγύς. Μεταξὺ οὐρανοῦ καὶ γῆς. ὅ ἐστι, διʼ ἀέρος.

`8.47`

Πολυπίδακα. Πολλὰς πηγὰς ἔχουσαν. κάθυγρον. Μητέρα θηρῶν. Πολλὰ θηρία ἔχουσαν. θηροτρόφον.

`8.48`

Γάργαρον. Τὸ ἀκρωτήριον τῆς Ἴδης. Ἤτοι ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα. Ἢ ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς σώμασιν ἡμῶν γαργαρεῶνος, τῆς λεγομένης σταφυλῆς. Καὶ γὰρ ἡ σταφυλὴ ἀπὸ παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει. Τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης· Λεκτὸν, Γάργαρον, Φαλάκρη. Τέμενος. Τόπος ἱερὸς, εἰς τιμὴν ἀποτετμημένος. Θυήεις. Ἐφʼ οὗ θύουσιν. ἢ, τεθυμιαμένος.

`8.50`

Ἠέρα. Ἀορασίαν, σκότος. Ἔχευε. Περιέχεεν, ἔβαλε.

`8.54`

Ῥίμφα. Ταχέως. Ἀπὸ δʼ αὐτοῦ. Ἀπὸ δὲ τούτου.

`8.56`

Παυρότεροι. Ὀλιγότεροι. Καὶ ὥς. Καὶ ὅμως.

`8.57`

Χρειοῖ ἀναγκαίῃ. Διὰ χρείαν, ἀνάγκην ἐπιφέρουσαν, καὶ ἐπείγουσαν. Πρό τε παίδων. Ἀντὶ τοῦ, καὶ ὑπὲρ τέκνων.

`8.58`

Ὠΐγνυντο. Ἀνεῴγνυντο. Ἐκ δʼ ἔσσυτο. Ἐξῄει δέ.

`8.60`

Ἕνα. Τὸν αὐτόν. Ξυνιόντες. Συνερχόμενοι ὁμοῦ.

`8.63`

Ἔπληντο. Ἐπλησίαζον, ἤγγιζον.

`8.66`

Ὄφρα μὲν ἠὼς ἦν. Νῦν, τὸ ἑωθινὸν κατάστημα ἕως μεσημβρίας. Ἀέξετο ἱερὸν ἦμαρ. Αὔξησιν ἐλάμβανεν ἡ ἡμέρα. ὅ ἐστιν, ἕως οὗ ὑψοῦτο ὁ ἥλιος ὁ τὴν ἡμέραν ποιῶν.

`8.67`

Τόφρα. Ἕως τότε. Βέλεα. Βέλη. Πᾶν τὸ ἀπὸ διαστήματος πεμπόμενον, βέλος καλεῖται. Ἥπτετο. Καθήπτετο.

`8.68`

Ἦμος. Ἡνίκα, ὅτε. Μέσον οὐρανὸν ἀμφιβεβήκει. Περὶ τὸν οὐρανόν. ὅ ἐστιν, ἐν μεσουρανήσει.

`8.69`

Ἐτίταινεν. Ἔτεινεν, εἷλκε. Τάλαντα. Λέγει δὲ τὴν τοῦ Διὸς διάνοιαν.

`8.70`

Τανηλεγέος. Μακροκοιμήτου. ἢ, μακρὰν ἀφροντισίαν παρέχοντος.

`8.72`

Ῥέπε. Κατέῤῥεπε, κατεβάρει, καθείλκετο. Αἴσιμον ἦμαρ. Εἱμαρμένη ἡμέρα, καὶ πεπρωμένη.

`8.73`

Κῆρες. Νῦν, μοῖραι.

`8.74`

Ἑζέσθην. Κατεπαύθησαν, ἱδρύνθησαν. Ἄερθεν. Ἤρθησαν, ἠνεώχθησαν.

`8.75`

Ἔκτυπεν. Ἐκτύπησεν, ἐβρόντισε. Δαιόμενον σέλας. Τὸ καιόμενον καὶ κεραύνιον πῦρ. Οἱ δὲ, τὴν ἀστραπήν.

`8.77`

Θάμβησαν. Ἐξεπλάγησαν, ἐφοβήθησαν. Χλωρὸν δέος. Ὁ χλωροποιὸς φόβος.

`8.78`

Οὐκ ἔτλη. Οὐκ ἐκαρτέρησεν, οὐχ ὑπέμεινε.

`8.79`

Μενέτην. Ἔμειναν. δυϊκῶς.

`8.80`

Οἶος. Μόνος. Οὖρος. Φύλαξ.

`8.81`

Οὔτι ἑκών. Οὐχ ἑκουσίᾳ γνώμῃ. οὐ βουλῇ. Ἐτείρετο. Κατεπονεῖτο.

`8.83`

Ἄκρην κακκορυφήν. Κατὰ τῆς κεφαλῆς. Πρῶται τρίχες. Πρώτας τρίχας λέγει τὸ καλούμενον προκόμιον.

`8.84`

Ἐμπεφύασι. Πεφύκασι. Μάλιστα δὲ καίριόν ἐστιν. Εὔκαιρον δὲ πρὸς θάνατόν ἐστι τοῖς ἵπποις τὸ μέρος τοῦτο, ἐπικίνδυνον ὄν.

`8.85`

Ἀνέπαλτο. Ἀνεχαιτίσθη, ἀνήλατο. Βέλος δέ. Ἀντὶ τοῦ, τὸ βέλος γάρ. Δῦ. Ἔδυ, κατῆλθε.

`8.86`

Κυλινδόμενος περὶ χαλκῷ. Περὶ τῷ σιδήρῳ τῶν ἐπισώτρων, ὅ ἐστι, τῶν κανθῶν.

`8.87`

Παρηορίας. Τὰς τοῦ παρηόρου ἵππου ἡνίας, τὰς παραζεύξεις, ὅ ἐστι, τοὺς ἔξωθεν παρατεταμένους ἱμάντας. Ἀπέταμνεν. Ἀπέκοπτεν. Δεινός ἐστιν Ὅμηρος, καὶ διὰ μιᾶς λέξεως ὅλον τὸν ἄνδρα σημαίνειν. Διὰ γὰρ τοῦ ἀπέτεμνε, τὴν ἀσθένειαν τοῦ γέροντος δηλοῖ, καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας. Προσηκόντως οὖν ἐπὶ τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρατατικῷ χρόνῳ, εἰπὼν τὸ ἀΐσσων. Ἐπὶ δὲ τοῦ νέου Αὐτομέδοντος τῷ συντελικῷ, εἰπὼν, ἄϊξε καὶ ἀπέκοψε, συντόμως τὸ πρᾶγμα ἐδήλωσεν.

`8.88`

Ἀΐσσων. Ὁρμῶν, τέμνων.

`8.89`

Ἀνʼ ἰωχμόν. Ἀνὰ τὸν θόρυβον, ὅ ἐστι, τὴν δίωξιν. Ἡνιόχον. Τὸν ἐπιβάτην, τὸν δεσπότην.

`8.91`

Ὀξύ. Ὀξέως. Ὄνομα ἔλαβεν ἀντὶ ἐπιῤῥήματος.

`8.94`

Πῆ. Ποῦ. Μετὰ νῶτα βαλών. Μεταβαλὼν τὰ νῶτα, καὶ τρέψας πρὸς τοὺς πολεμίους.

`8.96`

Ἀπώσομεν. Ἀποδιώξωμεν. Ἄγριον. Φρικτὸν, φοβερόν.

`8.97`

Οὐδʼ ἐσάκουσεν. Οὐδὲ ἤκουσεν. Ἐζήτηται δὲ, πότερον ἄρα οὔδʼ ὅλως ἤκουσεν ὁ Ὀδυσσεὺς, ἢ οὐκ ἐπείσθη. Ῥητέον, ὅτι οἱ λέγοντες, ὅτι ἀκούσας οὐκ ἐπείσθη, δειλίαν κατηγοροῦσι τοῦ ἥρωος, ἀγνοοῦντες τὸ, οὐδʼ ἐσάκουσεν. Οὐ γὰρ τὸ παρακοῦσαι, ἀλλὰ τὸ μὴ αἰσθέσθαι, τελείως δηλοῖ. Καὶ γὰρ οὐκ ἦν δειλὸς τῶν ἄλλων ἔσχατος φεύγων, καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος.

`8.98`

Παρήϊξε. Παρέδραμεν.

`8.99`

Αὐτός περ ἐών. Καίπερ μόνος ὤν.

`8.102`

Ἦ μάλα. Ὄντως δή σε. Νέοι τείρουσι μαχηταί. Νέοι καταπονοῦσι πολεμισταί.

`8.103`

Σὴ δὲ βίη λέλυται. Ἐξησθένησέ σου ἡ δύναμις, καὶ παρείθη. Χαλεπόν. Κακὸν, δεινόν. Ὀπάζει. Κατόπιν διώκει, συνελαύνει.

`8.104`

Ἠπεδανός. Ἀσθενὴς, ἢ ἄτεχνος. οἱονεὶ ἀπεδανὸς, ὁ μὴ δυνάμενος διʼ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πεδίῳ, ὅ ἐστιν ἐν τῷ ἐδάφει, στῆναι. Ἔμπεδος γὰρ λέγεται, ὁ ἐν τῷ πεδίῳ διʼ ἰσχὺν ἑστὼς βεβαίως.

`8.105`

Ἐπιβήσεο. Ἐπίβηθι.

`8.107`

Κραιπνά. Κραιπνῶς, ταχέως. Φέβεσθαι. Φεύγειν.

`8.108`

Ἑλόμην. Ἀφειλόμην, ἔλαβον.

`8.109`

Κομείτων. Κομείτωσαν, θεραπευέτωσαν. Τώδε δέ. Οὕτοι δὲ οἱ Διομήδους.

`8.110`

Ἰθύνομεν. Ἐπʼ εὐθείας ἐλαύνομεν. Ὄφρα καὶ Ἕκτωρ εἴσεται. Ὅπως καὶ Ἕκτωρ μάθῃ.

`8.111`

Εἰ καὶ ἐμὸν δόρυ μαίνεται. Εἰ καὶ τὸ ἐμὸν δόρυ ἐνθουσιᾷ.

`8.113`

Νεστορέας. Τὰς τοῦ Νέστορος.

`8.114`

Ἀγαπήνωρ. Ὁ ἀγαπῶν τὴν ἠνορέην, ἤγουν τὴν ἀνδρίαν.

`8.119`

Ἀφάμαρτεν. Ἀπέτυχεν.

`8.122`

Ὑπερώησαν. Ὑπεχώρησαν, παρωρμήθησαν.

`8.124`

Πύκασε. Περιεκάλυψεν, ἐσκέπασε.

`8.126`

Μέθεπεν. Ἐπῄει, ἐδίωκεν, ἐζήτει.

`8.127`

Δευέσθην. Ἐνδεεῖς ἦσαν. Σημάντορος. Τοῦ ἡνιοχήσοντος.

`8.129`

Ἐπέβησεν. Ἐπιβῆναι ἐποίησε.

`8.130`

Λοιγός. Ὄλεθρος. Ἀμήχανα. Πρὸς ἃ οὐκ ἄν τις σχοίη μηχανὴν εὑρεῖν. ἐξ οὗ, δεινὰ, καὶ χαλεπά.

`8.131`

Σήκασθεν. Ὡς εἰς σηκὸν κατεκλείσθησαν. Σηκὸς δὲ εἴρηται οἱονεὶ ἱστηκός τις ὤν· ἀπὸ τοῦ, ἵστασθαι αὐτοῦ τὰ θρέμματα. Ἔνθεν καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκὸν λέγουσι τὸν ναόν· ἀπὸ τοῦ, ἵστασθαι ἐν αὐτῷ τὰ ἀγάλματα.

`8.133`

Ἀργῆτα. Λαμπρόν.

`8.135`

Θεείου. Θείου. Προσληπτέον δὲ, κεραυνοῦ. Ὅπου γὰρ ἂν κεραυνὸς πέσῃ, ὡς θεῖον ὄζει ἐν ἐκείνῳ τῷ τόπῳ.

`8.136`

Καταπτήτην. Κατέπτηξαν, ἐφοβήθησαν.

`8.137`

Σιγαλόεντα. Ἀνθηρὰ, λαμπρά.

`8.139`

Φόβονδʼ ἔχε. Εἰς φυγὴν ἔλαυνε.

`8.140`

Ἀλκή. Νῦν, ἀλέξησις, καὶ βοήθεια.

`8.141`

Ὀπάζει. Περιποιεῖ, παρέχει.

`8.143`

Εἰρύσσαιτο. Κατάσχῃ, κρατήσειε.

`8.149`

Φοβεύμενος. Διωκόμενος, φεύγων.

`8.150`

Ἀπειλήσει. Καυχήσεται, κομπάσει. Σημαίνει δὲ ἡ λέξις πλείονα. ἐπὶ καυχήσεως μὲν, ὡς νῦν. ἐπὶ δʼ εὐχῆς, ὡς ἐν ἐκείνοις, Οὐδʼ ἠπείλησεν ἄνακτι. ἐπὶ δὲ ὀργῆς, ὡς ἐν τῷ, Ἠπείλει κἀκεῖνος ἐναντίβιον πολεμίζων Ἐνθάδʼ ἐλεύσεσθαι. Τότε μοι χάνοι εὐρεῖα χθών. Πρότερον θάνοιμι. Ὅ ἐστι, γῆς χάσμα δεχθείη με.

`8.156`

Τάων. Ὧντινων. Βάλες. Κατέβαλες.

`8.157`

Φύγαδʼ ἔτραπεν. Εἰς φύγην ἔτρεψεν.

`8.158`

Ἀνʼ ἰωχμόν. Κατὰ τὸ πλῆθος.

`8.159`

Στονόεντα. Πολλῶν στεναγμῶν αἴτια. Χέοντο. Ἐπέχεον, ὅ ἐστι, πυκνῶς καὶ ἀθρόως ἐπέχεον.

`8.161`

Τίον. Ἐτίμων.

`8.162`

Ἕδρῃ. Προεδρίᾳ, καθέδρᾳ. Πλείοις. Πεπληρωμένοις, γέμουσι.

`8.163`

Γυναικὸς ἄρʼ ἀντετέτυξο. Ἀντὶ γυναικὸς ἐγένου. ἐπίσης γυναικὸς ἐτετίμησο.

`8.164`

Ἔῤῥε κακὴ γλήνη. Φθείρου, ἀσθενὴς κόρη. ἢ κακὸν θέαμα. Γλήνη γὰρ καλεῖται ἡ τοῦ ὀφθαλμοῦ κόρη. Εἴξαντος. Ὑποχωρήσαντος, φυγόντος.

`8.165`

Οὐδὲ γυναῖκας ἄξεις ἐν νήεσσιν. Οὐδὲ τὰς ἡμετέρας γαμετὰς αἰχμαλώτους λαβὼν ἄξεις ταῖς ναυσί.

`8.166`

Πάρος τοι δαίμονα δώσω. Προσληπτέον τὸ κακὸν, ἵνʼ ᾖ, πρότερον γάρ σοι κακὸν θάνατον καὶ κακὴν εἱμαρμένην δώσω.

`8.170`

Ἀπʼ Ἰδαίων ὀρέων. Ἀπὸ τῶν τῆς ἴδης ὀρῶν. Κτύπεν. Ἤχησεν, ἐβρόντησε.

`8.171`

Τιθείς. Παρέχων. Ἑτεραλκέα. Ἑτεροκλινῆ. τὴν τοῖς ἐναντίοις ἀλκὴν καὶ δύναμιν περιποιοῦσαν.

`8.173`

Ἀγχιμαχηταί. Συστάδην καὶ ἐκ τοῦ σύνεγγυς μαχόμενοι.

`8.177`

Μηχανόωντο. Ἐμηχανήσαντο.

`8.178`

Ἀβλῆχρα. Ἀσθενῆ. Οὐδενόσωρα. Οὐδὲ μιᾶς φροντίδος ἄξια. Ἀπὸ τῶν ὡρῶν. Ὥρα γὰρ, ἡ φροντίς. Μένος ἀμόν. Τὴν ἐμὴν δύναμιν. Δωρικῶς. Ἐρύξει. Καθέξει, ἐπισχήσει.

`8.179`

Ῥέα. Ῥᾳδίως, εὐκόλως. Ὑπερθορέονται. Ὑπερπηδήσουσιν, ὑπεραλοῦνται.

`8.181`

Μνημοσύνη. Ὑπόμνησις.

`8.182`

Ἐνιπρήσω. Ἐμπρήσω, καύσω.

`8.184`

Ἐκέκλετο. Ἐκέλευσε.

`8.185`

Ξάνθε τε, καὶ σὺ Πόδαργε, καὶ Αἴθων, Λάμπε τε δῖε. Τὰ δύο μέρη τοῦ λόγου, ταῦτα ἐπίθετα τῶν ἵππων. Νοητέον δὲ, ὀνόματα κύρια, Ξάνθον, καὶ Λάμπον, ὡς τὸ δυϊκὸν, οὕτως ὀρθῶς ἐπιφέρεσθαι, Ἀλλʼ ἐφομαρτεῖτον.

`8.186`

Κομιδήν. Ἐπιμέλειαν, θεραπείαν. Ἀποτίνετον. Ἐκτίνετε, ἀποδίδοτε.

`8.188`

Πυρόν. Κριθήν. Σῖτον, ἐνταῦθα, καταχρηστικῶς. Ἔθηκε. Παρέθηκε, παρέβαλε. Μελίφρονα, Ἡδύν. Ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκε. Τὸ ἑξῆς, τοῦτό ἐστι.

`8.189`

Οἶνον ἐγκεράσασα πιεῖν ὅτε θυμὸς ἀνώγοι, Ἢ ἐμοὶ, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. Ἐγκεράσασα εἰς κέρας. Πρὸ τοῦ γὰρ εὑρεθῆναι τὴν τῶν ποτηρίων χρῆσιν, εἰς κέρας ἔπινον.

`8.191`

Ἐφομαρτεῖτον. Ἐπακολουθεῖτον, ὁμοῦ σπεύδετον.

`8.192`

Ἀσπίδα Νεστορέην. Αὐτὸν τὸν Νέστορα. περιφραστικῶς. Ἔνιοι δὲ, τὸ ὅπλον. Ἡφαιστότευκτον γὰρ ἦν.

`8.193`

Κανόνας. Ῥάβδους, αἷς ἐκράτουν τὰς ἀσπίδας. Οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν, οὓς ὄχανα ἐκάλουν. Ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν ὑπὸ Καρῶν. Ὡς καὶ Ἀνακρέων φησί· Καριοεργέος ὀχάνοιο.

`8.196`

Ἐελποίμην. Ἐλπίσαιμι ἄν.

`8.197`

Αὐτονυχί. Αὐτῇ τῇ νυκτί. Ἐπιβησέμεν. Ἐπιβῆναι ποιῆσαι.

`8.198`

Νεμέσσησεν. Ἐβάσκηνεν, ὠργίσθη ἐφʼ οἷς ἀναξίως εἶπε.

`8.199`

Σείσατο. Διεκινήθη, ἐταράχθη. Ἐλέλιξεν. Ἐκίνησεν.

`8.201`

Εὐρυσθενές. Μεγάλην δύναμιν ἔχων.

`8.202`

Ὀλοφύρεται. Οἰκτείρει, ἐλεεῖ.

`8.203`

Ἑλίκην τε, καὶ Αἰγάς. Πόλεις ἱερὰς Ποσειδῶνος. Αἰγὰς δὲ λέγει τὰς ἐν Πελοποννήσῳ.

`8.204`

Χαρίεντα. Ἐπιτερπῆ, ἡδέα. Σὺ δέ σφι βούλεο νίκην. Σὺ δὲ αὐτοῖς βοηθὸς γενοῦ, καὶ περιποίησαι τὴν νίκην.

`8.206`

Ἐρυκέμεν. Κατέχειν, κωλύειν. Ζῆνʼ. Ζῆνα, τὸν Δία.

`8.207`

Ἀκάχοιτο. Λυποῖτο.

`8.209`

Ἀπτοεπές. Ἀπτόητε. ἐν τῷ λέγειν θρασεῖα. Ἔνιοι δὲ δασέως ἀναγινώσκουσιν, ἵνʼ ᾖ, καθαπτομένη λόγοις.

`8.213`

Τῶν δʼ ὅσον ἐκ νηῶν ἄπο πύργου τάφρος ἔεργεν. Ὅσον ἀπὸ τῶν νηῶν διάστημα ἦν ἐπὶ τὸ τεῖχος, καὶ ἀπὸ τοῦ τείχους ἐπὶ τὴν τάφρον, ἐπληροῦτο τοῦ ὄχλου. Ἄλλως· Ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νεῶν, τοῦτο πλῆρες ἦν πεζῶν καὶ ἵππων. Ἀμφότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον, τὸ δὲ πρὸς τὰς ναῦς, ἐπεπλήρωτο. Ἔεργεν. Ἀπεχώριζε.

`8.214`

Πλῆθεν. Ἐπληρώθησαν.

`8.215`

Εἱλομένων. Συναθροιζομένων. Εἵλει. Συνήθροιζε, συνέκλειε.

`8.217`

Κηλέῳ. Καυστικῷ, διαπύρῳ.

`8.219`

Ποιπνύσαντι. Ἐνεργήσαντι.

`8.221`

Πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ. Πορφυροῦν ἱμάτιον μεταχειρίζεται ὁ βασιλεὺς, ἕνεκα τοῦ εὐχερῶς ἑαυτὸν σημᾶναι τοῖς Ἕλλησιν, ἐπεὶ ἀδύνατον ἦν διὰ βοῆς αὐτοὺς καταστεῖλαι.

`8.222`

Μεγακήτεϊ. Μεγάλῃ. Παρὰ τὸ κῆτος. Ἢ, πλατείᾳ καὶ εὐρυχώρῳ.

`8.223`

Ἐν μεσσάτῳ. Ἐν τῷ μεσωτάτῳ τόπῳ. Ἔσκεν. Ἦν, ὑπῆρχε. Γεγωνέμεν. Βοᾷν.

`8.227`

Διαπρύσιον. Διάδηλον, μέγα, ἐξάκουστον. Γεγωνώς. Ἐκβοῶν, κράζων.

`8.228`

Αἰδὼς Ἀργεῖοι. Αἰδεῖσθε, ὦ Ἕλληνες. Εἶδος ἀγητοί. Τῷ ὁραθῆναι μόνον θαυμαστοὶ, καὶ οὐκ ἐπὶ ἔργῳ.

`8.230`

Ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες. Τὸ ὁπότε ἐστὶν, ἀντὶ τοῦ ὅτε. Καὶ ἀποτελεῖ ἀνταποδοτικὴν περίοδον. Οὐκ ἔστι δὲ ἀνταπόδοσις. Ὁ γὰρ λόγος, Ὅτε ἐν Λήμνῳ ἐκαυχᾶσθε. Κενεαυχέες. Κενὰ καὶ μάταια καυχώμενοι. Ἠγοράασθε. Ἐλέγετε. ἅς τινας ποτὲ ἐν Λήμνῳ ἐλέγετε καυχώμενοι, πίνοντες οἶνον πλεῖστον καὶ κάλλιστον.

`8.231`

Ἔσθοντες. Ἐσθίοντες. Ὀρθοκραιράων. Ὀρθὰ κέρατα ἐχόντων.

`8.232`

Ἐπιστεφέας. Πλήρεις, ὁ τρόπος μεταφορά.

`8.233`

Ἀνθʼ ἑκατόν. Ἀντὶ τοῦ, κατέναντι ἑκατόν.

`8.234`

Στήσεσθαι. Μαχήσεσθαι. Εἰμέν. Ἐσμέν.

`8.235`

Ἐνιπρήσει. Καύσει.

`8.236`

Ὑπερμενέων. Ὑπὲρ τὸ δέον βιαίων. ὑπερεχόντων τῇ δυνάμει.

`8.237`

Ἄασας. Ἔβλαψας.

`8.238`

Τεόν. Τὸν σόν.

`8.239`

Ἔῤῥων. Ἐπὶ φθορὰν παραγενόμενος.

`8.241`

Ἱέμενος. Ἐπιθυμῶν, προθυμούμενος.

`8.243`

Αὐτοὺς δή περ. Ἡμᾶς αὐτούς. Ἀλύξαι. Ἐκκλῖναι.

`8.245`

Ὀλοφύρατο. Κατῴκτισεν, ἠλέησε.

`8.246`

Νεῦσεν. Ὑπέσχετο, ἐσήμανε.

`8.247`

Τελειότατον. Ἤτοι μέγιστον, ἢ ἐντελῆ σημεῖα φαίνοντα. ἐπιτελεστικώτατον. Λέγεται δὲ, κατὰ τὴν Διὸς γένεσιν τὸν ἀετὸν γεννηθῆναι, ἔν τε τῇ πρὸς τοὺς Γίγαντας μάχῃ παραπτῆναι. Διόπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς ἀετὸν εἵλετο, ᾧ καὶ προστάσσει, καὶ ἀγγέλῳ αὐτῷ χρᾶται πρὸς ἐκείνους, οὓς ἐπιφανείας ἀξιοῖ. Ὅθεν καὶ ἀετὸς ἐκλήθη, οὐχ, ὥς τινες, παρὰ τὸ ἀΐσσειν, ἀλλὰ παρὰ τὸ ἐτεὸν δηλοῦν, ὅ ἐστιν, ἀληθές.

`8.248`

Νεβρόν. Ἐλάφου γέννημα.

`8.250`

Πανομφαίῳ. Πάσης φήμης καὶ κληδόνος. Ὀμφὴ γὰρ, ἡ θεία κληδών.

`8.252`

Θόρον. Ἀφώρμησαν.

`8.254`

Εὔξατο. Ἐκαυχήσατο, ἐδεήθη. Πάρος σχέμεν. Ἔμπροσθεν σχεῖν.

`8.257`

Φραδμονίδην. Φράδμονος παῖδα Ἀγέλαον.

`8.259`

Ἔλασσε. Διήλασεν.

`8.260`

Ἀράβησεν. Ἐψόφησεν, ἤχησεν. Ὀνοματοποιΐα ὁ τρόπος.

`8.261`

Τὸν δὲ μέτα. Μετὰ δὲ τοῦτον.

`8.263`

Ὀπάων. Ἀκόλουθος.

`8.264`

Ἀτάλαντος Ἐνυαλίῳ. Πολεμικὸς, ἶσος τῷ Ἄρει.

`8.266`

Παλίντονα. Εἰς τουπίσω τεινόμενα. Τιταίνων. Ἐντείνων, ἕλκων.

`8.268`

Ὑπεξέφερεν. Ἔξω αὐτὸ τοῦ Τεύκρου ἐποίει.

`8.269`

Παπτήνας. Περιβλεψάμενος. Ἐπιάρτιν. Ἤ τοι ὄνομα κύριον, ὁ Ἐπιάρτις. Ἢ, ἀντὶ τοῦ, Ἐπί τινα δή. Ὀϊστεύσας. Τοξεύσας.

`8.271`

Δύσκεν. Ἐπεδύετο, ὑπεισῄει.

`8.272`

Κρύπτασκεν. Ἔκρυπτε.

`8.281`

Κοίρανε λαῶν. Βασιλεῦ ὄχλων.

`8.282`

Φόως. Φῶς, σωτηρία. Σημαίνει δὲ τὸ κυρίως φῶς.

`8.284`

Καί σε νόθον περ ἐόντα. Ἡρακλῆς, πορθήσας Ἴλιον, Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, Πριάμου δὲ ἀδελφὴν, ἔλαβεν αἰχμάλωτον, καὶ ἔδωκεν αὐτὴν γέρας Τελαμῶνι, ὡς συστρατεύσαντι αὐτῷ. Ἀφʼ ἧς ἔσχε Τεῦκρον ὁ Τελαμών. Ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα, Τεῦκρον ἐκάλεσαν, προαναπέμψαντες τὸν τόνον, καὶ ποιήσαντες κύριον. Τευκροὶ γὰρ οἱ Τρῶες, ἀπὸ τοῦ βασιλεύσαντος αὐτῶν Τεύκρου. Ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς, καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν καταλόγῳ νεῶν. Ἐζήτηται δὲ πῶς ἐξ ἁπάντων ἐπαινέσας τὸν Τεῦκρον, νῦν ἐπιφέρει νόθον. Ἡμεῖς δέ φαμεν, τοῦτο μὴ εἶναι πρὸς αἰσχύνην, διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατοῦν. Ἐτίμων γὰρ τοὺς νόθους ἐπίσης τοῖς γνησίοις. Ἄλλως τε, εἰ καὶ αἰχμάλωτος Ἡσιόνη, ἀλλὰ βασιλίς. Ἔτι καὶ αὐξήσεως ἕνεκεν τοῦτʼ εἰρῆσθαι φαμὲν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς γνησίους ὑπερέβαλε. Κομίσσατο. Ἐπιμελείας ἠξίωσεν ὡς γνήσιον.

`8.285`

Εὐκλείης ἐπίβησον. Δόξης ἐπιβῆναι ποίησον.

`8.289`

Πρεσβήϊον. Πρεσβεῖον, ἀριστεῖον. Λέγει δὲ τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον.

`8.290`

Τρίποδα. Λέβητα, ἔχοντα αὐτοφυεῖς πόδας. Αὐτοῖσιν ὄχεσφιν. Σὺν τοῖς ἅρμασιν.

`8.291`

Ὁμὸν λέχος εἰσαναβαίνοι. Ἥτις τῆς αὐτῆς κοίτης κοινωνήσει.

`8.293`

Σπεύδοντα. Ἐσπουδακότα.

`8.295`

Ὠσάμεθα. Ἀπεωσάμεθα.

`8.296`

Ἐκ τοῦ δή. Ἐξ ἐκείνου τοῦ χρόνου. Δεδεγμένος. Ἐπιτηρῶν, ἢ προσδεχόμενος.

`8.297`

Τανυγλώχινας. Μακρὰς καὶ ὀξείας γωνιώσεις ἔχοντας. ὅ ἐστιν, ἀκίδας.

`8.298`

Πῆχθεν. Ἐνεπάγησαν. Ἀρηϊθόων. Πολεμικῶν.

`8.299`

Λυσσητῆρα. Μανιώδη, λυσσώδη.

`8.300`

Ἴαλλεν. Ἐφίει, ἔπεμπεν.

`8.301`

Ἵετο. Προεθυμεῖτο, ὥρμα.

`8.304`

Αἰσύμηθεν. Ἀπὸ Αἰσύμης πόλεως. Ὀπυομένη. Μεμνηστευμένη, γεγαμημένη.

`8.306`

Μήκων δʼ ὥς. Ὡς μήκων. Ὁ τρόπος ἀναστροφή. Μήκων δʼ ὣς ἑτέρωσε κάρη βάλεν, ἥτʼ ἐνὶ κήπῳ. Ἤτοι τὸ η μετὰ τοῦ τε περιττεύει, ἱνʼ ᾖ, ὡς μήκων ἑτέρωσε κάρη βάλεν. ἢ τῷ βριθομένη λείπει ῥῆμα. καὶ ἔστι μετοχὴ ἀντὶ ῥήματος. Κάρη βάλεν. Ἀπέκλινε τὴν κεφαλήν. Ἥτʼ ἐνὶ κήπῳ. Σημειωτέον ὅτι θηλυκῶς εἶπε τὴν μήκωνα.

`8.307`

Βριθομένη. Βριθομένη ἀντὶ τοῦ, βρίθεται, ὅ ἐστι βαρεῖται. Καὶ οὐχʼ ὥς τινες εἶπον Βαρουμένη. Κέχρηται γὰρ τῇ μετοχῇ ἀντὶ ῥήματος. καὶ ἔστι τὸ σχῆμα ἴδιον Αἰολέων. Νοτίῃσί τε εἰαρινῇσι. Δρόσοις ἢ ψεκάσιν ἐαριναῖς.

`8.308`

Ἤμυσεν. Ἐπέκλινε. Πήληκι βαρυνθέν. Τῇ περικεφαλαίᾳ βαρυνθέν.

`8.311`

Παρέσφηλε. Σφαλῆναι καὶ ἀποτυχεῖν ἐποίησεν.

`8.313`

Ἱέμενον. Ὁρμῶντα.

`8.314`

Ὑπερώησαν. Ὑπεχώρησαν.

`8.316`

Πύκασε. Συνέσχεν, ἐκάλυψε.

`8.320`

Θόρε. Κατεπήδησεν.

`8.325`

Αὖ ἐρύοντα. Εἰς τοὐπίσω ἕλκοντα. Κληΐς. Κατακλείς. Ἀποέργει. Ἀπείργει.

`8.328`

Νάρκησεν. Ἐνάρκησεν, ἐλύθη.

`8.329`

Γνύξ. Ἐπὶ γόνυ. Ἐριπών. Πεσών.

`8.330`

Οὐκ ἀμέλησεν. Ἐφρόντισεν. Ὁ τρόπος, ἀντίφρασις.

`8.331`

Περίβη. Περιέβη.

`8.332`

Ὑποδύντε. Ὑπεισελθόντες.

`8.337`

Σθένεϊ βλεμεαίνων. Σφοδρῶς ἐπιῤῥωννύμενος. Ἔνιοι δὲ, τῷ βλέμματι φοβῶν, οἷον τὴν δύναμιν διὰ τοῦ βλέμματος ἐνδεικνύμενος.

`8.338`

Συὸς ἀγρίου. Συάγρου. Σημειωτέον δὲ, ὅτι τὰ τοιαῦτα ὀνόματα διῃρημένως λέγεται, ὡς τὸ, ἄγριον αἶγα.

`8.340`

Ἑλισσόμενος. Συστρεφόμενος. Δοκεύει. Ἐπιτηρεῖ.

`8.341`

Ὤπαζε. Κατόπιν ἐδίωκε, κατέπειγε.

`8.342`

Τὸν ὀπίστατον. Τὸν τελευταῖον.

`8.343`

Σκόλοπες. Τὰ ἀποξυσμένα ξύλα.

`8.344`

Δάμεν. Ἀνῃρέθησαν.

`8.345`

Ἐρητύοντο. Κατείχοντο.

`8.346`

Κεκλόμενοι. Ἐγκελευόμενοι.

`8.348`

Ἀμφιπεριστρώφα. Πανταχοῦ περιεστρέφετο. ὅ ἐστιν, ἐνεργῶν περιήλαυνε.

`8.349`

Γοργοῦς ὄμματʼ ἔχων. Γοργότητος. Ἢ ἀντὶ τοῦ, Γοργόνος. ὅ ἐστι, φοβερά. Ἀπὸ εὐθείας τῆς Γοργὼ εἶπε τὴν γενικήν. Ἢ οἴματα, ἀντὶ τοῦ ὁρμήματα.

`8.352`

Νῶϊ. Ἡμεῖς. Κοινὴ ἡ διάλεκτος. Δωριεῖς δέ φασιν, ἄμμες. Αἰολεῖς, ἄμμε. Ἀττικοὶ δὲ, νῶϊ. Ἴωνες, ἡμέες. Ἔστι δὲ ἀντωνυμία δυϊκὴ ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως. Ἐὰν δὲ σὺν τῷ ν, ἡμῶν καὶ ἡμῖν. Οὐκέτι νῶϊ. Καὶ τὰ ἑξῆς. Οὐκ ἔτι σώους θῶμεν τοὺς Ἕλληνας; οὐ κηδεμονίαν καὶ φροντίδα ποιησόμεθα ἐξ ὑστέρου;

`8.353`

Κεκαδησόμεθα. Λυπησόμεθα, φροντιοῦμεν. Ὑστάτιον. Ἐξ ὑστέρου.

`8.354`

Οἶτον. Μόρον.

`8.355`

Ῥιπῇ. Τῇ φορᾷ. Ἀνεκτῶς. Ἀνασχετῶς.

`8.358`

Καὶ λίην οὗτός γε. Καὶ λίαν οὗτος.

`8.360`

Ὁὐμός. Ὁ ἐμός.

`8.361`

Σχέτλιος. Νῦν ἐπισχετικῶς. Ἀλιτρός. Ἁμαρτωλὸς, ἄδικος. Ἐμῶν μενέων ἀπερωεύς. Τῆς ἐμῆς δυνάμεως καὶ προθυμίας κωλυτής.

`8.363`

Σώεσκον. Ἔσωζον. Εὐρυσθῆος. Εὐρυσθέως τοῦ Ἀργείων βασιλέως, τοῦ ἐπιτάττοντος Ἡρακλεῖ τοὺς ἄθλους. Ἀέθλων. Ἄθλων, κακοπαθειῶν.

`8.365`

Ἀπαλεξήσουσαν. Ἐπικουρήσουσαν, βοηθήσουσαν. Προΐαλλε. Προέπεμπεν.

`8.366`

Ἤιδεα. Ἤιδην, ἠπιστάμην. Πευκαλίμῃσι. Συνεταῖς, ἢ πικραῖς. Παρὰ τὴν πεύκην.

`8.367`

Εὖτέ μιν. Ὁπότε αὐτόν. Πυλάρταο. Ἰσχυρῶς συναρμόζοντος καὶ κλείοντος τὰς πύλας, διὰ τὸ, μηδένα ὑποστρέφειν ἐξ ᾅδου.

`8.368`

Ἐξ Ἐρέβευς. Ἐκ τοῦ ἐρέβους, ὅ ἐστι, σκότους. Ἔστι δὲ ὁ πρὸ τοῦ Ταρτάρου τόπος. Κύνα Ἀΐδαο. Τὸν Κέρβερον. Τελεσθέντων τῶν τοῦ Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ, μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τῶν Αὐγείου βοσκημάτων ἆθλον καὶ τὸν ὕδρας, ἐνδέκατον ἐπέταξεν ἆθλον αὐτῷ, τὸν Κέρβερον ἐξ ᾅδου κομίζειν. Εἶχε δὲ οὗτος τρεῖς μὲν κυνῶν κεφαλὰς, τὴν δὲ οὐρὰν δράκοντος. Μέλλων οὖν ἐπὶ τοῦτον ἀπιέναι, ἦλθε πρὸς Εὔμολπον εἰς Ἐλευσῖνα, βουλόμενος μυηθῆναι. Ἦν δὲ οὐκ ἐξὸν ξένοις τότε μυεῖσθαι. διʼ ὃ γίγνεται Πυλίου θετὸς υἱός. καὶ παραγενόμενος ἐμυεῖτο. Μὴ δυνάμενος οὖν ἰδεῖν τὰ μυστήρια, ἐπεί περ οὐχ ἡγνίσθη τοῦ τῶν Κενταύρων φόνου, ἁγνισθεὶς ὑπὸ Εὐμόλπου τότε ἐμυήθη. Καὶ παραγενόμενος ἐπὶ τὸ Ταίναρον τῆς Λακωνικῆς ἀκρωτήριον, ὃ τῆς ᾅδου καταβάσεώς ἐστι στόμιον, διὰ τούτου κατήει. Ὡς δὲ εἶδον αὐτὸν αἱ ψυχαὶ, χωρὶς Μελεάγρου καὶ Μεδούσης τῆς Γοργόνος, εὐθὺς ἔφυγον. Ἐπὶ δὲ τὴν Γοργόνα τὸ ξίφος ὡς ζῶσαν ἕλκει. καὶ παρὰ Ἑρμοῦ μανθάνει, ὅτι ἔστι κενὸν εἴδωλον. Πλησίον δὲ τῶν τοῦ Ἅιδου πυλῶν γενόμενος, Θησέα ἐγείρει, καθήμενον ἐπὶ ἀκινήτου θρόνου. Ὁμοίως δὲ καὶ Πειρίθουν ἐβουλήθη. Καὶ τῆς γῆς πολὺ σειομένης, οὐκ ἠδυνήθη. Ἀπεκύλισε δὲ καὶ τὸν Ἀσκαλάφου πέτρον. Βουλόμενος δὲ αἷμα ταῖς ψυχαῖς παρασχέσθαι, μίαν τῶν Ἅιδου βοῶν ἀπέσφαξεν.

`8.369`

Αἰπά. Ὑψηλά. ἐξ οὗ καὶ χαλεπά. Στυγός. Στὺξ, μία τῶν Ὠκεανοῦ θυγατέρων, ἣν ὁ Ζεὺς φρικωδέστατον ὅρκον τῶν θεῶν ἐποίησε, τιμήσας αὐτὴν, ὥς φησιν Ἡσίοδος ἐν θεογονίᾳ. Ἔστι δὲ καὶ κρήνη ἐν Ἅιδου.

`8.370`

Ἐξήνυσεν. Ἐτέλεσεν, ἐπλήρωσε.

`8.371`

Γούνατʼ ἔκυσσεν. Ἐγονυπέτησεν. Ἔκυσσε. Προσεκύνησεν, ἐφίλησεν.

`8.373`

Ἔσται μάν. Ἔσται μὴν καιρός.

`8.374`

Ἐπέντυνε. Ἡτοίμαζε, παρασκεύαζε.

`8.375`

Καταδῦσα. Εἰσελθοῦσα. Μεταφορὰ, ὁ τρόπος.

`8.377`

Πάϊς. Παῖς.

`8.378`

Προφανείσας. Φανείσας. ὀφθείσας.

`8.379`

Κορέει. Κορέσει.

`8.380`

Δημῷ. Τῇ πιμελῇ, τῷ λίπει.

`8.389`

Λάζετο. Ἔλαβεν.

`8.392`

Ἐπεμαίετο. Ἔπλησσε.

`8.393`

Μύκον. Ἠνοίγησαν, ἤχησαν. Ὀνοματοποιΐα, ὁ τρόπος.

`8.399`

Πάλιν τρέπεν. Εἰς τοὐπίσω ἔτρεπεν. Ἄντην. Ἐξ ἐναντίας.

`8.400`

Συνοισόμεθα. Συναχθησόμεθα, συμβαλοῦμεν.

`8.402`

Γυιώσω. Χωλώσω.

`8.403`

Ἄξω. Κατάξω, συντρίψω.

`8.404`

Δεκάτους. Δέκα. Περιτελλομένους. Περιερχομένους, πληρουμένους.

`8.405`

Ἐπαλθήσεσθον. Ἰαθήσεσθε. Δυϊκῶς. Μάρπτῃσι. Καταλάβῃ, κατάσχῃ.

`8.407`

Νεμεσίζομαι. Μέμφομαι. Οὐδὲ χολοῦμαι. Οὐδὲ ὀργίζομαι.

`8.408`

Ἔωθεν. Ἐξ ἔθους ἔχει. Ἐνικλᾷν. Ἐμποδίζειν.

`8.409`

Ἀελλόπος. Ταχύπους παρὰ τὰς ἀέλλας, ὅ ἐστιν, ἀνέμους.

`8.411`

Πολυπτύχου. Πολλὰ ἀποκλίματα ἔχοντος, καὶ ἐξοχάς.

`8.412`

Ἀντομένη. Ἀπαντήσασα. Κατέρυκε. Κατέσχεν. Ἔννεπεν. Εἶπεν, ἔλεγε. Διὸς δέ σφʼ ἔννεπε μῦθον. Τὸν δὲ τοῦ Διὸς λόγον αὐταῖς ἀπήγγειλε.

`8.413`

Πῆ μέματον; Ποῦ προθυμεῖσθον;

`8.415`

Εἰ τελέει περ. Εἴπερ εἰς τέλος ἄξει, πληρώσει.

`8.423`

Κύον. Ἀναιδεστάτη. Ἀδδεές. Ἄφοβε.

`8.424`

Τολμήσεις. Ὑπομενεῖς, καρτερήσεις. Ἄντα. Ἐξεναντίας. Ἀεῖραι. Ἆραι.

`8.429`

Ἀποφθίσθω. Ἀποφθαρήτω. Βιώτω. Ζησάτω.

`8.431`

Ὡς ἐπιεικές. Ὡς πρέπει καὶ ἐγχωρεῖ.

`8.432`

Πάλιν τρέπεν. Εἰς τοὐπίσω ἀπέτρεπε. Μώνυχας. Μονώνυχας. Πρὸς σύγκρισιν τῶν βοῶν, τῶν προβάτων, καὶ τῶν λοιπῶν τῶν ἐχόντων χηλάς.

`8.434`

Κάπῃσι. Φάτναις. Παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵππους κάπτειν, ὅ ἐστιν, ἐσθίειν.

`8.435`

Πρὸς ἐνώπια. Πρὸς τοὺς ἐξ ἐναντίας τῶν εἰσόδων τοίχους. Διὰ τὸ φωτίζεσθαι ὑπὸ τῶν θυρῶν. Παμφανόωντα. Φαίνοντα, λάμποντα.

`8.436`

Κλισμοῖσι. Θρόνοις ἔχουσιν ἀνακλίσεις.

`8.437`

Μίγδʼ ἄλλοισι. Ἀναμεμιγμέναι τοῖς λοιποῖς. Τετιημέναι. Τεταλαιπωρημέναι, τετιμωρημέναι.

`8.439`

Δίωκεν. Ἤλαυνεν. Ἐξίκετο. Κατέλαβε. Θώκους. Τὰ συνέδρια, τὰς καθέδρας.

`8.441`

Ἂμ βωμοῖσι. Περὶ τοῖς βωμοῖς. Κατὰ λῖτα πετάσας. Καταπετάσας λινοῦν ἱμάτιον. ἁπλώσας.

`8.443`

Πελεμίζετο. Ἐκινεῖτο.

`8.444`

Διὸς ἀμφίς. Τοῦ Διὸς χωρίς.

`8.445`

Ἥσθην. Ἐκαθέσθησαν.

`8.447`

Τετίησθον. Τεταλαιπώρησθε.

`8.448`

Οὐ μὲν θήν. Οὐ μὲν δή. Κάμετον. Κεκμήκατε, κεκοπιάκατε.

`8.450`

Πάντως οἷον ἐμόν γε μένος. Καὶ τὰ ἑξῆς. Ἡ δὲ τοῦ πάντων μείζονος θεοῦ δύναμις, φησὶ, τηλικαύτη ὑπάρχει, ὡς μὴ δὲ ὑπὸ πάντων θεῶν δύνασθαι καταγωνισθῆναι.

`8.451`

Τρέψειαν. Μετατρέψειαν, κωλύσειαν.

`8.453`

Μέρμερα. Μερίμνης ἄξια, χαλεπά.

`8.455`

Πληγέντε. Ἀντὶ τοῦ, πληγεῖσαι.

`8.457`

Ἐπέμυξαν. Μεμυκόσι τοῖς χείλεσιν ἐπεστέναξαν, ἐγόγγυσαν.

`8.459`

Ἀκέων. Ἀντὶ τοῦ ἀκῆν. ἡσυχάζουσα.

`8.460`

Ἄγριος. Ἀνήμερος, χαλεπός.

`8.463`

Οὐκ ἐπιεικτόν. Οὐκ εὔεικτον, οὐκ εὐσυγχώρητον.

`8.470`

Ἠοῦς. Ἕωθεν, ὄρθρου. τῇ ἐπιούσῃ ἡμέρᾳ.

`8.474`

Ὦρθαι. Διεγερθῆναι. Παρὰ ναῦφι. Παρὰ ταῖς ναυσί.

`8.476`

Στείνει. Στενώματι. Στεῖνος γὰρ εἴωθε λέγειν τὴν στενὴν ὁδόν. Λέγει δὲ τὴν ὑπὸ πολλοῦ πλήθους στενοχωρίαν. Αἰνοτάτῳ. Τῷ χαλεπῷ, διὰ τὸν φόβον.

`8.477`

Θέσφατον. Θεόλεκτον, μεμοιραμένον.

`8.478`

Οὐδʼ εἴ κεν. Οὐδὲ ἐάν. Νείατα. Κατώτατα, ἔσχατα. Ἵκηαι. Παραγενήσῃ, ἀπέλθῃς.

`8.479`

Γαίης καὶ πόντοιο ἵνʼ Ἰαπετός τε Κρόνος τε. Διὸς μεταστήσαντος τὸν πατέρα Κρόνον τῆς βασιλείας, καὶ τὴν τῶν θεῶν ἀρχὴν παραλαβόντος, Γίγαντες, οἱ Γῆς παῖδες, ἀγανακτήσαντες, ἐν Ταρτησῷ — πόλις δέ ἐστιν αὕτη παρὰ τῷ Ὠκεανῷ — μέγαν κατὰ Διὸς πόλεμον παρεσκεύαζον. Ζεὺς δὲ συναντήσας αὐτοῖς, καταγωνίζεται πάντας. Καὶ μεταστήσας αὐτοὺς εἰς Ἔρεβος, τῷ πατρὶ Κρόνῳ τὴν τούτων βασιλείαν παραδίδωσιν. Ὀφίωνα δὲ, τὸν δοκοῦντα πάντων ὑπερέχειν, κατηγωνίσατο, ὄρος ἐπιθεὶς αὐτῷ τὸ ἀπʼ αὐτοῦ Ὀφιώνιον. Ἰαπετός. Οὐρανοῦ παῖς, εἷς τῶν Τιτάνων.

`8.480`

Ὑπερίονος. Τοῦ ἡλίου. Ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ Θείας παῖς, ὡς Ἡσίοδος. ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ. Ἢ ὑπερίων, ὁ ὑπεράνω ἡμῶν ὢν, καὶ περιπολῶν τὸν κόσμον. διὰ τούτου γὰρ τὰ ὅλα συνέχεται.

`8.482`

Ἔνθα. Ὅπου. Ἀλωμένη. Πλανωμένη.

`8.483`

Ἀλέγω. Λόγον οὐκ ἔχω, οὐ φροντίζω. Κύντερον. Χαλεπώτερον, δεινότερον.

`8.487`

Ἀέκουσιν. Ἄκουσι, καὶ μὴ βουλομένοις.

`8.488`

Ἀσπασίη. Ἀσπαστὴ, εὐκταία. Τρίλλιστος. Πολυλιτάνευτος. Ἐρεβεννή. Σκοτεινή.

`8.491`

Ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. Ἔξωθεν δεῖ λαβεῖν τὴν ἀπὸ πρόθεσιν. Ἵνʼ ᾖ, ὅπου καθαρὸς καὶ διαφανὴς ἦν ὁ τόπος ἀπὸ τῶν νεκρῶν.

`8.495`

Πόρκης. Δακτύλιος.

`8.498`

Ἐφάμην. Ἐλογισάμην.

`8.500`

Κνέφας. Σκότος.

`8.503`

Ἐφοπλισόμεσθα. Ἑτοιμάσωμεν.

`8.504`

Ἐδωδήν. Τροφήν.

`8.506`

Οἰνίζεσθε. Οἶνον ἀγοράζετε.

`8.507`

Λέγεσθε. Συλλέξατε, συναγάγετε.

`8.508`

Μέσφʼ ἠοῦς. Μέχρι τῆς ἡμέρας. Ἠριγενείης. Ἤτοι, τὸν ὄρθρον γεννώσης. ἢ, ὑπὸ τοῦ ὄρθρου γεννωμένης.

`8.509`

Σέλας. Πυρὸς λαμπηδών. Ἵκῃ. Παραγένηται.

`8.510`

Διὰ νύκτα. Ἀντὶ τοῦ, διὰ νυκτός.

`8.512`

Μὴ μάν. Μὴ μὲν δή. Ἀσπουδεί γε. Ἄνευ κακοπαθείας, χωρὶς πόνου.

`8.513`

Βέλος. Νῦν, τὸ βεβλημένον μέρος, τὸ τραῦμα. Πέσσῃ. Συνέχῃ, θεραπεύῃ.

`8.517`

Ἀγγελλόντων Ἀγγελλέτωσαν.

`8.518`

Παῖδας πρωθήβας. Πρώτως ἡβῶντας, νέους τοὺς ὄντας ἀπὸ τῆς ἀκμῆς, ὅ ἐστιν, ἡλικίας. Πολιοκροτάφους. Πεπολιωμένους. ἀπὸ μέρους. Ἤτοι συνεκδοχή.

`8.519`

Θεοδμήτων. Ὑπὸ θεῶν ᾠκοδομημένων. καθότι Ποσειδῶν καὶ Ἀπόλλων ᾠκοδόμησαν αὐτούς.

`8.520`

Θηλύτεραι. Αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι, ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων. Τὰ μὲν γὰρ ἄλογα, ὡρισμένον ἔχει καιρὸν, ἐν ᾧ μίγνυνται. αὗται δὲ διηνεκῶς πλησιάζουσι.

`8.521`

Καιόντων. Ἀντὶ τοῦ, καιέτωσαν.

`8.522`

Λόχος. Ἐνέδρα. Ὅθεν καὶ λοχαγοὶ, οἱ ταξίαρχοι. Ἀπεόντων. Ἀπόντων.

`8.523`

Ὧδʼ ἔστω. Οὕτως γενέσθω.

`8.524`

Μῦθος δʼ ὃς μὲν νῦν. Οὗτος μὲν δὴ ὁ λόγος.

`8.526`

Ἐλπόμενος. Διʼ ἐλπίδος ἀγόμενος.

`8.527`

Κηρεσσιφορήτους. Τοὺς ὑπὸ εἱμαρμένης ἠγμένους, μοιροφορήτους. ἢ, οὓς αἱ μοῖραι ἀποίσουσιν.

`8.529`

Ἐπὶ νυκτί. Διὰ τῆς νυκτός.

`8.530`

Ὑπʼ ἠοῖοι. Ὑπὸ τὸν ἕω. ὑπὸ τὸν ὄρθρον.

`8.532`

Εἴσομαι. Γνώσομαι.

`8.534`

Δῃώσας. Φονεύσας.

`8.535`

Διαείσεται. Γνωρίσει. διαγνώσεται.

`8.537`

Οὐτηθείς. Τρωθείς.

`8.538`

Ἠελίου ἀνιόντος ἐς αὔριον. Ἅμα τῷ τὸν ἥλιον ἀνίσχειν αὔριον.

`8.542`

Κελάδησαν. Ἐβόησαν μετὰ θορύβου.

`8.545`

Ἴφια μῆλα. Εὐτραφῆ. Μετάληψις, ὁ τρόπος.

`8.550`

Εἵατο. Ἐκαθέζοντο.

`8.551`

Φαεινὴν ἀμφὶ σελήνην. Τὴν Φύσει λαμπράν. Τοῦτο δὲ καθόλου τῆς σελήνης ἐπιθετικόν ἐστι, κἂν μὴ πανσέληνος ᾖ.

`8.552`

Ἀριπρεπέα. Πάνυ εὐπρεπῆ, διάδηλα. Ἔπλετο. Ἐγένετο, ἦν. Νήνεμος. Χωρὶς ἀνέμου.

`8.553`

Σκοπιαί. Σκοποὶ, ὑψηλοὶ τόποι. Πρώονες. Οἱ προνενευκότες τῶν ὀρῶν τόποι, καὶ προβεβλημένοι, παρὰ τὸ ἐξέχειν.

`8.555`

Εἴδεται. Φαίνεται. Γέγηθέ τε φρένα ποιμήν. Ποιμὴν, εἶπεν, ἀντὶ τοῦ, βουκόλος. Διὰ νυκτὸς γὰρ οἱ βόες νέμονται. Κατάχρησις, ὁ τρόπος.

`8.556`

Μεσσηγύ. Ἀναμέσον.

`8.557`

Ἰλιόθι πρό. Πρὸ τῆς Ἰλίου.

`8.558`

Πὰρ δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. Τῷ ἑκάστῳ, συναπτέον τὸ, σέλᾳ. ἵνʼ ᾖ, παρʼ ἑκάστῳ σέλαϊ καὶ φωτὶ τοῦ πυρὸς, τοῦτʼ ἔστι, παρʼ ἑκάστῃ πυρᾷ. Ἐκ τούτων δʼ ἄν τις καταμάθοι τὸ πλῆθος τῶν Τρώων, ὅτι εʹ μυριάδες ἦσαν οἱ πολῖται.

`8.559`

Εἵατο. Ἐκαθέζετο. Σέλᾳ. Φωτὶ, πυρᾷ. Ὅθεν καὶ ἡ τὸ φῶς ἡμῖν παρέχουσα, σελήνη εἴρηται.

`8.560`

Κρῖ. Κριθάς. Ἀποκοπὴ ὁ τρόπος. Ὀλύρας. Εἶδος σπέρματος παραπλησίου κριθῇ.

`8.561`

Ἐΰθρονον. Καλὸν θρόνον ἔχουσα. βασιλικὸν ἢ καλὸν ἅρμα. μεταληπτικῶς. Μίμνον. Ἔμενον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahh`.
