---
title: "D-Scholia on the Iliad: Book V"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, Εʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahe
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-5-vta-ahe"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:a70749d2a966fccc53e97f1ff0834aa24bcfa42338bfe13cdbd039379f6585e6"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book V

*Σχόλια εἰς Ἰλιάδα, Εʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahe` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-5-vta-ahe)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`5.1`

Ἔνθʼ αὖ. Τότε δή. Ἐπίῤῥημα χρονικόν. ἄλλως δὲ, ἐνταῦθα, τοπικόν. Παλλάς. Εὐκίνητος, πολεμική. Παρὰ τὸ πάλλεσθαι, ὅ ἐστι, κινεῖσθαι. Ἢ παρὰ τὰς αἰτίας, ἃς εἶπον ἐν τῇ α.

`5.2`

Δῶκεν. Ἔδωκε, παρέσχε. Μένος. Δύναμιν. Δῶκε μένος καὶ θάρσος. Τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θάρσος τῆς ψυχῆς. Ἵνα οὖν καὶ δύνηται, καὶ θαῤῥῇ, ἀμφότερα αὐτῷ ἔδωκε. Πολλοὶ γὰρ δύνανται μὲν, οὐ θαῤῥοῦσι δέ. Θάρσος δέ ἐστι, κατὰ μὲν τοὺς Στωϊκοὺς φιλοσόφους, τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ, ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοιε. Κατὰ δὲ τοὺς ἐξ Ἀκαδημίας, καὶ τοὺς Ἐρετρικοὺς, ἐπίτασις θαῤῥαλέα. Κατὰ δὲ τοὺς Κυρηναϊκοὺς, καὶ Ἐπικουρείους, εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς, ὥς φησιν ὁ Ποιητής· Καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκε. Θάρσος οὖν ἐστι τὸ εὔλογον παράστημα τῆς ψυχῆς· θράσος δὲ, τοὐναντίον. Θάρσος. Ψυχῆς ἀνδρία, πεποίθησις. Ἔκδηλος. Διάδηλος, φανερός. Μετὰ πᾶσιν. Ἐν πᾶσιν. Ἡ γὰρ, μετὰ, πρόθεσις ἀντὶ τῆς, ἐν, κεῖται.

`5.3`

Κλέος ἐσθλόν. Δόξαν ἀγαθήν. Ἄροιτο. Ἀπενέγκοιτο. λάβοι.

`5.4`

Δαῖέ οἱ. Ἔκαιεν, ἔλαμπεν. Ἐκ κόρυθός τε καὶ ἀσπίδος. Ἀντὶ τοῦ, φαντασίαν πυρὸς ἀπὸ τῶν ὅπλων ἐποίει φαίνεσθαι, ὥστε πλέον αὐτὸν εἶναι ἐπίφοβον τοῖς Τρωσίν. Ἀκάματον. Πολύ. Ζωΐλος δὲ ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου, καὶ μέμφεται τὸν Ποιητὴν, ὅτι λίαν γελοίως πεποίηκεν ἐκ τῶν ὤμων τοῦ Διομήδους καιόμενον πῦρ. ἐκινδύνευε γὰρ καταφλεχθῆναι ὁ ἥρως. Ἔνιοι μὲν οὖν παρειλῆφθαί φασι τὸ ὡς, κατὰ συνήθειαν τῷ Ποιητῇ. ὡς καὶ ἐν ἑτέροις. Ὥς οἱ μὲν μάρναντο δέμας πυρός. ὡς πυρὸς φαντασίαν, οὐκ εἰδικῶς πῦρ.

`5.5`

Ἀστέρʼ ὀπωρινῷ. Τῷ κατὰ τὸν καιρὸν τῆς ὀπώρας ἀνατέλλοντι ἀστέρι. Λέγει δὲ τῷ κυνὶ, ἢ θερινῷ, καὶ ὀπώρας κατασκευαστικῷ. Ὀπώρα δὲ καλεῖται ὁ μεταξὺ θέρους καὶ φθινοπώρου καιρός. Ἰστέον, ὅτι, διαφέρει ἀστὴρ ἄστρου ταύτῃ· Ὅτι, ὁ μὲν ἀστήρ ἐστιν ἓν σῶμα φύσεως, θειωτέρας ἐννοίας ποιούμενον, ἄστρον δὲ, τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα, ὅ περ μιᾷ φαντασίᾳ ὄψεως ὑποπίπτει, μετά τινος ἱστορίας τὴν ἀπόδοσιν ἔχον. Οἷα τὰ ἐν τῷ ζωδιακῷ, δράκων, αἱ δύο ἄρκτοι, καὶ τὰ λοιπά. Ταῦτα δὲ κεῖται ἐν τῷ ἀρκτικῷ, ὃς καὶ βόρειος καὶ ἀειφανὴς προσαγορεύεται. Ὁ δὲ ἀντικείμενος τούτῳ κύκλος, ἀνταρκτικὸς καὶ ἀφανὴς καὶ νότιος λέγεται. Ἐναλίγκιον. Παραπλήσιον, ὅμοιον τῇ αὐγῇ.

`5.6`

Παμφαίνῃσι. Πανταχοῦ φαίνει. Λελουμένος Ὠκεανοῖο. Νεωστὶ ἀνατέλλων ἐξ Ὠκεανοῦ. Τὰς γὰρ ἀνατολὰς τῶν ἄστρων ἐντεῦθεν ὁ Ποιητὴς συνιστᾷ. Ὠκεανὸς δὲ ποταμὸς, καθʼ Ὅμηρον, περιῤῥέων κύκλῳ τὴν γῆν, ποταμῶν πάντων πατὴρ ὤν.

`5.7`

Τοῖόν οἱ πῦρ δαῖε. Τοιοῦτον αὐτοῦ πῦρ ἀνῆπτο. Ἀπὸ δὲ τούτων, ὅ ἐστι τῆς περικεφαλαίας καὶ τῆς ἀσπίδος, ὡς προεῖπε, τὴν τῶν ὅπλων στιλπνότητα δηλοῖ. Οὐ γὰρ δὴ πυρὶ ὡμοίωσεν αὐτοῦ τὸ σῶμα, οὐδὲ ὕλῃ τινὶ καιομένῃ, ἀλλὰ λαμπρῷ ἀστέρι, οὗ αἱ αὐγαί εἰσι πυρώδεις. Φησὶ γάρ· Ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅστε μάλιστα Λαμπρὸν παμφαίνῃσιν.

`5.8`

Ὦρσε δέ μιν. Διήγειρε δὲ αὐτόν. Κατὰ μέσσον. Κατὰ τὸ μέσον τῆς μάχης. Κλονέοντο. Διεταράσσοντο.

`5.9`

Ἦν δέ τις ἐν Τρώεσσι Δάρης. Τοῦτο τὸ εἶδος, διήγησις. Τρεῖς γὰρ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, καὶ πιθανότης. ἅπερ ἐνέθηκε τὸ ἔθνος, τὸ ὄνομα, τὴν τύχην, τὸν τρόπον, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετήν. Δάρης. Ὄνομα κύριον. Ἀφνειός. Πλούσιος. Οἷον ἀπενεὸς, ὁ μὴ πενόμενος.

`5.10`

Ἱρεύς. Ἱερεὺς, θύτης. Ἤστην. Ἦσαν. δυϊκῶς.

`5.11`

Μάχης εὖ εἰδότε πάσης. Πάσης μάχης ἐπιστήμονες.

`5.12`

Τώ οἱ. Οἵτινες αὐτῷ. Ἀποκρινθέντε. Ἀποχωρισθέντες· τοῦ οἰκείου πλήθους δηλονότι. Ἀντίον. Ἐξεναντίας. Ἄλλοις δυϊκῶς, ἐναντίω. Ὡρμηθήτην. Ὡρμήθησαν.

`5.13`

Τὼ μέν. Οὗτοι μέν. Ἀφʼ ἵπποιϊν. Ἀπὸ τῶν ἵππων. Ὤρνυτο. Ὥρμησεν.

`5.14`

Οἱ δʼ ὅτε δή. Ἐπειδὴ δὲ οὗτοι. Σχεδόν. Ἐγγύς. Ἐπʼ ἀλλήλοισιν ἰόντες. Ἀλλήλοις ἐπερχόμενοι.

`5.15`

Προΐει. Προέπεμπεν.

`5.16`

Ἀκωκή. Ἡ ἐπιδορατίς.

`5.17`

Ἔγχος. Τὸ δόρυ. Ὕστερος. Δεύτερος.

`5.18`

Οὐχʼ ἅλιον. Οὐ μάταιον. Ἔκφυγεν. Ἐξεπέμφθη, ἐξέπτη.

`5.19`

Μεταμάζιον. Μεταξὺ τῶν μαζῶν. Ὦσεν. Ἀπώσατο, κατέβαλεν. Ἀφʼ ἵππων. Ἀπὸ τοῦ ἅρματος.

`5.20`

Ἰδαῖος δʼ ἀπόρουσεν. Ἀφώρμησε. Κατηγορεῖ καὶ τούτου τοῦ τόπου Ζωΐλος. ὅτι λίαν, φησὶ, γελοίως πεποίηκεν ὁ Ποιητὴς τὸν Ἰδαῖον, ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα, φεύγειν. Ἐδύνατο γὰρ μᾶλλον ἐπὶ τοῖς ἵπποις φυγεῖν. Ἀλλὰ ῥητέον, ὅτι κατέθορε μὲν τοῦ ἅρματος, ὡς ὑπερασπίσων τοῦ ἀδελφοῦ. Εὐλαβηθεὶς δὲ τὸν πόλεμον, εἰς φυγὴν ὥρμησεν. Οἱ δὲ λέγουσιν, ὅτι, εἰδὼς τὸ Διομήδους φίλιππον, διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. Ἢ, ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι. Αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ σοφόν. Τοιοῦτος εὑρίσκεται παρʼ αὐτῷ καὶ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος, καὶ τῆς παρούσης συμφορᾶς, καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατὰ τοῦ πολεμίου. Λιπών. Καταλιπών. Δίφρον. Τὸ ἅρμα.

`5.21`

Οὐδʼ ἔτλη. Οὐδὲ ἐκαρτέρησε. Περιβῆναι. Ὑπερμαχῆσαι. Ἀδελφειοῦ. Ἀδελφοῦ. Κταμένοιο. Ἀναιρεθέντος.

`5.22`

Οὐδὲ γὰρ οὐδέ κεν αὐτός. Οὐδὲ γὰρ δὴ ἂν αὐτός. Ἡ μία περισσὴ ἀπόφασις. Οὐδὲ γὰρ οὐδὲ βίη. Οὐδὲ γὰρ οὐδὲ Δρύαντος. Καὶ ἔστι μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου. Ὑπέκφυγεν. Ἐξέφυγε. Κῆρα μέλαιναν. Τὴν θανατηφόρον μοῖραν.

`5.23`

Ἔρυτο. Ἐρύσατο, ἐφύλαξε. Νυκτί. Σκότει. Καλύψας. Περιβαλὼν, σκεπάσας.

`5.24`

Ὡς δή οἱ μὴ πάγχυ γέρων. Ὅπως μὴ αὐτῷ παντελῶς ὁ πρεσβύτης. Ἀκαχημένος εἴη. Λυπηθείη. Ὡς, τιθήμενος, ὀνήμενος, ἀκαχήμενος. Αἰολικῶς.

`5.26`

Κατάγειν. Ἄγειν. Διὰ τοῦτο ἐμφαίνει, ὅτι ἐν κοιλοτέρῳ τόπῳ ἦν τὸ ναύσταθμον.

`5.27`

Υἷε Δάρητος. Ἀντὶ τοῦ, τὼ υἱὼ Δάρητος. Ἐπιφέρει γὰρ, τὸν μέν.

`5.28`

Ἀλευάμενον. Ἐκκλίνοντα, φεύγοντα. Κτάμενον. Ἀνῃρημένον. Παρʼ ὄχεσφι. Παρὰ τοῖς ἅρμασι.

`5.29`

Πᾶσιν. Ἀντὶ τοῦ, πάντων. Πτωτικὸν τὸ σχῆμα. συνήθως γὰρ τῇ δοτικῇ ἀντὶ γενικῆς χρῆται ὁ Ποιητής. Ὠρίνθη. Διεταράχθη.

`5.30`

Ἑλοῦσα. Λαβοῦσα, κρατήσασα. Θοῦρον. Ἐνθουσιαστικὸν, εὐκίνητον ἐν τῷ πολέμῳ.

`5.31`

Ἆρες Ἄρες. Ἀντὶ τοῦ Ἄρη. Τοῦτο δὲ τὸ σχῆμα παλιλλογία καλεῖται. Βροτολοιγέ. Ἀνθρωποφθόρε. Μιαιφόνε. Μιαινόμενε φόνοις. Τειχεσιπλῆτα. Τοῖς τείχεσι προσπελάζων, πορθητά. Ἐὰν δὲ διὰ τοῦ β. γράφηται, ὁ τὰ τείχη καταβάλλων.

`5.32`

Ἐάσαιμεν. Ἐάσωμεν.

`5.33`

Μάρνασθαι. Μάχεσθαι. Ὁπποτέροισιν. Ὁποίοις αὐτῶν. Ὀρέξῃ. Δώσει. παράσχοι. Ἔστι δὲ κυρίως, ἐκτείνειν. ἀφʼ οὗ καὶ ὀργυιὰ ἐκλήθη ἡ ἀφʼ ἑκατέρων τῶν χειρῶν αὐτῶν ἔκτασις.

`5.34`

Νῶϊ. Ἡμεῖς οἱ δύο. Χαζώμεσθα. Ἐκφύγωμεν.

`5.36`

Καθεῖσε. Καθεσθῆναι ἐποίησε, καθίδρυσεν. Ἐπʼ ἠϊόεντι. Ἐπὶ τῷ αἰγιαλοὺς καὶ ὄχθας ἔχοντι.

`5.37`

Ἔκλιναν. Ἐς φυγὴν ἔτρεψαν. Ἕλεν. Νῦν, ἀνεῖλεν.

`5.39`

Ἁλιζώνων. Ἔθνους Θρᾳκῶν. Ἄλλοι δὲ εἶπον, αὐτὸ ἓν εἶναι τῶν περὶ τὴν Καρικὴν θάλασσαν οἰκούντων ἐθνῶν.

`5.40`

Στραφθέντι. Εἰς φυγὴν τραπέντι, φεύγοντι. Μεταφρένῳ. Νώτῳ.

`5.41`

Μεσσηγύς. Ἀναμέσον, μεταξύ. Ἔλασσε. Διήλασεν, ἔπληξεν.

`5.43`

Ἐνῄρατο. Ἐφόνευσε. Μῄονος. Λυδοῦ. Ἔστι δὲ τὸ ὄνομα ἐθνικόν.

`5.44`

Τάρνης. Τάρνη, πόλις Λυδίας, ἡ νῦν Σάρδις λεγομένη.

`5.46`

Νύξεν. Ἔνυξεν, ἔπληξε.

`5.47`

Στυγερός. Μισητὸς, φρικτός. Εἷλεν. Ἔλαβεν.

`5.48`

Ἐσύλευον. Ἐσύλουν, ἐσκύλευον, ἐγύμνουν.

`5.49`

Αἵμονα θήρης. Ἐπιστήμονα κυνηγετικῆς.

`5.50`

Ὀξυόεντι. Ὀξεῖ. Ἢ ἀπὸ ὀξύας, εἴδους δένδρου, κατεσκευασμένῳ.

`5.51`

Θηρητῆρα. Θηρευτήν. κυνηγόν.

`5.52`

Ἄγρια. Θηρία.

`5.53`

Χραῖσμεν. Ἐβοήθησεν. Ἰοχέαιρα. Ἡ ἰοῖς καὶ βέλεσι χαίρουσα, τοξότις.

`5.54`

Ἑκηβολίαι. Εὐστοχίαι. Ἧισιν. Αἷς. Ἐκέκαστο. Ἐκεκόσμητο.

`5.55`

Δουρικλυτός. Περὶ τὸ δόρυ ἔνδοξος. πολεμικός.

`5.56`

Πρόσθεν ἕθεν. Ἔμπροσθεν αὐτοῦ.

`5.57`

Διὰ δὲ στήθεσφι. Διὰ τοῦ στήθους.

`5.58`

Ἤριπεν. Ἔπεσε. Πρηνής. Ἐπὶ στόμα, ἐπὶ πρόσωπον. Ἀράβησεν. Ἤχησεν. Ὀνοματοποιΐα ὁ τρόπος.

`5.60`

Ἁρμονίδεω. Ἁρμονίδου παιδός. Οἰκεῖον δὲ ὄνομα τέκτονος. παρὰ τὸ συναρμόζειν. Δαίδαλα. Ποικίλα.

`5.61`

Τεύχειν. Κατασκευάζειν, ποιεῖν. Ἔξοχα. Ἐξόχως, ὑπερβαλλόντως. Φίλατο. Ἐφίλησε.

`5.62`

Τεκτήνατο. Κατεσκεύασεν.

`5.63`

Ἀρχεκάκους. Ἀρχὴν τῶν κακῶν παρασχούσας. Ἐγένοντο. Πέλοντο.

`5.64`

Οἷ τʼ αὐτῷ. Καὶ αὐτῷ ἐκείνῳ τῷ κατασκευάσαντι. δηλονότι, Φερέκλῳ. Ἐπεὶ οὔτι θεῶν ἐκθέσφατα ᾔδη. Λακεδαιμόνιοι λιμῷ κρατηθέντες, ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. Ὁ δὲ θεὸς αὐτοῖς ἔχρησεν, ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας. Οὕτως δὲ πρότερον οἱ Ἰλιεῖς ἐκαλοῦντο. Μενέλαος οὖν ἀφικόμενος εἰς Ἴλιον, τὸ προσταχθὲν ἔπρασσε. Κἀκεῖθεν εἰς Δελφοὺς παρεγένετο, περὶ παίδων γενέσεως χρησμὸν ληψόμενος. Συνείπετο δὲ αὐτῷ καὶ Ἀλέξανδρος, περὶ γυναικὸς μαντευσόμενος. Γενομένων οὖν ἀμφοτέρων ἐπὶ τὸ μαντεῖον, λέγεται χρῆσαι τὴν Πυθίαν τάδε· Τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν, Οὐκ ἔθʼ ὁμοφρονέοντες, ἐμὸν δόμον εἰσανέβητε; Ἤ τοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν. Αὐτὰρ ὁ πῶλον ἑλεῖν. τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ; Τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον, χωρισθῆναι. Ὁ δὲ λόγος, ἐπεὶ οὐκ ᾔδῃ τὰ ἐκ θεῶν μαντεύματα. Ἑλλάνικος δέ φησι, χρησμὸν δοθῆναι τοῖς Τρῳσὶν, ἀπέχεσθαι μὲν ναυτιλίας, γεωργίᾳ δὲ προσανέχειν· μὴ, τῇ θαλάσσῃ χρώμενοι, ἀπολέσωσιν αὐτοὺς καὶ τὴν πόλιν. Οὔτοι. Οὐδαμῶς. Θέσφατα. Θεόφατα. τὰ ἐκ θεῶν μαντευόμενα.

`5.65`

Κατέμαρπτε. Κατελάμβανε.

`5.66`

Γλουτόν. Γλουτὸς, τὸ περὶ τοῖς σφαιρώμασιν ἰσχίον, ἡ κοτύλη.

`5.67`

Κατὰ κύστιν. Κατὰ τὴν φύσκαν. ὅπέρ ἐστιν οὐροδόχον ἀγγεῖον.

`5.68`

Γνὺξ ἐριπών. Ἐπὶ γόνυ πεσών. Οἰμώξας. Στενάξας, βοήσας. Θάνατος δέ μιν ἀμφεκάλυψε. Περιφραστικῶς, ἀπέθανεν.

`5.69`

Ἔπεφνεν. Ἐφόνευσε.

`5.70`

Νόθος. Ὁ μὴ ἐκ νομίμης γυναικὸς ὤν. Πύκα. Ἐπιμελῶς.

`5.71`

Ἶσα φίλοισι τέκεσσι. Ἐπίσης τοῖς προσφιλεστάτοις τέκνοις. Χαριζομένη. Χάριν ποιοῦσα. Πόσεϊ ᾧ. Τῷ ἰδίῳ ἀνδρί.

`5.72`

Φυλείδης. Ὁ Φυλέως παῖς Μέγης. Ἐγγύθεν ἐλθών. Ἐγγὺς παραγενόμενος.

`5.73`

Ἰνίον. Τὸ κοῖλον τοῦ τένοντος. Κέκληται δὲ οὕτως διὰ τὸ νευρῶδες εἶναι. Ἢ, πλατὺ καὶ παχὺ νεῦρον, τὸ καθῆκον ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν αὐχένα.

`5.74`

Ἀνʼ ὀδόντας. Κατὰ τῶν ὀδόντων. Τάμεν. Ἀπέτεμεν.

`5.75`

Ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν. Ἤτοι κυρίως, διὰ τὸ ψυχρὸν καὶ ἄθερμον εἶναι τὸν σίδηρον· ἢ τὸν τοῦ ψύχους ποιητικὸν, διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπʼ αὐτοῦ. Τὸν γοῦν ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν.

`5.76`

Εὐαιμονίδης. Εὐαίμονος παῖς Εὐρύπυλος.

`5.78`

Ἀρητήρ. Ἱερεύς. Ἐτέτυκτο. Κατεσκεύαστο. ἦν. Θεὸς δʼ ὥς. Ὡς θεός. Ὁ τρόπος ἀναστροφή. Τίετο. Ἐτιμᾶτο.

`5.80`

Μεταδρομάδην. Ἐπιδραμών. ἐπιδιώξας. Ἔλασεν. Ἔπληξε.

`5.81`

Φασγάνῳ. Τῷ ξίφει. Ἀΐξας. Ὁρμήσας. Ἀπὸ δʼ ἔξεσεν. Ἀπέξεσεν, ἀπέκοψε.

`5.83`

Πορφύρεος. Μέλας. ἢ, ὁ διʼ αἵματος. Κραταιή. Ἰσχυρά.

`5.84`

Πονέοντο. Ἐνήργουν.

`5.85`

Γνοίης. Ἐπέγνως. Ποτέροισι μετείη. Ἐν ποτέροις ᾖ, ἐν ποίοις ὑπάρχοι.

`5.86`

Ὁμιλέοι. Ἀναστρέφοιτο.

`5.87`

Θῦνε. Ἐμμανῶς ὥρμα. Ἂμ πεδίον. Διὰ τοῦ πεδίου. Πλήθοντι. Πεπληρωμένῳ. πλημμυροῦντι.

`5.88`

Χειμάῤῥῳ. Χείμαῤῥοι λέγονται οἱ μὴ ἀέναον τὸ ὕδωρ ἔχοντες, ἀλλὰ χειμῶνος πληρούμενοι ὑπὸ τῶν συνεχῶν ὄμβρων. Ὦκα. Ὀξέως. Ἐκέδασσε. Ἐσκέδασσε, διεσκόρπισε. Γεφύρας. Τὰς διαβάσεις τῶν ποταμῶν.

`5.89`

Ἐεργμέναι. Περιπεφραγμέναι, ἠσφαλισμέναι. Ἰσχανόωσιν. Ἐπέχουσι, λύουσιν.

`5.90`

Ἀλωάων. Χωρίων ἀμπελοφύτων, ἢ δενδροφύτων. Σημαίνει δὲ καὶ τὴν ἅλων, ἐν ᾗ ὁ σῖτος· ἔνιοι δὲ κήπων, ἀρουρῶν. Ἐριθηλέων. Μεγάλως θαλλουσῶν, αὐξανομένων.

`5.91`

Ἐξαπίνης. Ἐξαίφνης. Ἐπιβρίσει. Ἐπιβαρήσει, ἢ σφοδρὸς ἐπέλθῃ. Ὄμβρος. Μέγας ὑετός. βροχή.

`5.92`

Ἔργα. Νῦν τὰ γεώργια. Κατήριπε. Κατέβαλεν. Αἰζηῶν. Νέων.

`5.94`

Μίμνον. Ἔμενον.

`5.96`

Θύνοντα. Ἐνθουσιωδῶς ὁρμῶντα. Πρόσθεν. Πρὸ αὐτοῦ. Κλονέοντα. Ταράσσοντα, πορθοῦντα τὰς πρὸ αὐτοῦ τάξεις.

`5.97`

Ἐτιταίνετο. Ἔτεινεν, εἷλκε. Καμπύλα. Ἐπικαμπῆ.

`5.98`

Ἐπαΐσσοντα. Ἐφορμῶντα. Πάϊσμα γὰρ ἡ τῶν ποδῶν βάσις. Τυχών. Ἐπιτυχών.

`5.99`

Θώρηκος γύαλον. Κατὰ τὸ κοῖλον τοῦ θώρακος. Διὰ δʼ ἔπτατο. Διέπτη δέ. ὅ ἐστι, διῆλθε. Πικρὸς ὀϊστός. Τὸ πικροποιὸν καὶ ἐπίπονον βέλος.

`5.100`

Διέσχε. Διῆλθε. Παλάσσετο. Ἐβρέχετο, ἐμολύνετο. Ἀφʼ οὗ καὶ πηλὸς, ἡ βεβρεγμένη γῆ.

`5.101`

Μακρὸν ἄϋσε. Μέγα ἀνέκραγεν.

`5.102`

Ὄρνυσθε. Ὁρμᾶτε, διεγείρεσθε. Κέντορες ἵππων. Ἱππικοὶ, ἵππους πλήσσοντες.

`5.103`

Βέβληται. Τέτρωται παρὰ τὸ βέλος. Οὐδέ ἑ φημί. Οὐδὲ ὑπολαμβάνω, αὐτόν.

`5.104`

Δῆθα. Ἐπιπολύ. Ἀνσχήσεσθαι. Ἀνθέξειν πρὸς τὴν βολήν. Εἰ ἐτεόν. Εἰ ἀληθῶς.

`5.105`

Ὦρσεν. Ἐφώρμησε, διήγειρεν. Ἀπορνύμενον. Ἀφορμῶντα. Λυκίηθεν. Τῆς Λυκίας χώρας. ἧς ἐβασίλευε Σαρπηδών. Ἔστι δὲ καὶ ἑτέρα τῆς Τρῳάδος πόλις. ἧς ἐβασίλευε Πάνδαρος.

`5.106`

Εὐχόμενος. Αὐχῶν.

`5.107`

Ἀναχωρήσας. Εἰς τοὐπίσω ἀναπηδήσας. Πρόσθʼ ἵπποιϊν καὶ ὄχεσφιν. Ἔμπροσθεν τῶν ἵππων, καὶ τῶν ἁρμάτων.

`5.108`

Καπανήϊον. Τὸν Καπανέως παῖδα, Σθένελον.

`5.109`

Ὄρσο. Διεγείρου. Πέπον. Προσφιλέστατε, νῦν. Καταβήσεο. Κατάβηθι.

`5.110`

Ἐρύσῃς. Ἑλκύσῃς. Ἐξ ὤμοιϊν. Ἐκ τῶν ὤμων.

`5.111`

Καθʼ ἵππων. Ἀπὸ τοῦ ἅρματος. Ἆλτο χαμᾶζε. Καθήλατο εἰς τὴν γῆν.

`5.112`

Πὰρ δὲ στάς. Παραστὰς δέ. Διαμπερές. Διαμπὰξ, διόλου.

`5.113`

Ἀνηκόντιζε. Ἀθρόως ἀνεφέρετο. Στρεπτοῖο χιτῶνος. Τοῦ ἀλυσειδωτοῦ σιδήρου.

`5.114`

Δή. Ἀντὶ τοῦ, καί.

`5.115`

Ἀτρυτώνη. Ἀκαταπόνητε.

`5.116`

Φίλα φρονέουσα. Ἀγαθὰ φρονοῦσα.

`5.117`

Δηΐῳ. Καυστικῷ. φθαρτικῷ. Φίλεε. Ἀντὶ τοῦ, φίλησον.

`5.118`

Ἑλεῖν. Ἐν χερσὶν ἔχειν. Ἐπιφέρει γὰρ τὸ, Εἰς ὁρμὴν ἔγχεος ἐλθεῖν.

`5.119`

Φθάμενος. Φθάσας. Καὶ ἐπεύχεται. Καὶ μεγαλαυχεῖ.

`5.120`

Δηρόν. Ἐπιπολύ. Φάος. Φῶς. Ὁ τρόπος διαίρεσις.

`5.122`

Γυῖα. Μέλη. Ἐλαφρά. Κοῦφα, εὐκίνητα.

`5.124`

Μάχεσθαι. Μάχου.

`5.125`

Μένος. Δύναμιν. Πατρώϊον. Πατρικόν. Ἧκα. Ἐνέθηκα, ἐνέβαλον.

`5.126`

Ἄτρομον. Ἀδεὲς, ἄφοβον. Σακέσπαλος. Πολεμικός. Ἀπὸ τοῦ πάλλειν τὸ σάκος, καὶ κινεῖν. Εἴρηται δὲ, ἐπειδὴ παρὰ πρώτοις εὑρέθη Σάκαις. Σάκαι δέ εἰσιν οἱ Θρᾷκες. Ἄτρομον, οἷον ἔχεσκε. Τυδεὺς ὁ Οἰνέως ἐν τῷ Θηβαϊκῷ πολέμῳ ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ ἐτρώθη. Ἀμφιάρεως δὲ κτείνας τὸν Μελάνιππον, τὴν κεφαλὴν ἐκόμισε. καὶ, ἀνοίξας αὐτὴν ὁ Τυδεὺς, τὸν ἐγκέφαλον ἐῤῥόφει ὑπὸ θυμοῦ. Ἀθηνᾶ δὲ κομίζουσα Τυδεῖ ἀθανασίαν, ἰδοῦσα τὸ μίασμα, ἀπεστράφη αὐτόν. Τυδεὺς δὲ γνοὺς, ἐδεήθη τῆς θεοῦ, ἵνα κἂν τῷ παιδὶ αὐτοῦ παράσχῃ τὴν ἀθανασίαν.

`5.127`

Ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον. Καὶ τὴν ἀορασίαν δή σου τῶν ὀφθαλμῶν ἀφειλόμην. Πῶς οὖν φησιν ἐν τοῖς ἑξῆς ἀγνοεῖ τὸν Γλαῦκον ὁ Διομήδης, λέγων Τίς δὲ σύ ἐσσι, φέριστε; Καὶ φαμὲν, ὅτι πρὸς καιρὸν ἀφῄρηται τὴν ἀχλὺν ὑπὸ τῆς Ἀθηνᾶς, ἵνα τρώσῃ τὴν Ἀφροδίτην, καὶ Ἄρεα. Τρωθέντων δὲ τούτων, πάλιν κατὰ τὰ σιωπώμενα ἀποδίδοται ἡ οἰκεία ἀχλύς. Διʼ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον. Ἐπῆεν. Ἐπῆν, ἐπέκειτο.

`5.128`

Γιγνώσκοις. Ἐπιγιγνώσκοις. Ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. Τόν τε αὐτοπρόσωπον θεὸν, καὶ μεταβαλλόμενον εἰς ἄνδρα τὴν ἰδέαν.

`5.129`

Πειρώμενος. Ἀπόπειραν ποιούμενος. Ἢ, πειρώμενος λανθάνειν ἐν ἀνθρώπου μορφῇ.

`5.131`

Αὐτὰρ εἴ κε. Ἐὰν δέ. Μόνην βούλεται τρωθῆναι τὴν Ἀφροδίτην, διὰ τὸ προειρηκέναι τὸν Δία. Τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη Αἰεὶ παρμέμβλωκε, καὶ αὐτοῦ κῆρας ἀμύνει.

`5.132`

Ἔλθῃσιν. Ἔλθῃ. Ὑποτακτικὸν ῥῆμα. Τήνγʼ οὐτάμεναι. Ταύτην τρῶσαι. Διὰ τί κατὰ τῆς χειρὸς τιτρώσκεται ἡ Ἀφροδίτη; Ὅτι χειρὶ λαβομένη παρῄνει τῇ Ἑλένῃ, καὶ κακῶς ἠρέθισεν, αὐτῆς ἀκοῦσαι.

`5.133`

Ἀπέβη. Ἀπῆλθεν, ἐχωρίσθη.

`5.134`

Ἐξαῦτις. Ἐκ δευτέρου. Ἰών. Πορευθείς.

`5.135`

Καὶ πρίν περ. Καί περ τὸ πρότερον.

`5.136`

Τρὶς τόσσον. Τρὶς τοσοῦτον. Ἕλε. Νῦν, ἔλαβεν.

`5.137`

Ὅν ῥα. Ὅντινα δή. Ἀγρῷ. Ἀγροικίᾳ. Εἰροπόκοις. Ἔρια ἐχούσαις. Ὀΐεσσι. Προβάτοις.

`5.138`

Χραύσῃ. Ἀμύξῃ ἐπʼ ὀλίγον, τὸν χρῶτα ἐπιξύσῃ. Ὑπεράλμενον. Ὑπεραλλόμενον.

`5.139`

Οὐ προσαμύνει. Οὐ προσβοηθεῖ.

`5.140`

Σταθμούς. Τὰς ἐπαύλεις. Δύεται. Κρύπτεται. Τὰ δʼ ἔρημα φοβεῖται. Τὰ δὲ βοσκήματα, ἠρημωμένα τῆς τοῦ ποιμένος βοηθείας, φεύγει. Τινὲς δὲ, ὅπέρ ἐστι βέλτιον, ἐπὶ τοῦ ποιμένος τοῦτο νοοῦσιν. Ὅτι καταδύεται εἰς τὴν ἔπαυλιν φοβούμενος τὴν ἐρημίαν. Οὐδέ ποτε γὰρ ὁ Ποιητὴς οὐδετέρως λέγει τὰ πρόβατα, εἰ μὴ ἀναφέροιτο ἐπὶ τὰ μῆλα ἢ θρέμματα.

`5.141`

Ἀγχιστῖναι. Ἐπάλληλοι, πυκναὶ, πλησίον, ἅμα ἀλλήλοις. Κέχυνται. Κεῖνται ἀθρόαι.

`5.142`

Βαθέης ἐξάλλεται αὐλῆς. Ἀντὶ τοῦ εἰσάλλεται εἰς τὴν βαθείαν ἔπαυλιν ἔνδον, ἤτοι ὑπεράλλεται.

`5.143`

Μεμαώς. Προθυμούμενος.

`5.146`

Κληῖδα. Τὴν κατακλεῖδα. Παρὰ τὸ κατακλείεσθαι ὑπʼ αὐτῆς τόν τε αὐχένα, καὶ τὸν ὦμον. Καὶ Δημοσθένης φησί· τὴν κλεῖν κατεαγότα.

`5.147`

Ἐέργαθεν. Ἐχώρισεν, ἀπέκοψε.

`5.148`

Μετῴχετο. Μετήρχετο, ἐπορεύετο.

`5.149`

Ὀνειροπόλοιο. Ὀνειροκρίτου, περὶ τὴν ὀνειράτων κρίσιν ἀναστρεφομένου.

`5.150`

Οὐκ ἐρχομένοις. Οὐχʼ ὑποστρέφουσιν. Τὸ δὲ ὅλον· οἷστισι μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους. Ἔστι γὰρ ἕν τι τῶν ἀμφιβόλων. Ἤτοι γε ἐμαντεύσατο ὡς οὐκ ἐπανερχομένοις. ἢ ἐν ἤθει λέλεκται, καὶ οὐ προεῖπε διὰ τῶν ὀνείρων ὅτι ἀναιρεθήσονται. οὐχʼ ὅτι οὐδαμῶς ἔκρινεν αὐτοῖς ἐρχομένοις ὁ πατὴρ τοὺς ὀνείρους, καὶ τὰ συμβησόμενα ἐμαντεύσατο· ἀλλʼ, ὅτι οὐκ ἐπανήξουσιν ἀπὸ τοῦ πολέμου, ἔκρινεν αὐτοῖς τοὺς ὀνείρους. Ὀνείρους. Ἐνύπνια.

`5.151`

Σφέας. Αὐτούς.

`5.152`

Μετὰ Ξάνθον. Ἐπὶ τὸν Ξάνθον.

`5.153`

Ἄμφω. Ἀμφότεροι. Τηλυγέτω. Μονογενεῖς, ἀγαπητοί. Τείρετο. Κατεπονεῖτο. Λυγρῷ. Χαλεπῷ.

`5.154`

Ἐπὶ κτεάτεσσιν. Ἐπὶ τοῖς κτήμασι. Λιπέσθαι. Καταλιπεῖν.

`5.155`

Ἐξαίνυτο. Ἀφείλετο.

`5.156`

Πατέρι δέ. Τῷ δὲ πατρί. Γόον. Θρῆνον.

`5.157`

Λεῖπε. Κατέλιπε. Ζώοντε. Ζῶντας.

`5.158`

Χηρωσταί. Οἱ χήρου καὶ ἄπαιδος κληρονόμοι. Οἱ κατʼ οὐδένα τρόπον προσήκοντες τῷ γένει. Διὰ κτῆσιν δατέοντο. Διαμερίζονται τὴν οὐσίαν.

`5.160`

Ἐόντας. Ὄντας.

`5.161`

Θορών. Ἐφορμήσας. Ἐάξει. Κατεάξει, συντρίψει.

`5.162`

Πόρτιος. Δαμάλεως, μόσχου. Προτάξας τὸ εἶδος, γένος ἐπήγαγε. Ξύλοχον κάτα. Κατά τινα ὑλώδη καὶ σύνδενδρον τόπον. Βοσκομενάων. Βοσκομένων. Ὁ τρόπος ἐπέκτασις.

`5.164`

Βῆσε. Κατεβίβασεν. Ἐσύλα. Ἐσκύλευε.

`5.165`

Μετὰ νῆας. Ἐπὶ τὰς ναῦς.

`5.166`

Ἀλαπάζοντα. Κενοῦντα, πορθοῦντα, φθείροντα. κυρίως δὲ κενοῦντα. Διὸ καὶ Ἀθηναῖοι τὰ κενώματα λάπαθα καλοῦσιν.

`5.167`

Ἄν τε μάχην. Κατὰ τὴν μάχην. Ἀνὰ κλόνον. Κατὰ τὸν θόρυβον, καὶ κατὰ τὴν ταραχήν. Ἐγχειάων. Δοράτων.

`5.170`

Πρόσθʼ αὐτοῖο. Ἔμπροσθεν αὐτοῦ. Ἀντίον. Ἐξ ἐναντίας.

`5.171`

Ποῦ τοι τόξον. Ποῦ σοι ἡ διὰ τῶν τόξων τέχνη. Ἰδὲ πτερόεντες ὀϊστοί. Καὶ τὰ ταχέα ἤτοι ἐπτερωμένα βέλη.

`5.172`

Ἐρίζεται. Ἐρίζει, ἁμιλλᾶται.

`5.173`

Σέο. Σοῦ. Εὔχεται. Καυχᾶται.

`5.174`

Ἄφες. Ἐπίπεμψον. Διῒ χεῖρας ἀνασχών. Εὐξάμενος τῷ Διΐ.

`5.175`

Ὅστις ὅδε. Ὅστις ποτέ ἐστιν οὗτος. Κρατέει. Κρατεῖ, ἄρχει.

`5.176`

Ἐπεί. Σύνδεσμος παραπληρωματικὸς, δηλῶν τὸ ἐπειδή. Γούνατʼ ἔλυσε. Περιφραστικῶς, ἀνεῖλε.

`5.177`

Κοτεσσάμενος. Ὀργισθείς.

`5.178`

Ἱρῶν. Ἱερείων, θυσιῶν. Μηνίσας. Ὀργισθείς. Ἐπιμῆνις. Ἐπίμονος ὀργή. Ἡ ἐπὶ περισσὴ, ὡς τὸ, Βοῶν ἐπιβουκόλος ἀνήρ.

`5.181`

Ἐΐσκω. Εἰκάζω, ὁμοιῶ.

`5.182`

Ἀσπίδι γιγνώσκων. Ἀπὸ τῆς ἀσπίδος γνωρίζων. Αὐλώπιδι. Αὐλίσκον ἐχούσῃ, καθʼ οὗ πήγνυται ὁ λόφος. Ἵνʼ ᾖ περικεφαλαίας εἶδος, λόφον εἰς ὀξὺ ἀνατεταμένον ἐχούσης. Τρυφαλείῃ. Φαλοὺς ἐχούσῃ τρεῖς. Φαλοὶ δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας χρυσοῖ ἧλοι, ἢ ἀστερίσκοι.

`5.183`

Σάφα. Σαφῶς, ἀληθῶς, ἀσφαλῶς.

`5.184`

Εἰ δʼ ὅγʼ ἀνήρ. Εἰ δὲ οὗτός ἐστιν ὁ ἀνήρ. Ὅν φημι. Ὃν ἐγὼ ἀπεικάζω.

`5.185`

Οὐχ ὅγε. Οὐχ οὗτος. Τάδε. Ταῦτα. Ἄγχι. Ἐγγύς.

`5.186`

Εἰλυμένος. Κεκαλυμμένος, περιβεβλημένος.

`5.187`

Κιχήμενον. Καταλαμβάνοντα, ἢ ὡρμημένον. Ἔτραπεν. Ἔτρεψεν. Ἄλλῃ. Ἀλλαχόσε.

`5.188`

Ἐφῆκα. Ἐπέπεμψα.

`5.189`

Διὰ θώρηκος γυάλοιο. Διὰ τοῦ κοίλου θώρακος.

`5.190`

Ἐφάμην. Ἐλογισάμην. Ἀϊδωνῆϊ. Τῷ Ἅιδῃ.

`5.191`

Θεός νύ τις. Θεὸς δή τις. Κοτήεις. Ὀργιζόμενος.

`5.192`

Οὐ παρέασιν. Οὐ πάρεισιν. Ὧν κʼ ἐπιβαίην. Ὧν ἂν ἐπιβῶ.

`5.193`

Ἐν μεγάροισιν. Ἐν τοῖς οἴκοις.

`5.194`

Πρωτοπαγεῖς. Πρώτως πεπηγότες, νεοκατασκεύαστοι. Ἀμφὶ δὲ πέπλοι. Περὶ αὐτοὺς δὲ πέπλοι. Πέπλοι δὲ, λεπτὰ ὑφάσματα, ἢ σινδόνες. Ἔστι δὲ γυναικεῖον ἱμάτιον. ὡς ἐκεῖ·

  
Πέπλον μὲν κατέχευεν ἐανὸν πατρὸς ἐπʼ  
οὔδει. καί· Πέπλος ὅστις τοι χαριέστατος

  
ἠδὲ μέγιστος.  

`5.195`

Πέπτανται. Περιβέβληνται, ἤπλωνται. Παρὰ δέ σφιν ἑκάστῳ. Περὶ ἑνὶ δὲ ἑκάστῳ αὐτῶν. Δίζυγες. Διττοὶ ἀνὰ δύο ἐζευγμένοι.

`5.196`

Κρῖ. Κριθάς. Ἀποκοπὴ, τὸ πάθος. Ἐρεπτόμενοι. Κυρίως μὲν, ἐσθίοντες ἐκ τῆς ἔρας, ὅ ἐστι, τῆς γῆς ἀναιρόμενοι. νῦν δὲ καταχρηστικῶς ἁπλῶς ἐσθίοντες. Ὀλύρας. Εἶδος κριθώδους καρποῦ.

`5.197`

Αἰχμητά. Αἰχμητὴς, πολεμικός.

`5.198`

Ἐπέτελλε. Προσέτασσε. Ποιητοῖσι. Καλῶς κατεσκευασμένοις.

`5.199`

Ἐμβεβαῶτα. Ἐμβεβηκότα.

`5.200`

Ἀρχεύειν Τρώεσσιν. Ἡγεῖσθαι τῶν Τρώων. Λέγει δὲ τοὺς τὴν Ζέλειαν πόλιν Τροίαν κατοικοῦντας.

`5.201`

Οὐ πιθόμην. Οὐκ ἐπείσθην. Πολὺ κέρδιον ἦεν. Καταπολὺ κρεῖττον ἂν ἦν.

`5.202`

Δευοίατο. Ἐνδεεῖς γένοιντο. Φορβῆς. Τροφῆς.

`5.203`

Εἰωθότες. Εἰθισμένοι. Ἔδμεναι. Ἐσθίειν. Ἄδδην. Δαψιλῶς. Αἰολὶς ἡ διάλεκτος.

`5.204`

Ὣς λίπον. Οὕτως κατέλιπον. ἢ, διὰ τοῦτο. Πεζός. Ὁ ἐκ ποδῶν μαχόμενος. Πεζὰ γὰρ, τὰ κάτω τοῦ ποδὸς, διὸ καὶ ἀργυρόπεζα.

`5.205`

Πίσυνος. Πεπιστευκὼς, τεθαῤῥηκώς. Τὰ δέ με. Ταῦτα δέ με. Οὐκ ἄρα. Οὐ δή. Ὀνήσειν. Ὠφελήσειν.

`5.206`

Δοιοῖσι. Δύο. Ἀριστήεσσι. Προμάχοις. Ἐφῆκα. Ἔπεμψα.

`5.207`

Ἀμφοτέροιϊν. Ἀμφοτέρων.

`5.208`

Ἔσσευα. Ῥυῆναι ἐποίησα. Ἤγειρα. Παρώρμησα, προέτρεψα.

`5.209`

Κακῇ αἴσῃ. Κακῇ μοίρᾳ. Πασσάλου. Πάσσαλος, ξύλον ἐπίμηκες, ἐμπηγνύμενον πρὸς τὸ κρεμᾶσαι ὅπερ δεῖ. Ἀγκύλα. Ἐπικαμπῆ.

`5.210`

Ἑλόμην. Ἀνελαβόμην. Ἐρατεινήν. Ἐπέραστον, καλήν.

`5.211`

Ἡγεόμην Τρώεσσιν. Ἡγούμην Τρώων. Χάριν. Χάριτα, βοήθειαν.

`5.212`

Ἐσόψομαι. Ἐσίδω, θεάσομαι.

`5.213`

Ὑψηρεφές. Ὑψηλόν. μέγα.

`5.214`

Ἀλλότριος φῶς. Πολέμιος ἀνήρ.

`5.215`

Φαεινῷ. Λαμπρῷ. Ἐν πυρὶ θείην. Ἐν πυρὶ βαλῶ. Εὐκτικὸν ἀντὶ ἐνεργητικοῦ.

`5.216`

Ἀνεμώλια. Μάταια. Ὀπηδεῖ. Ἕπεται, ἀκολουθεῖ.

`5.218`

Μηδʼ οὕτως ἀγόρευε. Μὴ δὲ οὕτως λέγε. Πάρος δʼ οὐκ ἔσσεται ἄλλως. Πρὸς τὸ παρὸν οὐ πράξομεν ἄλλως.

`5.219`

Πρίν γʼ ἐπὶ νῲ τῷδʼ ἀνδρί. Πρὶν ἡμᾶς κατὰ τοῦδε τοῦ ἀνδρός.

`5.220`

Ἐλθόντε. Ἀπαντήσαντες, συνελθόντες. Σὺν ἔντεσι. Σὺν τοῖς ὅπλοις. Πειρηθῆναι. Ἀπόπειραν λαβεῖν.

`5.221`

Ὀχέων. Ἁρμάτων. Ἐπιβήσεο. Ἐπίβηθι. Ὄφρα ἴδηαι. Ὅπως μάθῃς.

`5.222`

Τρώϊοι. Ἀπόγονοι τῶν Τρωὸς ἵππων. ἢ, οἱ τῷ Τρωῒ χεχαρισμένοι, ἀντὶ τῆς ἁρπαγῆς Γανυμήδους.

`5.223`

Κραιπνά. Κραιπνῶς, ταχέως. Ἔνθα καὶ ἔνθα. Ἔνθα κἀκεῖσε. Διωκέμεν ἠδὲ φέβεσθαι. Διώκειν καὶ φεύγειν.

`5.224`

Σαώσετον. Σώσουσιν. Εἴπερ ἂν αὖτε. Εἴπερ δὴ πάλιν.

`5.225`

Ἐπὶ Τυδείδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. Ἐὰν ἡμῖν ὁ Ζεὺς δόξαν παράσχῃ ἐπὶ τῷ Τυδέως παιδὶ Διομήδει.

`5.226`

Σιγαλόεντα. Ἤτοι εὐδιάσειστα, ἢ λαμπρὰ καὶ ποικίλα τῇ κατασκευῇ, ἢ τὰ μεγάλως καὶ ποικίλως κατεσκευασμένα. τὰ θαυμαστὰ, καὶ σιωπὴν ἐκ τοῦ θαύματος, ἐντιθέμενα, οἱονεὶ σιγαλόεντά τινα ὄντα.

`5.228`

Δέδεξο. Προσδέχου, ἐπιτήρησον. Μελήσουσι. Διʼ ἐπιμελείας ἔσονται.

`5.230`

Τεὼ ἵππω. Τοὺς σοὺς ἵππους.

`5.231`

Ἡνιόχῳ εἰωθότι. Τῷ συνήθει. τῷ ἐθίσαντι αὐτοὺς ἡνιοχεῖν.

`5.232`

Οἴσετον. Οἴσουσι, κομίσουσι. Φεβώμεθα. Φεύγωμεν.

`5.233`

Μὴ τὼ μέν. Μὴ οὗτοι μέν. Δείσαντε. Φοβηθέντες. Ματήσετον. Ματαιοπραγήσωσι. ματαίαν ἔχωσι τὴν προθυμίαν. Οὐδʼ ἐθέλητον. Οὐδὲ βουληθῶσιν.

`5.234`

Ἐκφερέμεν. Ἐκφέρειν. Ἀπερέμφατον ἀντὶ ἐνεργητικοῦ. Τεὸν φθόγγον ποθέοντες. Τὴν σὴν φωνὴν ποθοῦντες.

`5.235`

Νῶϊ δʼ ἐπαΐξας. Ἡμᾶς δὲ ἐφορμήσας.

`5.236`

Αὐτώ τε. Ἀντὶ τοῦ, ἡμᾶς αὐτούς. δυϊκῶς. Ἐλάσσῃ. Ἀπελάσῃ. Μώνυχας. Μονώνυχας.

`5.237`

Τεὰ ἅρματα. Τὰ σὰ ἅρματα.

`5.238`

Ἐπιόντα. Ἐπερχόμενον. Δεδέξομαι. Ὑποδέξομαι, ἐπιτηρήσω.

`5.240`

Ἔχον. Ἤλαυνον.

`5.243`

Ἐμῷ κεχαρισμένε θυμῷ. Τῇ ἐμῇ ψυχῇ προσφιλέστατε.

`5.244`

Ὁρόω. Ὁρῶ. Ἐπὶ σοὶ μεμαῶτε. Κατὰ σοῦ προθυμουμένους.

`5.245`

Ἶνʼ ἀπέλεθρον. Δύναμιν ἀμέτρητον. Πέλεθρον, τὸ καὶ πλέθρον, μέτρον γῆς, ἔχον πήχεις ξϛʹ. δίμοιρον. Ἶνα δὲ εἴρηται ἀπὸ τῆς ὀρθῆς ἴς. Τόξων εὖ εἰδώς. Τῆς τοξικῆς ἐπιστήμων.

`5.247`

Μεγαλήτορος. Μεγαλοψύχου.

`5.248`

Ἐκγεγάμεν. Ἐκγεγεννῆσθαι.

`5.249`

Χαζώμεθʼ ἐφʼ ἵππων. Ἀναχωρῶμεν ὄντες ἐπὶ τῶν ἵππων.

`5.250`

Φίλον ἦτορ. Τὴν προσφιλεστάτην ψυχήν. Ὀλέσσῃς. Ἀπολέσῃς.

`5.252`

Μήτε φόβονδʼ ἀγόρευε. Μηδαμῶς περὶ φυγῆς λέγε. Πεισέμεν. Πείσειν. Οἴω. Οἶμαι, ὑπολαμβάνω.

`5.253`

Γενναῖον. Ἤτοι εὐγενὲς, ἢ ἐκ γένους παρεπόμενον. Ἀλυσκάζοντι. Ἐκκλίνοντι, φεύγοντι.

`5.254`

Καταπτώσσειν. Δειλιᾷν. Ἔμπεδον. Ἑδραῖον, βέβαιον.

`5.255`

Ὀκνείω. Ὀκνῶ. Ἐπιβαινέμεν. Ἐπιβαίνειν. Ἀλλὰ καὶ αὕτως. Ἀλλὰ καὶ οὕτως.

`5.256`

Ἀντίον εἶμʼ αὐτῶν. Ἐξ ἐναντίας αὐτῶν ἄπειμι. Τρεῖν. Εὐλαβεῖσθαι, φοβεῖσθαι. Οὐκ ἔα. Οὐκ ἀφίησιν, οὐ συγχωρεῖ κατὰ διάλυσιν Ὁμηρικῷ ἔθει κατὰ ἀποκοπὴν, ἀπὸ τοῦ οὐκ ἐάα.

`5.257`

Τούτω δέ. Τούτους δέ. δυϊκῶς. Πάλιν. Εἰς τοὐπίσω. Ἀποίσετον. Ἀποίσουσιν, ἀποκομίσουσιν.

`5.258`

Ἄμφω. Ἀμφοτέρους. Ἀφʼ ἡμείων. Ἀφʼ ἡμῶν. Εἰ γοῦν ἕτερός γε φύγῃσιν. Εἰ μήτι ἂν τῶν δύο ὁ ἕτερος διαφύγῃ.

`5.260`

Πολύβουλος. Πολυγνώμων, συνετή.

`5.262`

Ἐρυκακέειν. Κατέχειν. Ἐξ ἄντυγος ἡνία τείνας. Ἐξ ἄρας τὰς ἡνίας τῆς τοῦ ἅρματος περιφερείας. Λέγει δὲ, τοῦ κύκλου, τοῦ παραπεπηγότος ἐν τῷ ἅρματι πρὸς τὸ ἀνατείνειν τῷ ἐπιβάτῃ.

`5.263`

Αἰνείαο δέ. Αἰνείου δέ. Ἐπαΐξαι. Ἐφορμῆσαι.

`5.264`

Ἐκ δʼ ἐλάσαι. Ἐξελάσαι δέ. Μετά. Ἀντὶ τοῦ, πρός.

`5.265`

Εὐρύοπα. Μεγαλόφωνος.

`5.266`

Ποινήν. Ἀντέκτισιν. δωρεάν.

`5.267`

Ὑπʼ ἠώ τʼ ἠέλιόν τε. Περιφραστικῶς, ὑπὸ τὸ φῶς τοῦ κόσμου τούτου.

`5.268`

Γενεῆς. Γενεᾶς, γένους. Ἔκλεψεν. Ἐνοσφίσατο.

`5.269`

Ὑποσχών. Ὑποβαλών. Θήλεας. Θηλείας.

`5.270`

Γενέθλη. Γέννα.

`5.271`

Ἀτίταλλεν. Ἀνέτρεφε.

`5.272`

Μήστωρε φόβοιο. Ἐπιστήμονας καὶ ἐμπείρους· ὅ ἐστι, πολεμικοὺς, γενναίους. ἢ, φυγὴν ἐμποιοῦντας τοῖς πολεμίοις.

`5.273`

Ἀροίμεθα κέ. Κτησαίμεθα ἄν.

`5.275`

Τάχα. Ταχέως.

`5.277`

Καρτερόθυμε δαΐφρον. Δυναμικώτατε, ἀνδρειότατε. Ταῦτα δέ φησιν ἐν εἰρωνείᾳ. Ἀγαυοῦ. Ἀγαθοῦ, λαμπροῦ.

`5.278`

Δαμάσσατο. Ἐδάμασεν. ἀνεῖλε. Πικρός. Πικροποιὸς, ἐπίπονος.

`5.279`

Αἴκε τύχοιμι. Ἐὰν ἐπιτύχοιμι.

`5.280`

Ἦ ῥα. Οὕτως εἶπεν. Ἀμπεπαλών. Ἀνατείνας, ἀνασείσας. Προΐει. Προέπεμψε. Δολιχόσκιον. Μακρόν.

`5.282`

Πταμένη. Πτᾶσα. Πελάσθη. Προσεπελάσθη, προσήγγισε.

`5.283`

Μακρόν. Ἐξάκουστον. μέγα. Ἄϋσεν. Ἐβόησε.

`5.284`

Βέβληαι. Τέτρωσαι. Κενεῶνα. Τὸν ὑπὸ τῆς πλευρᾶς τόπον. τὸν λαγόνα. Παρὰ τὸ κενὸν αὐτὸν εἶναι ὀστέων. Διαμπερές. Διαμπὰξ, διόλου.

`5.285`

Ἀνσχήσεσθαι. Ἀνασχέσθαι, ὑπομεῖναι. Μέγʼ εὖχος. Μεγάλην δόξαν, καὶ καύχημα.

`5.286`

Οὐ ταρβήσας. Οὐ καταπλαγεὶς, οὐ φοβηθείς.

`5.287`

Ἤμβροτες. Ἥμαρτες, ἀπέτυχες. Τὸ αὐτὸ σημαίνει καὶ τὸ, οὐκ ἔτυχες. Ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω. Οὐ μὴν ὑμᾶς ὑπονοῶ.

`5.288`

Πρίν γʼ ἀποπαύσεσθαι. Πρότερον ἢ παύσασθαι.

`5.289`

Ἆσαι. Κορέσαι, πληρῶσαι. Ταλαύρινον. Ὑπομονητικόν.

`5.290`

Ὣς φάμενος. Οὕτως εἰπών. Ἴθυνεν. Ἔτρεψε. κατεύθυνεν, ἐνεχθῆναι ἐποίησε. Βέλος δὲ ἴθυνεν Ἀθήνη Ῥῖνα παρʼ ὀφθαλμόν. Καὶ τὰ ἑξῆς. Ζητεῖται, πῶς, Διομήδους ἀκοντίσαντος πεζοῦ, Πανδάρου δὲ ἐπὶ ἅρματος ὄντος, ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ κατωφερῆ πεποίηκε τὴν τρῶσιν. Ἔστι δὲ λέγειν, ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτὸ, ᾗ δυνατὸν ἦν τοῦτο ποιῆσαι. Ἔπειθʼ, ὅτι προσεπινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ καιρίως ἐτρώθη ὁ Διομήδης, οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. Οἱ δὲ, ὅτι, ἐν ἀνωμάλοις τόποις μαχομένων, εἰκὸς, τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν, τοὺς δὲ πεζοὺς ἐνίοτε ἀπὸ μετεώρου μάχεσθαι, ὥστε καὶ τὸν Διομήδην ἀφʼ ὕψους βεβληκέναι. Ἢ, ὅτι δειλωθεὶς τὴν ὁρμὴν τοῦ ἥρωος ὁ Πάνδαρος, συνεκάθισε.

`5.291`

Ῥῖνα παρʼ ὀφθαλμόν. Κατὰ τοῦ μυκτῆρος παρὰ τὸν ὀφθαλμόν. Ἐπέρησε. Διεπέρασε, διῆλθε.

`5.292`

Πρυμνήν. Ἐσχάτην. Ἐξέκοψε δὲ αὐτοῦ τὴν γλῶσσαν, διʼ ἧς ἐπιώρκησεν.

`5.293`

Ἐξελύθη. Ἐξώρμησε, διῆλθε. Νείατον. Ἔσχατον, κατώτατον.

`5.294`

Ἤριπεν. Ἔπεσεν. Ἀράβησεν. Ἤχησεν.

`5.295`

Αἰόλα. Ποικίλα. Παμφανόωντα. Πάνυ λάμποντα. Παρέτρεσαν. Διὰ δέος ἔφυγον.

`5.296`

Ὠκύποδες. Ταχεῖς. Αὖθι. Ἐπὶ τόπον αὐτόθι. Λύθη. Ἐλύθη. Ψυχή τε μένος τε. Περιφραστικῶς, ἀπέθανεν.

`5.297`

Ἀπόρουσεν. Ἀφώρμησεν.

`5.298`

Ἐρυσαίατο. Ἑλκύσειαν.

`5.299`

Ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε. Περιέβαινε δὲ αὐτῷ, καὶ ὑπερεμάχει. Λέων ὥς. Ὡς λέων. Ἀλκὶ πεποιθώς. Τῇ δυνάμει τεθαῤῥηκώς. Εἴρηται δὲ ἀπὸ ὀρθῆς, τῆς ἂλξ, ὡς ἀπὸ τῆς πλάξ.

`5.301`

Ὅστις τοῦγε. Ὅστις τούτου.

`5.302`

Σμερδαλέα. Καταπληκτικὰ, φοβερά. Ἰάχων. Ἐκβοῶν, κράζων. Χερμάδιον. Χειροπληθῆ λίθον.

`5.303`

Μέγα ἔργον. Μέγα βάρος. Φέροιεν. Κομίζοιεν.

`5.304`

Οἷοι. Ὁποῖοι. Ῥέα. Ῥᾳδίως, εὐκόλως. Πάλλεν. Ἐκίνει, ἔπαλλεν. Οἶος. Μόνος.

`5.305`

Ἰσχίον. Τὸ ὑπὸ τὴν ὀσφὺν ὀστέον, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται, καὶ κοτύλη, παρὰ τὴν κοιλότητα. Ἐνστρέφεται. Ἔνδον στρέφεται. Κοτύλη δὲ, αἱ ἐν τοῖς ἰσχίοις κοιλότητες, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται.

`5.307`

Θλάσε. Περιέθραυσε. Πρὸς δʼ ἄμφω ῥῆξε τένοντε. Πρὸς δὲ καὶ ἀμφότερα ἀπέῤῥηξε τὰ κατατεινόμενα νεῦρα.

`5.308`

Ὦσεν. Ἀπώσατο, ἀπέσυρε. Ῥινόν. Τὸ δέρμα. Τρηχύς. Τραχύς.

`5.309`

Γνύξ. Ἐπὶ γόνυ. Ἐριπών. Πεσών. Ἐρείσατο. Ἐπερείσθη. Παχείῃ. Ἰσχυρᾷ.

`5.310`

Κελαινή. Σκοτεινὴ, φοβερά.

`5.311`

Καί νύ κεν. Καὶ δὴ ἄν. Ἔνθʼ ἀπόλοιτο. Τότε ἀπώλετο, ἠφάνιστο.

`5.312`

Εἰ μὴ ἄρʼ. Εἰ μὴ δή. Ὀξὺ νόησεν. Ὀξέως καὶ ταχέως ἐθεάσατο.

`5.313`

Ἥ μιν. Ἥτις αὐτόν. Ὑπʼ Ἀγχίσῃ. Συγγενομένη τῷ Ἀγχίσῃ. Βουκολέοντι. Βοῦς νέμοντι.

`5.314`

Ἀμφὶ δὲ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ. Περιέθηκε δὲ τῷ ἑαυτῆς παιδὶ τοὺς λευκοὺς πήχεις. τουτέστι, περιεπτύξατο καὶ ἐνηγκαλίσατο αὐτόν. Ἑόν. Ἴδιον. Ἐχεύατο. Περιεπτύξατο, περιέλαβε. Πήχεε λευκώ. Τοῖς λευκοῖς πήχεσι. λέγει δὲ ταῖς χερσὶν, ἀπὸ μέρους.

`5.315`

Πρόσθεν δέ οἱ. Ἔμπροσθεν δὲ αὐτοῦ. Οὐχ ὡς ἄτρωτον δὲ περιβάλλει αὐτῷ τὸν πέπλον, ἀλλʼ ἵνα κρύψῃ αὐτόν. Φαεινοῦ. Λαμπροῦ. Πτύγμʼ ἐκάλυψεν. Ἀντὶ τοῦ, διπλῷ τῷ πέπλῳ.

`5.316`

Ἕρκος. Περίφραγμα, τειχίον. Ἔμεν. Ὑπάρχειν, εἶναι. Ταχυπώλων. Ἱππικῶν, πολεμικῶν.

`5.317`

Ἕλοιτο. Ἀφέλοιτο.

`5.318`

Ὑπεξέφερεν. Ἠρέμα ἐξέφερεν.

`5.319`

Ἐλήθετο. Ἐπελάθετο. Συνθεσιάων. Συνθηκῶν, ἐντολῶν.

`5.320`

Τάων. Τούτων. Ἐπέτελλε. Προσέταττεν.

`5.321`

Ἠρύκακε. Κατέσχε.

`5.322`

Νόσφι. Χωρὶς, πόῤῥω. Φλοίσβου. Ταραχῆς, θορύβου.

`5.323`

Ἐπαΐξας. Ἐφορμήσας.

`5.324`

Ἐξέλασεν. Ἐξήγαγεν, ἤλασεν.

`5.325`

Ὃν περὶ πάσης τῖεν ὁμηλικίης. Ὃν ὑπὲρ πάντας ἐτίμα τοὺς ὁμήλικας.

`5.326`

Ὅτι οἱ. Ὅτι αὐτῷ. Ἄρτια. Ὑγιῆ, ἡρμοσμένα.

`5.328`

Ὧν ἵππων. Τῶν ἰδίων ἁρμάτων.

`5.329`

Μέθεπε. Κατόπιν Ἀφροδίτης ἐδίωκε. Κρατερώνυχας. Ἰσχυροὺς ὄνυχας ἔχοντας.

`5.330`

Ἐμμεμαώς. Προθυμούμενος. Ὅδε Κύπριν ἐπῴχετο. Ἐπὶ Ἀφροδίτην ὥρμα. Οὕτως γὰρ ἐκλήθη ἡ θεὸς, παρόσον ἐν τῇ Κύπρῳ μεγάλως τιμᾶται. Νηλέϊ. Ἀνηλεεῖ, σκληρῷ.

`5.331`

Γιγνώσκων. Ἐπιστάμενος. Ἄναλκις. Ἀσθενής. Θεάων. Τῶν θεῶν. θηλυκῶς. Ἡ διάλεκτος Βοιωτῶν.

`5.332`

Τάων. Τούτων. Αἵ. Αἵτινες. Κοιρανέουσι. Διατάσσουσι.

`5.333`

Πτολίπορθος. Πόλεις πορθοῦσα, πολεμική. Ἡ γὰρ αὐτὴ Ἐνυὼ, δαίμων ἐστὶ πολεμική. ἧς οἱ νεώτεροι Ποιηταὶ υἱὸν εἶναι φασὶ τὸν Ἄρεα. καὶ διὰ τοῦτο καλεῖσθαι Ἐνυάλιον, μητρωνυμικῶς.

`5.334`

Ὅμιλον. Πλῆθος, θόρυβον. Ἀπὸ τῆς παρακολουθούσης ἐν ὄχλῳ ὁμιλίας. Ὀπάζων. Νῦν κατόπιν διώκων. Ἡ γὰρ λέξις αὕτη πλείονα σημαίνει. ποτὲ μὲν τὸ περιποιεῖν καὶ διδόναι. ὡς ἐκεῖ· Τρωσὶ μὲν καὶ Ἕκτορι κῦδος ὀπάζει. ποτὲ δὲ τὸ καταφέρεσθαι. ὡς ἐν ἐκείνοις· Χειμάῤῥους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ. ποτὲ δὲ, τὸ ἐπιλέγεσθαι· ὡς ἐκεῖ· Ἢ καὶ νεώτερον υἱὸν ὀπάσσατο. Κυδαλίμοιο. ποτὲ δὲ τὸ διώκειν. ὡς ἐνθάδε· Ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων.

`5.336`

Ἄκρην οὔτασε χεῖρα. Ἐκ τοῦ σύνεγγυς ἄκραν τὴν χεῖρα αὐτῆς ἔτρωσε. Μετάλμενος. Ἐφαλλόμενος.

`5.337`

Ἀβληχρήν. Ἀσθενῆ, ἁπαλήν. Εἶθαρ. Εὐθέως, καὶ παραχρῆμα. Ἀντετόρησε. Διῆλθε, διέτρησεν.

`5.338`

Ἀμβροσίου. Θείου. Ὅν οἱ. Ὅνπερ αὐτῇ. Κάμον. Ἔκαμον κατασκευάζουσαι.

`5.339`

Πρυμνόν. Τὸ ἔσχατον. Ὑπὲρ τὸ κοῖλον τῆς χειρός. Λέγει δὲ τὸ μεταξὺ τοῦ λιχανοῦ δακτύλου καὶ τοῦ μεγάλου. τὸ σαρκῶδες καὶ κοῖλον τῆς χειρός. Ῥέεν. Ἔῤῥει, ἐφέρετο. Ἄμβροτον. Θεῖον, οὗ οὐ μετέχουσιν οἱ ἄνθρωποι.

`5.340`

Ἰχώρ. Ὑγρασία τὶς διεφθαρμένης σαρκὸς ὕφαιμος. Οἷος. Ὁποῖος. Μακάρεσσι. Τοῖς μακαρισμοῦ ἀξίοις θεοῖς.

`5.341`

Οὐ γὰρ σῖτον ἔδουσιν. Οὐ διὰ τὸ μὴ ἄρτον αὐτοὺς ἐσθίειν, μήτε οἶνον πίνειν, θεοὶ ὑπάρχουσιν, ἀλλὰ διὰ τὸ ἀθανάτους εἶναι τῶν τοιούτων τροφῶν ἀπέχονται. Οὐ γὰρ σῖτον ἔδουσι. Καὶ μὴν πολλὰ τῶν ζώων οὐ σῖτον ἔδουσιν, οὐκ οἶνον πίνουσι, καὶ οὔτε ἄναιμα, οὔτε ἀθάνατά εἰσι. Τοίνυν προσυπακουστέον τὸ, οὐκ ἔδουσι σῖτον, ἀλλʼ ἀμβροσίαν. οὐ πίνουσιν αἴθοπα οἶνον, ἀλλὰ νέκταρ. Ἔδουσιν. Ἐσθίουσιν. Αἴθοπα. Μέλανα.

`5.342`

Τοὔνεκα. Τούτου χάριν. Ἀναίμονες. Ἄνευ αἵματος. Ἀναίμονες μὲν, ἐπεὶ οὐ τρέφονται· ἀθάνατοι δὲ, ὅτι ἀναίμονες. Ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίγνεται.

`5.343`

Ἰάχουσα. Βοήσασα, κράξασα. Κάββαλε. Κατέβαλε.

`5.344`

Μετὰ χερσί. Διὰ τῶν ἑαυτοῦ χειρῶν. Ἐρύσατο. Ἐφύλαξεν, ἔσωσε.

`5.345`

Κυανέῃ νεφέλῃ. Μελαίνῃ νεφέλῃ. Λέγει δὲ, τῇ ἀορασίᾳ.

`5.347`

Τῇ δʼ ἐπί. Ἐπὶ ταύτῃ δέ.

`5.348`

Εἶκε. Ὑποχώρει. Δηϊοτῆτος. Τῆς μάχης. Παρὰ τὸ ἐν αὐτῇ πολλοὺς δῃοῦσθαι, ὅ ἐστι, κόπτεσθαι.

`5.349`

Ἢ οὐχ ἅλις. Ἢ οὐχ αὔταρκες. Ἀνάλκιδας. Ἀσθενεῖς. Ἠπεροπεύεις. Ἀπατᾷς διὰ τοῦ ἔρωτος τοὺς ἄνδρας.

`5.350`

Πωλήσεαι. Φοιτήσεις, παραγενήσῃ, ἢ ἀναστραφήσῃ.

`5.351`

Ῥιγήσειν. Φρίξειν, εὐλαβηθῆναι. Ἑτέρωθι. Ἀλλαχόσε. Πύθηαι. Ἀκούσῃς, γνῷς. Ὁ δὲ λόγος· ἐὰν πάλιν ἔλθῃς εἰς πόλεμον, τηνικαῦτα σε κακῶς διάθωμαι, ὡς καὶ ἄλλοθί που πόλεμον ἀκούσασαν εὐλαβηθῆναι.

`5.352`

Ἀλύουσα. Ἀδημονοῦσα, καὶ οἷον λύσιν μὴ εὑρίσκουσα τῶν κακῶν. Αἰνῶς. Δεινῶς, χαλεπῶς.

`5.353`

Ἑλοῦσα. Λαβομένη. Ποδήνεμος. Τοῖς ποσὶ ταχεῖα. Ἔξαγʼ ὁμίλου. Ἐξήγαγε τοῦ πλήθους.

`5.354`

Ἀχθομένην. Ὀδυνωμένην, βαρουμένην. Ὀδύνῃσιν. Ὀδύναις. Μελαίνετο δὲ χρόα καλόν. Μέλαν τὸ σῶμα αὐτῆς ἐγίγνετο, ὅ ἐστιν, ἐπελιδνοῦτο τὸ καλὸν αὐτῆς σῶμα.

`5.355`

Ἐπʼ ἀριστερά. Ἐπὶ τὸ ἀριστερὸν τῆς μάχης μέρος. Θοῦρον. Τὸν ὁρμητικὸν καὶ πολεμιστήν.

`5.356`

Ἠέρι δʼ ἔγχος ἐκέκλιτο, καὶ ταχέʼ ἵππω. Ἀντὶ τοῦ, ὁμίχλῃ δὲ αὐτοῦ ἐκεκάλυπτο τὸ δόρυ καὶ οἱ ἵπποι. ὅ ἐστιν, ἀόρατος ἦν. Ἐκέκλιτο. Περιεκέκλιτο, περιέκειτο. Καὶ ταχέʼ. Ἀντὶ τοῦ, οἱ ταχεῖς.

`5.357`

Γνύξ. Ἀντὶ τοῦ, ἐπὶ γόνυ. Ἐριποῦσα. Πεσοῦσα.

`5.358`

Χρυσάμπυκας. Χρυσοχαλίνους, ἀπὸ μέρους, ἢ, χρυσοκόμους. Κυρίως γὰρ ἄμπυξ καλεῖται σειρὰ κατάχρυσος, ἡ ἀπὸ μετώπου τεινομένη, ᾗ συνδοῦνται αἱ τρίχες. Ἤιτεεν. Ἤιτει.

`5.359`

Φίλε. Προσφιλέστατε. Κασίγνητε. Ἀδελφέ. Ἐκκόμισαι. Ἐπιμελείας καταξίωσον, περίσωσον. Ὅθεν ἱπποκόμοι, οἱ ἐπιμελούμενοι τῶν ἵππων.

`5.360`

Ἵνα. Ὅπου. Ἕδος. Ἕδρασμα, κάθισμα, οἶκος.

`5.361`

Λίην. Λίαν, πάνυ. Ἄχθομαι. Βαροῦμαι ὑπὸ τοῦ τραύματος.

`5.362`

Ὃς νῦν γε καὶ ἂν Διῒ πατρὶ μάχοιτο. Ὃς οὐκ ἂν ἀπόσχοιτο οὔτε τῆς πρὸς τὸν Δία μάχης.

`5.364`

Ἀκηχεμένη. Λυπουμένη.

`5.365`

Πὰρ δέ οἱ. Πὰρ αὐτὴν δέ. Λάζετο. Ἐλάμβανε.

`5.366`

Μάστιξεν. Ἔπληξεν. Ἐλάαν. Ἐλαύνειν. Οὐκ ἄκοντε. Οὐκ ἀπροθύμως, ἀλλὰ προθύμως. Πετέσθην. Ἔτρεχον. ὑπερβολικῶς.

`5.367`

Αἰπύν. Ὑψηλόν.

`5.368`

Ποδήνεμος. Τοῖς ποσὶ ταχεῖα.

`5.369`

Παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ. Παρέβαλε δὲ αὐτοῖς τὸ θεῖον ἔδεσμα. Ὅ ἐστι, τροφήν.

`5.371`

Ἀγκάς. Εἰς τὰς ἀγκάλας. Ἐλάζετο. Ἐλάμβανε. Θυγατέρα ἥν. Τὴν ἑαυτῆς θυγατέρα.

`5.373`

Τίς νύ σε. Τίς δή σε. Τοιάδʼ ἔρεξε. Τοιαῦτα εἰργάσατο, ἢ ἔδρασεν. Οὐρανιώνων. Τῶν ἐν οὐρανῷ οἰκούντων θεῶν, ἢ ἀπὸ τοῦ Οὐρανοῦ τὸ γένος ἐχόντων.

`5.374`

Μαψιδίως. Ματαίως. Ῥέζουσαν. Πράττουσαν. Ἐνωπῇ. Ἐν ὄψει, φανερῶς.

`5.376`

Οὖτά με. Ἔτρωσέ με. Ὑπέρθυμος. Μεγαλόψυχος, γενναῖος.

`5.377`

Ὑπεξέφερον. Ὑπεκόμιζον, ἐξέφερον.

`5.378`

Ἐστίν. Ὑπάρχει.

`5.379`

Οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή. Δεινὴ μάχη. Προσληπτέον δὲ τὸ, ἐστί.

`5.382`

Τέτλαθι. Καρτέρησον. ὑπόμεινον. Ἀνάσχεο. Ἀνάσχου. Κηδομένη περ. Καίπερ λυπουμένη.

`5.383`

Τλῆμεν. Ἐκαρτερήσαμεν, ὑπεμείναμεν.

`5.384`

Ἐξ ἀνδρῶν, χαλεπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες. Ὑπὸ ἀνθρώπων, ἀλλήλους κακῶς πράσσοντες.

`5.385`

Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης. Ἐκαρτέρησε μὲν ὁ Ἄρης, καὶ ὑπέμεινεν. Ὦτος δὲ καὶ Ἐφιάλτης, Ἀλωέως παῖδες, καὶ Ἰφιμεδείας, κατʼ ἐπίκλησιν δὲ Ποσειδῶνος, μέγιστοι καὶ ἰσχυροὶ γενόμενοι, ἔπαυσαν τοὺς πολέμους. Διὸ ἐμυθεύθη, ὅτι ἔδησαν τὸν Ἄρην. Τλῆ μὲν Ἄρης. Ἀρίσταρχος ἀξιοῖ τὰ φραζόμενα ὑπὸ τοῦ Ποιητοῦ μυθικώτερον ἐκδέχεσθαι, κατὰ τὴν Ποιητικὴν ἐξουσίαν, μηδὲν ἔξω τῶν φραζομένων ὑπὸ τοῦ Ποιητοῦ περιεργαζομένους. Ὦτος οὖν καὶ Ἐφιάλτης γόνῳ μὲν ἦσαν Ποσειδῶνος, ἐπίκλησιν δὲ Ἀλωέως. Οὗτοι, ὑπερφυεῖς κατὰ μέγεθος γενόμενοι, τὸν Ἄρην παρʼ αὑτοῖς ἔδησαν. Χρόνου δὲ διελθόντος, ἡ Ἐρίβοια, μητρυιὰ μὲν τούτων, γυνὴ δὲ Ἀλωέως, ἔπεισε τὸν Ἑρμῆν, ὅπως κλέψῃ τὸν Ἄρην, κἀκείνους αὐτοὺς, ἀντὶ τῶν δεσμῶν, εἰσπράξηται τιμωρίαν. Ὁ δὲ, πεισθεὶς, τοῦτο ἐποίησεν. Οἱ δὲ οὐδὲ τότε τῆς ὑπερηφάνου ἀδικίας ἐπαύσαντο, ἀλλὰ Ἥραν καὶ Ἄρτεμιν ἐπείραζον. Ἀγανακτήσασα δὲ Ἄρτεμις, κυνηγετοῦσιν αὐτοῖς ἔπεμψεν ἔλαφον, ἥτις μεταξὺ τῶν δύο εἰσελθοῦσα, παραιτία τελευτῆς αὐτοῖς ἐγένετο. Προϊέμενοι γὰρ ὡς ἐπʼ αὐτὴν τὰ δόρατα ἀμφότεροι, τῆς μὲν ἀπέτυχον, ἀλλήλους δὲ πλήξαντες, ἀπέθανον. Ἄλλοι δὲ πιθανώτερον ἐξηγούμενοι τὰ Ὁμήρου, τοὺς Ἀλωείδας τούτους φασὶ γενέσθαι βασιλεῖς τῆς Ἑλλάδος. Πολλῆς δὲ καὶ βαρβάρου γῆς ἐπικρατήσαντας, καταπαῦσαι τὸν πόλεμον, καὶ τὰς εἰς αὐτὸν παρασκευὰς, καὶ ἐν εἰρήνῃ ποιῆσαι βιοτεύειν τοὺς ἀνθρώπους. Διὰ τούτου ἔδοξαν δῆσαι τὸν Ἄρην, τουτέστι, τὸν πόλεμον. Οἱ νεώτεροι δὲ ἱστοροῦσι ποιηταὶ, μόνον τὸν Ἄρην ἀπολειφθέντα τῶν ἄλλων θεῶν ἐν τοῖς Ὑπερβορέοις μέρεσι συλληφθῆναι, καὶ συνδεθῆναι ὑπὸ τῶν Ἀλωειδῶν, καὶ διατεθῆναι εἰς Κέραμον, πόλιν τῆς Καρίας καὶ ἐνταῦθα βασανισθῆναι μησὶ τρισκαίδεκα, μέχρις οὗ ἡ Ἐρίβοια, ἡ τῶν Ἀλωειδῶν μητρυιὰ, ἐμήνυσε τῷ Ἑρμῇ, ὁ δὲ ἐξέκλεψεν αὐτόν. Οἱ δέ φασιν, ἐν τῇδε τῇ ἱστορίᾳ περὶ τῶν μετεώρων διαλέγεσθαι τὸν Ὅμηρον, μαθηματικὸν ὄντα. Ἐπεὶ γὰρ ὁ Ἄρεος ἀστὴρ, ὁ Σιδήρειος καλούμενος, ἐν τῷ Λέοντι γιγνόμενος, ὀκτὼ μησὶ στηρίζει, κατὰ τοῦτο λέγειν τὸν Ποιητήν· Χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας· τῷ πλείονι ἀριθμῷ χρησάμενον διὰ τὸ ἄστρον. Χάλκεον δὲ πίθον λέγει τὸν λέοντα. Ἐν γὰρ τῷ ζωδίῳ τούτῳ γενόμενος ὁ ἥλιος, ἔξοπτα ποιεῖ, καὶ μεγάλα καύματα, ὥς φησι καὶ Ἄρατος· Ἔνθα μὲν ἠελίοιο θερείτατοί εἰσι κέλευθοι. Αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι· Ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντι. Βέλτιον λέγειν δὲ, ὅτι φιλοσοφεῖν βούλεται διὰ τῆσδε τῆς ῥαψῳδίας, ὡς καὶ διʼ ὅλης τῆς ποιήσεως. Ἄρην οὖν ὀνομάζει τὸν θυμὸν, Ὦτον δὲ καὶ Ἐφιάλτην, τοὺς ἐν παιδείᾳ λόγους. τούτῳ γὰρ ὁ μέν τις ἐκ μαθήσεως καὶ διδασκαλίας κινεῖται· ὁ δὲ ἕτερός ἐστιν ἐνδιάθετος, καὶ ἐκ φύσεως παρεπόμενος τοῖς ἀνθρώποις. Τὸν μὲν οὖν διὰ τῆς μαθήσεως διδασκόμενον λόγον, Ὦτον προσηγόρευσεν, ὅτι διὰ τῶν ὤτων αὐτὸν καὶ τῆς ἀκοῆς ἐκμανθάνομεν παιδευόμενοι. Τὸν δὲ ἐνδιάθετον, καὶ ἐκ φύσεως παρεπόμενον τοῖς ἀνθρώποις, Ἐφιάλτην ὠνόμασεν, οἷον τὸν αὐτομάτως ἐφαλλόμενον, ἤτʼ οὖν ἐπερχόμενον ταῖς διανοίαις ἡμῶν. Ὑπὸ τούτων δὲ ἀμφοτέρων φησὶ δεθῆναι τὸν Ἄρην, τουτέστι, τὸν θυμὸν, καὶ ἐπὶ πολὺ βασανισθῆναι. ἐπειδὴ οἱ ἐν παιδείᾳ λόγοι ἐκπαιδεύουσι καὶ διδάσκουσι τοὺς ἀνθρώπους, κατέχειν μὲν τὴν ὀργὴν καὶ ἐπιθυμίαν, ἥκιστα δὲ θυμῷ χρῆσθαι. ὅπερ φησὶν Ὅμηρος· κατέχεσθαι μὲν τὸν θυμὸν ἐπὶ τῶν λόγων τούτων, ἐπεὶ πάντοτε οἱ τῆς παιδείας λόγοι, ἐκπαιδεύουσι καὶ ἀναγκάζουσι τοὺς ἀνθρώπους μετὰ γνώμης ἅπαντα πράττειν, καὶ μὴ πολλάκις ὀργῇ χρωμένους κατὰ τῶν φίλων ἀνήκεστόν τι πράττειν. Ἐκδιδάσκουσι δὲ καὶ, ὃν τρόπον δεῖ γονέων ἐπιμελεῖσθαι, καὶ φίλων καὶ ἀδελφῶν μήδεσθαι, καὶ τῶν ἄλλων ἁπάντων. Αὖτις δὲ λυθῆναι αὐτὸν ὑπὸ Ἑρμοῦ, ἢ Ἐριβοίας, τοῦτο μηνυούσης. Ἑρμῆ πάλιν ὀνομάζων τὸν λόγον, ὅτι ἑρμηνεὺς γίγνεται πάντων ὁ λόγος. Ἐρίβοιαν δὲ ὀνομάζει τὴν στάσιν, παρὰ τὸ, μεγίστῃ φωνῇ χρῆσθαι τὰ στασιάζοντα πλήθη ἐν ταῖς πόλεσιν. ἐπειδὴ πολλάκις ὁ λόγος ἐξουσίαν δίδωσι τῷ θυμῷ, χρῆσθαι τῇ οἰκείᾳ ῥώμῃ, ὅτʼ ἂν ὑπὲρ πατρίδος δέοι, καὶ ὑπὲρ παίδων, καὶ γονέων, καὶ κτημάτων, καὶ πολιτείας, πρὸς πολεμίους ἀγωνίζεσθαι. τότε γὰρ ὁ λόγος οὐκ ἔτι κατέχει τὸν θυμὸν, οὐδὲ εἴργει χρῆσθαι τῇ οἰκείᾳ δυνάμει. ἀλλὰ τοὐναντίον αὐτὸν παρακελεύεται καὶ προτρέπεται χρῆσθαι κατὰ τῶν μὴ οἰκείων, μᾶλλον δὲ τῶν ἐχθίστων, ἵνα μὴ ὑπὸ τῶν πολεμίων ληφθέντες κακῶς πάθωμεν.

`5.386`

Ἀλωῆος. Ἀλωέως. Κρατερῷ. Ἰσχυρῷ.

`5.387`

Χαλκέῳ δʼ ἐν κεράμῳ. Χαλκῷ ἀγγείῳ, πίθῳ, ἢ δεσμῳτηρίῳ. οἱ γὰρ Κύπριοι τὸ δεσμωτήριον κέραμον καλοῦσι.

`5.388`

Καί νύ κε. Καὶ δὴ ἄν. Ἔνθα. Τότε. Ἆτος πολέμοιο. Ὁ ἀπλήρωτος καὶ ἀκόρεστος τοῦ πολέμου.

`5.389`

Εἰ μὴ μητρυιή. Ἐὰν μὴ ἡ τοῦ Ἑρμοῦ μητρυιὰ ἡ Ἐρίβοια ἀπήγγειλε τῷ Ἑρμῇ, ἵνα ἐκκλέψῃ τὸν Ἄρην τοῦ δεσμοῦ. Ἐρίβοια δὲ, ἡ ἀέρια καὶ μεγάλα βοῶσα. Ἀντίμαχος δὲ ὁ Κολοφώνιος τὴν Ἐρίβοιαν μητρυιὰν Ὤτου καὶ Ἐφιάλτου παραδίδωσι. Περικαλλής. Πάνυ καλή.

`5.390`

Ἐξήγγειλε. Παρεκάλεσεν, ἐδεήθη.

`5.391`

Ἤδη. Εὐθέως. Ἐπίῤῥημα χρόνου δηλωτικόν. Τειρόμενον. Καταπονούμενον. Ἕ. Αὐτόν. Ἐδάμνα. Ἐδάμαζε, κατεπόνει.

`5.392`

Τλῆ δʼ Ἥρη. Ἐκαρτέρησε δὲ καὶ ἡ Ἥρα. Παῖς Ἀμφιτρύωνος. Ὁ Ἡρακλῆς. Ἑκατέραις γὰρ γενεαλογίας καλεῖ αὐτὸν ὁ Ποιητὴς, ὁτὲ μὲν Διὸς υἱὸν λέγων, ὁτὲ δὲ Ἀμφιτρύωνος. Τλῆ δʼ Ἥρη. Εὔρυτος ὁ Οἰχαλίας τῆς ἐν Βοιωτίᾳ βασιλεὺς, προέθηκε τὸν τῆς θυγατρὸς Ἰόλης γάμον, τῷ κατὰ τὴν τοξικὴν αὐτὸν νικῆσαι δυναμένῳ, ἢ, ὥς τινες, τοὺς παῖδας. Παρὰ γὰρ Ἀπόλλωνος εἰλήφει τὴν τοξικήν. Ἡρακλέους δὲ διαγωνισαμένου, ἀγανακτήσας ὁ Εὔρυτος, οὐκ ἀπεδίδου τὴν κόρην. Ὀργισθεὶς δὲ Ἡρακλῆς, ἐπόρθησε τὴν Οἰχαλίαν, τὴν δὲ Ἰόλην αἰχμάλωτον ἤγαγεν. Οὐδὲ τῆς ὀργῆς ἐπαύσατο. ἀλλὰ καὶ Ἴφιτον τὸν Εὐρύτου, εἰς Τίρυνθα παραγενόμενον ἐπὶ ζήτησιν ἵππων, ξενίσας, ἀπέκτεινε. Φεύγων δὲ τὸ τοῦ φόνου μῦσος, παρεγένετο πρὸς Νηλέα, καθάρσεως τευξόμενος. Τῶν δὲ παίδων αὐτοῦ μὴ βουλομένων ὑποδέξασθαι, ὁ Νηλεὺς ἐξέβαλεν αὐτόν. Ἡρακλῆς δὲ ἐκεῖθεν χωρισθεὶς, ἐπεξενώθη Δηϊφόβῳ τῷ τῶν Ἀρκάδων βασιλεῖ. καὶ οὕτως ἐκαθάρθη τοῦ φόνου. Καὶ ὕστερον ἐπιστρατεύσας Νηλεῖ, οὐ μόνον τὴν Πύλον ἐπόρθησεν ἀλλὰ καὶ Ἥραν, Νηλεῖ συμμαχοῦσαν, ἔτρωσεν, αὐτόν τε Νηλέα τοῖς παισὶν ἅμα κτείνει, δίχα τοῦ νεωτέρου Νέστορος. Οὗτος γὰρ ἐν Γερήνοις ἀνετρέφετο, διόπερ ἐσώθη. Ὅθεν αὐτὸν Γερήνιον ὁ Ποιητὴς προσηγόρευσε.

`5.393`

Δεξιτερὸν κατὰ μαζόν. Κατὰ τὸν δεξιὸν μαζόν. Τριγλώχινι. Τρεῖς ἀκίδας ἔχοντι. τριγώνῳ.

`5.394`

Βεβλήκει. Ἀντὶ τοῦ, ἔβαλε. Τότε κέν μιν. Τότε ἂν αὐτήν. Ἀνήκεστον. Ἀνίατον, ἀθεράπευτον. Ἄλγος. Κακόν.

`5.395`

Ἀΐδης. Ἅιδης. Πελώριος. Μέγας.

`5.396`

Ὡὐτός. Ὁ αὐτὸς ἀνήρ. Δισυλλάβως δὲ ἀναγνωστέον. Υἱὸς Διὸς Αἰγιόχοιο. Ὁ Ἡρακλῆς.

`5.397`

Ἐν πύλῳ ἐν νεκύεσσι. Ὁ μὲν Ἀρίσταρχος τὸν πύλον ἀκούει κατὰ μεταπλασμὸν, ἀντὶ τοῦ, Πύλην, ὡς ἀπὸ τοῦ πολύαρνι, πολυάρνῳ. Καὶ τὸ, ἐν νεκύεσσι, κυρίως ἀκούει, ἔνθα αἱ τῶν τελευτώντων ἀναχωροῦσι ψυχαί. Ἐν πύλῳ ἐν νεκύεσσι. Ἀντὶ τοῦ, ἐν πύλῃ, πρὸς τῇ πύλῃ. Οὐ γὰρ ἐν τῇ πύλῃ τῶν πυλίων λέγει, ἀλλʼ ἐν τῇ πύλῃ τῶν νεκρῶν, κατὰ τὴν τοῦ Κερβέρου ἀναγωγήν. Ὀδύνῃσιν ἔδωκεν. Εἰς ὀδύνας ἔδωκε λυπούμενον.

`5.399`

Πεπαρμένος. Διαπεπερονημένος.

`5.400`

Ἠλήλατο. Ἐνελήλατο, ἐνήρειστο, ὑπέκειτο. Κῆδε. Ἐλύπει, ἠνία, ἐκάκου.

`5.401`

Παιήων. Ὁ τῶν θεῶν ἰατρός. Ὀδυνήφατα. Τὰς ὀδύνας καταπαύοντα καὶ φθείροντα. Πάσσων. Ἐπιβάλλων.

`5.402`

Ἠκέσατο. Ἐθεράπευσε.

`5.403`

Σχέτλιος. Ἀγνώμων, ἄδικος. Ὀβριμοεργός. Μεγάλοις ἔργοις ἐπιτιθέμενος, καὶ ἰσχυρὰ διαπραττόμενος. Ἰσχυροπράγμων. Ἰσχυρὸς ἐν τῷ ἐργάζεσθαι, ἰσχυρὰ ἐργαζόμενος. Οὐκ ὄθεται. Οὐκ ἐπιστρέφεται. Αἴσυλα. Ἁμαρτωλὰ, παράνομα. Ὁ δὲ Ἀππίων, ἐτυμολογῶν τὴν λέξιν, φησὶ, τὰ σεσυλημένα τῆς αἴσης. τουτέστιν, ἁμαρτωλά. Βέλτιον δὲ τὸ, μὴ δοκεῖν ἐγκεῖσθαι τὰ σεσυλημένα. Οὐκ ἔτι γὰρ ἡ αἴσα φανήσεται ἐγκειμένη. Ἔστιν οὖν αἴσυλα, κατὰ παράλειψιν ἑτέρου α, δηλοῦντος κειμένην, ἀαίσυλα, ἐστερημένα τῆς αἴσης, τουτέστι, τοῦ καθήκοντος.

`5.404`

Ἔκηδε. Ἐκάκου, ἐλύπει, κατεπόνει.

`5.405`

Ἀνῆκεν. Ἀνέπεισε.

`5.406`

Νήπιος. Ἄφρων.

`5.407`

Δηναιός. Πολυχρόνιος.

`5.408`

Γούνασι. Γόνασιν. Παππάζουσι. Πάππα φωνοῦσι. πατέρα καλοῦσιν. Ἐτυμολογεῖ τὰς τῶν παίδων φωνάς.

`5.412`

Αἰγιάλεια. Γυνὴ Διομήδους. Περίφρων. Περισσόφρων, ἄγαν συνετὴ, περισσῶς φρονοῦσα. Ἀδρηστίνη. Ἡ Ἀδράστου θυγάτηρ.

  
Μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη.  
Διομήδους γυνὴ Αἰγιάλεια, ἡ νεωτάτη τῶν Ἀδράστου θυγατέρων. Τρεῖς γὰρ ἔσχε θυγατέρας ὁ Ἄδραστος· ταύτην, καὶ Ἀργείαν τὴν Πολυνείκους, καὶ Δηϊπύλην τὴν Τυδέως. Τῆς οὖν μητρὸς αὐτοῦ ἀδελφὴ ἦν. Ὁ δὲ, στρατεύσας ἐς Ἴλιον, κατέλιπε τῆς ἀρχῆς καὶ τῆς οἰκίας ἐπίτροπον τὸν Σθενέλου Κομήτην. Κατέχει δὲ ὁ λόγος· τρωθεῖσαν τὴν Ἀφροδίτην ὑπὸ Διομήδους, αὐτῷ μὲν μὴ μνησικακῆσαι, διὰ τὴν τῆς Ἀθηνᾶς ἐπικουρίαν, τὴν δὲ τούτου γυναῖκα ἐκμῆναι περὶ πορνείαν, ὡς περὶ πᾶσαν τὴν τῶν νέων ἡλικίαν συγχορεύειν ἀσελγαίνουσαν· τῷ δὲ Κομήτῃ καὶ ἔρωτα τῆς Αἰγιαλείας ἐμποιῆσαι. παραγενόμενον δὲ τὸν Διομήδην ἐξ Ἰλίου, διώκειν μετὰ δορυφόρων, ἀποκτεῖναι βουλόμενον· τὸν δὲ λοιπὸν, τοῖς ἀσθενέσι βοηθήμασι χρώμενον, καταφυγεῖν ἐπὶ τὸν Ἤρας βωμόν. Μετὰ ταῦτα δὲ ἀπῇρεν εἰς Ἑσπερίαν, καὶ παραλαβεῖν λέγεται παρὰ Δαύνου τόπους τινὰς εἰς κατοικισμόν. Καὶ τέλος, ἀπορούντων αὐτοῦ τῶν ἑταίρων, καὶ λιμωττόντων, τούτους μὲν τὴν Ἀθηνᾶν εἰς ἐρωδιοὺς ἀπορνεῶσαι, τὸν Διομήδην δὲ ἐνταῦθα καταστρέψαι τὸν βίον. Ἡ δὲ ἱστορία παρὰ Λυκόφρονι. Ταύτην δὲ τὴν ἱστορίαν ὁ Ποιητὴς οὐ λέγει. ἀλλὰ τοῦτο λέγει, μὴ, μαχεσθέντος αὐτῷ τινὸς τῶν ἰσχυροτέρων θεῶν, ἀποθάνῃ, εἶτα τὸν θάνατον αὐτοῦ ἡ γυνὴ, μαθοῦσα, ἅμα τοῖς οἰκείοις αὐτοῦ θρηνήσῃ.

`5.413`

Γοόωσα. Θρηνοῦσα. Οἰκῆας. Οἰκείους, οἰκέτας. Ἐγείρῃ. Διϋπνίσῃ.

`5.414`

Κουρίδιον. Τὸν ἐκ παρθενίας ἄνδρα γεγαμηκότα αὐτήν. Ποθέουσα. Ποθοῦσα.

`5.416`

Ἰχῶρʼ. Ἰχῶρα. Λέγει δὲ θεῖον αἷμα. Ἡ ὑγρὰ θεῶν οὐσία ἰχὼρ καλεῖται. Ἀπεμόργνυ. Ἀπέψα, ἀπέμασσεν.

`5.417`

Ἄλθετο. Ἐθεραπεύετο, ἀφυγιάζετο, ὑγιὴς ἐγίγνετο. Κατηπιόωντο. Κατεπραΰνοντο.

`5.419`

Κερτομίοις. Ἐρεθιστικοῖς. Ἐρέθιζον. Παρώξυνον, ἐκίνουν.

`5.421`

Κεχολώσεαι. Ὀργισθήσῃ.

`5.422`

Κύπρις. Τὸ ἐπίθετον Ἀφροδίτης. Ὃ οὐκ ἐνόησαν οἱ πρὸ ἡμῶν, τί σημαίνει. Συμπλανηθέντες γὰρ τῷ Ἡσιόδῳ, ἔδοξαν, ὅτι Κύπρις λέγεται, ὥς φησιν Ἡσίοδος, Κυπρογένεια, διότι γεννᾶται Περικλύστῳ ἐνὶ Κύπρῳ. ὥσπερ καὶ τὴν φιλομειδῆ, ὅτι Μειδέων ἐξεφαάνθη. Ὅμηρος δʼ οὐκ εἶπεν οὕτως. ἀλλὰ, τὴν μειδιάματα φιλοῦσαν, οἷον ἱλαρὰν, διὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνουσίας. Ὥσπερ γοῦν τὸ πῦρ Ἥφαιστον λέγει ὁμωνύμως τῷ εὑρόντι, οὕτω καὶ Ἀφροδίτην ποτὲ τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκα ἂν περὶ τῶν μνηστήρων λέγει· Καὶ ἐκλελάθοντʼ Ἀφροδίτης, Ἣν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον. μίσγοντο δὲ λάθρῃ. Τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον, ἀπὸ τῆς περὶ αὐτὴν δυνάμεως Ὁμήρῳ παρείληπται. Ἔστιν οὖν κατὰ συγκοπὴν Κύπρις, οἱονεὶ κυόπορις, ἡ τὸ κύειν πορίζουσα. Ἴδιον γὰρ Ἀφροδίτης τοῦτο. Οὐ γὰρ κυΐσκουσιν αἱ γυναῖκες χωρὶς τῆς ἀφροδισιακῆς συνηθείας. Τὸ δὲ πλανῆσαν τὸν Ἡσίοδον, καὶ τοὺς ἄλλους, ἐστὶ τὸ ἐν τῇ Θ ῥαψῳδίᾳ λεγόμενον·

  
Ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομ-  
  
μειδὴς Ἀφροδίτη Ἐς Πάφον. ἔνθα δέ οἱ  
τέμενος βωμός τε θυήεις. Οὐκ, εἴτις δʼ ἔν τινι τόπῳ γεγέννηται, ἐκεῖθεν καὶ τετίμηται, καὶ διὰ τοῦτο τῷ ἐπιθέτῳ κοσμεῖται. Οὐδέποτε γοῦν Δήλιος ὁ Ἀπόλλων παρʼ Ὁμήρῳ, οὐδὲ Πύθιος. Καίτοι γε καὶ ἑκάτερον τῶν ἱερῶν οἶδε. Διʼ ὧν φησι ποτὲ μέν· Δήλῳ δήποτε τοῖον

  
Ἀπόλλωνος παρὰ βωμῷ Φοίνικος νέον ἔρνος  
ἀνερχόμενον ἐνόησα. Ποτὲ δέ· Οὐδʼ

  
ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει,  
  
Φοίβου Ἀπόλλωνος, Πυθοῖ ἐνὶ πετρηέσσῃ.  
Οὐδʼ ἐπεί φησιν· Ἵκετο δʼ εἰς Αἰγὰς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν. Αἰγαῖός ποτε εἴρηται ὁ Ποσειδῶν παρʼ Ὁμήρῳ. Καὶ ἡ Κυθέρεια δὲ, καθʼ Ὅμηρον, οὐχ ὅτι προσέκυρσε Κυθήροις. Οἶδε μὲν γὰρ τὰ Κύθηρα. Οὐκ ἀπὸ τούτου δὲ εἴρηται. Κυθέρεια δὲ, ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν πᾶσι τῆς ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον τὸν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἀφίησι. Διὰ γὰρ τοῦ κεστοῦ ταῦτα παρέπεται· Ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς, Πάρφασις, ἥτʼ ἔκλεψε νόον πύκα περ φρονεόντων. Ἐπεί τοι καὶ ἀλαλκομενηῒς Ἀθήνη παρὰ τοῖς εὖ λογιζομένοις, ἀπὸ τῆς ἐνεργείας, ἡ ἀπαλάλκουσα τῷ ἰδίῳ μένει τοὺς ἐναντίους. Οὐ γὰρ πειθόμεθα τοῖς νεωτέροις, οἵ φασιν, ἀπὸ Ἀλαλκομενοῦ τινὸς εἰρῆσθαι. Οὐδʼ, ὡς Ἐρατοσθένης παρήκουσεν Ὁμήρου, εἰπόντος, Ἑρμείας ἀκάκητα· ὁ ἀπὸ Ἀκακησίου ὄρους. ἀλλὰ, ὁ μηδενὸς κακοῦ μεταδοτικός. Ἐπεὶ καὶ δοτὴρ ἐάων. Πάντʼ οὖν ἀπὸ τῶν παρεπομένων τοῖς θεοῖς. Καὶ γὰρ ἡ Γλαυκῶπις οὐκ ἀπὸ τοῦ, Ἥτʼ ἄκρης θῖνα Γλαυκώπιον ἵζει· ἀλλʼ ἀπὸ τῆς περὶ τὴν πρόσοψιν τῶν ὀφθαλμῶν καταπλήξεως. Καί τʼ ἄλλα δὲ τῶν ἐπιθέτων ἐπιοῦσιν ἡμῖν πάρεστιν ὁρᾷν, οὐκ ἀπὸ τῶν ἱερῶν τόπων ὠνομασμένα, ἀπὸ δὲ τῶν ἐνεργειῶν τῶν ψυχικῶν, ἢ νὴ Δία συμβεβηκότων περὶ τὸ σῶμα. Ὡς, λευκώλενος Ἥρη, καὶ ἀργυρόπεζα Θέτις, καὶ, Φοῖβος Ἀπόλλων, καὶ, ἀκερσεκόμης. Καὶ πάλιν ἀπὸ πράξεων. Ὡς, ἕκατος, καὶ, ἑκατηβελέτης, καὶ, ἑκηβόλος. Ἄρτεμις δὲ καὶ, ἀγροτέρη, καὶ, ἰοχέαιρα. Καὶ πάντα τὰ παραπλήσια. Καὶ γὰρ, εἰ σπανίως, Ἑλικώνιον τὸν Ποσειδῶνα εἴρηκεν, ἀπὸ Ἑλικῶνος, ὡς Ἀρίσταρχος βούλεται. Ἐπεὶ ἡ Βοιωτία ὅλη ἱερὰ Ποσειδῶνος. Οὐ γὰρ ἀρέσκει ἀπὸ Ἑλίκης. ἐπεί φησιν·

  
Οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς  
δῶρʼ ἀνάγουσιν. Ἑλικήϊον γὰρ ἂν εἶπε, συγχωροῦντος τοῦ μέτρου. Δύναται Ἑλικώνιος λέγεσθαι, διὰ τὸ, ἕλικας καὶ περιφερεῖς εἶναι τὰς δίνας τῆς θαλάσσης. Ἔτι δʼ, εἴπερ ἦν ἡ Κύπρις ἀπὸ τῆς Κύπρου, πολλῷ μᾶλλον ἀπὸ τῆς Πάφου, ἐν ᾗ βωμός τε θυήεις αὐτῆς, Παφίη ἐλέγετο. Ἀλλʼ οὐδέποτε Παφίην εἶπε τὴν Ἀφροδίτην Ὅμηρος, ὡς οἱ νεώτεροι. Καὶ γὰρ, εἴ ποτε σπανίως ἐπίθετα ἐξενήνοχε τοπικὰ, ἐξ ἡρωϊκοῦ προσώπου κατὰ τὸ εἰκὸς αὐτὰ λέγει. Ἀχιλλεὺς μὲν γὰρ Θεσσαλὸς ὢν, φησί· Ζεῦ, ἄνα Δωδωναῖε, Πελασγικὲ, τηλόθι ναίων. Καὶ Ἑκάβη· Ἀλλʼ εὔχου σύγʼ ἔπειτα κελαινεφέϊ

  
Κρονίωνι, Ἰδαίῳ, ὅστε Τροίην  
κατὰ πᾶσαν ὁρᾶται. Ἡ γὰρ Ἴδη τῆς Τροίας, οἰκείως τε ἡ Ἑκάβη ἔσχηκε παρωνομάσαι τὸν Δία Ἰδαῖον. Ὁ δʼ Ὅμηρος οὐκ ἂν εἴποι ἀπὸ τῆς Κύπρου τὸ ἐπίθετον, ἐξ ἰδίου προσώπου λέγων· Ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ. Ἀχαιϊάδων. Τῶν Ἑλληνίδων γυναικῶν. Ἀνιεῖσα. Ἀναπείθουσα.

`5.423`

Ἕπεσθαι. Ἀκολουθῆσαι. Ἔκπαγλα. Ἐξόχως.

`5.424`

Καῤῥέζουσα. Καταρέζουσα, πλησίον παρακαθίζουσα, καταψῶσα τῇ χειρί. Ἐϋπέπλων. Ἐστολισμένων, εὐστόλων.

`5.425`

Περόνη. Πόρπη ἐν τῇ περιβολῇ. Κατεμύξατο. Κατεξέσθη. Ἀραιήν. Ἀσθενῆ. Σημαίνει δὲ καὶ λεπτήν.

`5.427`

Χρυσῆν Ἀφροδίτην. Καλὴν λέγει νῦν.

`5.428`

Οὔ τοι. Οὔ σοι. οὐδαμῶς σοι.

`5.429`

Ἱμερόεντα. Ἐπέραστα, θαυμαστά.

`5.432`

Ἐπόρουσεν. Ἐφώρμησεν.

`5.433`

Ὑπείρεχεν. Ὑπερεῖχε, προεβέβλητο, ὑπερεμάχετο.

`5.434`

Ἅζετο. Ἐσέβετο. Ἵετο. Προεθυμεῖτο.

`5.435`

Δῦσαι. Ἀποδῦσαι.

`5.437`

Ἐστυφέλιξε. Διέσεισε, διεκίνησε. Φαεινήν. Λαμπράν.

`5.438`

Ἐπέσσυτο. Ἐφώρμησε. Δαίμονι ἶσος. Θεῷ ὅμοιος, καὶ παραπλήσιος.

`5.439`

Ὁμοκλήσας. Ἐπαπειλήσας, ἐπιτιμητικῶς βοήσας.

`5.440`

Φράζεο. Σκέπτου, διαλογίζου. Φράζεο, καὶ χάζεο. Διαλογιζόμενος ἀναχώρει.

`5.441`

Φῦλον. Ἔθνος.

`5.442`

Χαμαὶ ἐρχομένων. Ἀντὶ τοῦ, ἀποθνησκόντων. ἢ, ἐπὶ γῆς βαδιζόντων. ἢ, χαμαιῤῥιφῶν. ἢ, φθαρτῶν.

`5.443`

Ἀνεχάζετο. Ἀνεχώρει. Τυτθόν. Μικρόν. ὀλίγον.

`5.444`

Ἀλευάμενος. Ἐκκλίνας.

`5.445`

Ἀπάτερθεν. Ἄπωθεν.

`5.446`

Περγάμῳ. Τῇ ἀκροπόλει τῶν Τρώων τῆς Ἰλίου οὕτω καλουμένῃ.

`5.447`

Ἰοχέαιρα. Ἡ ἰοῖς, ὅ ἐστι, βέλεσι, χαίρουσα. τοῦτʼ ἔστι, τοξική.

`5.448`

Ἀδύτῳ. Ναῷ. Ἄδυτα γὰρ καλοῦνται οἱ τόποι τῶν ἱερῶν, εἰς οὓς οὐκ ἔξεστιν εἰσιέναι πᾶσιν. Ἀκέοντο. Ἐθεράπευον, νῦν. ἢ, ἐπεμελοῦντο. ἢ, παρεμυθοῦντο. Κύδαινον. Ἐδόξαζον, πρὸς δόξαν προετρέποντο.

`5.450`

Ἴκελον. Ὅμοιον. Τοῖον. Τοιοῦτον.

`5.452`

Δῄουν. Διέκοπτον. Βοείας. Τὰς ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν.

`5.453`

Εὐκύκλους. Περιφερεῖς. Εὖ ἐχούσας ἐν τῇ περιφερείᾳ. Λαισήϊα. Βαρβαρικὰ ὅπλα, ἢ βέλη. ἢ, μικρὰ ἀσπιδίσκια, ὠμοβύρσινα σάκη, ὅπλα κοῦφα· παρὰ τὸ, ἐν τῇ λαιᾷ χειρὶ βαστάζεσθαι.

`5.454`

Θοῦρον. Ὁρμητικὸν ἐν τῷ πολέμῳ.

`5.455`

Βροτολοιγέ. Ἀνδροφόνε.

`5.456`

Ἐρύσαιο. Ἑλκύσειας.

`5.458`

Χεῖρʼ ἐπὶ καρπῷ. Ἐπὶ τὸν καρπὸν τῆς χειρός.

`5.459`

Ἐπέσσυτο. Ἐφώρμησεν.

`5.460`

Ἄκρῃ. Ἀκροπόλει.

`5.461`

Τρώων δὲ στίχας. Τοὺς δὲ Τρῶας εἰς τάξεις. Οὖλος. Ὀλέθριος. Ὤτρυνε. Παρώξυνεν.

`5.462`

Εἰδόμενος. Ὁμοιωθείς. Ἀκάμαντι. Ὄνομα κύριον. Ἡγήτορι. Ἡγεμόνι.

`5.465`

Ἐς τί ἔτι. Μέχρι τίνος.

`5.466`

Εἰσόκεν. Ἕως ἂν, μέχρις ἄν. Εὖ ποιητῇσιν. Εὖ πεποιημέναις, εὖ καὶ καλῶς κατεσκευασμέναις.

`5.467`

Ἶσον. Ἐπίσης. ὁμοίως. Ἐτίομεν. Ἐτιμῶμεν.

`5.469`

Ἐκ φλοίσβοιο. Ἐκ ταραχῆς. Σαώσομεν. Σώσωμεν.

`5.471`

Νείκεσεν. Ὠνείδισε.

`5.472`

Πῆ δή τοι. Ποῦ δή σοι. Οἴχεται. Πεπόρευται. Ἔχεσκες. Εἶχες.

`5.473`

Φῆς. Ἔλεγες. Που. Ἀντὶ τοῦ, δή. Ἄτερ. Χωρίς. Ἑξέμεν. Ἕξειν, συνέξειν, συνεκσώσειν, φυλάξειν.

`5.474`

Γαμβροῖσιν. Οἱ ἄνδρες τῶν θυγατέρων. Γαμβρὸς καλεῖται ὁ γῆμας ὑπὸ τῶν οἰκείων τῆς γαμηθείσης.

`5.475`

Ἰδέειν. Ἰδεῖν. Νοῆσαι. Θεάσασθαι.

`5.476`

Καταπτώσσουσι. Δειλιῶσιν.

`5.477`

Ἔνειμεν. Εἰμὲν, ἐσμὲν, ὑπάρχομεν.

`5.478`

Ἥκω. Παραγέγονα.

`5.479`

Τηλοῦ. Μακρόθεν. Δινήεντι. Δίνας ἔχοντι. Δῖναι δέ εἰσιν αἱ τῶν ὑδάτων συστροφαί.

`5.481`

Ἔλδεται. Ἐπιθυμεῖ. Ἐπιδευής. Ἐνδεής.

`5.485`

Τύνη. Σὺ Δωρικῶς, ἀπὸ τοῦ τυ, ἐν παραγωγῇ τύνη. ὡς, ἀπὸ τοῦ ἐγὼν, ἐγώνη.

`5.486`

Μενέμεν. Ὑπομένειν, προθυμεῖσθαι. Ὤρεσσι. Ταῖς γυναιξί. Παρὰ τὸ συνεζεῦχθαι τοῖς ἀνδράσιν. ἔνθεν καὶ συνωρὶς, τὸ συνεζευγμένον τῶν ἵππων ὄχημα.

`5.487`

Ἁψῖσιν. Ἅμμασι, συναφαῖς. Λίνου. Δικτύου. Ἁλόντε. Ληφθέντες. Πανάγρου. Τοῦ πάντα ἀγρεύοντος.

`5.488`

Ἕλωρ. Ἕλκυσμα, ἕλασμα, καὶ ἀναίρεμα. Ἐσχημάτισται δὲ παρὰ τὸ ἑλεῖν. Κύρμα. Ἐγκύρημα, ἔντευγμα· οἷον, ἐπίτευγμα, εὐτύχημα. Λέγει δὲ τῶν ἐχθρῶν.

`5.489`

Ὑμήν. Ὑμετέρην.

`5.491`

Λισσομένῳ. Δεομένῳ.

`5.492`

Νωλεμέως. Ἀδιαλείπτως, συνεχῶς. Ἐχέμεν. Συνέχειν, ἢ ἀντέχειν, πρὸς τὴν μάχην, καὶ μὴ ἐνδιδόναι. Ἐνιπήν. Ἐπίπληξιν.

`5.493`

Δάκε. Καθίκετο, καθήψατο.

`5.494`

Ἆλτο. Καθήλατο.

`5.495`

Πάλλων. Κινῶν. Πάντῃ. Πανταχοῦ.

`5.497`

Ἐλελίχθησαν. Συνεστράφησαν, μεταβαλλόμενοι εἰλήθησαν.

`5.498`

Ἀολλέες. Συνεσταλμένοι, ἀθρόοι, συνηγμένοι. Φόβηθεν. Ἐφοβήθησαν.

`5.499`

Ἄχνας. Τὰ λεπτὰ τῶν ἀχύρων, ἢ τὰ ἄχυρα. Ἄχνη δὲ καλεῖται καὶ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός. Φορέει. Φέρει, διασκορπίζει, σκεδάζει. Ἀλωάς. Ἀλωνείας. Νῦν δὲ τοὺς τόπους, ὅπου ὁ πυρὸς πατεῖται, τουτέστιν, ἀλοᾶται. Σημαίνει δὲ καὶ τὴν δενδροφόρον γῆν, καὶ ἐν ᾗ ἀπὸ τοῦ σίτου τὰ ἄχυρα διαιρεῖται. Λικμᾷν γάρ ἐστι τὸ χωρίζειν ἀπὸ τοῦ σίτου τὸ ἄχυρον τοῖς πτύοις.

`5.500`

Ξανθὴ Δημήτηρ. Ὁ πυρός. Ὁ δὲ τρόπος μετωνυμία. Ἢ αὐτὴ ἡ θεὸς, ἡ γεωργικὴ ἐπιστήμη.

`5.501`

Κρίνη. Διαχωρίζει. Ἐπειγομένων. Ἀντὶ τοῦ, ἐπειγόντων, καὶ συνεχῶς καὶ μετὰ βίας πνεόντων.

`5.502`

Ἀχυρμιαί. Ἀχυροθῆκαι. οἱ τόποι, εἰς οὓς χωριζόμενα τοῦ σίτου τὰ ἄχυρα ἐκπίπτει.

`5.503`

Ὕπερθεν. Ὑπεράνωθεν. Κονισσάλῳ. Τῷ κονιορτῷ.

`5.504`

Πολύχαλκον. Στερεὸν, λίαν ἰσχυρόν. Ἐπέπληγον. Πλήσσοντες σφοδρῶς καὶ εὐτόνως ἤγειρον καὶ ἀνέπαλλον καὶ ἀνεκίνουν.

`5.505`

Ἂψ ἐπιμισγομένων. Ἐξ ὑποστροφῆς ἐμβαλλόντων. Ὑπὸ δʼ ἔστρεφον. Ὑπέστρεφον δέ. Ἡνιοχῆες. Ἡνίοχοι. Ἡ εὐθεῖα, ὁ ἡνιοχεύς.

`5.506`

Μένος χειρῶν ἰθὺς φέρον. Τὴν διὰ τῶν χειρῶν δύναμιν ἐναντίον ἔφερον ἀλλήλων. Ἰθύς. Ἐπʼ εὐθείας. Νύκτα. Ἀχλύν.

`5.507`

Ἀρήγων. Βοηθῶν.

`5.508`

Πάντοσε. Πανταχοῦ, πανταχόσε. Ἐπεκραίαινεν. Ἐπετέλει. Ἐφετμάς. Ἐντολάς.

`5.509`

Χρυσαόρου. Χρυσοφασγάνου, χρυσοῦν ξίφος ἔχοντος. Οἱ δὲ νεώτεροι, ὡς χρυσῆν κιθάραν ἔχοντος, ἀποδιδόασι τὴν λέξιν.

`5.511`

Πέλεν. Ἐγένετο, ἦν.

`5.512`

Πίονος. Νῦν, πλουσίου, ἢ, λιπαροῦ, εὐδαίμονος. Ἀδύτοιο. Ναοῦ, ὃν εἰσελθεῖν οὐ ῥᾴδιον.

`5.513`

Ἧκεν. Ἀφῆκε.

`5.514`

Μεθίστατο. Ἐν αὐτοῖς ἔστη. Ἑτάροισι μεθίστατο. Ἐν τοῖς ἑταίροις ἵστατο.

`5.515`

Ἀρτεμέα. Ὑγιῆ.

`5.516`

Μετάλλησαν. Ἐπεζήτησαν. Οὔτι. Οὐδέν.

`5.517`

Ἔα. Ἀντὶ τοῦ, εἴα. Πόνος. Ἐνέργεια. Δηλοῖ δὲ νῦν κακοπάθειαν.

`5.518`

Ἄμοτον. Ἀπλήρωτον.

`5.521`

Ἰωκάς. Κραυγὰς, ἀπειλὰς, ἢ τὰς ἐν τῷ πολέμῳ διώξεις.

`5.523`

Νηνεμίης. Ἐπὶ νηνεμίας. Ἀκροπόλοισιν. Ὧν περὶ τὰ ἄκρα πολοῦνται, ὅ ἐστιν, ἀναστρέφονται.

`5.524`

Ἀτρέμας. Ἐφʼ ἡσυχίας, ἄνευ τινὸς κινήσεως. Ὄφρʼ εὕδῃσι. Ὅτʼ ἂν ἠρεμῇ.

`5.525`

Ζαχρειῶν. Ἄγαν χρειωδῶν, μεγάλως πνεόντων. Σκιόεντα. Μελαίνας σκιὰς ποιοῦντα.

`5.526`

Λιγυρῇσι. Λιγυραῖς, ἡδείαις, ἢ ὀξείαις, σφοδραῖς. Διασκιδνᾶσι. Διασκορπίζουσιν. Ἀέντες. Πνέοντες.

`5.528`

Ἐφοίτα. Ἐπορεύετο.

`5.529`

Ἀνέρες. Νῦν ἀντὶ τοῦ ἀνδρεῖοι. Ἄλκιμον. Ἰσχυρόν. Ἕλεσθε. Ἀναλάβετε.

`5.531`

Αἰδομένων. Αἰσχυνομένων. Σόοι. Σῶοι, ὑγιεῖς. Τὸ σο μικρὸν, διὰ τὸ μέτρον. Πέφανται. Πεφονευμένοι εἰσὶν, ἢ, ἀναιροῦνται. Σημαίνει δὲ καὶ τὸ, γεγένηνται φανεροὶ, φονεύονται.

`5.534`

Αἰνείεω ἕταρον. Αἰνείεω Ἰωνικῶς. καὶ κατὰ συναλοιφὴν Αἰνείω. Αἰνείου.

`5.535`

Περγασίδην. Περγάσου υἱόν.

`5.536`

Τῖον. Ἐτίμων. Θοός. Ταχὺς, πολεμικός.

`5.538`

Ἔρυτο. Ὑπέμεινεν, ἐκώλυσεν, ἐφύλαξεν. Εἴσατο. Διῆλθε.

`5.539`

Νειαίρῃ. Τῇ νεάτῃ. Λέγει δὲ τὸ ἔσχατον μέρος τῆς γαστρός.

`5.543`

Ἔναιε. Κατῴκει. Ἐϋκτιμένῃ. Καλῶς κατεσκευασμένῃ.

`5.544`

Βιότοιο. Νῦν, τοῦ πρὸς τὸ ζῇν ἐπιτηδείου.

`5.545`

Ἀλφειοῦ. Ἀλφειὸς, ποταμὸς ἐν Ἤλιδι. Εὐρὺ ῥέει. Ἀντὶ τοῦ, εὐρέως, πλατέως.

`5.548`

Διδυμάονε. Διδυμάονες διδύμων διαφέρουσι. καθότι οὗτοι μὲν ἀδελφοὺς δηλοῦσιν, οἱ δὲ δίδυμοι οὐκ ἐξ ἀνάγκης. κεῖται γὰρ ἡ λέξις καὶ ἐπὶ ἁπλῶς δυάδος. Τὸ ο μικρὸν, διὰ τὸ μέτρον. Γενέσθην. Ἐγεννήθησαν.

`5.550`

Ἡβήσαντε. Ἀκμάσαντες. δυϊκῶς.

`5.551`

Εὔπωλον. Καλοὺς ἵππους ἔχουσαν, εὔιππον. Ἢ, ἐν ᾗ ἐστι καλῶς ἀναστραφῆναι.

`5.553`

Ἀρνυμένω. Ἀντικαταλλασσομένω.

`5.555`

Τάρφεσι. Πυκνώμασι, συνεχέσι τόποις. Ὕλης. Συμφύτου τόπου.

`5.556`

Ἴφια. Ἤτοι εὐτραφῆ, ἢ, κατʼ εὐφημισμὸν, ἀσθενῆ, ἢ ἰσχυροποιὰ τῶν ἐσθιόντων.

`5.557`

Σταθμούς. Τὰς ἐπαύλεις. Κεραΐζετον. Πορθοῦσι, κενοῦσιν.

`5.558`

Ἐν παλάμῃσιν. Ἀντὶ τοῦ, ἐν ταῖς χερσί.

`5.560`

Καππεσέτην. Κατέπεσον. δυϊκῶς. Ἐλάτῃσιν. Ἐλάτη, εἶδος δένδρου.

`5.563`

Σείων. Κινῶν.

`5.564`

Δαμείῃ. Φονευθῇ.

`5.566`

Περὶ γὰρ δίε. Περισσὼς γὰρ ἐφοβεῖτο.

`5.567`

Μέγα δέ σφεας. Μεγάλως. συσταλτέον διὰ τὸ μέτρον. Ἀποσφήλειε πόνοιο. Ἀποσφαλῆναι καὶ ἀποτυχεῖν ποιήσει τοῦ ἔργου. Πόνοιο. Τοῦ προκειμένου ἔργου.

`5.572`

Μένοντε. Παραμένοντας, παρεστῶτας.

`5.574`

Δειλώ. Δειλαίους, δυϊκῶς. ἀσθενεῖς, ἀθλίους. Βαλέτην. Ἐνεχείρισαν, ἔθηκαν.

`5.575`

Μετὰ πρώτοισιν. Ἐν τοῖς προμαχομένοις.

`5.576`

Ἀτάλαντον. Ἶσον.

`5.579`

Τυχήσας. Ἐπιτυχών.

`5.581`

Ἀτυμνιάδην. Ἀτυμνίου υἱόν.

`5.583`

Λεύκʼ ἐλέφαντι. Λευκὰ ὡς ἐλέφαντος.

`5.584`

Ἤλασεν. Ἔκοψε. Κόρσην. Κεφαλὴν, κρόταφον.

`5.585`

Ἀσθμαίνων. Πνευστιῶν, σφοδρῶς ἀναπνέων. Εὐεργέος. Εὖ πεποιημένου, καὶ καλῶς κατεσκευασμένου.

`5.586`

Κύμβαχος. Ἐπὶ κεφαλὴν κυβιστῶν. Ἐπὶ βρεχμόν. Ἐπὶ τὸ βρέγμα τῆς κεφαλῆς.

`5.587`

Ἀμάθοιο. Ἄμαθος, ἡ κατὰ τὸ πεδίον ἄμμος. ψάμμος δὲ ἡ κατὰ τὴν θάλασσαν κόνις.

`5.588`

Βάλον. Κατέβαλον.

`5.589`

Ἵμασεν. Ἐμάστιξεν, ἐδίωξεν.

`5.590`

Ἐνόησεν. Ἐθεάσατο.

`5.591`

Κεκληγώς. Κραυγάζων, βοῶν. Εἵποντο. Ἠκολούθουν.

`5.592`

Ἐνυώ. Πολεμικὴ θεός.

`5.593`

Κυδοιμόν. Τὴν ταραχὴν, τὸν θόρυβον, ἢ πόλεμον.

`5.594`

Ἐνώμα. Διέφερεν, ἐκίνει, μετέφερε.

`5.595`

Φοίτα. Ἀνεστρέφετο.

`5.597`

Ἀπάλαμνος. Ἀσθενὴς, ἄπειρος, μηδὲν μηχανήσασθαι δυνάμενος. Πολέως. Πολλοῦ.

`5.598`

Ὠκυρόῳ. Ταχέα ῥεύματα ἔχοντι, ταχέως ῥέοντι. Ἅλαδε προρέοντι. Εἰς τὴν θάλασσαν ἐμβάλλοντι.

`5.599`

Μορμύροντα. Ὠνοματοπεποίηται ἡ λέξις ἀπὸ τοῦ ψόφου, τοῦ ἐν τοῖς ὕδασι γιγνομένου.

`5.600`

Ἀνεχάζετο. Ἀνεχώρει.

`5.601`

Οἷον δή. Ἀντὶ τοῦ, οἷον ἄρα δή. Θαυμάζομεν. Ἐκπληττόμεθα.

`5.603`

Πάρα. Πάρεστι.

`5.605`

Πρὸς Τρῶας τετραμμένοι. Τοὺς Τρῶας βλέποντες.

`5.606`

Εἴκετε. Πράως ἀποχωρεῖτε. Μενεαινέμεν. Προθυμεῖσθαι.

`5.608`

Εἰδότε χάρμης. Ἐπισταμένους μάχεσθαι.

`5.612`

Παισσῷ. Παισσὸς, πόλις Τροίας, ἣν ἐν ἄλλοις Ἀπαισσὸν, μετὰ τοῦ α, προσηγόρευσε.

`5.613`

Πολυκτήμων. Πολλὰ κτήματα ἔχων. Πολυλήϊος. Πολλὰ λήϊα ἔχων, ἢ πολλὰ θρέμματα ἔχων, πολυθρέμμων. Λεία δὲ λέγεται καὶ τὰ ἐκ πολέμου λάφυρα, ἢ τὰ ἀπὸ λῃστείας.

`5.614`

Ἐπικουρήσοντα. Βοηθήσοντα.

`5.616`

Νειαίρῃ. Κατωτάτῃ.

`5.617`

Δούπησεν. Ἐψόφησεν.

`5.618`

Ἔχευαν. Δαψιλῶς ἐπέπεμψαν, ἐπέχευαν ἀθρόως. Ἡ μεταφορὰ ἀπὸ τῶν ὑγρῶν. Ἔχευαν. Ἐξηκόντισαν.

`5.619`

Παμφανόωντα. Λάμποντα. Σάκος. Ἀσπὶς, ὅπλον. Ἀνεδέξατο. Ἀνέλαβε.

`5.620`

Προσβάς. Ἐνθορὼν, ἐμβάς.

`5.621`

Ἐσπάσατο. Ἀνείλκυσεν.

`5.622`

Ἐπείγετο. Κατεπονεῖτο.

`5.623`

Ἀμφίβασιν. Τὴν ὑπερμάχησιν. ἢ, τὸν περιβάντα τῶν νεκρῶν ὑπέρμαχον. Ἀγερώχων. Ἄγαν ἐντίμων. ἢ καὶ, ἄγαν ὑβριστῶν.

`5.625`

Ἀγαυόν. Ἐπιφανῆ, ἔνδοξον.

`5.626`

Ὦσαν. Ἀπώσαντο, ἀπέβαλλον. Ἀπὸ σφείων. Ἀφʼ ἑαυτῶν. Χασσάμενος. Ἀναχωρήσας. Πελεμίχθη. Διεσείσθη, ἀπεσείσατο τὰ ἐμπεπηγότα τῇ ἀσπίδι. Χασσάμενος πελεμίχθη. Κατὰ ἀναστροφὴν εἴρηται, ἀντὶ τοῦ, πελεμιχθεὶς ἀνεχάσατο.

`5.627`

Πονέοντο. Ἐνήργουν.

`5.628`

Ἡρακλείδην. Ἡρακλέους παῖδα. Ἠΰν. Ἀγαθὸν, γενναῖον.

`5.629`

Ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή. Ἀπότομος, ἰσχυρά. Φασὶν, Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχήματι ταύρου, κρόκον ἐκ τῶν ῥινῶν βλαστάνοντος. Ἐπικαθεσθεῖσαν δὲ τοῖς νώτοις τὴν κόρην πρὸς ἀπανθισμὸν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν. Ἐξ ἧς φασι Σαρπηδόνα γενέσθαι, καὶ Μίνωα, καὶ Ῥαδάμανθυν.

`5.631`

Υἱωνός. Υἱὸς υἱοῦ. ἔγγονος.

`5.634`

Ἀδαήμονι. Ἀπείρῳ, ἀμαθεῖ.

`5.635`

Γόνον. Υἱόν.

`5.636`

Ἐπιδεύεαι. Ἐνδεὴς εἶ.

`5.639`

Θρασυμέμνονα. Τολμηρὸν, θρασὺν ἐν τῷ μένειν, ἢ θρασέως ὑπομένοντα ἐν τῇ μάχῃ. Θυμολέοντα. Λεοντόψυχον, γενναῖον.

`5.641`

Οἴῃς. Οἴαις, μόναις.

`5.642`

Χήρωσεν. Ἐκένωσεν, ἠρήμωσεν, ἐρήμους ἐποίησεν, ἐχώρισεν ἀπὸ τῶν οἰκείων. Ἀγυιάς. Ὁδούς.

`5.643`

Κακός. Δειλὸς, ἀσθενής. Ἀποφθινύθουσιν. Ἀποφθείρονται.

`5.644`

Ἄλκαρ. Ἴαμα, ἀλέξημα, βοήθημα.

`5.646`

Πύλας ἀΐδαο περήσειν. Εἰς ᾅδου κατελθεῖν.

`5.649`

Ἀφραδίῃσιν. Ἀνοίαις.

`5.650`

Εὖ ἔρξαντα. Εὖ ποιήσαντα. Ἠνίπαπεν. Ἐπέπληξεν.

`5.653`

Ἐξ ἐμέθεν. Ἐξ ἐμοῦ. Τεύξεσθαι. Γενήσεσθαι. Δαμέντα. Δαμασθέντα, φονευθέντα, ἀναιρεθέντα.

`5.654`

Εὖχος. Καύχημα, δόξαν. Κλυτοπώλῳ. Ἐνδόξους ἵππους ἔχοντι. οὗ κλυτή ἐστιν ἡ ἐπιπώλευσις. οἷον ἀκουστὴ, διὰ τὰς ἐπὶ τοῖς ἀποθανοῦσιν οἰμωγάς. Ἢ ἔοικε, τῷ ἐπιθέτῳ καὶ κατʼ αὐτοῦ κεχρῆσθαι, διὰ τὴν τῆς Περσεφόνης ἁρπαγήν. κλυτοπώλῳ, τῷ ἱππικῷ.

`5.655`

Ἀνέσχετο. Ἀνέτεινε. Μείλινον. Μελέϊνον, ἐκ μελίνου ξύλου κατεσκευασμένον. Μελία δὲ, εἶδος δένδρου. ἢ μακρόν.

`5.656`

Ὁμαρτῆ. Ὁμοῦ καὶ κατὰ ταὐτὸν ἄφεσις καὶ συντυχία.

`5.658`

Διαμπερές. Διαμπὰξ, διόλου. Ἀλεγεινή. Ἀλγεινὴ, ἐπίπονος.

`5.659`

Ἐρεβεννή. Σκοτεινή.

`5.661`

Διέσσυτο. Διῆλθε. Μαιμώωσα. Ἐνθουσιῶσα, καὶ ὀξέως ὁρμῶσα. Ἢ, τοῦ αἵματος γευστικῶς ἔχουσα. Καὶ ἔστιν αἱμώωσα, καὶ ἐν πλεονασμῷ τοῦ μ, μαιμώωσα.

`5.662`

Ἐγχριμφθεῖσα. Ἐμπαγεῖσα, ἐμπελασθεῖσα. Λοιγόν. Ὄλεθρον. Ἄμυνεν. Ἀπέστρεψεν, ἀπεκώλυσεν.

`5.665`

Ἑλκόμενον. Ἀπαιωρούμενον. Ἐπεφράσατο. Ἐνενόησεν, ἐνεθυμήθη.

`5.666`

Ἐξερύσαι. Ἐξελκῦσαι.

`5.670`

Τλήμονα. Εὔτολμον, ὑπομονητικόν. Μαίμησεν. Ἐταράχθη, ἢ, ἐνεθουσίασε.

`5.671`

Μερμήριξεν. Ἐνενόησε.

`5.672`

Προτέρω. Πρότερον, εἰς τοὔμπροσθεν. Ἐριγδούποιο. Μεγαλοήχου, μεγαλοψόφου.

`5.674`

Μόρσιμον. Πεπρωμένον, εἱμαρμένον.

`5.676`

Τῷ ῥα. Διὸ δή. Κατὰ πληθύν. Εἰς τὸ πλῆθος. Τράπεν. Ἔτρεψεν, ἔβαλεν.

`5.680`

Ὀξὺ νόησε. Ταχέως ἐνόησεν, ἐθεάσατο.

`5.681`

Κεκορυθμένος. Καθωπλισμένος.

`5.682`

Δεῖμα. Φόβον, εὐλάβειαν. Προσιόντι. Προσελθόντι.

`5.683`

Ὀλοφυδνόν. Οἰκτρὸν, θρηνῶδες.

`5.685`

Αἰών. Ὁ τοῦ ἀνθρώπου βίος.

`5.686`

Ἔμελλον. Ἐῴκειν.

`5.687`

Νοστήσας. Ἀνακομισθείς.

`5.688`

Εὐφρανέειν. Εὐφρανεῖν.

`5.690`

Παρήϊξε. Παρέδραμε, παρῆλθε. Λελιημένος. Προθυμούμενος.

`5.691`

Ὤσαιτο. Ἀποδιώξειε.

`5.693`

Εἷσαν. Ἐκάθισαν, καθεσθῆναι ἐποίησαν. Φηγῷ. Δρυὶ ἱερᾷ Διός.

`5.694`

Ὦσεν. Ἀπεώσατο. Θύραζε. Ἔξω. Κυρίως μὲν, ἔξω τῆς θύρας· νῦν δὲ κεῖται ἀντὶ τοῦ, ἔξω.

`5.696`

Ἔλιπε ψυχή. Ἐλιποψύχησεν.

`5.697`

Ἀμπνύνθη. Ἀνέπνευσεν, ἀνέλαβεν ἑαυτόν.

`5.698`

Ζώγρει. Ἀνεζωπύρει, εἰς τὸ ζῇν ἦγεν. Ἐπιπνείουσα. Ἐπιπνέουσα. Κεκαφηότα. Ἐκπεπνευκότα. Κάφος γὰρ, τὸ πνεῦμα. Ὅθεν καὶ κῆπος, ὁ περιπνεόμενος τόπος.

`5.699`

Χαλκοκορυστῇ. Χαλκῷ καθωπλισμένῳ.

`5.700`

Προτρέποντο. Προτροπάδην ἔφευγον. ὅ ἐστι, μὴ συστραφέντες, μὴ στρεφόμενοι νῦν. Προτραπῆναι γάρ ἐστι, τὸ μεταστραφέντα ἐκφεύγειν. Ἐπὶ νηῶν. Ἀντὶ τοῦ, ὡς ἐπὶ τὰς ναῦς.

`5.701`

Ἀντεφέροντο. Ἐξ ἐναντίας ἐφέροντο. Αἰέν. Διαπαντός.

`5.704`

Χάλκεος Ἄρης. Ἤτοι, ἰσχυρὸς, ἢ πολύχαλκος. διὰ τὸν ὁπλισμόν.

`5.707`

Αἰολομίτρην. Ποικίλην μίτραν ἔχοντα.

`5.708`

Ὕλῃ. Πόλις Βοιωτίας. Μέγα πλούτοιο μεμηλώς. Πάνυ πεφροντικὼς τοῦ πλούτου. Μεμηλώς. Μεμεληκώς. ἐπιμέλειαν ἔχων.

`5.709`

Κεκλιμένος. Παρακείμενος, γειτνιῶν, περιεχόμενος. Λίμνῃ Κηφισίδι. Τῷ Κηφισσῷ ποταμῷ.

`5.710`

Πίονα δῆμον. Εὐδαίμονα δῆμον.

`5.714`

Ἀτρυτώνη. Ἀκαταπόνητε.

`5.715`

Ὑπέστημεν. Ὑπεσχόμεθα.

`5.718`

Μεδώμεθα. Φροντίσωμεν.

`5.720`

Ἔντυε. Κατεσκεύαζεν.

`5.721`

Πρέσβα. Πρεσβυτάτη. ἔντιμος.

`5.722`

Ὀχέεσσιν. Ὀχήμασιν, ἅρμασιν. Καμπύλα. Ἐπικαμπῆ. Κύκλα. Ἰωνικῶς. Κύκλους. τοὺς τροχούς.

`5.723`

Ὀκτάκνημα. Ὀκτάραβδα, ὀκτὼ κνήμας ἔχοντα. Ἄξονι. Ἄξων, ὁ εἰς τὰς χονικίδας ἐμβαλλόμενος ἑκατέρου τροχοῦ. Ἀμφίς. Νῦν ἀντὶ τοῦ ἑκατέρωθεν.

`5.724`

Ἴτυς. Ἡ περιφέρεια τοῦ ὀχήματος. ἀψίδες δὲ, ἐξ ὧν ἡ περιφέρεια γίγνεται τοῦ τροχοῦ. ἢ ἀψὶς, εἰς ἣν αἱ κνῆμαι ἀπὸ τῆς χοινικίδος ἐμπήγνυνται.

`5.725`

Ἐπίσωτρα. Τὰ ἐπάνω τῶν τροχῶν σιδηρᾶ, ἢ χαλκᾶ, ἃ καὶ κανθοὶ καλοῦνται. ὁ ἔξωθεν τὸν τροχὸν κατέχων σίδηρος. οἱ σιδηροῖ ἢ χαλκοῖ κύκλοι τῶν τροχῶν. Προσαρηρότα. Προσηρμοσμένα.

`5.726`

Πλῆμναι. Αἱ χοινικίδες τῶν τροχῶν, διʼ ὧν ὁ ἄξων στρέφεται. Περίδρομοι. Στρογγύλαι, περιφερεῖς.

`5.728`

Ἄντυγες. Αἱ περιφέρειαι τοῦ ἅρματος αἱ παραπεπηγυῖαι. τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια, ὅθεν καὶ τὰ ἡνία ἐξάπτονται. αἱ περιφέρειαι τοῦ ἁρματίου δίφρου. Ὁμοίως δὲ καὶ ἡ τῆς ἀσπίδος περιφέρεια, ἄντυξ καλεῖται.

`5.729`

Ῥυμός. Τὸ μέσον τῶν ἵππων ξύλον, ᾧ συνδέδεται ὁ ζυγός. Ῥυμὸς, ὁ προσηρτημένος τῷ ζυγῷ κανὼν, εἰς ὀξὺ λῆγον, τὸ μέσον ξύλον. Πέλεν. Ἦν, ὑπῆρχε.

`5.730`

Ζυγόν. Τὸ ἐπιτιθέμενον ξύλον τοῖς τραχήλοις τῶν ἵππων. Λέπαδνα. Τὰ περὶ τὰ στήθη τῶν ἵππων. οἱ ἱμάντες.

`5.734`

Πέπλον. Γυναικεῖον ἔνδυμα. τοῦτʼ ἔστι, χιτὼν, ὃν οὐκ ἐνεδύοντο, ἀλλʼ ἐνεπερονῶντο. Κατέχευε. Καταχυθῆναι ἐποίησε, τὰς περόνας λυσαμένη. Διὰ τοῦτο δηλοῖ, ὅτι οὐκ ἐνεδύοντο τὸν πέπλον, ἀλλʼ ἐπερονῶντο. Ἀρθεισῶν γὰρ τῶν περονῶν, καταῤῥέων φαίνεται ὁ πέπλος εἰς τὸ ἔδαφος. Ἑανόν. Ἰσχυρὸν, ἢ τρυφερόν. Ἐπʼ οὔδει. Ἐπὶ τῷ ἑδάφει.

`5.737`

Δακρυόεντα. Δακρύων παραίτιον.

`5.738`

Θυσσανόεσσαν. Κροσσοὺς ἔχουσαν πανταχοῦ.

`5.739`

Ἐστεφάνωται. Κύκλῳ περιέκειτο.

`5.740`

Ὀκρυόεσσα. Φρικτή. Ἰωκή. Δίωξις.

`5.741`

Γοργείη κεφαλή. Γοργότητος εἰκών. τοῦτʼ ἔστι, κατάπληξις, καὶ φόβος. Πελώρου. Μεγάλου τέρατος.

`5.742`

Σμερδνή. Καταπληκτικὴ, φοβερά.

`5.743`

Ἀμφίφαλον. Φαλοὺς περὶ αὐτὴν ἔχουσαν. Φαλοὶ δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι. Τετραφάληρον. Τέσσαρας φαλοὺς ἔχουσαν.

`5.744`

Ἑκατὸν πόλεων πρυλέεσσʼ ἀραρυῖαν. Πολλῶν πόλεων πολλοῖς ὄχλοις, ἁρμόσαι δυναμένην. Πρυλέεσσι. Πεζοῖς ὁπλίταις.

`5.745`

Φλόγεα. Λαμπρὰ, ἢ διάπυρα.

`5.746`

Βριθύ. Βαρὺ, καὶ καταπληκτικόν. Στιβαρόν. Ἰσχυρόν. Δάμνησι. Δαμάζει, ἀναιρεῖ, ὑποτάσσεται.

`5.747`

Κοτέσσεται. Ὀργισθήσεται. Ὀβριμοπάτρη. Ὄμβριμον καὶ ἰσχυρὸν πατέρα ἔχουσα.

`5.748`

Ἐπεμαίετο. Ἐφήπτετο, ἐπέψαυεν, ἐπεθύμει.

`5.749`

Αὐτόματοι. Ἀφʼ ἑαυτῶν. Μύκον. Ἤχησαν. ἀνεῴχθησαν· ἀπὸ τοῦ παρακολουθοῦντος. Ἔχον. Νῦν ἀντὶ τοῦ, ἐφύλασσον.

`5.750`

Ἐπιτέτραπται. Ἐγκεχείρισται, ἢ ἐξουσίᾳ δέδοται.

`5.751`

Ἀνακλῖναι. Διαστεῖλαι, ἀναζυγῶσαι, ἀναστεῖλαι. Ἐπιθεῖναι. Ἐπικλῖναι, ἐπιπτύξαι.

`5.752`

Κεντρηνεκέας. Τοὺς τοῖς κέντροις, ὅ ἐστι, μάστιξι, κεντουμένους. Ἔχον. Ἤλαυνον.

`5.756`

Ὕπατον. Βασιλέα, ἡγεμόνα. Ἐξείρετο. Ἐξειρώτα.

`5.758`

Ὁσσάτιον. Ὅσον.

`5.759`

Οὐ κατὰ κόσμον. Οὐ κατὰ τὸ προσῆκον. Ἕκηλοι. Ἥσυχοι.

`5.760`

Τέρπονται. Ἥδονται.

`5.761`

Ἄφρονα. Ἀνόητον, ἀσύνετον. Ἀνέντες. Ἀναπείσαντες. Θέμιστα. Δικαιοσύνην.

`5.763`

Πεπληγυῖα. Πλήξασα. Ἐξαποδίωμαι. Ἀποδιώξω, ἐλάσω.

`5.765`

Ἄγρει μάν. Ἄγε δή.

`5.766`

Πελάζειν. Προσπελάζειν.

`5.769`

Μεσσηγύς. Ἀνὰ μέσον.

`5.770`

Ἠεροειδές. Ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος. καὶ μηδενὸς ἐμποδίζοντος. ἢ, ἀερῶδες.

`5.771`

Ἥμενος. Καθεζόμενος. Σκοπιῇ. Ὑψηλῷ καὶ ἀποσκόπῳ. Λεύσσων. Βλέπων.

`5.772`

Ἐπιθρώσκουσιν. Ἐπιπηδῶσιν. Ὑψηχέες. Ὧν ὁ ἦχος εἰς ὕψος ἀνέρχεται. Ἢ, ὑψαύχενες.

`5.773`

Ἷξον. Παρεγένοντο.

`5.774`

Ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. Ὅπου τὰ ῥεύματα ὁ Σιμόεις καὶ ὁ Σκάμανδρος συμβάλλουσιν.

`5.777`

Ἀμβροσίην. Τὴν τῶν θεῶν τροφήν. Ἢ, πόαν τινὰ, νῦν, ἣν οἱ τῶν θεῶν ἵπποι ἐσθίουσιν. Ἀνέτειλεν. Ἀνέσχεν, ἀνεφύησεν, ἀνέδωκε. Νέμεσθαι. Ἐσθίειν.

`5.778`

Τρήρωσι. Δειλαῖς. ἐπιθετικῶς. Παρὰ τὸ τρεῖν. Δειλὸν γὰρ τὸ ζῶον. Τὸ γὰρ τρεῖν, σημαίνει τὸ φοβεῖσθαι. Πελειάσι. Περιστεραῖς. Ἴθματα. Ἴχνη, βήματα, ὁρμήματα.

`5.779`

Ἀλεξέμεναι. Βοηθεῖν.

`5.782`

Εἰλόμενοι. Εἱλούμενοι, συναθροιζόμενοι, κατὰ τὴν μάχην συνηλεγμένοι. Λείουσιν. Λέουσιν.

`5.783`

Ἀλαπαδνόν. Ἀσθενές.

`5.784`

Ἤϋσεν. Ἐφώνησε.

`5.785`

Στέντορι. Οὐδὲν οὐδαμοῦ περὶ τούτου διεξῆλθεν ἔργον πεποιηκότος. Εἰσαμένη. Εἰκασθεῖσα, ὁμοιωθεῖσα. Χαλκεοφώνῳ. Ἀντὶ τοῦ, εὐφώνῳ.

`5.786`

Αὐδήσασκεν. Ἐφώνει. ἐβόα.

`5.787`

Αἰδώς. Αἰσχύνη, ὄνειδος. Κάκʼ ἐλέγχεα. Ἐπονείδιστα, κακὰ ὀνείδη. Εἶδος ἀγητοί. Εὐμορφίᾳ θαυμαστοί.

`5.788`

Πωλέσκετο. Ἐφοίτα, ἀνεστρέφετο. Τὸ ω μέγα, διὰ τὸ μέτρον.

`5.790`

Ἴχνεσκον. Ἐπορεύοντο, προσίεσαν. Ἐδείδισαν. Ἐφοβοῦντο.

`5.795`

Ἀναψύχοντα. Καταπνεόμενον.

`5.796`

Ἔτειρεν. Κατεπόνει. Τελαμῶνος. Τοῦ ἀναφορέως.

`5.798`

Ἂν δʼ ἴσχων. Ἀνέχων καὶ ἀνατείνων. ὅπέρ ἐστιν, ἄνω ἔχων, καὶ μετεωρίζων. Κελαινεφές. Μέλαν. παραγώγως. Οὐ γὰρ ἔγκειται τὸ νέφος. Ἀπεμόργνυ. Ἀπέψα, ἀπέμασσεν.

`5.800`

Ὀλίγον. Ἀντὶ τοῦ, οὐδὲ ὀλίγον, οὐδὲ ὅλως. Οἱ ἐοικότα. Ἑαυτῷ ὅμοιον. Γείνατο. Ἐγέννησεν.

`5.802`

Εἴασκον. Εἴων.

`5.803`

Ἐκπαιφάσσειν. Ἐνθουσιᾷν.

`5.804`

Ἄγγελος. Λαφυραγωγός.

`5.805`

Δαίνυσθαι. Εὐωχεῖσθαι. Ἕκηλον. Ἥσυχον.

`5.807`

Προκαλίζετο. Προεκαλεῖτο.

`5.808`

Ἐπιτάῤῥοθος. Βοηθός. Ἦα. Ἦν, ὑπῆρχον.

`5.810`

Προφρονέως. Προθύμως. Κέλομαι. Κελεύω.

`5.811`

Πολυάϊξ. Πολυόρμητος. Δέδυκεν. Ὑπεισῆλθεν, ἐκρύβη.

`5.812`

Ἀκήριον. Ἀψυχοποιὸν, εἰς ἀψυχίαν ἄγον.

`5.813`

Ἔκγονος. Παῖς, υἱὸς, ἤγουν ἀπόγονος. Ἐσσί. Ὑπάρχεις. Οἰνείδαο. Πατρωνυμικῶς, τοῦ Τυδέως.

`5.816`

Ἐπικεύσω. Ἐπικρύψομαι.

`5.818`

Ἐφετμέων. Ἐντολῶν.

`5.819`

Οὔ μʼ εἴας. Οὐ συνεχώρεις μοι.

`5.820`

Ἀτὰρ εἴ κεν. Ἐὰν δέ.

`5.822`

Ἀναχάζομαι. Ἀναχωρῶ.

`5.823`

Ἀλήμεναι. Ἀθροισθῆναι, συστραφῆναι.

`5.824`

Ἀνὰ κοιρανέοντα. Διατάσσοντα. Αἱ προθέσεις, ἀντιλαμβανόμεναι ἀλλήλων, τοὺς οἰκείους τόπους τηροῦσι.

`5.827`

Δείδιθι. Φοβοῦ.

`5.830`

Σχεδίην. Ἐκ τοῦ σύνεγγυς. Ἅζευ. Φοβοῦ, σέβου.

`5.831`

Τυκτόν. Κατασκευαστόν. Ἀλλοπρόσαλλον. Ἄλλοτε ἄλλῳ φίλον.

`5.832`

Στεῦτο. Ἐβεβαιοῦτο, διωρίζετο.

`5.834`

Ὁμιλεῖ. Ἀναστρέφεται, μάχεται. Λέλασται. Ἐπιλέλησται.

`5.836`

Πάλιν. Νῦν ἀντὶ τοῦ εἰς τοὐπίσω. Ἐρύσασα. Ἑλκύσασα. Ἐμμαπέως. Ἐνεργῶς, ταχέως, ἑτοίμως, προθύμως, σπουδαίως, μετὰ σπουδῆς.

`5.838`

Ἔβραχεν. Ἤχησε. Φήγινος. Δρύϊνος.

`5.839`

Βριθοσύνῃ. Βαρύτητι, τῷ βάρει.

`5.840`

Λάζετο. Ἐλάμβανε.

`5.845`

Δῦνʼ. Ἔδυνεν, ἐνεδύσατο. Ἄϊδος κυνέην. Νέφος τι, καὶ ἀορασίαν. Ἢ, ἀντὶ τοῦ, τὸ πρόσωπον ἔκρυψεν ὑπὸ τὴν περικεφαλαίαν. Κυνέην. Τὴν περικεφαλαίαν.

`5.847`

Ἔασε. Κατέθετο, ἀφῆκεν.

`5.848`

Ἐξαίνυτο. Ἐξείλκυσεν.

`5.849`

Ἰθύς. Ἐπʼ εὐθείας.

`5.851`

Ὠρέξατο. Ἐπέτεινε.

`5.852`

Μεμαώς. Προθυμούμενος.

`5.854`

Ἐτώσιον. Ἅλιον, μάταιον. Ἀϊχθῆναι. Ὁρμηθῆναι.

`5.856`

Ἐπέρεισεν. Ἐπήρεισεν, ἐπεστήριξε.

`5.857`

Νείατον. Ἔσχατον. Κενεῶνα. Κενεών ἐστι τόπος κενὸς ὀστέου. ἡ λαπάρα. ἣ καὶ λαγὼν λέγεται.

`5.858`

Ἔδαψε. Διῆλθε, διέκοψεν, ἔτεμεν.

`5.859`

Ἔβραχεν. Ἤχησεν.

`5.860`

Ἐννεάχιλοι. Ἐννακισχίλιοι. Δεκάχιλοι. Μύριοι.

`5.863`

Ἆτος. Ἀκόρεστος.

`5.864`

Οἵη. Ὁποία. Ἐρεβεννή. Σκοτεινή.

`5.865`

Καύματος ἐξ ἀνέμοιο. Ὅπέρ ἐστιν ἐξ ἀνέμου. Ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας, πρὸς ἀνατολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. Τὸ δὲ ἑξῆς· ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος. Ἡ ἐξ, ἀντὶ τῆς μετά. Δυσαέος. Χαλεπῶς πνέοντος, δυσπνόου. Ὀρνυμένοιο. Διεγειρομένου.

`5.867`

Φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. Εἰς τὸ νεφέεσσι, διαστολή. ἵνʼ ᾖ· ἐγγὺς τῶν νεφῶν. Δημοσθένης· Ἀθηναίοις δέ εἰσιν ὁμοῦ δισμύριοι. Οἱ δὲ συνάπτουσιν ὅλον ἀντὶ τοῦ, ὑπὸ νεφῶν κεκαλυμμένος, καὶ εἰς οὐρανὸν ἀνιών.

`5.868`

Ἕδος. Ἕδρασμα.

`5.869`

Ἀχεύων. Λυπούμενος.

`5.870`

Ἐξ ὠτειλῆς. Ἐκ τοῦ τραύματος.

`5.871`

Ὀλοφυρόμενος. Οἰκτιζόμενος.

`5.872`

Νεμεσίζῃ. Μέμφῃ.

`5.873`

Ῥίγιστα. Φρικτά. Τετληότες. Ὑπομεμενηκότες. Εἰμέν. Ἐσμέν.

`5.874`

Ἰότητι. Γνώμῃ, βουλήσει. Χάριν δʼ ἄνδρεσσι φέροντες. Ἀντὶ τοῦ, ἀνθρώποις χαριζόμενοι.

`5.875`

Σοὶ πάντες μαχόμεσθα. Οὐχὶ σοί φησιν εἰς μάχην καθιστάμεθα. Σοί. Ἀντὶ τοῦ, διὰ σέ. Ἄφρονα. Ἀνόητον, ἀσύνετον.

`5.876`

Ἀήσυλα. Ἄδικα, ἁμαρτωλά. Ἐκ τοῦ ἥδω, ἥσω, ἤσυλα, καὶ ἀήσυλα. τὰ μὴ πρέποντα, ἢ, μὴ εὐφραίνοντα.

`5.878`

Δεδμήμεσθα. Ὑποτετάγμεθα.

`5.879`

Προτιβάλλεαι. Ἐπιστρέφεις, σωφρονίζεις, ἐπιπλήσσεις.

`5.880`

Ἀνιεῖς. Ἀφίεις. Ἐγείναο. Ἐγέννησας. Παῖδʼ ἀΐδηλον. Ἐπιβλαβῆ, ἀδηλοποιὸν, ἢ ἀφανῆ γενησομένην.

`5.882`

Μαργαίνειν. Μαίνεσθαι, ἐνθουσιᾷν, ἀκρατῶς ὁρμᾷν.

`5.885`

Ὑπήνεικαν. Ἐξήνεγκαν, ἐξήγαγον. Δηρόν. Ἐπὶ πολὺν χρόνον.

`5.886`

Νεκάδεσσι. Ταῖς τῶν νεκρῶν τάξεσιν.

`5.887`

Ἤ κεν ζώς. Ἢν ζῶ ἄν. Ζώς. Ζῶν. Ζωὸς, ἡ γενικὴ Ζωοῦ. Ἀπὸ γὰρ τοῦ Ζωός ἐστιν ἡ συναίρεσις. διὸ ὀξύνεται. Ἀμενηνός. Ἀσθενὴς, οὐκ ἔχων μένος. Τυπῇσι. Τραύμασι, πληγαῖς, τρώσεσι.

`5.889`

Μινύριζε. Θρήνει. εἴτʼ οὖν, ἀποδύρου. ἢ ἠρέμα θρήνει.

`5.892`

Ἀάσχετον. Ἀνυπομόνητον, ὃ οὐχ οἷόν τε ἐπισχεθῆναι. Οὐκ ἐπιεικτόν. Οὐκ εὐκατάπληκτον, οὐχ ὑποχωρητικὸν, οὐκ εὐένδοτον.

`5.893`

Σπουδῇ. Μόγις. Δάμνημι. Δαμάζω.

`5.894`

Ἐννεσίῃσι. Βουλήσεσι, βουλαῖς, ἐννοίαις.

`5.897`

Εἰ δέ τευ. Εἰ δέ τινος. Γένευ. Ἐγένου. Ἀΐδηλος. Ἀφανιστικός.

`5.898`

Ἐνέρτερος. Κατώτερος. Οὐρανιώνων. Τῶν Τιτάνων, νῦν.

`5.899`

Ἰήσασθαι. Ἰάσασθαι, θεραπεῦσαι.

`5.900`

Παιήων. Ἰατρὸς θεῶν. Ὀδυνήφατα. Τὰ τὰς ὀδύνας φθείροντα καὶ παύοντα.

`5.902`

Ὀπός. Τὸ γαλακτῶδες τῆς συκῆς. Ἐπειγόμενος. Ταρασσόμενος.

`5.903`

Περιστρέφεται. Περιπήγνυται. Ὅθεν καὶ ἡ τροφαλίς. Κυκόωντι. Κινοῦντι, ταράσσοντι.

`5.905`

Ἕσσε. Περιέβαλεν, ἠμφίασε.

`5.906`

Κύδεϊ γαίων. Τῇ δόξῃ γαυριῶν.

`5.908`

Ἀλαλκομενηΐς. Κατὰ δύναμιν βοηθοῦσα.

`5.909`

Ἀνδροκτασιάων. Ἀνδροφονιῶν, ἀνδρῶν ἀναιρέσεων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahe`.
