---
title: "D-Scholia on the Iliad: Book XVIII"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, ΙΗʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahr
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-18-vta-ahr"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:cce542964f5cdb91e273130bfa3057f913e080b30f5b4dac622cf1ec1233e5aa"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book XVIII

*Σχόλια εἰς Ἰλιάδα, ΙΗʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahr` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-18-vta-ahr)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`18.1`

Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο. Οὕτως μὲν δὴ οὗτοι ἐμάχοντο δίκην θερμοῦ πυρός.

`18.3`

Νεῶν ὀρθοκραιράων. Ὀρθὰς κεραίας ἐχούσων. ὀρθοπρύμνων. καλεῖται δὲ κεραία τὸ ἐπάνω τοῦ ἱστοῦ δεδεμένον πλάγιον ξύλον, οὗ ἐξάπτεται ἡ ὀθόνη.

`18.5`

Ὀχθήσας. Στενάξας.

`18.7`

Ἀτυζόμενοι. Φοβούμενοι.

`18.9`

Διεπέφραδε. Διεσάφησεν, εἶπεν. Ἐζήτηται δὲ, πῶς οὐκ ἔστιν Αὐτομέδων μηνυτὴς τῆς τοῦ Πατρόκλου ἀναιρέσεως, ἀλλʼ Ἀντίλοχος, καὶ διατὶ γυμνὸς τρέχει. ῥητέον οὖν, ὅτι Αὐτομέδοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Ἀχιλλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ σώματος. Ἀντίλοχος δὲ ταχύτατος ὢν τῶν ἄλλων προεκρίθη. καὶ γυμνὸς ἄπεισι, μετὰ τῶν ὅπλων τὰς συμφορὰς ἐκπομπεύειν παραιτούμενος· ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι τῇ ὁδῷ.

`18.10`

Μυρμιδόνων τὸν ἄριστον. Ἄκτωρ γένει μὲν ἦν Λοκρός. Γήμας δὲ Αἴγιναν τὴν Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ θυγατέρα μετὰ τὴν Διὸς μίξιν, καὶ καταμείνας ἐν Οἰνώνῃ ἐγέννησε Μενοίτιον. ὃς ἀνελθὼν ἐπὶ τὴν πατρῴαν Ὀποῦντα, Πάτροκλον ἐγέννησεν, ὃν εἰκότως Μυρμιδόνα εἶπε, διὰ τὸ γεννηθῆναι τὸν πατέρα αὐτοῦ ἐν Αἰγίνῃ.

`18.12`

Ἦ μάλα δὴ τέθνηκεν. Ἀκριβῶς δὴ τέθνηκεν. οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ ἔχει· Ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν· ἵνʼ ᾖ ἀκριβῶς ἔγημε.

`18.13`

Σχέτλιος. Ἀντὶ τοῦ, σχετλιασμοῦ ἄξιος καὶ ἀγνώμων. ὡς πρὸς ἑαυτὸν δέ.

`18.19`

Πεύσεαι. Ἀκούσοις, μάθοις.

`18.20`

Κεῖται. Νῦν ἀντὶ τοῦ ἀνῄρηται, τέθνηκεν.

`18.22`

Ἄχεος νεφέλη. Πλῆθος λύπης. ὅ ἐστι, πολλὴ λύπη.

`18.23`

Κόνιν αἰθαλόεσσαν. Τὴν κόνιν, τὴν σποδόν. παρὰ τὸ ἐκκεκαῦσθαι.

`18.25`

Νεκταρέῳ. Θείῳ, καθαρῷ. Ἀμφίζανε. Περιεκάθητο.

`18.26`

Μεγαλωστί. Πολὺν τόπον κρατῶν.

`18.27`

Ἤισχυνε. Καθύβρισε. Δαΐζων. Διακόπτων, σπαράσσων.

`18.28`

Ληΐσσατο. Ἐκ λαφύρων ἐκτήσατο.

`18.29`

Ἀκηχέμεναι. Λυπούμεναι.

`18.31`

Πεπλήγοντο. Ἔπλησσον.

`18.33`

Κυδάλιμον. Ἔνδοξον.

`18.34`

Ἀποτμήξειεν. Ἀποτέμοι.

`18.37`

Κώκυσεν. Ἀνέκλαυσεν. Ἀμφαγέροντο. Περὶ αὐτὸν ἠθροίζοντο.

`18.48`

Ἐϋπλόκαμος. Εὔκοσμος, καλή.

`18.50`

Ἀργύφεον. Μέγα, ἢ λαμπρόν. Πλῆτο. Ἐπληροῦτο.

`18.53`

Εἴδετε. Ἀντὶ τοῦ εἴδητε, ἢ γνώσεσθε.

`18.54`

Δυσαριστοτόκεια. Ἐπὶ κακῷ τὸν ἄριστον τετοκυῖα.

`18.56`

Ἀνέδραμεν. Ηὐξήθη. Ἔρνεϊ. Φυτῷ.

`18.57`

Γουνῷ ἀλωῆς. Ἐν τῷ γονιμωτάτῳ τόπῳ τῆς γῆς.

`18.64`

Ἀπὸ πτολέμοιο μένοντα. Χωρὶς ὄντα τοῦ πολέμου.

`18.66`

Περὶ δέ σφισι κῦμα θαλάσσης ῥήγνυτο. Περιεῤῥήγνυτο δὲ αὐτοῖς τὰ τῆς θαλάσσης κύματα.

`18.68`

Ἀκτήν. Παραθαλάσσιον τόπον. αἰγιαλόν. Ἐπισχερώ. Ἐφεξῆς.

`18.76`

Ἀλήμεναι. Συναθροισθῆναι. συγκλεισθῆναι.

`18.77`

Ἐπιδευομένους. Προσδεομένους, χρῄζοντας. Ἀεκήλια. Δεινὰ, ἢ τὰ μὴ ἡσυχίας ἄξια. ταραχώδη.

`18.80`

Ἦδος. Ἡδονή. ὠφέλεια. ὄφελος.

`18.82`

Ἶσον ἐμῇ κεφαλῇ. Ἐπίσης ἐμαυτῷ.

`18.86`

Ἁλίῃσι. Ταῖς παραθαλασσίαις Νηρηΐσιν.

`18.92`

Τυπείς. Πεσών. πληγείς.

`18.93`

Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ. Τιμωρίαν δὲ παράσχῃ ἀξίαν ὑπὲρ τῆς Πατρόκλου ἀναιρέσεως.

`18.100`

Δῆσεν. Ἐνεπόδισεν. Ἀρῆς ἀλκτῆρα. Βλάβης καὶ κακώσεως ἀποτρεπτικόν. ὅ ἐστι κωλυτὴν καὶ βοηθόν. οἱ δὲ Ἄρεος ἀλκτῆρα ἀποτρεπτικὸν πολέμου. Παρμενίσκος μὲν οὖν βαρυτόνως, τὸ ἔδησεν ἀποδίδωσιν οὕτως· ὁ δὲ πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν, ἔδησεν ἐμοῦ τὴν ἔξοδον, ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅπερ ἐστὶ βοηθόν. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης, περισσὸν τὸ ἔδησε φησίν.

`18.101`

Οὐ νέομαι. Οὐ παραγενήσομαι, οὐχ ὑποστρέψω.

`18.104`

Ἐτώσιον ἄχθος ἀρούρης. Μάταιον βάρος τῆς γῆς.

`18.108`

Ἐφέηκε. Παρώξυνε, παρώρμησε. Πολύφρονα. Τὸν πάνυ σώφρονα, καὶ συνετόν.

`18.109`

Καταλειβομένοιο. Καταχεομένου, στάζοντος.

`18.111`

Ἐχόλωσεν. Εἰς ὀργὴν ἤγαγε.

`18.112`

Προτετύχθαι. Προγεγονέναι συμβάντα.

`18.114`

Φίλης κεφαλῆς. Προσφιλεστάτης κεφαλῆς.

`18.124`

Ὀμορξαμένην. Ἀποψησαμένην. Ἀδινόν. Ἐλεεινὸν, οἰκτρόν. Στεναχῆσαι. Στενάξαι. Ἐφείην. Ἀναγκάσαιμι.

`18.132`

Ἀγάλλεται. Χαίρει.

`18.133`

Ἐπαγλαϊεῖσθαι. Ἀγαλλιᾶσθαι, γαυριᾷν.

`18.134`

Μῶλον. Τὸν μολισμὸν τῆς μάχης.

`18.136`

Ἠῶθεν. Ἕωθεν, ὄρθρου, πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι.

`18.156`

Ὁμόκλα. Ἠπείλει. παρεκελεύετο.

`18.158`

Ἀπεστυφέλιξαν. Ἀπεκίνησαν, διέσεισαν.

`18.161`

Ἀπὸ σώματος. Ἀπό τινος ζώου. νεκροῦ γάρ φασι μὴ ἅπτεσθαι λέοντα. Αἴθωνα. Διάπυρον, θερμόν.

`18.162`

Δίεσθαι. Διῶξαι.

`18.168`

Κρύβδα. Λαθραίως.

`18.170`

Ὄρσεο. Διεγείρου.

`18.174`

Ἐρύσασθαι. Ἑλκύσαι.

`18.175`

Ἐπιθύουσιν. Ἐπʼ εὐθείας ὁρμῶσι.

`18.177`

Πῆξαι ἀνὰ σκολόπεσσι. Ἀνασκολοπίσαι.

`18.178`

Ἄνα. Ἀνάστηθι. Μηδʼ ἔτι κεῖσο. Μὴ δὲ ἀργὸς διατέλει. Σέβας. Αἰδοῦς καὶ σεβασμοῦ ἄξιον.

`18.180`

Λώβη. Αἰσχύνη. Ἠισχυμένος. Καθυβρισμένος.

`18.184`

Κυδρή. Ἔνδοξος, σεμνή.

`18.191`

Ἡφαίστοιο πάρα. Παρὰ Ἡφαίστου. καὶ ἔστιν ὁ τρόπος ἀναστροφή.

`18.192`

Ἄλλου δʼ οὔ θην οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω. Ἄλλου οὐδενὸς οἶδα ἁρμόζουσάν μοι πανοπλίαν. διατί δέ φησι, τὴν Πατρόκλου πανοπλίαν οὐκ ἀναλαμβάνει ὁ Ἀχιλλεὺς, ἐπειδὴ καὶ Πατρόκλῳ τὰ αὐτοῦ ἥρμοσε; καί φασί τινες ὅτι καταγέλαστον ἦν ταπεινὸν φανῆναι τοῖς τεθαῤῥηκόσιν. οἱ δὲ ὅτι τοῦ Πατρόκλου Αὐτομέδων εἶχεν, ἵνα διαπαντὸς Ἀχιλλέως ἡνίοχος νομίζηται.

`18.198`

Αὕτως. Οὕτως ὡς ἔχεις.

`18.205`

Ἀμφὶ δέ οἱ κεφαλὴν νέφος ἔστεφε. Τὴν κεφαλὴν αὐτοῦ νέφει ἐκάλυπτεν.

`18.207`

Ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος. Ἔθος τοῖς ἀρχαίοις, τοὺς πολεμουμένους τῇ μὲν ἡμέρᾳ καπνὸν ἀπὸ τῶν τειχῶν διεγείρειν, τῇ δὲ νυκτὶ φλόγα, τὴν ἀπὸ τῶν περιοίκων βοήθειαν καὶ συμμαχίαν ἐπικαλουμένους. οὐδέπω γὰρ ἦν εὑρεθεῖσα σάλπιγξ.

`18.211`

Ἐπήτριμοι. Ἐπάλληλοι. πυκνοί.

`18.212`

Περικτιόνεσσι. Τοῖς περιοίκοις.

`18.213`

Ἄρεος ἀλκτῆρες. Ἀποτρεπτικοὶ τοῦ πολέμου.

`18.214`

Σέλας. Λαμπρότης.

`18.216`

Ὠπίζετο. Ἐπεστρέφετο. φροντίδα ἐποιεῖτο.

`18.219`

Ἀριζήλη. Μεγάλως ἔκδηλος. Ὡς δʼ ὅτʼ ἀριζήλη φωνὴ, ὅτε τʼ ἴαχε σάλπιγξ. Ἀπὸ τῶν ἰδίων χρόνων ὁ Ποιητὴς ὠνόμασε τὴν σάλπιγγα, ἐπεὶ οὐδέπω εὕρητο παρὰ τοῖς παλαιοῖς. κόχλῳ γὰρ θαλασσίῳ ἐσάλπιζον.

`18.220`

Περιπλομένων. Περιερχομένων. Θυμοραϊστέων. Τῆς ψυχῆς φθαρτικῶν.

`18.222`

Ἄϊον. Ἤκουον. Ὄπα χάλκεον. Στερεὰν φωνήν.

`18.224`

Ἂψ ὄχεα τρόπεον. Εἰς τοὐπίσω περιέστρεφον τὰ ἅρματα. Ὄσσοντο. Προεώρων. κατὰ διάνοιαν προέβλεπον.

`18.225`

Ἔκπληγεν. Ἐξεπλάγησαν.

`18.229`

Ἐκυκήθησαν. Ἐταράχθησαν.

`18.231`

Ἀμφὶ σφοῖς. Περὶ τοῖς ἰδίοις.

`18.234`

Μυρόμενοι. Ὀδυρόμενοι, κλαίοντες.

`18.236`

Φέρτρῳ. Νεκροφόρῳ κλινιδίῳ. ἢ φορείῳ.

`18.239`

Ἀκάμαντα. Μηδέποτε κοπιῶντα.

`18.245`

Ἐς δʼ ἀγορὴν ἀγέροντο. Εἰς τὴν ἐκκλησίαν συνηθροίζοντο. πρὸς τί φησιν ἐκκλησίαν ἀθροίζει; τινὲς μὲν οὖν τὸν Ποιητήν φασι μετάγειν τὴν μάχην εἰς λόγους ἀεὶ θηρώμενον τὸ ποικίλον. οἱ δὲ διὰ δέος τοὺς Τρῶας αὐτομάτους συνδραμεῖν καὶ ἀναγκασθῆναι δημηγορεῖν τοὺς ἡγεμόνας. Μέδεσθαι. Ἐπιμελεῖσθαι.

`18.250`

Πρόσσω καὶ ὀπίσσω. Εἰς τὸ παρῳχηκὸς καὶ τὸ μέλλον.

`18.254`

Ἀμφὶ μάλα φράζεσθε. Ἐπιμελῶς βουλεύεσθε.

`18.258`

Ῥηΐτεροι. Εὐκολώτεροι ἐν τῷ πολέμῳ. εὐκαταγώνιστοι. Πολεμιζέμεν. Ἀντὶ τοῦ πολεμίζεσθαι, μάχεσθαι. Περίφρασις ὁ τρόπος.

`18.259`

Θοῇς ἐπὶ νηυσὶν ἰαύων. Ἐπαυλιζόμενος ταῖς ναυσί. καθεύδων.

`18.264`

Μένος Ἄρηος. Τὸν πόλεμον, καθʼ ὅσον ὁτὲ μὲν ἔφευγον, ὁτὲ δὲ ἐδίωκον. Μένος Ἄρηος δατέονται. Μερίζονται τὸν τοῦ πολέμου κίνδυνον.

`18.272`

Αἲ γὰρ δή μοι ἀπʼ οὔατος. Ὤφελεν γὰρ ἀπὸ τῆς ἐμῆς ἀκοῆς γενέσθαι. τοῦτʼ ἔστιν· εἴθε γὰρ μὴ ἀκούσαιμι. τινὲς δὲ ἀπούατον, τὸν κακόν. ἵνʼ ᾖ τὸν Ἀχιλλέα. ἀντὶ τοῦ, εἴθε γὰρ κακὸς ἐγένετο, τοῦτʼ ἔστι δειλός.

`18.274`

Νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν. Τῆς βουλῆς ἐπικρατήσωμεν καὶ κατισχύσωμεν. ὅ ἐστι βουλευσώμεθα, τοῦτʼ ἔστι συναθροισθῶμεν.

`18.276`

Ἐζευγμέναι. Ἡρμοσμέναι.

`18.281`

Ἄσῃ. Πληρώσῃ, κορέσῃ. Ἠλασκάζων. Πλανώμενος, περιερχόμενος, ἢ ἐκκλίνων, ἢ ἐλαύνων.

`18.287`

Κεκόρησθε. Ἐκορέσθητε, ἐπληρώθητε. Ἐελμένοι. Συγκεκλεισμένοι, συνηγμένοι.

`18.289`

Μυθέσκοντο. Ἔλεγον.

`18.291`

Μῃονίην. Λυδίαν. οὕτω γὰρ πρότερον ἐκαλεῖτο.

`18.292`

Περνάμενʼ. Πιπρασκόμενα. Ἥκει. Ἀφικνεῖται, ἢ ἀπέρχεται. Ὠδύσατο. Ἐχολώθη. ὠργίσθη.

`18.295`

Νοήματα. Βουλεύματα. Φαῖνε. Διαφανῆ ποίησον.

`18.298`

Ἐν τελέεσσιν. Ἐν τοῖς τάγμασιν.

`18.300`

Τρώων δʼ ὃς κτεάτεσσιν. Καὶ τὰ ἑξῆς. Τῶν δὲ Τρώων ὅς τις ἂν ὑπερβαλλόντως ἀνιᾶται ἐπὶ τοῖς χρήμασι, ὡς μέλλων ἀπολλύειν αὐτὰ ὑπὸ τῶν πολεμίων. τοῦτο γὰρ ἐλλεῖπον προσυπακούεται, συναγαγὼν αὐτὰ, δότω τοῖς πολίταις. βέλτιον γάρ ἐστιν ὑπὸ τούτων αὐτὰ δαπανηθῆναι.

`18.301`

Καταδημοβορῆσαι. Δότω αὐτὰ τῷ πλήθει καταναλῶσαι.

`18.302`

Ἐπαυρέμεν. Ἀπόνασθαι, ἀπολαῦσαι.

`18.309`

Ξυνὸς ἐνυάλιος. Κοινὴ ἡ τοῦ πολέμου τύχη. Καί τε κτανέοντα κατέκτα. Ἐλπίζοντα ἀνελεῖν τὸν πλησίον, συμβαίνει πολλάκις ὑπʼ ἐκείνου ἀναιρεθῆναι.

`18.316`

Ἀδινοῦ. Ὀξέος, οἰκτροῦ.

`18.317`

Χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου. Ἀμφίβολον πότερον τὰς ἑαυτοῦ ἀνδροφόνους χεῖρας ὁ Ἀχιλλεὺς ἐπιθεὶς τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πατρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότερον.

`18.319`

Σκύμνους. Ὀξυτονουμένης μὲν τῆς πρώτης συλλαβῆς, τὸ τοῦ λέοντος ἔκγονον· βαρυνομένης δὲ, τὰ τῶν ἄλλων ζώων. Ἐλαφηβόλος. Κυνηγός.

`18.321`

Ἄγκεα. Τοὺς συνδένδρους τόπους τῶν ὀρῶν.

`18.324`

Ἔκβαλον. Μάτην προηκάμην.

`18.326`

Ὀπόεντα. Ὀποῦντα, πόλις τῆς Λοκρίδος.

`18.329`

Πέπρωται. Εἵμαρται. Ἐρεῦσαι. Ἐρυθρὰν τῷ αἵματι ποιῆσαι.

`18.334`

Κτεριῶ. Θάψω.

`18.336`

Ἀποδειροτομήσω. Τοὺς τραχήλους ἀποτεμῶ.

`18.341`

Καμόμεσθα. Μετὰ κακοπαθείας, καὶ πόνου ἐκτησάμεθα.

`18.342`

Πιείρας. Πλουσίας, εὐδαίμονας.

`18.344`

Ἀμφὶ πυρὶ στῆσαι τρίποδα. Ἐν τῷ πυρὶ θερμᾶναι τὸ ὕδωρ.

`18.345`

Βρότον. Τὸν τῆς μάχης μολυσμόν.

`18.346`

Λοετροχόον. Ἐξ οὗ τὰ λουτρὰ καὶ καθάρσια γίγνονται.

`18.348`

Γάστρην. Χώρημα, τὸ πλάτος τοῦ λέβητος. Ἄμφεπε. Περιέλαβε, περιεῖχεν.

`18.351`

Ἀλείφατος. Ἀπὸ ἀλείμματος ἐλαίου. Ἐννεώροιο. Ἐνναετοῦς. Ὧρος γὰρ ὁ χρόνος.

`18.352`

Ἑανῷ. Λεπτῷ πέπλῳ, παρὰ τὸ ἕννυσθαι. Λιτί. Λιτῷ, καὶ ἀποικίλῳ τῷ ὑφάσματι.

`18.353`

Ἐς πόδας ἐκ κεφαλῆς. Ἀντὶ τοῦ ἀπὸ κεφαλῆς ἕως ποδῶν.

`18.357`

Ἔπρηξας καὶ ἔπειτα. Ἀντὶ τοῦ ἐξετέλεσας δὴ καὶ ἤνυσας ὃ ἠβουλήθης, ὦ Ἥρα, ἀναστήσασα τὸν Ἀχιλλέα.

`18.362`

Καὶ μὲν δή που τις μέλλει βροτὸς ἀνδρί. Προσληπτέον τελέσαι, ἵνʼ ᾖ, καὶ μὴν ἄνθρωπος ἀνθρώπῳ κακὸν κατασκευάσει.

`18.367`

Ῥάψαι. Μηχανήσασθαι, κατασκευάσαι.

`18.371`

Κυλλοποδίων. Χωλός.

`18.372`

Ἑλισσόμενον. Νῦν κακοπαθοῦντα, ἐνεργοῦντα.

`18.373`

Ἐείκοσι πάντας. Περισσὸν τὸ πάντας. εἴκοσι δέ.

`18.374`

Ἐϋσταθέος. Εὐποιήτου, ἑδραίου.

`18.375`

Χρύσεα δέ σφʼ ὑπὸ κύκλα. Ἑκάστῳ δὲ πυθμένι χρυσοῦς κύκλους ὑπέβαλλε.

`18.376`

Θεῖον δύσονται ἀγῶνα. Εἰς τὰ τῶν θεῶν κατελεύσονται τεμένη καὶ ἀθροίσματα.

`18.378`

Τόσσον μὲν ἔχον τέλος. Τὸ μὲν λοιπὸν παντελῶς ἔσχον. ὅ ἐστι τετελείωντο.

`18.379`

Ἤρτυε. Κατεσκεύαζε. Κόπτε. Κατεσκεύαζεν, ἐχάλκευε. Δεσμούς. Ἥλους, καθʼ ὃ συμβάλλουσι καὶ συνδεσμοῦσι τὰ ὦτα τοῦ τρίποδος.

`18.382`

Προμολοῦσα. Προελθοῦσα. Λιπαροκρήδεμνος. Ἤτοι λαμπρὰ ἔχουσα περιβόλαια τῇ κεφαλῇ· ἐξ οὗ εὐσταλὴς καὶ κοσμία. ἢ λιπαρὰ ἀπὸ τοῦ ἐλαίου.

`18.385`

Τανύπεπλε. Τεταμένον ἔχουσα τὸν πέπλον, κοσμία.

`18.386`

Οὔτι θαμίζεις. Πυκνῶς οὐ παρεγένου.

`18.390`

Θρῆνυς. Ὑποπόδιον.

`18.392`

Πρόμολε. Πρόελθε. Ὧδε. Οὕτως ὡς ἔχεις.

`18.394`

Δεινή. Νῦν ἡ θαυμαστή.

`18.399`

Ἀψοῤῥόου. Εἰς τοὐπίσω ῥέοντος, ὑποχωροῦντος, ἢ τοῦ ταχέως ῥέοντος καθʼ ὃ πέριξ ἔχει τὴν γῆν.

`18.400`

Τῇσι πάρα. Παρʼ αἷς. ἀναστροφὴ ὁ τρόπος.

`18.401`

Πόρπας. Αἷς αἱ χλανίδες καταβάλλονται, περόνας δηλαδή. Γναμπτὰς ἕλικας. Ἐπικαμπεῖς. λέγει δὲ τὰ ψέλλια καλούμενα. Κάλυκας. Σωληνίσκους. λέγει δὲ τὰς λεγομένας σύριγγας, αἳ περιλαμβάνουσι τοὺς πλοκάμους, ἢ εἰς ἃς κατακλείονται αἱ περόναι. Ὅρμους. Περιτραχήλια.

`18.403`

Μορμύρων. Φοβερῶς ζέων, καὶ οἱονεὶ ἀναζέων.

`18.405`

Ἔσαν. Παρεγένοντο.

`18.407`

Ζωάγρια. Τὰ τῆς ζωῆς χαριστήρια.

`18.410`

Ἀκμοθέτοιο. Τόπῳ ᾧ ἁρμόζεται ὁ ἄκμων τῷ κορμῷ. Πέλωρ. Μέγιστον. Αἴητον. Μέγα. πέλωρ αἴητον, πέλωρ μέγιστον. αἴητον δὲ τὸ μέγα. ἢ πελώριος ὁ μετέωρος. ἀπὸ μεταφορᾶς δὲ τὸ αἴητον ἀπὸ τῶν ἀετῶν. κατὰ γὰρ τὴν πτῆσιν οἱ ἀετοὶ πολύ τι ἑαυτοὺς βαστάζουσι. κακῶς οὖν ὑφʼ ἓν μέρος ἀναγνόντες πελωραίητον ἀποδιδοῦσι. τὸ μέγα, ἀπὸ τοῦ μεγέθους.

`18.411`

Ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. Αἱ δὲ ἀσθενεῖς καὶ λεπταὶ αὐτοῦ κνῆμαι ὑπερεκινοῦντο μετὰ κακοπαθείας.

`18.412`

Ὅπλα. Νῦν τὰ χαλκευτικὰ ἐργαλεῖα.

`18.413`

Λάρνακα. Κιβωτόν. Τοῖς ἐπονεῖτο. Οἷς εἰργάζετο, καὶ ἐνήργει.

`18.415`

Λαχνήεντα. Τετριχωμένα.

`18.416`

Σκῆπτρον. Τὴν βακτηρίαν.

`18.417`

Ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο. Συνεξώρμων δὲ αὐτῷ.

`18.418`

Νεήνισι. Νεανίαις.

`18.420`

Ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασι. Παρὰ δὲ τῶν θεῶν τὰ ἔργα εἰσὶ δεδιδαγμένα.

`18.421`

Ὕπαιθα. Εἰς τοὔμπροσθεν. Ἐποίπνυον. Ἐνήργουν. Ἔῤῥων. Κυρίως μὲν μετὰ κακοπαθείας καὶ φθορᾶς παραγενόμενος, νῦν δὲ μόλις, διὰ τὴν χωλότητα.

`18.430`

Ἀνέσχετο. Ὑπέμεινεν, ἀνεδέξατο.

`18.435`

Ἀρημένος. Παρειμένος, βεβλαμμένος. Ἄλλα δέ μοι νῦν. Ἀπὸ κοινοῦ προσληπτέον τὸ ἔδωκε κακά.

`18.438`

Γουνῷ ἀλωῆς. Τῷ γονίμῳ τόπῳ τῆς γῆς.

`18.444`

Ἔξελον. Ἐξαίρετον ἔδωκαν.

`18.446`

Ἀχέων. Λυπούμενος. Ἔφθιεν. Ἀντὶ τοῦ, τέτηκεν.

`18.447`

Ἐείλεον. Συνείλουν, συνέκλειον.

`18.460`

Ὁ γὰρ ἦν οἱ. Οὕτως γὰρ ἦν αὐτῷ.

`18.461`

Τρωσὶ δαμείς. Ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων ἀναιρεθείς.

`18.470`

Χοάνοισι. Χώνοις πηλίνοις, ἐν οἷς χωνεύεται τὰ μέταλλα.

`18.471`

Εὔπρηστον. Εὐφύσητον. Ἀϋτμήν. Πνοήν. Ἐξανιεῖσαι. Ἀφιεῖσαι.

`18.472`

Παρέμμεναι. Παρεῖναι.

`18.473`

Ἄνοιτο. Ἀνύοιτο, τελειοῖτο.

`18.474`

Ἀτειρέα. Ἀκαταπόνητον.

`18.477`

Ῥαιστῆρα. Σφύραν σιδηρᾶν. παρὰ τὸ ῥαίζειν. Γέντο. Ἔλαβε. Πυράγρην. Τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον. παρὰ τὸ τὰ ἐν τῷ πυρὶ ἀγρεύειν.

`18.479`

Πάντοσε δαιδάλλων. Εἰς πᾶν μέρος δαίδαλα ἐνθεὶς, ὅ ἐστι ποικίλλων αὐτό. Ἄντυγα. Τὸν ἔξωθεν τῆς ἀσπίδος κύκλον.

`18.480`

Τρίπλακα. Τριπλῆν, τρίπτυχον. πτύχες γὰρ, τὰ ἐλάσματα τῆς ἀσπίδος.

`18.482`

Ἰδυίῃσιν. Ἐμπείροις.

`18.483`

Ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν. Ἐγκατεσκεύασε δὲ τῇ ἀσπίδι, οὐρανὸν καὶ γῆν.

`18.484`

Ἀκάμαντα. Τὸν ἀκαταπόνητον, καὶ ἄοκνον. Σελήνην τε πλήθουσαν. Τὴν οἷον πεπληρωμένην, καὶ ἐγκύμονα τοῦ ἡλιακοῦ φωτός. λέγει δὲ τὴν πανσέληνον. εἴρηται δὲ σελήνη οἱονεὶ σέλας νέον.

`18.485`

Τείρεα. Τὰ ἄστρα. παρὰ τὸ τερατώδη, καὶ σημειώδη ταῦτα εἶναι. Τά τʼ οὐρανὸς ἐστεφάνωται. Οἷς κεκόσμηται ὁ οὐρανός.

`18.486`

Πληϊάδας. Ἑπτὰ ἀστέρες εἰσὶ κείμεναι ἐπὶ τὴν πλευρὰν τοῦ Ταύρου· ὁ γὰρ Ταῦρος σῶος οὐκ ἀνηστέρισται, ἀλλʼ ἕως τῶν ἰσχίων. Αὗται δέ εἰσιν Ἄτλαντος, καὶ Πληϊόνης θυγατέρες. ὧν τὰ ὀνόματα, Μαῖα, Ταϋγέτη, Κελαινὼ, Μερόπη, Ἠλέκτρα, Στερόπη, Ἀλκυόνη. Ἄτλας εἷς τῶν γιγάντων, μιγεὶς Πληϊόνῃ τῇ Ὠκεανοῦ ἔσχε θυγατέρας ἑπτὰ, αἳ τὴν παρθενείαν ἀγαπήσασαι, συνεκυνήγουν τῇ Ἀρτέμιδι. θεασάμενος δὲ Ὠρίων, ἠράσθη καὶ ἐδίωκεν αὐτὰς μιγῆναι βουλόμενος. αἱ δὲ περικατάληπτοι γιγνόμεναι, θεοῖς ηὔξαντο μεταβαλεῖν τὴν φύσιν. Ζεὺς δὲ ἐλεήσας αὐτὰς Πελειάδας ἐποίησε, καὶ διʼ αὐτῶν ἄστρον κατηστέρισεν. ὠνομάσθησαν δὲ Πληϊάδες ἀπὸ Πληϊόνης τῆς μητρὸς αὐτῶν. φασὶ δὲ Ἠλέκτραν οὐ βουλομένην τὴν Ἰλίου πόρθησιν θεάσασθαι, τῷ τὸ κτίσμα εἶναι τῶν ἀπογόνων, καταλιπεῖν τὸν τόπον ἔνθα κατηστέριστο, διόπερ οὔσας πρότερον ἑπτὰ, γενέσθαι ἕξ. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς. Ὑάδας. Τοὺς ἐπὶ τῶν κεράτων τοῦ Ταύρου ἑπτὰ ἀστέρας κειμένους. καλοῦνται δὲ Ὑάδες, ἤτοι διὰ τὴν πρὸς τὸ υ στοιχεῖον ὁμοιότητα, ἢ ἐπειδὴ, αἴτιοι ὄμβρων, καὶ ὑετῶν καθίστανται. Ζεὺς ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον, ταῖς Δωδωνῖσι νύμφαις τρέφειν ἔδωκεν, Ἀμβροσίᾳ, Κορωνίδι, Εὐδώρῃ, Διώνῃ, Αἰσύλῃ, Πολυξοῖ. αὗται θρέψασαι τὸν Διόνυσον, περιῄεσαν σὺν αὐτῷ, τὴν εὑρεθεῖσαν ἄμπελον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι. Λυκοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυσον. ἐκείνας δὲ ἐλεήσας ὁ Ζεὺς κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερεκύδῃ. Πληϊάδας θʼ Ὑάδας τε. Τὰς μὲν κατηστερισμένας ἐν τῷ μετώπῳ τοῦ Ταύρου Ὑάδας φασὶν εἰρῆσθαι. τὰς δὲ ἐπὶ τῆς ἡμιτόμου πλευρᾶς, Πλειάδας καλεῖσθαι. Ἄτλαντι γὰρ τοῦ Ἰαπετοῦ, καὶ Αἴθρᾳ τῇ Ὠκεανοῦ, καθά φησι Τίμαιος, θυγατέρες δώδεκα, καὶ υἱὸς Ὕας. τοῦτον ἐν Λιβύῃ κυνηγοῦντα, ὄφις κτείνει. καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται. τὰς δὲ λοιπὰς διʼ οἶκτον καταστερίσας Ζεὺς, Ὑάδας ἐπωνόμασεν, ἐπωνύμως τοῦ ἀδελφοῦ. αἱ δὲ πλείους ἑπτὰ, βραδέως μὲν, πλὴν ἀποθανοῦσαι, Πληϊάδες εἴρηνται. Φερεκύδης δὲ, καθάπερ εἴρηται, τὰς Ὑάδας Δωδωνίδας νύμφας φησὶν εἶναι, καὶ Διονύσου τροφούς. ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰνοῖ διὰ τὸν τῆς Ἥρας φόβον. καθʼ ὃν καιρὸν καὶ αὐτὰς Λυκοῦργος ἐδίωξε. τῶν δὲ Πληϊάδων οὐσῶν ἑπτὰ, πάνυ ἀμαυρὸς ὁ ἕβδομος ἀστήρ. ὡς μὲν Ἄρατος ἐν τῷ πρὸς Θεόπροπον ἐπικηδείῳ φησὶ, Τροίας πορθουμένης τὴν Δαρδάνου μητέρα Ἠλέκτραν μίαν οὖσαν τῶν Πληϊάδων, φυγεῖν τε τὴν τῶν ἀδελφῶν συνοδίαν, καὶ τὰς κόμας λύσασαν, ἐνίοτε κομήτην ἀστέρα φαίνεσθαι. φησὶ δὲ καὶ Ἑλλάνικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντιδῶν, τὰς μὲν ἓξ θεοῖς συνελθεῖν, Ταϋγέτην Διῒ, ὧν γενέσθαι Λακεδαίμονα. Μαῖαν Διῒ, ἀφʼ ὧν Ἑρμῆς. Ἠλέκτραν Διῒ, ὧν Δάρδανος. Ἀλκυόνην Ποσειδῶνι, ὧν Ὑριεύς. Στερόπην Ἄρει, ὧν Οἰνόμαος. Κελαινὼ Ποσειδῶνι καὶ αὐτὴν, ὧν γενέσθαι Λύκον. Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι, ὧν Γλαῦκος, ἣν καὶ ἀμαυρὰν εἶναι. Ὑάδας δὲ εἰρῆσθαι, ἤτοι παρὰ τὸ σχῆμα τῆς τῶν ἀστέρων θέσεως. τῷ γὰρ υ στοιχείῳ παραπλήσιόν ἐστιν, ἢ ἐπεὶ ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσῶν ὕει ὁ Ζεύς. αἱ δὲ Πληϊάδες, ἤτοι ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης. ἢ ὅτι πλείους ὁμοῦ κατὰ μίαν συναγωγήν εἰσι. βότρυν γοῦν αὐτὰς λέγουσιν. ἢ ὅτι πλείους μὲν εἶναι δοκοῦσιν, ἐπὶ δὲ τῆς ἀληθείας ἐλάττους εἰσίν. ἢ Πλησιάδας· πλησίον γὰρ κεῖνται. ἢ ὅτι πλείους διʼ αὐτὰς αἱ τῶν ὡρῶν ἐπισημασίαι, ἢ ὅτι πλειῶνος, ὅ ἐστιν ἐνιαυτοῦ σημαντικαί. χειμῶνα γὰρ καὶ θέρος διορίζουσιν καθότι ἐπιφέρονται, καὶ διὰ μόνων αὐτῶν σημειοῦνται τὰς ἑώας ἐπιτολὰς πρὸς θέρος, καὶ τὰς ἑσπερίους πρὸς ἄροτρον· ὡς Ἡσίοδος· Πληϊάδων

  
Ἀτλαγενάων ἐπιτελλομενάων, Ἄρχεσθʼ  
ἀμητοῖο, ἀρότοιο δὲ δυσομενάων. τὰς δὲ Ἄτλαντος ἀτυχίας κλαιούσας αὐτὰς κατηστερίσθαι φησὶν Αἰσχύλος. Πληϊάδων δὲ ἀνατολὴ ἑώα ἡλίου ὄντος ἐν Διδύμοις. δύσις δὲ ἑώα κατὰ τὴν διάμετρον ἡλίου ὄντος ἐν Σκορπίῳ. Ταύρου δὲ ὄντος κατὰ τὸ εἰκὸς ἑκατέρωθεν, ἐπίφασις γίγνεται. καὶ γὰρ τὸν προανατέλλοντα Κριὸν ἐπὶ πέντε ἡμέρας προκαταλάμπει καταρχὰς ἐγγὺς ὢν αὐτοῦ, καὶ τοὺς προανατέλλοντας Διδύμους ἐπʼ ἄλλας ἡμέρας πέντε, ὥσπέρ τι καιόμενον πῦρ θέρμης ἀπόῤῥοιαν ἔχει βραχείαν καὶ πρὸς τοὺς ἑκατέρωθεν. διὰ τοῦτο καὶ Ἡσίοδος ἔφη· Αἳ δή τοι

  
νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται.  
διότι καταυγάζονται. Τό τε σθένος Ὠρίωνος. Περιφραστικῶς τὸν Ὠρίωνα. ὁ δὲ Ὠρίων ἐστὶν ἄστρον μέγιστον ἐν τῷ οὐρανῷ κατηστερισμένον οὕτως. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτείας. φιλοξενώτατος δὲ ὢν ὑπεδέξατο ποτὲ καὶ θεούς. Ζεὺς δὲ καὶ Ποσειδῶν, καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ, καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι, παρῄνεσαν αἰτεῖν ὅ τι ἂν βούλοιτο. ὁ δὲ ἄτεκνος ὢν, ᾐτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν, ἀπεσπέρμηναν εἰς αὐτὴν, καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν, καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι, ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι ὥσπερ τοὺς θεοὺς, ἔπειτα κατʼ εὐφημισμὸν, Ὠρίων. συγκυνηγῶν δὲ οὗτος Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι. ὀργισθεῖσα δὲ ἡ θεὸς, ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν, πλήξας κατὰ τὸν ἀστράγαλον, ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν. διὸ τοῦ Σκορπίου ἀνατέλλοντος, Ὠρίων δύνει. Ἡ ἱστορία παρʼ Εὐφορίωνι.

`18.487`

Ἄρκτον θʼ ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν. Ἄρκτοι δύο δείκνυνται ἐν τῷ βορείῳ κλίματι. αὕτη τε ἡ μεγάλη ἡ καλουμένη καὶ Ἅμαξα, διὰ τὸ εἰς ἁμάξης τύπον κατηστερίσθαι. καὶ ἐγγὺς ἐκείνης ἡ μικρὰ ἡ Κυνόσουρα καλουμένη διὰ τὸ ὡς κυνὸς ἔχειν ἀνακεκλασμένην τὴν οὐράν. ἧς Ὅμηρος οὐ μέμνηται, ὡς ὕστερον εὑρεθείσης ὑπὸ Θαλοῦ τοῦ Μιλησίου ἑνὸς τῶν ἑπτὰ σοφῶν. Ζεὺς Καλλιστοῦς τῆς Λυκάονος ἐρασθεὶς, ἐμίσγετο αὐτῇ λανθάνων Ἥραν. ἐπιγνοῦσα δὲ ἡ θεὸς μετέβαλλεν αὐτὴν εἰς ἄρκτον, καὶ ὡς θηρίον Ἀρτέμιδι προσέταξε τοξεῦσαι. Ζεὺς δὲ εἰς οὐρανὸν αὐτὴν ἀναγαγὼν, πρώτην κατηστέρισεν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.

`18.488`

Ἥ τʼ αὐτοῦ στρέφεται. Ἥ τις περὶ τὸν Ἀρκτικὸν καὶ ἀειφανῆ καλούμενον κύκλον, ἤτοι πόλον στρέφεται, καὶ ἐπιτηρεῖ τὸν Ὠρίωνα, νεύουσα εἰς αὐτὸν ὡς κυνηγέτην. βλέπει γὰρ ἡ μεγάλη ἄρκτος πρὸς τὸ τοῦ Ὠρίωνος ἄστρον. Ἥ τʼ αὐτοῦ στρέφεται. Ἀντὶ τοῦ περὶ τὸν αὐτὸν τόπον, ὡς μὴ καταδυομένη.

`18.489`

  
Οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.  
Ἀντὶ τοῦ μόνη οὐ δύνει εἰς τὸν ὠκεανόν. αἱ γὰρ ἄρκτοι οὐ δύνουσιν, οὖσαι ἐν τῷ ἀεὶ φανερῷ. αἵ εἰσιν ἀμφότεραι τοῦ ἀπʼ αὐτῶν καλουμένου πόλου Ἀρκτικοῦ. μόνη οὖν δηλονότι τῶν κατηστερισμένων ἄμοιρός ἐστι τῶν ὠκεανοῦ ῥείθρων, καὶ οὐ καταδύεται. ἐπεί τοι καὶ ἄλλα τινὰ ἐστὶ ἀειφανῆ, ὅσα ὁ Ἀρκτικὸς ἀποτέμνεται κύκλος. ἔστι δὲ ἥτε Κυνόσουρα καλουμένη Ἄρκτος. καὶ ὁ διʼ ἀμφοτέρων τῶν Ἄρκτων Δράκων, καὶ ἡ χεὶρ τοῦ Βοώτου, μέρη τε τοῦ Κηφέως τὰ ἀπὸ ἰξύος μέχρι ποδῶν. Ἄμορος. Ἀμέτοχος, ἄμοιρος. Λοετρῶν ὠκεανοῖο. Ἀντὶ τοῦ δύσεως.

`18.491`

Εἰλαπίναι τε. Θυσίαι, ἑορταί. Τίνες εἰσὶν αἱ δύο πόλεις, ἅς φησιν ἐν τῇ Ἀσπιδοποιΐᾳ, Ἐν δὲ δύο ποίησε πόλεις; Ἀγαλλίας ὁ Κερκυραῖος, ὁ Ἀριστοφάνους γνώριμος εἶπε τὰς δύο πόλεις εἶναι Ἀθήνας καὶ Ἐλευσῖνα κατασκευάζων οὕτως, τὴν μὲν προτέραν, ἐπεὶ κατὰ γένεσιν τοῦ κόσμου πρώτη πόλις Ἀθῆναι. μετὰ δὲ τὴν φύσιν τῶν στοιχείων ὁ θεὸς τὴν πόλιν τειχοποιεῖ. ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους· ἐν γὰρ Ἀθήναις ταῦτα πρῶτον ἤχθη. αὐλούς τε ἐν τοῖς γάμοις εὗρεν Ἀθηνᾶ. δίκας τε ἐν τῇ πόλει· παρὰ γὰρ Ἀθηναίοις πρῶτον ἐγένετο δικαστήριον ἐπὶ Ἀλιῤῥοθίῳ τοῦ Ποσειδῶνος. οἱ δὲ δικασταὶ Ἀθήνῃσι μισθὸν λαμβάνουσι, καὶ διατοῦτο λέγει κεῖσθαι ἐν τῷ μέσῳ χρυσοῦ δύο τάλαντα. Τὴν δευτέραν πόλιν οὖσαν Ἐλευσῖνα. πόλεμον δὲ Ἀθηναῖοι ἔσχον πρὸς Ἐλευσινίους, ὃν ἐπολέμησεν Εὔμολπος ὁ Ποσειδῶνος. βοηθοὶ δὲ αὐτοῖς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ· ὁ μὲν χάριτας ἀποδιδοὺς, ὅτι ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ· ἡ δὲ ὅτι τῆς πόλεως ὡς οἰκείας ἐκήδετο. καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος, εὐρεῖα τρίπολος, ἐπείπερ Ἐλευσῖνι πρῶτον καρποὺς Δημήτηρ ἔδωκεν. ἡ δὲ σταφυλὴ ἡ κατὰ μέγα βρίθουσαν ἀλωὴν, ἐπὶ Ἰκαρίου καὶ Διονύσου πορείᾳ. ὁ δὲ ποικιλλόμενος χορὸς, Ἀριάδνης καὶ Θησέως ἔχει πράξεις. ἴδιος δὲ καὶ ὁ τεχνίτης τῶν Ἀθηνῶν Ἥφαιστος. Ἐριχθονίῳ γὰρ τῷ υἱῷ χαριζόμενος βασιλεύοντι Ἀθηνῶν τὴν τοιαύτην κατασκευὴν παρήγαγε. τῷ δὲ ἱερῷ κύκλῳ τὸν Ἄρειον πάγον ἑρμηνεύει, οἵ τε δικασταὶ Ἀθηναῖοι. διὰ ποίαν δὲ αἰτίαν μόνος ὁ Ὠκεανὸς ποταμὸς οὐ πάρεστι τῇ ἐκκλησίᾳ τῶν θεῶν; ῥητέον ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τὸ τοῦ κόσμου ῥεῦμα, κατὰ τὸ, Ὠκεανὸς ᾧ πᾶσα περίῤῥυτος ἐκδέδεται χθών.

`18.492`

Νύμφας. Νῦν τὰς γαμουμένας. Δαΐδων ὑπολαμπομενάων. Ἀντὶ τοῦ μετὰ λαμπάδων.

`18.493`

Ἠγίνεον. Ἦγον. Πολὺς δʼ Ὑμέναιος ὀρώρει. Ἐξῆπτο, διεγήγερτο πλείστη γαμήλιος ᾠδή. τὸν δὲ Ὑμέναιον ἐτυμολογοῦσιν, οἱ μὲν ἀπὸ τοῦ ναίειν ὁμοῦ τὸν νυμφίον, καὶ τὴν νύμφην· ἄλλοι δὲ φυσικῶς, ἐπεὶ ὑμήν ἐστιν ὁ ῥηγνύμενος ἐν τῇ τῶν παρθένων διακορήσει. ὁ δὲ ὅτι Ὑμέναιός τις Ἀργεῖος παραπλέων τὰς Ἀθήνας, κατέλαβεν Ἀττικὰς παρθένους, ἁρπαζομένας ὑπὸ Πελασγῶν τινων, αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο τοῦ μὴ βιασθῆναι, ἀποδιώξας τοὺς Πελασγούς. διὰ γοῦν τοῦτο νομίμως γαμούμεναι, ὥσπερ προσκαλούμεναι αὐτὸν, ὕμνον τινὰ ἔλεγον εἰς αὐτὸν ὃν ἐκάλουν Ὑμέναιον.

`18.494`

Ἐδίνεον. Ἀνεστρέφοντο, ἐκινοῦντο.

`18.497`

Ἔνθα δὲ νεῖκος ὠρώρει. Ἐφιλονείκουν, ἠμφισβήτουν. δικαστήριον εἰσάγει δύο τινῶν ἀνδρῶν. ὧν ὁ μὲν ἐγκαλούμενος, ἀποδεδωκέναι λύτρα ὑπὲρ τοῦ πεφονευμένου φησί· ὁ δὲ ἐγκαλῶν, ἔλεγε μὴ εἰληφέναι. δύο δὲ τάλαντα χρυσοῦ κατέθεντο, ὥστε τὸν ἀποδείξαντα τὸ ἀληθὲς λαβεῖν ἀμφότερα. ποινῆς οὖν λέγει τῆς καλουμένης παρὰ τοῖς Ἀττικοῖς, ὑποφόνια, ἃ ἐδίδοσαν τοῖς οἰκείοις τῶν ἀνῃρημένων οἱ ἀνελόντες. λέγεται δὲ κοινῶς πᾶσα ἀντέκτισις, ποινή.

`18.499`

Εὔχετο. Νῦν διωρίζετο.

`18.500`

Δήμῳ πιφαύσκων. Τῷ κοινῷ παντὶ δεικνὺς καὶ ἐμφανίζων. Ἀναίνετο. Ἀπηρνεῖτο.

`18.501`

Ἱέσθην. Προεθυμοῦντο, ἐβούλοντο, ἔσπευδον. Ἐπὶ ἵστορι. Μάρτυρι, ἢ κριτῇ. ἀμφότεροι δὲ ἐβούλοντο ἐπὶ μάρτυρι δικάσασθαι, τοῦτʼ ἔστι παρέχοντες μάρτυρας, ὁ μὲν τοῦ δεδωκέναι, ὁ δὲ τοῦ μὴ εἰληφέναι τὰ ὑποφόνια. Πεῖραρ. Πέρας.

`18.502`

Ἐπήπυον. Ἐνήργουν. τὸ δὲ πλῆθος εἰς τοὺς δικάζοντας διῃρημένως ἐβόα. Ἀμφὶς ἀρωγοί. Χωρὶς ἑκατέρῳ οἱ ἴδιοι βοηθοί.

`18.503`

Γέροντες. Οἱ δικασταὶ δηλονότι.

`18.504`

Ἱερῷ ἐνὶ κύκλῳ. Τῷ μεγίστῳ δικαστηρίῳ, ἐπεὶ τὸ δίκαιον ἀποδιδοῦσιν ἑκάστῳ ἐν ἀφιερωμένῳ.

`18.505`

Ἠεροφώνων. Μεγαλοφώνων, ἢ τῶν τὸν ἀέρα πληττόντων τῇ φωνῇ. φωνὴ γάρ ἐστι, ὡς Ἀπολλώνιός φησιν, ἀὴρ πεπληγμένος.

`18.506`

Τοῖσιν ἔπειτʼ ἤϊσσον. Ἀντὶ τοῦ σὺν οἷς σκήπτροις ἐπὶ τὸ δημηγορεῖν ὥρμων. ἔνιοι δὲ ἤϊσσον, κατεσίγαζον. ἢ ὅτι ἀεὶ συνδιετίθεντο τοῖς λόγοις. Ἀμοιβηδὶς δʼ ἐδίκαζον. Ἐν μέρει δὲ ἀκούοντες ἐδίκαζον. ὅ ἐστι κατὰ ἐναλλαγὴν ἀποφαίνων τὴν ἑαυτοῦ γνώμην ἕκαστος.

`18.508`

Ἰθύντατα. Δικαιότατα, ὀρθότατα.

`18.509`

Τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν. Ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον. πολιορκία γὰρ ἦν, καὶ οὐ πεδιὰς ἡ μάχη.

`18.510`

Δίχα δέ σφισιν ἥνδανε βουλή. Σημειοῦται, ὅτι οἱ ἐπιστρατεύσαντες πόλει τινὶ, καὶ μετὰ σπονδῶν ἀπαλλασσόμενοι, ἐλάμβανον παρὰ τῶν πολεμουμένων τὸ ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων.

`18.512`

Ἐπήρατον. Ἐπέραστον, καλόν. Ἐέργει. Φυλάττει, ἐπέχει.

`18.513`

Λόχῳ δʼ ὑποθωρήσσοντο. Εἰς ἐνέδραν παρεσκευάζοντο.

`18.514`

Τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα Ῥύατʼ ἐφεσταότες μετὰ δʼ ἀνέρες. Εἰς τὸ ῥύατο στικτέον. τὸ δὲ ἐφεσταότες, τῷ ἀνέρες συντακτέον.

`18.517`

Ἕσθην. Περιβεβλημένοι ἦσαν, ὁτὲ δὲ ἐκάθευδον.

`18.519`

Ἀμφὶς ἀριζήλω. Χωρὶς ἑκάτεροι διάδηλοι. Λαοὶ δʼ ὑπολίζονες ἦσαν. Οἱ δὲ ὄχλοι ἐλάττονες καὶ μικρότεροι ἦσαν.

`18.520`

Εἶκε λοχῆσαι. Ἐνεχώρει, ὥστε ἐνεδρεῦσαι.

`18.521`

Ἀρδμός. Ποτισμός. ἀρθμὸς δὲ ἡ φιλία. Βοτοῖσι. Βοσκήμασιν.

`18.522`

Εἰλυμένοι. Περιβεβλημένοι, κεκαλυμμένοι.

`18.526`

Οὔτι προνόησαν. Οὐ προεσκόπησαν.

`18.528`

Τάμνοντʼ ἀμφί. Περιέταμνον, περιῄρουν, ἀπεχώριζον. Πώεα. Τὰ ποίμνια.

`18.529`

Μηλοβοτῆρας. Βοσκήτορας, νομέας.

`18.531`

Ἱράων προπάροιθε. Πρὸ τῶν ἀγορῶν, ὅ ἐστιν ἐκκλησιῶν. ἀπὸ τοῦ εἴρειν ἐν αὐταῖς καὶ λέγειν. ὅθεν ὁ ἴρος.

`18.532`

Ἀερσιπόδων. Αἰρόντων εἰς ὕψος τοὺς πόδας ἐν τῇ πορείᾳ. Μετεκίαθον. Μετήρχοντο.

`18.535`

Ὁμίλεον. Ἀνεστρέφοντο.

`18.536`

Νεούτατον. Νεωστὶ τετρωμένον. Ἄουτον. Ἄτρωτον.

`18.538`

Δαφοίνεον. Ἤτοι φοινικοῦ χρώματος πεποιημένον. ἢ αἵματι διάβροχον, πεφοινιγμένον.

`18.539`

Ὡμίλευν. Ἀντὶ τοῦ παρετάσσοντο, συνανεστρέφοντο.

`18.540`

Ἔρυον. Εἷλκον.

`18.541`

Νειόν. Τὴν λεγομένην νεατόν. ὅ ἐστι νεωστὶ ἠροτριασμένην, ἁπαλὴν, καὶ διακεχυμένην. ὡς γὰρ νέα φαίνεται ἡ τοιαύτη γῆ. Πίειραν. Λιπαρόγειον χωρίον.

`18.542`

Τρίπολον. Τρὶς ἐστραμμένην, καὶ ἠροτριασμένην.

`18.543`

Δινεύοντες. Στρέφοντες τὴν ἄνω κάτω. Ἐλάστρεον. Ἤλαυνον.

`18.544`

Τέλσον. Τέλος, πέρας.

`18.546`

Ἐπιών. Ἐπερχόμενος. Ὄγμους. Τὰς ἐπʼ εὐθείας τοῦ ἔργου διεξόδους φησὶ, τὰς αὔλακας.

`18.548`

Μελαίνετο. Βαθεῖα ἐγίγνετο. Ἀρηρομένη. Ἠροτριασμένη.

`18.550`

Τέμενος. Χωρίον, εἰς τιμὴν ἀποτετμημένον τινί. Ἔριθοι. Κυρίως μὲν ἐριουργοί. καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι.

`18.551`

Ἤμων. Ἐθέριζον.

`18.552`

Δράγματα. Τὰ τῶν χειρῶν πληρώματα. Ἐπήτριμα. Ἐπάλληλα, πυκνά. Ἔραζε. Ἐπὶ τῆς γῆς.

`18.553`

Ἀμαλλοδετῆρες. Οἱ τὰ δράγματα συνδεσμοῦντες, ὅ ἐστι τοὺς αὐλοὺς τῶν ἀσταχύων. Ἐλλεδανοῖσι. Τοῖς δεσμοῖς. Δέοντο. Ἐδεσμοῦντο.

`18.565`

Δραγμεύοντες. Δράγματα ἐπὶ δεσμὸν συνάγοντες. Ἀγκαλίδεσσιν. Ἀγκάλαις.

`18.556`

Ἀσπερχές. Ἀδιαλείπτως. Βασιλεύς. Νῦν ὁ τοῦ χωρίου δεσπότης.

`18.557`

Γηθόσυνος κῆρ. Χαίρων τῇ ψυχῇ.

`18.558`

Πένοντο. Ἐνήργουν.

`18.559`

Ἄμφεπον. Περὶ αὐτὸν εἵποντο, ἠσχολοῦντο.

`18.560`

Πάλυνον. Ἐνέμισγον, ἔμασσον.

`18.561`

Βρίθουσαν. Βαρουμένην τῷ καρπῷ.

`18.563`

Ἑστήκει δὲ κάμαξι. Πᾶσα δὲ ἐκεχαράκωτο ἡ ἄμπελος. κάμαξιν οὖν στύλοις, οἵ εἰσι ξύλα ὀρθὰ παραπεπηγότα ταῖς ἀμπέλοις.

`18.564`

Κάπετον. Κοῖλον ὄρυγμα, τάφρον. Ἕρκος. Τειχίον. Ἔλασσεν. Ἐποίησεν εἰς μῆκος.

`18.565`

Ἀταρπιτός. Ἀταρπὸς, ὁδός.

`18.566`

Νείσσοντο. Ἐπορεύοντο. Φορῆες. Οἱ τὸν καρπὸν τῶν σταφυλῶν παραφέροντες.

`18.567`

Παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες. Τρυφερὰ, νήπια, πρᾷα, κατʼ ἐπικράτησιν δὲ τοῦ ἄῤῥενος εἴρηκε φρονέοντες, καὶ οὐ φρονέουσαι. Ἠΐθεοι. Ἄγαμοι, ἀκμάζοντες, νέοι. Ἀταλά. Τρυφερά.

`18.570`

Ἱμερόεν. Ἐπέραστον, καλόν. Λίνον δʼ ὑπὸ καλὸν ἄειδεν. Ἤτοι λῖνον. ὁ δὲ ἐξῆπτο ἀντὶ νευρᾶς τῆς κιθάρας, ἐπεὶ οἱ πρῶτοι τοῖς θεοῖς μετὰ ᾠδῆς ὑποκιθαρίζοντες, οὐκ ἐξ ἐντέρων κατεσκεύαζον τὰς κιθάρας, οὐχ ὅσιον, οὐδὲ θεοῖς ἀρεστὸν εἶναι ὑπολαμβάνοντες, διὰ τὸ ἐκ νεύρων πεποιῆσθαι, ἀλλὰ ἐκ λίνου πεποιημένου. ἢ Λῖνον δʼ ὑπὸ καλὸν ἄειδεν, ἀντὶ τοῦ, τὴν ἐπὶ Λίνῳ τῷ Ἀπόλλωνος παιδὶ ᾠδὴν ὄντι νηπίῳ, καὶ ὑπὸ κυνῶν ποιμενικῶν διασπασθέντι, πρώτην ᾀσθεῖσαν.

`18.571`

Λεπταλέῃ. Λεπτῇ, ἡδείᾳ. Ῥήσσοντες. Ἀντὶ τοῦ κροτοῦντες σὺν ἁρμονίᾳ καὶ τύπῳ τοῖς ποσὶ τὸ ἔδαφος. Ὁμαρτῆ. Ὁμοῦ καὶ κατὰ τὸ αὐτό.

`18.572`

Ἰϋγμῷ. Προσληπτέον τὸ σὺν ᾠδῇ καὶ διώξει. Σκαίροντες. Κινούμενοι, σκιρτῶντες, ἢ πυκνῶς κινούμενοι.

`18.575`

Μυκηθμῷ. Μυκήσει. Κόπρου. Τῆς ἐπαύλεως, τοῦ βουστάθμου.

`18.576`

Ῥοδανόν. Εὐδιάσειστον, εὐκίνητον. διὰ τοὺς ἐν αὐτῷ πεφυκότας καλάμους. Δονακῆα. Δόνακας ἔχοντα, ἤγουν καλάμους.

`18.578`

Πόδας ἀργοί. Ταχύποδες.

`18.580`

Ἐρύγμηλον. Μέγα μυκώμενον, ἢ ἐρευγόμενον τὴν τροφήν.

`18.583`

Λαφύσσετον. Ἀθρόως ἤσθιον.

`18.584`

Ἐνδίεσαν. Ἐνεκελεύοντο, παρορμῶντες ἐπέβαλλον.

`18.585`

Ἀπετρωπῶντο. Ἀπετρέποντο.

`18.586`

Ἔκ τʼ ἀλέοντο. Καὶ ἐξέκλιναν.

`18.588`

Ἀργεννάων. Λαμπρῶν.

`18.589`

Κλισίας. Νῦν, τὰς τῶν ποιμνίων καὶ ποιμένων καταγωγάς. Κατηρεφέας. Ἐσκεπασμένας, καταστέγους. Σηκούς. Περιβόλους ἐν οἷς βοσκήματα ἵστανται.

`18.590`

Ἐν δὲ χορὸν ποίκιλλε. Καὶ τὰ ἑξῆς. Ἐγκατεσκεύασε δὲ ἐπιμελῶς ὁ Ἥφαιστος καὶ χορὸν ὁμοίαν τάξιν ἔχοντα χορευόντων τῷ ὑπὸ Δαιδάλου τοῦ μηχανικοῦ κατασκευασθέντι Ἀριάδνῃ ἐν Κνωσσῷ πόλει τῆς Κρήτης. Ἱστόρηται ὅτι Θησέα παραγενόμενον ἐξ Ἀφιδνῶν εἰς Ἀθήνας νεωστὶ, καταλαβόντα δὲ τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ἑπτὰ ἠϊθέους καὶ παρθένους. ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον, ἐπὶ τῷ δεδολοφονηκέναι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα παρʼ αὐτοῖς τὰ παναθήναια. ἑκόντα οὖν αὑτόν φασι συγκαταλέξαι τοῖς ἀπιοῦσι, καὶ παραγενόμενον εἰς Κρήτην, ἡδέως ὀφθῆναί φασιν ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρός. καὶ διὰ τοῦτο τέχνῃ Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε. μίτον ἀγαθίδος ἔδωκε Δαίδαλος τῇ Ἀριάδνῃ, εἰπὼν δοῦναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς ἀγαθίδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύρινθον· καὶ περιγενόμενος τοῦ θηρίου, πάλιν ἔχοι ῥαδίαν καὶ εὐεύρετον τὴν ἔξοδον τοῦ λαβυρίνθου, ποικίλως ἐπιπεπλεγμένους ἔχοντος τὰς εἰσόδους. ἐξελθὼν δὲ μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ἠϊθέων καὶ παρθένων χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ ἐγεγόνει. τῆς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησε. Ποίκιλλε. Ποικίλῃ τορνεύσει ἐποίει.

`18.593`

Ἀλφεσίβοιαι. Ἔντιμοι. καὶ διὰ τὴν εὐμορφίαν βόας εὑρίσκουσαι ἕδνα. θρέμματα γὰρ τὸ παλαιὸν ἐδίδοτο πρὸ τῶν γάμων δῶρα. ὠνόμασται δὲ ἀπὸ μέρους. ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες. ἀλφαίνειν γοῦν τὸ εὑρίσκειν, καὶ ἀλφὴ ἡ τιμὴ, καὶ ἄλφα τὸ στοιχεῖον ὅ τι εὑρέθη πρὸ τῶν ἄλλων.

`18.594`

Ἐπὶ καρπῷ χεῖρας ἔχοντες. Ὀρθῶς καὶ τοῦτο κατʼ ἐπικράτησιν τοῦ ἀρσενικοῦ πέφρακεν.

`18.595`

Ὀθόνας. Διαφανεῖς ἐσθῆτας, λαμπράς.

`18.596`

Εἵαται. Ἠμφιεσμέναι ἦσαν. Εὐνήτους. Εὖ νενησμένους, καὶ εἰργασμένους, λεπτούς. Ἦκα στίλβοντας ἐλαίῳ. Ἠρέμα πῶς στίλβοντας ὡς ἔλαιον.

`18.597`

Στεφάνας. Κόσμους γυναικείους χρυσοῦς περὶ κεφαλὴν κειμένους.

`18.598`

Τελαμώνων. Ἀναφορέων.

`18.599`

Θρέξασκον. Ἐν κύκλῳ ἔτρεχον. Ἐπισταμένοισιν. Ἐπιστήμοσιν, ἐμπείροις.

`18.600`

Ἄρμενον. Εὖ ἡρμοσμένον πάντοθεν.

`18.601`

Ἑζόμενος κεραμεύς. Διὰ τῆς τοῦ χοροῦ παραβολῆς ἔγκυκλον αὐτῶν τὴν πορείαν ὑφιστᾷ. Πειρήσεται. Ἀποπειρώμενος ἀνακινήσει.

`18.602`

Ἐπὶ στίχας. Ἐπʼ ὀρθὴν τάξιν.

`18.604`

Κυβιστητῆρε. Ὀρχησταί.

`18.607`

Ἄντυγα πὰρ πυμάτην. Παρὰ τὸ ἔσχατον μέρος τῆς ἀσπίδος. πέριξ. Πύκα ποιητοῖο. Ἐπιμελῶς, καὶ συνετῶς κατεσκευασμένου.

`18.612`

Ἑανοῦ. Λαμπροῦ, εὐχύτου, ἁπαλοῦ.

`18.615`

Ἴρηξ. Ἱέραξ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahr`.
