---
title: "D-Scholia on the Iliad: Book XVII"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, ΙΖʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahq
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-17-vta-ahq"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:98f370bfd1af15f16e7891d47a9847d296a44aea957bf3f3f3ca7e4afc42f894"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book XVII

*Σχόλια εἰς Ἰλιάδα, ΙΖʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahq` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-17-vta-ahq)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`17.2`

Τρώεσσι δαμείς. Ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων ἀναιρεθείς.

`17.4`

Ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε. Περιέβαινε δὲ, καὶ ὑπερεμάχει αὐτοῦ. Πόρτακι. Νεογνῇ βοΐ. οἱονεὶ πόριϊ. παρὰ τὸ νεωστὶ πορεύεσθαι, καὶ βαίνειν.

`17.5`

Πρωτοτόκος. Πρώτως τετοκυῖα. τῷ οὖν τόνῳ παροξυτόνως, ἵνʼ ᾖ ἐνεργητικόν. προπαροξυτόνως δὲ δηλοῖ ἡ λέξις τὴν πρώτως τεχθεῖσαν. Κινυρή. Ὀδυρτικὴ, θρηνητική. Οὐ πρὶν εἰδυῖα τόκοιο. Οὐ πρότερον οὖσα ἔμπειρος τοκετοῦ.

`17.9`

Ἐϋμελίης. Ἤτοι ὁ καλὰ μέλη ἔχων καὶ εὔμορφος. ἢ ὁ τῇ μελίᾳ χρώμενος, τουτέστι πολεμικὸς καὶ ἀνδρεῖος.

`17.13`

Ἔα δʼ ἔναρα βροτόεντα. Ἔκειντο γὰρ ἐπὶ τῆς γῆς λύσαντος αὐτὰ Ἀπόλλωνος.

`17.16`

Ἀρέσθαι. Ἀπενέγκασθαι, κτήσασθαι.

`17.17`

Ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι. Ἀφέλωμαί σου τὴν προσφιλεστάτην ψυχήν.

`17.19`

Ὑπέρβιον. Ὑπερβίως, ὑπερηφάνως. Εὐχετάασθαι. Αὐχεῖν, καυχᾶσθαι.

`17.20`

Πορδάλιος. Πόρδαλις τὸ ζῶον. ἡ δὲ δορὰ παρδαλῆ. ὁ μὲν ἀπὸ τοῦ προσάλλεσθαι. ἡ δὲ ἀπὸ τοῦ περιβάλλεσθαι.

`17.22`

Περὶ σθένεϊ βλεμεαίνει. Περὶ τὸ ἑαυτοῦ σθένος ἐνθουσιωδῶς βλέπει καὶ μετὰ πολλῆς δυνάμεως.

`17.25`

Ἧς ἥβης ἀπόνηθʼ. Τῆς ἰδίας ἀκμῆς, ὅ ἐστι νεότητος, ἀπέλαυσεν. Ὤνατο. Ἐξεφαύλισεν, ὠνείδισεν, ἐμέμψατο.

`17.26`

Ἔφατο. Νῦν ἐλογίσατο, ὁτὲ δὲ εἶπε.

`17.28`

Κεδνούς. Κηδεμονικοὺς, ἐντίμους.

`17.29`

Ὣς θήν. Ὣς δή.

`17.32`

Πρίν τι κακὸν παθέειν. ῥεχθὲν δέ τε νήπιος ἔγνω. Τοῦτο ἀπὸ παροιμίας εἴληπται. νηπίου γὰρ καὶ ἄφρονός ἐστι, μετὰ τὸ πραχθῆναι τὸ κακὸν, θεραπείαν καὶ ἐπανόρθωσιν αὐτοῦ ζητεῖν. ὁ γὰρ ἄφρων οὐ προορᾷ τὸ μέλλον, ἀλλὰ πραχθὲν γιγνώσκει.

`17.35`

Γνωτὸν ἐμόν. Ἀντὶ τοῦ τιμωρίαν· δώσεις ὑπὲρ τοῦ ἐμοῦ γνωτοῦ, ὅ ἐστιν ἀδελφοῦ.

`17.36`

Χήρωσας. Χῆραν καὶ ἔρημον ἐποίησας. Θαλάμοιο νέοιο. Νεωστὶ κατεσκευασμένου, προσφάτου.

`17.37`

Ἀρητόν. Ἤτοι βλαβερόν. παρὰ τὴν ἀράν· ὅ ἐστι βλάβην. ἢ τὸν ἀπευκτόν. ἐλλείπει δὲ τὸ γάμον.

`17.38`

Ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην. Καταπαύσαιμι τοῦ θρήνου τοὺς ἀθλίους γονέας τοῦ Ὑπερήνορος, ἀνελών σε. καὶ καρατομήσας δώσω τὴν κεφαλήν σου καὶ τὰ ὅπλα αὐτοῖς. Κατάπαυμα. Κατάπαυσις.

`17.40`

Φρόντιδι. Ὄνομα κύριον τῆς Πάνθου γυναικὸς ἡ Φρόντις. τὴν γὰρ παρατέλευτον συλλαβὴν δεῖ ὀξυτονεῖν. ἵνʼ ᾖ κύριον θηλυκόν. ἔστι καὶ ἀρσενικὸν ὁ Φρόντις ἐν Ὀδυσσείᾳ.

`17.41`

Ἀλλʼ οὐ μὰν ἔτι δηρόν. Ἀλλʼ οὐδαμῶς ἐπὶ πολὺν χρόνον ἄπειροι γενώμεθα τῆς ἀλλήλων δυνάμεως καὶ μάχης. Πόνος. Ἔργον, πρᾶξις.

`17.42`

Ἀδήριτος. Χωρὶς μάχης, ἀφιλόνεικος.

`17.47`

Ἀναχαζομένοιο. Ἀναχωροῦντος. Κατὰ στομάχοιο θέμεθλα. Κατὰ τὴν ἀρχὴν, καὶ θέσιν τοῦ στομάχου. ὅ ἐστι τοῦ βρόχθου, οὐ μὴν τῆς κοιλίας. Θέμεθλα. Ῥίζας, βάσεις.

`17.48`

Ἔρεισεν. Ἤρεισεν, ἐπεβάρησε. Χειρὶ πιθήσας. Ἐπακολουθήσας τῇ χειρί.

`17.49`

Αὐχένος. Σπονδύλου, ἢ τραχήλου. Ἀκωκή. Ἡ ἐπιδορατίς.

`17.51`

Δεύοντο. Νῦν ἐβρέχοντο. Χαρίτεσσιν ὁμοῖαι. Ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἶσαι. ἀπίθανον δέ ἐστιν. ἀμόρφωτος γὰρ ἡ κόμη, εἰ μὴ οὕτως. Μακεδόνες δὲ καὶ Κύπριοι Χάριτας λέγουσι τὰς συνεστραμμένας καὶ οὔλας μυρσίνας, ἃς φαμὲν στεφανίτιδας.

`17.52`

Πλοχμοί. Πλόκαμοι. Ἐσφήκωντο. Ἐσφιγμένοι ἦσαν, ἐδέδεντο. ὅθεν καὶ σφήκωμα εἴρηται. ἢ ὅτι πεπλεγμένοι ἦσαν.

`17.53`

Ἔρνος. Φυτόν. Οἷον δὲ τρέφει ἔρνος ἀνήρ. Ποσειδῶν καὶ Ἀθηνᾶ περὶ τῆς Ἀττικῆς ἐφιλονείκουν. καὶ Ποσειδῶν μὲν ἐπὶ τῆς ἀκροπόλεως τῆς Ἀττικῆς κρούσας τῇ τριαίνῃ κῦμα θαλάσσης ἐποίησεν ἀναδοθῆναι, Ἀθηνᾶ δὲ ἐλαίαν. κριτὴς δὲ αὐτῶν γενόμενος Κέκροψ, ὁ τῶν τόπων τῆς Ἀττικῆς βασιλεὺς, τῇ θεῷ προσένειμε τὴν χώραν εἰπὼν, ὅτι θάλασσα μέν ἐστι πανταχοῦ, τὸ δὲ φυτὸν τῆς ἐλαίας ἴδιον Ἀθηνᾶς. ἡ ἱστορία παρὰ Καλλιμάχῳ. Ἐριθηλές. Μεγάλως θάλλον, ἀειθαλλές.

`17.54`

Οἰοπόλῳ. Ἤτοι ἐρήμῳ, καὶ μονήρει, ἢ ἐν ᾧ ὄϊες πολεῖσθαι, καὶ ἀναστρέφεσθαι δύνανται. ὅ ἐστι βόσκεσθαι. Ἅλις. Πολὺ, ἀθρόως. Ἀναβέβροχεν. Ἀντὶ τοῦ ἀναπέπωκεν. ἐὰν δὲ ἀναβέβρυχε, δηλοῖ τὸ ἀναβρύειν. ὅ ἐστιν ἀναπηδᾶν, καὶ ἀναβάλλεσθαι μετὰ ψόφου.

`17.55`

Τηλεθάον. Πάνυ θᾶλλον, εὐανθές. Δονέουσι. Δονοῦσι, κινοῦσι.

`17.56`

Βρύει. Θάλλει, γέμει.

`17.58`

Βόθρου. Βάθους τοῦ ὀρύγματος. Ἐξετάνυσσεν. Ἐξέτεινεν, ἥπλωσεν.

`17.61`

Ὀρεσίτροφος. Ὁ ἐν ὄρει τεθραμμένος.

`17.64`

Λαφύσσει. Λάπτει. ὅ ἐστι μετὰ σκυλμοῦ λάβρως, καὶ μετὰ σπαραγμοῦ ἐσθίει.

`17.65`

Δῃῶν. Διακόπτων, διαιρῶν.

`17.66`

Ἰΰζουσιν. Ἀγροικικῇ φωνῇ προσφέρονται. προσφωνοῦσι. Πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἰοῦ ἐπίῤῥημα.

`17.67`

Χλωρόν. Νῦν χλωροποιόν. ὠχρόν.

`17.71`

Ἀγάσσατο. Ἐφθόνησε.

`17.73`

Κικόνων. Κίκονες ἔθνος Θρᾳκῶν.

`17.75`

Ἀκίχητα. Ἀκιχήτως, ἀκαταλήπτως, ἀφθάστως.

`17.76`

Ἀλεγεινοί. Ἀλγεινοὶ, δυσχείρωτοι.

`17.77`

Ὀχέεσθαι. Ἐποχεῖσθαι.

`17.83`

Μελαίνας. Νῦν συνετάς.

`17.85`

Ἀπαινύμενον. Ἀφαιρούμενον. Ἐπὶ γαίῃ. Ἐπὶ τῇ γῇ.

`17.86`

Ὠτειλήν. Τὸ ἐκ βολῆς τραῦμα.

`17.88`

Ὀξέα. Μεγάλα. Ἡφαίστοιο. Νῦν πυρός.

`17.90`

Πρὸς ὅν. Πρὸς τὸν ἴδιον.

`17.92`

Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς. Ἀντὶ τοῦ, ὃς ἐμὲ τιμήσας κεῖται. ἢ ὃς κεῖται ἕνεκα τοῦ ἐμὲ τιμωρῆσαι τοὺς Τρῶας.

`17.95`

Περιστείωσι. Περιστοιχίσωσι, περιστῶσι.

`17.97`

Διελέξατο. Διελογίσατο.

`17.98`

Ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι. Ὁπότʼ ἄν φησιν ἐθέλει τὶς ἀνθρώπῳ μάχεσθαι, οὗ θεὸς προέστηκεν, ἐν κακοῖσι γίγνεται, ὅ ἐστι διὰ φωτὸς εὑρίσκεται δαίμονι μαχόμενος. ἀντὶ τοῦ διʼ ἀνθρώπου. ὃς γὰρ ἂν διʼ ἀνθρώπου θεῷ μάχηται.

`17.99`

Τάχα οἱ μέγα πῆμα κυλίσθη. Ἐπηνέχθη, ἐπῆλθε κακόν τι αὐτῷ ἐκ θεοῦ.

`17.101`

Χωρήσαντα. Ὑποχωρήσαντα. Ἐκ θεόφιν. Νῦν ἐκ θεοῦ προῤῥήσεως.

`17.102`

Ἀγαθοῖο. Ἀνδρείου.

`17.105`

Κακῶν δέ κε φέρτερον εἴη. Τῶν δὲ παρόντων κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον. ἢ ἐκ πολλῶν τῶν προγεγονότων κακῶν τὸ ἄμεινον γένοιτο.

`17.109`

Ἐντροπαλιζόμενος. Ἐπιστρεφόμενος συνεχῶς. Λῖς. Λέων. Αἰολικῶς. Ἠϋγένειος. Ὁ καλὸν γένειον ἔχων.

`17.110`

Σταθμοῖο. Τῆς ἐπαύλεως, τῆς αὐλείου θύρας. Δίωνται. Διώξουσιν, ἐκ τοῦ δίημι.

`17.112`

Παχνοῦται. Συστέλλεται, ὑπὸ λύπης πήγνυται. δάκνεται. ἡ μεταφορὰ ἀπὸ τῆς πάχνης.

`17.120`

Πέπον. Νῦν προσφιλέστατε.

`17.134`

Νήπιʼ ἄγοντι. Ἐπιφερομένῳ τοὺς σκύμνους. σημειωτέον δὲ ὅτι καὶ οἱ ἄῤῥενες τῶν λεόντων σκυμναγωγοῦσιν.

`17.135`

Ἐπακτῆρες. Κυνηγοὶ, ἀπὸ τοῦ ἐπάγεσθαι τοὺς κύνας.

`17.136`

Ἐπισκύνιον. Τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος. ἤτοι δέρμα, τὸ συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι τὸ ὀργίζεσθαι. διὰ τὸ ἐνδιάθετον γίγνεσθαι τὸ μέρος τοῖς ὀργιζομένοις. Κάτω ἕλκεται. Κάτω ἕλκει, κατασπᾷ. παθητικὸν ἀντὶ ἐνεργητικοῦ.

`17.139`

Ἀέξων. Αὔξων, μεγάλως λυπούμενος.

`17.142`

Ἐδεύεο. Νῦν ἀπελείπου.

`17.143`

Φύξηλιν. Δειλὸν, φυγάδα.

`17.145`

Ἐκγεγάασσιν. Ἐκγεγέννηνται. ὅ ἐστιν, εἰσίν. ἐνοικοῦσιν.

`17.151`

Ἕλωρ. Ἕλκυσμα, σπάραγμα. Κύρμα. Ἐπίτευγμα τοῖς πολεμίοις.

`17.153`

Ἀλαλκέμεναι. Ἀπαλεξῆσαι, βοηθῆσαι.

`17.155`

Πεφήσεται. Νῦν προφανῶς γενήσεται, ἀναφανήσεται. ὅτε δὲ τὸ φονευθήσεται.

`17.156`

Πολυθαρσές. Πολλοῦ θάρσους ποιητικόν.

`17.157`

Εἰσέρχεται. Ἀργιαίνει, ἐπέρχεται.

`17.158`

Δῆριν. Φιλονεικίαν.

`17.159`

Ἐρυσαίμεθα. Βαστάσωμεν, ἑλκύσωμεν.

`17.160`

Εἰ δʼ οὗτος. Εἰ γὰρ οὗτος. ὁ δὲ ἀντὶ τοῦ γάρ.

`17.163`

Λύσειαν. Λυτρώσειαν.

`17.164`

Πέφαται. Νῦν ἀνῄρηται.

`17.165`

Ἀγχέμαχοι. Γενναῖοι. ὥστε ἐγγὺς ἐστῶτες ἀλλήλων μάχεσθαι.

`17.166`

Οὐκ ἐτάλασσας. Οὐκ ἐκαρτέρησας, οὐχ ὑπέμεινας.

`17.167`

Κατʼ ὄσσε ἰδών. Κατιδὼν τοῖς ὀφθαλμοῖς.

`17.170`

Ὑπέροπλον. Μέγα. ὑπερήφανον. αὔθαδες.

`17.171`

Ἦτʼ ἐφάμην. Ὄντως ἐλογισάμην. Περὶ φρένας ἔμμεναι ἄλλων. Φρονήσει διαφέρειν τῶν λοιπῶν.

`17.173`

Ὠνοσάμην. Ἐμεμψάμην.

`17.174`

Ὅς τέ με φῄς. Ὅστις με λέγεις. ἐνεστώς ἐστι καὶ ἐγκλίνεται.

`17.175`

Ἔῤῥιγα. Ἔφριξα, ἐφοβήθην.

`17.178`

Ὅτε δέ. Ἐνίοτε δέ.

`17.182`

Σχήσω. Ἐπίσχω, κωλύσω.

`17.187`

Ἐνάριξα. Ἐσκύλευσα.

`17.190`

Μετασπών. Ἐπακολουθήσας. ἐπιδραμών. διώξας.

`17.192`

Ἄμειβεν. Ἐνήλλασσεν.

`17.196`

Ὄπασσεν. Ἔδωκε.

`17.197`

Γηράς. Ἀντὶ τοῦ γηράσας.

`17.200`

Προτὶ ὃν μυθήσατο θυμόν. Πρὸς τὴν ἑαυτοῦ ψυχὴν ἔφη.

`17.202`

Δύνεις. Ἐνδύῃ.

`17.204`

Ἐνηέα. Προσηνῆ, πρᾶον.

`17.205`

Οὐ κατὰ κόσμον. Οὐ κατὰ τὸ προσῆκον. ἐφʼ ὕβρει.

`17.207`

Ποινήν. Τιμωρίαν. οἱ δὲ ἀμοιβὴν καὶ χάριν.

`17.210`

Δῦ δέ μιν Ἄρης. Εἰσῆλθε δὲ αὐτὸν πολέμου ἐπιθυμία καὶ ὁρμή.

`17.211`

Ἐνυάλιος. Πολεμικός.

`17.213`

Ἰνδάλλετο. Εἰκάζετο. ὡμοιοῦτο τῷ Ἀχιλλεῖ δηλονότι.

`17.220`

Φῦλα. Ἔθνη, γένη. Περικτιόνων. Περιοίκων.

`17.221`

Πληθὺν διζήμενος. Πλήθους δεόμενος.

`17.224`

Ῥύοισθε. Σώζοιτε.

`17.225`

Κατατρύχω. Καταδαπανῶ, ἀνιῶ, εἰς ταλαιπωρίαν ἄγω. Ἐδωδή. τροφή. ὁ δὲ λόγος καταπονῶν τοὺς Τρῶας, ἀναγκάζω παρέχειν τοῖς συμμάχοις δωρεὰς καὶ εὐωχίας.

`17.226`

Ἀέξω. Αὔξω.

`17.227`

Ἰθὺς τετραμμένος. Ἐπʼ εὐθείας ὁρμῶν.

`17.228`

Ἣ γὰρ πολέμου ὀαριστύς. Αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία. ὅ ἐστιν, οὕτως δεῖ ἀναστρέφεσθαι ἐν τῷ πολέμῳ καὶ ἀριστεύειν. αὕτη γὰρ ἀρετὴ πολεμούντων.

`17.230`

Εἴξει. Ὑπείξει, ὑποχωρήσει.

`17.231`

Ἀποδάσσομαι. Ἀπομερίσω.

`17.233`

Βρίσαντες. Σφοδρῶς ἐπελθόντες, βαρήσαντες.

`17.236`

Πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα. Ἀντὶ τοῦ, πολλῶν ἐπʼ αὐτῷ ψυχὴν ἀφείλετο.

`17.241`

Κορέει. Κορέσει, πληρώσει.

`17.242`

Ὅσσον ἐμῇ κεφαλῇ πέρι δείδια, μήτι πάθῃσιν. Ὅσον περὶ ἐμαυτοῦ φοβοῦμαι μήτι πάθωμεν.

`17.243`

Ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει. Ἐπεὶ πανταχόθεν ἡμᾶς ἐσκότωσεν ὁ Ἕκτωρ καθάπερ νέφος πολέμου.

`17.244`

Αἰπὺς ὄλεθρος. Ὑψηλός. ἀφʼ οὗ μέγας καὶ δεινός.

`17.247`

Διαπρύσιον. Διαπορεύσιμον, μέγα.

`17.249`

Παρʼ Ἀτρείδῃς. Τὸ πλῆρες παρὰ τοῖς Ἀτρείδαις.

`17.250`

Δήμια πίνουσι. Τὰ δημόσια τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσι καταναλίσκουσι. καὶ σημαίνει ἕκαστος.

`17.252`

Διασκοπιᾶσθαι. Διασκέπτεσθαι.

`17.253`

Δέδῃεν. Ἐξῆπται, διεγήγερται.

`17.254`

Ἀλλά τις αὐτὸς ἴτω. Ἀλλʼ ὑπὸ ἰδίας γνώμης παραγενέσθω. Νεμεσιζέσθω. Μεμφέσθω, ἄξιον ἡγείσθω μέμψεως, αἰδείσθω.

`17.255`

Τρωῇσι. Τρωϊκαῖς. Μέλπηθρα. Ἑλκύσματα, παίγνια. οἱ γὰρ κύνες, ὁπότʼ ἂν χορτασθῶσι, τοῖς λειψάνοις παίζουσι. μολπὴ νῦν ἡ παιδιά.

`17.256`

Ὀξύ. Ὀξέως, ταχέως.

`17.262`

Προὔτυψαν. Πρῶτον ἐνέβαλον.

`17.263`

Προχοῇσι. Ταῖς εἰς θάλασσαν χύσεσι, καὶ ἐκβολαῖς τῶν ποταμῶν. Διϊπετέος ποταμοῖο. Καταφεροῦς, πρανοῦς. ἤτοι τοῦ ὑπὸ Διὸς πληρουμένου οἷον χειμάῤῥου. ἢ διαφανοῦς καὶ οἱονεὶ διαπεπετασμένου.

`17.264`

Βέβρυχε. Ποιὸν ἦχον ἀπετέλεσεν. ὀνοματοποιΐα ὁ τρόπος.

`17.265`

Ἐρευγομένης ἁλὸς ἔξω. Ἐκβρασσομένης τῆς θαλάσσης εἰς τὸ ἔξω μέρος.

`17.270`

Ἤχθηρεν. Ἐμίσησε, μισητὸν ἡγήσατο.

`17.275`

Ὑπέτρεσαν. Ὑπὸ δέους ἔφυγον.

`17.278`

Ἐλέλιξε. Συνείλησε, συνέτρεψεν.

`17.279`

Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο. Ὃς καὶ εὐμορφίᾳ καὶ τοῖς λοιποῖς ἔργοις διέφερε τῶν λοιπῶν πάντων Ἑλλήνων μετὰ τὸν Ἀχιλλέα.

`17.283`

Ἐκέδασσεν. Ἐσκόρπισε. Διὰ βήσσας. Ἀντὶ τοῦ διὰ βησσῶν, ὅ ἐστι βασίμων τόπων.

`17.285`

Μετεισάμενος. Ἐπʼ αὐτοὺς ἐλθών.

`17.286`

Φρόνεον. Διενοοῦντο, ἤλπιζον.

`17.294`

Χαλκοπαρῄου. Χαλκὰς παραγναθίδας ἐχούσης.

`17.295`

Ἤρικε. Διεσχίσθη, ὅθεν καὶ ἐρείκη, καὶ τὰ ὄσπρια ἐρίγματα, παρὰ τὸ καταψοφεῖν. Ἱπποδάσεια. Ἡ ἐξ ἱππείων τριχῶν ἔχουσα τὸν λόφον.

`17.297`

Ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν. Ὁ δὲ ἐγκέφαλος παρὰ τὴν ἀνάτασιν τοῦ κράνους σφόδρα καὶ ἐκτεταμένως τῇ τοῦ αἵματος ῥύσει συνεξέῤῥευσε. αὐλὸς γὰρ καλεῖται πᾶν τὸ στενὸν καὶ ἐπίμηκες, κατὰ μεταφορὰν τοῦ ὀργάνου. ὅθεν τὸ στάδιον δίαυλον ἐκάλουν, διὰ τὸ μῆκος. νῦν οὖν αὐλόν φησι τὸν τοῦ αἵματος ἀκοντισμόν. ἔστι δὲ ὅτε καὶ τὸ ἐπίμηκες τοῦ δόρατος.

`17.302`

Θρέπτρα. Τροφεῖα.

`17.307`

Πανοπῆϊ. Φωκίδος πόλις.

`17.313`

Περιβάντα. Ὑπερασπίζοντα.

`17.315`

Ἤφυσε. Διεῖλεν, ἔκοψεν. Ἀγοστῷ. Ἀγκῶνι, πήχει.

`17.321`

Καὶ ὑπὲρ Διὸς αἶσαν. Καὶ παρὰ τὴν τοῦ Διὸς γνώμην.

`17.324`

Κήρυκι Ἠπυτίδῃ. Ἠπύτου παιδὶ, ἢ φωνητικῷ.

`17.327`

Αἰνεία, πῶς ἂν καὶ ὑπὲρ θεόν. Ὁ νοῦς, πῶς ἂν καὶ παρὰ τὴν θείαν βουλὴν ῥύσησθε τὴν πόλιν, ὅτε τοῦ Διὸς συμπράττοντος ὑμῖν διὰ τὴν ἰδίαν ἀσθένειαν λείπεσθε. Καὶ ὑπὲρ θέον. Καὶ παρὰ τὴν γνώμην τοῦ θεοῦ.

`17.329`

Κάρτεΐ τε σθένεΐ τε πεποιθότας. Καὶ τῷ κράτει ἡμῶν καὶ τῇ δυνάμει θαῤῥοῦντας.

`17.330`

Πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας. Τῷ πλήθει τοῦ λαοῦ, καί περ ἐλαττουμένους, ἀλλὰ περιόντας τῶν πολεμίων διὰ τὴν ἀνδρίαν. Ὑπερδέα δῆμον ἔχοντας. Ὑπερδέοντα. ὅ ἐστι γενναῖον. καὶ ὑπεράγοντα τῇ δυνάμει τοὺς ἀντιτεταγμένους ἔχοντας πλείονας.

`17.332`

Τρεῖτε. Δεδίττεσθε, φοβεῖσθε.

`17.354`

Ἔρχατο. Πεφραγμένοι ἦσαν.

`17.355`

Πρὸ δὲ δούρατʼ ἔχοντο. Προεῖχον δὲ αὐτοῦ τὰ δόρατα.

`17.359`

Ἀμφʼ αὐτῷ βεβάμεν. Περιβεβηκέναι καὶ ὑπερασπίζειν.

`17.361`

Ἀγχηστῖνοι. Ἐπάλληλοι, πυκνοί.

`17.362`

Ὑπερμενέων. Ὑπερεχόντων τῇ δυνάμει, ἀνδρείων.

`17.363`

Ἀναιμωτί. Διʼ αἵματος καὶ φόνου.

`17.364`

Φθίνυθον. Ἐφθείροντο, ἀνῃροῦντο.

`17.366`

Δέμας πυρός. Τρόπον καιομένου πυρὸς, θερμοῦ. Οὐ δέ κε φαίης Οὔ τέ ποτʼ ἠέλιον σόον ἔμμεναι, οὔτε σελήνην. Εἴποι δʼ ἄν τις ἀμφότερα τὰ στοιχεῖα ἥλιον καὶ σελήνην ἐκλείπειν ἀπὸ τῆς πολλῆς ἀχλύος.

`17.371`

Εὔκηλοι. Ἥσυχοι, εὐδιάδοχοι. ἐπιφέρει γὰρ, μεταπαυόμενοι δʼ ἐμάχοντο. ὅ ἐστιν, οἱ μὲν ἀναπαυόμενοι, οἱ δὲ μαχόμενοι ἐκ διαδοχῆς καὶ ἀναπαύσεως. Πέπτατο. Ἐξήπλωτο ἡ λαμπηδών.

`17.373`

Γαίης οὐδʼ ὀρέων. Οὔτε ἀπὸ γῆς, οὔτε ἀπὸ τῶν ὀρῶν.

`17.384`

Πανημερίοις. Διʼ ὅλης ἡμέρας.

`17.392`

Ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφή. Ταχέως δὲ ἡ ὑγρασία διέρχεται τοῦ στέατος, οὖσα ἐλαιώδης.

`17.393`

Τάνυται. Διατείνεται, διαχεῖται.

`17.398`

Λαοσσόος. Ὁ τῶν λαῶν τὸ πλῆθος διοικῶν καὶ σώζων. ὁτὲ δὲ εἰς φυγὴν τρέπων.

`17.404`

Τό μιν. Διὸ αὐτόν.

`17.415`

Ἐϋκλεές. Ἔνδοξον.

`17.416`

Ἀλλʼ αὐτοῦ γαῖα μέλαινα Πᾶσι χάνοι. Ἀλλʼ ἐν τῷ αὐτῷ τόπῳ πάντες γῆς χάσματι δεχθεῖεν.

`17.418`

Μεθήσομεν. Ἀμελήσομεν.

`17.422`

Ἐρωείτω. Ἀμελείτω, ὑποχωρείτω.

`17.424`

Σιδήρειος δʼ ὀρυγμαδός. Ἤτοι στερεὸς, ἢ ἀπὸ ὅπλων τοῦ σιδήρου ψόφος.

`17.427`

Πυθέσθην ἡνιόχοιο. Ἡνίοχος γὰρ ἦν Πάτροκλος Ἀχιλλέως, Πατρόκλου δὲ Αὐτομέδων, Αὐτομέδοντος δὲ Ἀλκιμέδων.

`17.429`

Ἦ μάν. Καί τοι δή.

`17.430`

Θείνων. Τύπτων, ὅθεν καὶ θὶς ὁ αἰγιαλὸς, παρʼ ὅσον τύπτεται ὑπὸ τῶν κυμάτων.

`17.431`

Ἀρειῇ. Ἀπειλῇ.

`17.436`

Ἀσφαλέως. Παραμόνως.

`17.437`

Ἐνισκήψαντε. Ἐμπελάσαντες, ἐμπεσόντες.

`17.440`

Ζεύγλης. Ζεύγεος, ζυγοῦ. Ἐξεριποῦσα. Πεσοῦσα.

`17.443`

Ἆ δειλώ. Ὦ δειλότατοι, καὶ ἐλεεινότατοι.

`17.446`

Ὀϊζυρότερον. Ταλαιπωρότερον.

`17.447`

Ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει. Ὅσα ζῶα ἐπὶ τῆς γῆς ἕρπει καὶ κινεῖται βαδίζοντα.

`17.460`

Ἵπποις ἀΐσσων. Σὺν τοῖς ἵπποις ὁρμῶν.

`17.463`

Ἐσεύατο. Ὥρμησεν.

`17.464`

Ἱερῷ ἐνὶ δίφρῳ. Ἤτοι μεγάλῳ, ἢ ἱεροὺς ἐλαύνοντι ἵππους.

`17.465`

Ἐπίσχειν. Ἐπέχειν, κωλύειν.

`17.469`

Νηκερδέα. Ἀκερδῆ, ἀνωφελῆ, βλαβεράν.

`17.476`

Δμῆσιν. Καταπόνησιν, ὑποταγήν.

`17.481`

Βοηθόον. Ἐν πολέμῳ ταχύν.

`17.488`

Αἱρησέμεν. Λήψεσθαι.

`17.492`

Βοέῃς. Ἀσπίσιν.

`17.493`

Αὔῃσι. Ξηραῖς, Κούφαις. Ἐπελήλατο. Ἐπεπήγει.

`17.501`

Ἀπόπροθεν. Χωρὶς, ἄποθεν. Ἰσχέμεν. Κατέχειν.

`17.502`

Ἐμπνείοντε μεταφρένῳ. Καταπνέοντες, ὅ ἐστι καταφυσῶντες αὐτοῦ τὸ μετάφρενον. ὅ ἐστιν ἐγγὺς ὄντες τοῦ νώτου.

`17.503`

Σχήσεσθαι. Ἀποσχῆσαι, παῦσαι.

`17.506`

Ἁλῴη. Ληφθείη.

`17.509`

Ἐπιτράπεθʼ. Ἐν ἐπιτροπῇ ἔσται.

`17.510`

Βεβάμεν. Ἐμβεβηκέναι, ὑπερασπίζειν.

`17.511`

Νῶϊν δὲ ζωοῖσιν. Ἡμῖν δὲ ἐν τοῖς ζῶσιν.

`17.514`

Θεῶν ἐν γούνασι κεῖται. Οἱονεὶ παράκειται. ἢ, ἐν ἐξουσίᾳ τῶν Θεῶν ἐστίν.

`17.515`

Ἥσω. Ἀκοντίσω, πέμψω.

`17.518`

Ἔρυτο. Ἐφύλαξεν, ἐκώλυσεν.

`17.520`

Αἰζήϊος. Ἀκμαῖος, νέος.

`17.521`

Κεράων. Κεράτων. Ἀγραύλοιο. Ἐν ἀγρῷ αὐλιζομένου. ἢ ὑπαιθρίου. ἀγρίου.

`17.522`

Ἶνα τάμῃ διὰ πᾶσαν. Ὅλην ἀποτέμοι τὴν νωτιαίαν φλέβα. Ἐρίπῃσι. Κατενεχθείη, πέσῃ.

`17.524`

Νηδυΐοισι. Τοῖς ἐντοσθίοις, τοῖς ἐντέροις, ὅ ἐστι σπλάγχνοις. νηδὺς γὰρ ἡ κοιλία. Κραδαινόμενον. Σειόμενον.

`17.528`

Ἐνισκίμφθη. Ἐνερείσθη, ἔπεσεν. Οὐρίαχος. Τὸ ἄκρον μέρος τοῦ δόρατος τὸ ὄπισθεν. Πελεμίχθη. Ἐκινήθη, ἐσείσθη.

`17.530`

Αὐτοσχεδόν. Ἐκ τοῦ σύνεγγυς.

`17.531`

Διέκριναν. Διεχώρισαν.

`17.535`

Δεδαϊγμένον. Μεμερισμένον.

`17.539`

Κῆρ ἄχεος μεθέηκα. Μικρὸν δέ τι τῆς ἐπὶ Πατρόκλῳ λύπης κεκούφισμαι τὴν ψυχήν.

`17.542`

Ἐδηδώς. Καταβεβρωκώς.

`17.543`

Τέτατο. Ηὔξετο.

`17.546`

Δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ. Εἰς τοῦτο γὰρ ἐτράπη αὐτοῦ ἡ γνώμη.

`17.547`

Πορφυρέην. Νῦν ποικίλην. Ἶριν δὲ λέγει νῦν, τὸ γιγνόμενον περὶ τὸν ἀέρα πάθος. ὅ ἐστι νέφος ὑγρόν.

`17.549`

Δυσθαλπέος. Δυσθερμάντου, ψυχροῦ.

`17.550`

Κήδει. Κακοῖ, βλάπτει, ἀνιᾷ, λυπεῖ.

`17.551`

Πυκάσασα. Σκεπάσασα, καλύψασα.

`17.556`

Κατηφείη. Στυγνότης, λύπη. ἀπὸ τοῦ κάτω ἔχειν τὰ φάη.

`17.557`

Ἔσσεται. Γενήσεται.

`17.561`

Φοίνιξ. Νῦν ὄνομα κύριον τοῦ Ἀχιλλέως τροφέως. Ἄττα. Τροφεῦ. Ἔστι δὲ νεωτέρου πρὸς πρεσβύτερον ἠθικὴ προσφώνησις. Παλαιγενές. Πάλαι γεγονὼς, πρεσβύτα.

`17.562`

Ἀπερύκοι. Ἀποκωλύοι.

`17.563`

Τῷ κεν. Ὅπως ἄν.

`17.564`

Ἐσεμάσσατο θυμόν. Καθῆψε, καὶ ἐλύπησε τὴν ψυχὴν καὶ ἐναπεμάξατο.

`17.566`

Ὀπάζει. Νῦν κατόπιν διώκει.

`17.568`

Πάμπρωτα. Πάντων πρώτῃ.

`17.569`

Βίην. Δύναμιν.

`17.570`

Μυίης θάρσος. Τὸ ἐπίμονον τοῦ ἥρωος λέγει. οὕτως γὰρ ἀποτρεπόμενος εἰς ἄλλον τόπον ἔτρεχεν εἰς τὸν αὐτόν.

`17.571`

Ἐργομένη. Κωλυομένη, διωκομένη. Ἀνδρομέοιο. Ἀνθρωπείου.

`17.752`

Ἰσχανάα. Ἐπιθυμεῖ. Λαρόν. Προσηνὲς, γλυκύ.

`17.573`

Θάρσευς. Θάρσους. Μελαίνας. Νῦν συνετάς.

`17.577`

Δήμου. Δημοτῶν. Εἰλαπιναστής. Ὁμοτράπεζος, συνευωχητής.

`17.579`

Διὰ πρὸ δὲ χαλκὸν ἔλασσε. Διήλασε δὲ τὸ δόρυ, ὥστε διελθεῖν εἰς τοὔμπροσθεν.

`17.584`

Ἀβυδόθι. Ἐν Ἀβύδῳ. Ἄβυδος δὲ πόλις Τροίας Ἑλλησπόντου.

`17.587`

Ὃς τὸ πάρος περ μαλθακὸς αἰχμητής. Πρέποντας πολεμίῳ τοὺς λόγους περιτέθεικεν ὁ Ποιητὴς, ἐπεί τοι οὐκ οἶδε δειλὸν τὸν Μενέλαον. βοὴν γὰρ ἀγαθὸν πανταχοῦ καλεῖ αὐτὸν, ὅ ἐστιν ἐν μάχῃ.

`17.588`

Μαλθακός. Ἀνειμένος τῷ σώματι. ἀσθενής.

`17.591`

Ἄχεος νεφέλη. Πύκνωμα τῆς λύπης περιφραστικῶς. πλῆθος λύπης.

`17.594`

Μαρμαρέην. Ἀντὶ τοῦ λαμπράν.

`17.597`

Φόβοιο. Φόβου. Φόβος δὲ νῦν ἡ συνδίωξις.

`17.599`

Ἄκρον ἐπιλίγδην. Οὐ κατὰ βάθος, ἀλλʼ ὅσον ἐπιψαῦσαι ἐξ ἐπιπολαίου τὴν ἐπιφάνειαν. Γράψεν. Ἐπέξεσεν. Ἄχρις. Ἕως τέλους.

`17.601`

Χεῖρʼ ἐπὶ καρπῷ. Πρὸς τῇ χειρί.

`17.607`

Ἐν καυλῷ. Τὸ ἄκρον τοῦ δόρατος, τὸ ἐμβαλλόμενον τῇ αἰχμῇ. ὅ ἐστι τῇ ἐπιδορατίδι.

`17.612`

Πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας. Ὁ μηριόνης δηλονότι πεζὸς παρεγένετο ἀπὸ τοῦ ναυστάθμου.

`17.614`

Κοίρανος. Νῦν ὄνομα κύριον.

`17.621`

Κύψας. Ὡς πεζός.

`17.637`

Ἀκηχέδαται. Λυποῦνται.

`17.641`

Πεπύσθαι. Ἀκηκοέναι, ἐγνωκέναι.

`17.646`

Αἴθρην. Αἴθρη, ὁ ἀνέφελος, καὶ εὔδιος ἀήρ.

`17.647`

Φάει. Φωτί. τὸ αὐτὸ δὲ δηλοῖ τὸ σέλας. Εὔαδεν. Ἤρεσε.

`17.652`

Σκέπτεο. Σκέπτου, ὅρα.

`17.659`

Βοῶν ἐκ πῖαρ ἑλέσθαι. Ἐξαρπάσαι τὴν λιπαρωτάτην τῶν βοῶν.

`17.667`

Πρὸ φόβοιο. Ἀντὶ τοῦ, ὑπὸ φόβου. ἢ πρὸ τοῦ ἀναγκασθῆναι φεύγειν. Ἕλωρ. Ἕλκυσμα.

`17.670`

Ἐνηείης. Πραότητος, προσηνείας. Δειλοῖο. Δειλοῦ, ἀθλίου.

`17.674`

Αἰετός. Ὄρνις διορατικὸς καὶ ὀξὺς ἐν τῷ ὁρᾷν, καὶ ἵπτασθαι. φησὶ γὰρ Ἀριστοτέλης, ὡς ἵστησιν τοὺς νεοσσοὺς πρὸς τὸν ἥλιον ἀναγκάζων βλέπειν, καὶ ὁ δυνηθεὶς ὁρᾷν, τοῦ ἀετοῦ ἐστιν υἱός· ὁ δὲ μὴ, ἐκβέβληται, καὶ γέγονεν ἁλιαίετος.

`17.675`

Δέρκεσθαι. Ὁρᾷν, βλέπειν. Ὑπουρανίων. Μεγάλων.

`17.676`

Πτώξ. Λαγωός. ἀπὸ τοῦ πτώσσειν.

`17.677`

Θάμνῳ. Συμφύτῳ τόπῳ. Ἀμφικόμῳ. Πανταχόθεν κομώσῃ.

`17.680`

Δινήθην. Ἐδινοῦντο. ὅ ἐστι περιεστρέφοντο.

`17.693`

Γυμνόν. Ἄνευ τῶν ὅπλων.

`17.694`

Κατέστυγε. Κατεστύγνασεν, ἐν στυγνότητι καὶ κατηφείᾳ ἐγένετο.

`17.695`

Ἀμφασίη. Ἀφασία, ἔκπληξις, ἀφωνία.

`17.696`

Ἔσχετο. Ἐπεσχέθη.

`17.697`

Ἐφημοσύνης. Ἐντολῆς.

`17.702`

Ἤθελεν. Ἠδύνατο.

`17.705`

Ἔνεικεν. Ἤτοι ἀνέπεισεν, ἢ ἐνέβαλεν ἀφηγεῖσθαι τῆς μάχης.

`17.714`

Ἐνοπῆς. Ἀθρόας μάχης.

`17.716`

Ἀγακλεές. Λίαν ἔνδοξε.

`17.720`

Ἶσον. Ὅμοιον.

`17.722`

Ἀγκάζοντο. Εἰς τὰς ἀγκάλας ἐλάμβανον.

`17.723`

Λαὸς Τρωϊκός. Οἱ πολλοὶ Τρῶες.

`17.726`

Πρὸ κούρων θηρητήρων. Πρὸ νέων θηρατῶν.

`17.728`

Ἑλίξεται. Ἐπιστρέφεται.

`17.733`

Ἐτράπετο χρώς. Ἠλάσσετο ἡ ἰδέα τοῦ προσώπου.

`17.734`

Δηριάασθαι. Μάχεσθαι, φιλονεικεῖν.

`17.738`

Ὄρμενον. Ὁρμώμενον, διεγειρόμενον. Φλεγέθει. Φλέγει. Μινύθουσιν. Ἐλαττοῦνται, διαφθείρονται.

`17.739`

Ἐπιβρέμει. Ἐπηχεῖ, ψοφεῖ.

`17.742`

Κρατερὸν μένος ἀμφιβαλόντες. Περιβαλόντες καὶ ἀντερείσαντες ἀλλήλοις τὰς ἑαυτῶν δυνάμεις. ὅ ἐστι συνάψαντες καὶ ἰσώσαντες.

`17.743`

Παιπαλόεσσαν. Δυσπρόσβατον, τραχεῖαν. Ἀταρπόν. Ἀντὶ τοῦ ἄτροπον ὁδόν.

`17.744`

Δόρυ. Ξύλον.

`17.747`

Ἰσχανέτην. Ἐπεῖχον τὴν ὁρμὴν, καὶ ἐπεκώλυον. Πρών. Ὑλώδης τόπος, ἐξοχὴ ὄρους.

`17.748`

Ὑλήεις. Ὑλώδης, ξυλώδης. Πεδίοιο διαπρύσιον τετυχηκώς. Παρʼ ὅλον τὸ πεδίον παρατεταμένως διήκων.

`17.751`

Πλάζων. Πλανῶν. νῦν δὲ ἀνακόπτων, καὶ ἀνακρούων.

`17.752`

Ἀνέεργον. Ἀνέστελλον.

`17.755`

Ψαρῶν. Συναγελαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον. ὡς ἡ παροιμία· Αἰεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει. φασὶ δὲ οὕτως φιλαλλήλους εἶναι, ὡς εἴτις ἔλαιον ἀπόθηται, ἀφορῶντας εἰς τὴν σκιὰν καὶ κατιόντας δῆθεν πρὸς τοὺς ἑταίρους ἐλαιοῦσθαι καὶ ἁλίσκεσθαι. εἶδος ὀρνέων. Νέφος. Νῦν τὸ πολὺ τῶν ὀρνέων πλῆθος.

`17.756`

Οὖλον κεκλήγοντες. Ὀξὺ βοῶντες. ἢ πυκνόν.

`17.757`

Κίρκον. Εἶδος ἀετοῦ, ὁ λεγόμενος ἱέραξ. ὁ γὰρ ἀετὸς τὰ μεγάλα φονεύει. Σμικρῇσι. Σμικραῖς. ἡ λέξις Ἰώνων.

`17.761`

Ἐρωή. Ὁρμὴ, δίωξις.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahq`.
