---
title: "D-Scholia on the Iliad: Book XVI"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, ΙϚʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahp
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-16-vta-ahp"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:30edb818bcbadb52dc4d119378a400cf436b5a42704159be80de5054bc33fcf9"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book XVI

*Σχόλια εἰς Ἰλιάδα, ΙϚʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahp` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-16-vta-ahp)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`16.3`

Θερμά. Νεαρὰ, πρόσφατα. Χέων. Καταστάζων. Μελάνυδρος. Βαθεῖα, σκοτεινή. Τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος. Τὰ δὲ ἐξ ἐπιπολῆς ὕδατα λευκὰ, καθότι πλέον ταῖς τοῦ ἡλίου ἀκτῖσι καταυγάζεται.

`16.4`

Αἰγίλιπος. Ὑψηλῆς. ἣν καὶ αἲξ ἀπολείπει διὰ τὸ πολὺ ὕψος. μάλιστα γὰρ ἡ αἲξ ἐν τοῖς κρημνοῖς βόσκεται. Δνοφερόν. Μέλαν.

`16.5`

Ὤικτειρεν. Ἠλέησε.

`16.8`

Νηπίη. Μικρὰ κόρη. Θέουσα. Τρέχουσα. Ἀνελέσθαι. Ἀναλαβεῖν, βαστάσαι. Ἀνώγει. Παρεκελεύετο, ἐθέλει.

`16.9`

Εἱανοῦ. Τοῦ πέπλου. Πέπλος ὡς ἐπιπολὺ τὸ γυναικεῖον ἱμάτιον. τὸ δὲ ἀνδρεῖον, χιτών. Κατερύκει. Κατέχει σπουδάζουσαν αὐτήν.

`16.10`

Ποτιδέρκεται. Προσβλέπει.

`16.11`

Τέρεν. Νῦν, ὑγρόν. Εἴβεις. Στάζεις, προχέεις.

`16.12`

Πιφαύσκεαι. Ἐμφανίζεις, λέγεις.

`16.14`

Ζώειν μὰν ἔτι φασὶ Μενοίτιον. Αἰακὸς, ὁ Διὸς καὶ Αἰγίνης, γήμας Ἐνδηΐδα τὴν Χείρωνος θυγατέρα, ἔσχε δύο παῖδας, Πηλέα, καὶ Τελαμῶνα. Μιγεὶς δὲ καὶ Ψαμμάθῃ τῇ Νηρέως, γεννᾷ Φῶκον. Τοῦτον Πηλεὺς ἀποκτείνας, ἔφυγεν εἰς Μαγνησίαν τῆς Θετταλίας πρὸς Χείρωνα. Τελαμὼν δὲ, ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως καὶ αὐτὸς ἕνα τῶν συγκυνηγούντων, ἔφυγεν εἰς Σαλαμῖνα· καὶ γήμας Ἐρίβοιαν τὴν Ἀλκάθου ἐγέννησεν Αἴαντα. Μενοίτιος δὲ, ἀποικίσας εἰς Ὀποῦντα, Πάτροκλον ἐτέκνωσεν. Ὁ δὲ, ἀποκτείνας καὶ αὐτὸς ἀκουσίως Ἀμφιδάμαντος παῖδα Κλησώνυμον, καὶ ἐπὶ τούτῳ φυγὼν εἰς Φθίαν πρὸς Πηλέα, κατὰ συγγένειαν ἐπέμφθη παρʼ αὐτοῦ πρὸς Χείρωνα. Ὃς αὐτὸν μετʼ Ἀχιλλέως ἀνέθρεψεν. Ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ.

`16.15`

Αἰακίδης. Αἰακοῦ υἱὸς Πηλεύς.

`16.16`

Τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχήμεθα τεθνειώτων. Ὑπὲρ ὧν ἀμφοτέρων λυπηθείημεν ἄν.

`16.17`

Ὀλοφύρεαι. Ὀδύρῃ, οἰκτείρεις.

`16.18`

Σφῆς. Τῆς ἰδίας.

`16.22`

Βεβίηκε. Καταπεπόνηκε. βεβίασται.

`16.23`

Ἄριστοι. Πρόμαχοι.

`16.24`

Κέαται. Κεῖνται· ὅ ἐστιν, ἀργοί εἰσιν.

`16.25`

Βέβληται μὲν ὁ Τυδείδης. Ἀντὶ τοῦ, ἐκ βολῆς τέτρωται. Ἐζήτηται δὲ, πῶς Πάτροκλος, περὶ Μαχάονος μηδὲν εἰπὼν, κατάλογον ποιεῖται τῶν τετρωμένων. Καὶ ῥητέον, ὡς βεβαιοῖ τὴν Ἀχιλλέως πρόληψιν, ἵνα εἰς ἔλεον κινήσῃ παραλιπών. Λέγει δὲ περὶ ὧν μᾶλλον ἠγωνία.

`16.26`

Οὔτασται. Ἐκ χειρὸς τέτρωται. Δουρικλυτός. Ἔνδοξος περὶ τὸ δόρυ. πολεμικός.

`16.28`

Ἀμφιπένονται. Περὶ αὐτὸν ἐνεργοῦσιν, ἀσχολοῦνται.

`16.29`

Ἕλκεʼ ἀκειόμενοι. Θεραπεύοντες τὰ ἕλκη. Ἀμήχανος. Ἀπροσμηχάνητος, ἀκαμπής. πρὸς ὃν οὐδέν ἐστι μηχανήσασθαι. Ἔπλευ. Ἐγένου.

`16.31`

Αἰναρέτη. Ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένε. Αἰνὸν γὰρ, τὸ κακόν. Σεῦ ὀνήσεται. Ἐκ σοῦ ὄνησιν ἕξει. ὠφεληθήσεται. Ὀψίγονος. Ὁ μετὰ πολὺν χρόνον ἐσόμενος. μεταγενέστερος.

`16.33`

Νηλεές. Ἀνηλεέστατε, ὠμότατε.

`16.34`

Γλαυκὴ δέ σε τίκτε θάλασσα. Ἡ γλαυκοειδής. Τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσσης ἐπικίνδυνον, καὶ ἀνηλεὲς, καὶ τῶν πετρῶν τὸ σκληρόν.

`16.35`

Ἠλίβατοι. Μεγάλαι, ὑψηλαί. Νόος. Ἀντὶ τοῦ, ἡ ψυχή. Ἀπηνής. Χαλεπός.

`16.36`

  
Εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις.  
Θέτις, καταναγκασθεῖσα ὑπὸ Διὸς Πηλεῖ γαμηθῆναι, τὰ γεννώμενα παιδία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνητὰς τῷ πυρὶ σάρκας καταφλέξειν, τὸ δὲ ἀθάνατον διαφυλάξειν. Οὕτως ἓξ παῖδας διέφθειρεν. ἕβδομον δὲ γενόμενον, Ἀχιλλέα, βάλλει ὁμοίως εἰς πῦρ. Θεασάμενος δὲ Πηλεὺς, ἀφήρπασε τὸν παῖδα, καὶ ἐνεγκὼν εἰς τὸ Πήλιον ὄρος, τρέφειν παρέδωκε Χείρωνι. Ὁ δὲ, λεόντων καὶ ἄρκτων μυελοῖς τρέφων, ἐκάλεσεν Ἀχιλλέα. Διδάξας δὲ τὴν ἰατρικὴν τέχνην, καὶ λυρικὴν, καὶ μουσικὴν, ἀπέδωκε τῷ πατρί. Ἀγανακτήσασα δὲ Θέτις, καὶ καταλιποῦσα τὸν Πηλέα, ἐχωρίσθη εἰς θάλασσαν. Στρατευομένῳ δὲ Ἀχιλλεῖ ἐπὶ Ἴλιον προεῖπεν, ὅτι πολεμῶν μὲν Τρωσὶ, ζωὴν ὀλιγοχρόνιον κτήσεται, πλείστην δὲ τὴν δόξαν· ἀπεχόμενος δὲ τῆς μάχης, ἄδοξον μὲν βίον, πολυχρόνιον δὲ, διάξει. Ἃ μαθὼν Ἀχιλλεὺς, δόξαν αἰώνιον ζωῆς προσκαίρου προκρίνας, ἐστράτευσεν. Ἡ ἱστορία παρὰ Λυκόφρονι.

`16.37`

Ἐπέφραδεν. Εἶπε.

`16.38`

Πρόες. Πρόπεμψον. Ὄπασσον. Παράσχου, δός.

`16.42`

Ἀναπνεύσωσιν. Ἀναπαύσωνται.

`16.43`

Ὀλίγη δέ τʼ ἀνάπνευσις πτολέμοιο. Προσληπτέον τὸ, ἐστίν. ἀντὶ τοῦ, ὀλίγον καιρὸν ἀνάπαυσιν τοῦ πολέμου ἴδωσιν οἱ κεκμηκότες.

`16.44`

Ἀϋτῇ. Νῦν, μάχῃ.

`16.46`

Νήπιος. Νῦν, ἄφρων, καὶ ἀνόητος.

`16.47`

Λιτέσθαι. Ἱκετεύειν, δεῖσθαι.

`16.50`

Ἐμπάζομαι. Ἐπιστρέφομαι.

`16.53`

Ἀμέρσαι. Ἀποστερῆσαι, μερίσαι.

`16.54`

Ὅτε κράτεϊ προβεβήκει. Ὁπότʼ ἂν τῷ κρατεῖν προέχῃ. ὅ ἐστιν, ἀξίᾳ τινὶ μείζονι.

`16.55`

Τό μοι. Διό μοι. ἢ, τοῦτό μοι.

`16.56`

Ἔξελον. Ὡς ἐξαίρετον ἔδωκαν.

`16.57`

Κτεάτισσα. Ἐκτησάμην.

`16.59`

Ἀτίμητον. Ἄτιμον. Μετανάστην. Μέτοικον, φυγάδα. Μέτοικοι δὲ λέγονται οἱ καταλιπόντες τὴν ἰδίαν πόλιν, καὶ ἄλλην οἰκοῦντες.

`16.60`

Προτετύχθαι. Προγεγονέναι. συμβάντα. Οὐδʼ ἄρα περ ἦν. Οὐδαμῶς δυνατὸν ἦν.

`16.61`

Ἀσπερχές. Ἀδιαλείπτως. Κεχολῶσθαι. Ὀργίζεσθαι. Ἤτοι ἔφην γε. Καί τοι ἐλογισάμην.

`16.62`

Μηνιθμόν. Μῆνιν, ὀργήν. Παρασχηματισμὸς, ὁ τρόπος.

`16.64`

Τύνη. Σύ. Δωρικῶς. Δῦθι. Ἔνδυθι.

`16.66`

Εἰ δὴ κυάνεον Τρώων νέφος. Καὶ τὰ ἑξῆς. Ἐὰν δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχῃ τὸ ναύσταθμον ἰσχυρῶς. Νῦν γὰρ λέγει νέφος τὸ τῶν στρατιωτῶν πλῆθος. Γράφεται καὶ, ᾗ δή. ἵνʼ ᾖ, ἐν ᾧ τόπῳ τὸ τῶν πολεμίων πλῆθος ἀμετακίνητόν ἐστιν, ἐκεῖ αὐτὸς ἄρχε Μυρμιδόσι.

`16.67`

Ῥηγμῖνι. Τῷ αἰγιαλῷ.

`16.68`

Κεκλίαται. Παρακέκλινται.

`16.69`

Πόλις. Τὸ πλῆθος τῶν Τρώων. Πόλις γὰρ διχῶς λέγεται. ἥ τε κατασκευὴ τῶν οἰκοδομημάτων, καὶ τὸ κατοικοῦν πλῆθος. Πόλις οὖν ἀντὶ τοῦ, οἱ πολῖται. ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον.

`16.70`

Θάρσυνος. Ἀντὶ τοῦ, τεθαῤῥηκυῖα. προσηγορία ἀντὶ μετοχῆς.

`16.71`

Ἐναύλους. Τοὺς διὰ στενοῦ ῥέοντας ποταμούς. διώρυχας. Διὰ δὲ τούτου προκατασκευάζει ὁ Ποιητὴς τὴν παρὰ τῷ ποταμῷ μάχην τὴν ἐν τῇ Φ.

`16.72`

Πλήσειαν. Πληρώσειαν. Εἴ μοι κρείων Ἀγαμέμνων Ἤπια εἰδείη. Εἰ προσηνής μοι καὶ εὔνους ὑπάρχει ὁ Ἀγαμέμνων.

`16.74`

Οὐ γὰρ Τυδείδεω Διομήδεος. Καὶ τὰ ἑξῆς. Οὐκ ἔτι γὰρ ἀριστεύει κατὰ τὸν πόλεμον ὁ Διομήδης, πρὸς τὸ ἀποτρέψαι τὰ κακὰ τῶν Ἑλλήνων.

`16.75`

Μαίνεται. Δαιμονίως ἐνεργεῖ, ἐνθουσιᾷ.

`16.76`

Ὀπός. Φωνῆς.

`16.78`

Περιάγνυται. Περιῤῥήγνυται. ἐξ οὗ περιηχεῖ.

`16.86`

Ἂψ ἀπονάσσωσι. Εἰς τοὐπίσω ἀποκαταστήσωσιν, ἀποδώσωσιν. Διατί Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους μέμνηται καὶ Ἀγαμέμνονος, καὶ οὐδενὸς ἄλλου; λέγων· Οὐ γὰρ Τυδείδεω Διομήδεος, Οὐδέπω Ἀτρείδεω. Ῥητέον δὲ, ὅτι Ἀγαμέμνονος μὲν εἰκότως. ἦν γὰρ ἐχθρὸς αὐτοῦ. Καὶ Διομήδους δὲ, διὰ λόγους ὑβριστικοὺς, οὓς εἰς αὐτὸν ἀπέῤῥιψε μετὰ τὴν πρεσβείαν. λέγει γάρ·

  
Μὴ ὄφελες λίσσεσθαι ἀμύμονα.  

`16.87`

Ἰέναι πάλιν. Ἀντὶ τοῦ, ἴθι, καὶ παραγίγνου.

`16.89`

Λιλαίεσθαι. Προθυμεῖσθαι.

`16.91`

Ἐπαγαλλόμενος. Τερπόμενος, χαίρων.

`16.92`

Ἐναιρόμενος. Ἀντὶ τοῦ, ἐναίρων, ὅ ἐστι, φονεύων.

`16.94`

Ἐμβήῃ. Κατέλθοι. ὅ ἐστιν, ἐμποδὼν στῇ, ἐμποδίσῃ.

`16.95`

Πάλιν τροπάασθαι. Εἰς τοὐπίσω ἀναστρέφειν. Φάος ἐν νήεσσι Θείης. Ἀντὶ τοῦ, ἐπεὶ δʼ ἂν σώσῃς τὰς ναῦς.

`16.96`

Δηριάασθαι. Μάχεσθαι.

`16.99`

Ἐκδῦμεν. Διαφύγοιμεν. Νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον. Ἀπαρέμφατον ἐστίν. ἵνʼ ᾖ, ἡμῖν τὸν ὄλεθρον ἐκδῦναι γένοιτο. Τοῦτο γὰρ λέγει.

`16.100`

Τροίης κρήδεμνα. Νῦν, τὰ τείχη. μεταφορικῶς. Ἰδίως γὰρ κρήδεμνον καλεῖται τὸ τῆς κεφαλῆς κάλυμμα.

`16.103`

Δάμνα. Ἐδάμαζε.

`16.105`

Καναχήν. Ψόφον.

`16.106`

Κὰπ φάλαρα. Κατὰ τὰ φάλαρα. Φάλαρα δὲ εἰσὶ τὰ κατὰ τὸ μέσον τῆς περικεφαλαίας μικρὰ ἀσπιδίσκια, ἅτινα κόσμου χάριν ἐντίθενται.

`16.107`

Αἰόλον. Νῦν, ποικίλον.

`16.108`

Ἐρείδοντες. Ὠθοῦντες.

`16.109`

Ἄσθματι. Τῇ πολλῇ ἀναπνοῇ.

`16.111`

Πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. Πανταχόθεν δὲ αὐτὸν περιεστοίχησε τὰ κακά.

`16.115`

Καυλόν. Τὸ ἄκρον τοῦ δόρατος τὸ εἰς τὴν ἐπιδορατίδα ἐμβαλλόμενον.

`16.116`

Ἀπάραξεν. Ἀπέκοψε.

`16.117`

Πῆλεν. Ἐκράδαινεν, ἔσειε. Κόλον. Κολοβὸν, ἐστερημένον αἰχμῆς.

`16.118`

Βόμβησεν. Ἤχησε, ποιὸν ἦχον ἀπετέλεσε.

`16.120`

Μάχης ἐπὶ μήδεα κείρει. Ἀντὶ τοῦ, τὰ τῶν μαχομένων ἐνθυμήματα ἐλαττεῖ. κατὰ μεταφορὰν τῶν κειρομένων.

`16.123`

Αἶψα κατασβέστη κέχυτο. Ἢ, ταχέως κατασβεννυμένη. ἢ, ἡ δυσκατάσβεστος. παρωνύμῳ χαρακτῆρι.

`16.124`

Ἄμφεπε. Περιεῖπεν, ἐνήργει.

`16.125`

Μηρώ. Μηρούς. δυϊκῶς. Πληξάμενος. Πλήξας, παίσας, τύψας.

`16.126`

Ἱπποκέλευθε. Ἐφʼ ἵππων ποιούμενε τὴν κέλευθον. οἷον, ταχύτατε. ἱππικέ. ἢ οἷον, παραπλησίαν ἵπποις ὁρμὴν ἔχων.

`16.127`

Δηΐοιο. Πολεμικοῦ. Ἐρωήν. Νῦν, ὁρμὴν, ἀναφορὰν, πνοήν.

`16.128`

Καὶ οὐκ ἔτι φυκτὰ πέλωνται. Ἀντὶ τοῦ, οὐδὲ φυγεῖν δυνήσονται.

`16.134`

Ἀστερόεντα. Ἤτοι, ἀστέρας ἐμπεποικιλμένους ἔχοντα. ἢ, λαμπρόν.

`16.140`

Ἔγχος δʼ οὐχ ἕλετʼ οἶον. Προκατεσκεύακε, μόνον αὐτὸ τὸ δόρυ σώζεσθαι, διὰ τὸ ξύλα μὴ ἐργάζεσθαι τὸν Ἥφαιστον. Κατὰ τὸν Πηλέως καὶ Θέτιδος γάμον οἱ θεοὶ συναχθέντες εἰς τὸ Πήλιον ἐπʼ εὐωχίᾳ, ἐκόμιζον Πηλεῖ δῶρα. Χείρων δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχε. Φασὶ δὲ, Ἀθηνᾶν μὲν ξέσαι αὐτὸ, Ἥφαιστον δὲ κατασκευάσαι. Τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευε, καὶ μετὰ ταῦτα Ἀχιλλεύς. Ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια πεποιηκότι.

`16.142`

Ἐπίστατο. Νῦν ἀντὶ τοῦ, ἠδύνατο. Πῆλαι. Κραδᾶναι, σεῖσαι.

`16.143`

Πηλιάδα μελίην. Τὴν ἐκ Πηλίου ὄρους Θεσσαλικοῦ τμηθεῖσαν. Μελία δὲ, εἶδος δένδρου.

`16.146`

Ῥηξήνορα. Ἀνδρεῖον.

`16.147`

Ὁμοκλήν. Ἀπειλήν.

`16.148`

Ὕπαγε ζυγόν. Ἀντὶ τοῦ, ὑπὸ τὸν ζυγὸν ἦγεν.

`16.150`

Ἅρπυια. Ἅρπυιαι, ἤτοι ἀνέμου εἶδος, παρὰ τὸ ἁρπάζειν· ἢ δαίμονες ἁρπακτικαὶ, ὧν τὰ ὀνόματα, Ἀελλὼ, Ὠκυπέτη, Ποδάργη. Τινὲς δέ φασιν, Ἅρπυια Ποδάργη, ἵνʼ ᾖ ὄνομα φορβάδος λευκοὺς πόδας ἐχούσης.

`16.152`

Παρηορίῃσι. Ταῖς ἔξω τοῦ ζυγοῦ ἡνίαις. Πήδασον. Ὄνομα κύριον ἵππου.

`16.153`

Ἠετίωνος πόλιν. Θήβας τὰς Ὑποπλακίους λέγει. Ἤγαγεν. Ἀντὶ τοῦ, ἐκόμισε. Φέρεται γὰρ ὡς αὐτοκίνητον τὸ ἔμψυχον· κομίζεται δὲ τὸ ἄψυχον.

`16.158`

Δῃώσαντες. Διακόψαντες, σπαράξαντες.

`16.159`

Δάπτουσι. Σαρκοφαγοῦσι. Παρήϊον. Ἀντὶ τοῦ, παρειαὶ, αἱ σιαγόνες. Αἵματι φοινόν. Πεφοινιγμένον ὑπὸ αἵματος, οἷον πυῤῥόν.

`16.160`

Ἀγεληδόν. Κατὰ ἀγέλας. Ἔστι δὲ ἐπίῤῥημα παραβολῆς δηλωτικόν. Ἰᾶσιν. Ἀπίασι, πορεύονται.

`16.161`

Λάψοντες. Πιόμενοι, ἀναῤῥοφήσοντες. Πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς τῶν κυνῶν γλώττης, ὅτʼ ἂν πίνωσι. Καὶ ἐστὶν ὀνοματοποιΐα, ὁ τρόπος. Ἀραιῇσι. Λεπταῖς.

`16.162`

Ἄκρον ἐρευγόμενοι φόνον αἵματος. Ἀπὸ ἄκρου τοῦ στόματος ἐρευγόμενοι τὴν ποιότητα τοῦ αἵματος.

`16.163`

Περιστένεται. Περιστενοχωρεῖται, περισσῶς στενοῦται.

`16.166`

Ῥώοντο. Σπουδαίως ὥρμων.

`16.167`

Ἀσπιδιώτας. Ὁπλίτας, μαχητάς.

`16.170`

Κληῖσι. Καθέδραις.

`16.173`

Ἰῆς στιχός. Μιᾶς τάξεως. Αἰολοθώρηξ. Ποικίλον θώρακα ἔχων.

`16.174`

Σπερχειοῖο. Σπερχειὸς, ποταμὸς Θεσσαλίας. Διϊπετέος. Ἤτοι, ὑπὸ Διὸς πεπτωκότος. διὰ τὸ ὑπὸ τῶν ὀμβρίων ὑδάτων πληροῦσθαι τοὺς χειμάῤῥους. ἢ, διαφανοῦς.

`16.175`

Τὸν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη. Ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλος ἐν γ Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ, ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος. Ἄλλοι δὲ, ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.

`16.177`

Αὐτὰρ ἐπίκλησιν Βώρῳ. Κατʼ ἐπίκλησιν δὲ, καὶ φήμην, Βώρῳ.

`16.178`

Ἀναφανδόν. Φανερῶς. Ὄπυε. Κατὰ νόμον συνῴκει, ἐγεγαμήκει. Πορών. Παρασχών.

`16.180`

Παρθένιος. Ὁ ἐκ νομιζομένης παρθένου γεννηθεὶς, φθαρείσης λαθραίως. Χορῷ καλή. Ἐν τῷ χορεύειν καλλίστη.

`16.181`

Κρατύς. Κρατερὸς, ἰσχυρός. Ἀργειφόντης. Ὁ Ἑρμῆς. ἁγνὸς καὶ ἀργὸς καὶ καθαρὸς φόνου· εἰρηνικὸς γὰρ ὁ θεός.

`16.182`

Μελπομένῃσιν. Ἀιδούσαις, χορευούσαις.

`16.183`

Χρυσηλακάτου. Καλλιτόξου, ἢ, χρυσῷ τῷ βέλει χρωμένης. Ἠλακάτην γὰρ καλοῦσι τὸ βέλος, καὶ τὸ γυναικεῖον ἐργαλεῖον, ἐξ οὗ τὸ νῆμα ἕλκουσιν. Ὡς ἐκεῖ ὁ Ποιητής·

  
Ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.  
Καὶ τὸ ὑποϊστίον, ὅταν λέγῃ· Καδδʼ αὐτοῦ λίνα χεῦον ἐπʼ ἠλάκατα τανύσαντες. Κελαδεινῆς. Κυνηγετικῆς. Παρὰ τὸν γιγνόμενον ἐν τοῖς κυνηγίοις κέλαδον, ὅ ἐστι, θόρυβον. ὥς που καὶ ἐν θήρᾳ τοῦ Καλυδωνίου συός· Ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν.

`16.185`

Ἑρμείας ἀκάκητα. Ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου· μήτε δὲ κακῶσαι ἄλλον. διὰ τὴν οἰκείαν ἀρετήν. ὅθεν καὶ δοτὴρ ἐάων, ὅ ἐστιν, ἀγαθῶν.

`16.187`

Μογοστόκος. Μογοῦσα καὶ πονουμένη περὶ τοὺς τόκους. οἷον λοχεύτρια.

`16.188`

Προφόωσδε. Εἰς τὸ φῶς, καὶ εἰς τὸ φανερόν. Περισσεύει δὲ ἡ πρὸ πρόθεσις.

`16.189`

Ἐχεκλῆος κρατερὸν μένος. Ἐχεκλῆς, Ἄκτορος παῖς.

`16.191`

Ἀτίταλλε. Μετʼ ἐπιμελείας ἔτρεφε.

`16.192`

Ἀμφαγαπαζόμενος. Φιλοφρονούμενος, ἀγαπῶν.

`16.199`

Κρίνας. Διατάξας.

`16.202`

Πάνθʼ ὑπὸ μηνιθμόν. Ὑπὸ πάντα τὸν τῆς ὀργῆς χρόνον.

`16.203`

Χόλῳ. Νῦν ἀντὶ τοῦ, χολῇ.

`16.207`

Θάμʼ ἐβάζετε. Συνεχῶς ἐλέγετε.

`16.208`

Φυλόπιδος. Τῆς κατὰ πλήθη μάχης. Ἕης. Ἧς, ἧστινος. Ἐράασθε. Ἐρᾶσθε, ἐπιθυμεῖτε.

`16.211`

Ἄρθεν. Ἡρμόσθησαν, ἐπυκνώθησαν ἐξιόντες.

`16.212`

Ἀράρῃ. Ἁρμόσῃ.

`16.214`

Ἄραρον. Ἥρμοσαν.

`16.216`

Ψαῦον. Ἔψαυον, ἥπτοντο. Ἱππόκομοι. Ἱππείαις θριξὶ τὸν λόφον κομῶσαι. Λαμπροῖσι φάλοισι. Τοῖς τῆς περικεφαλαίας ἥλοις. οἵτινες ἀσπιδισκίοις παραπλήσιοί εἰσι.

`16.221`

Χηλοῦ. Κιβωτοῦ. Ἀνέωγεν. Ἀνέωξεν.

`16.224`

Ἀνεμοσκεπέων. Σκέπην τινὰ ποιούντων διὰ τὸν ἄνεμον. Οὔλων τε ταπήτων. Τῶν δασέων, καὶ ἐχόντων οὐλότητα.

`16.225`

Ἔσκεν. Ἦν, ἔκειτο.

`16.227`

Οὔτε τῳ. Οὔτε τινι ἄλλῳ.

`16.228`

Τόρ ῥα. Τοῦτο δή. Θεείῳ. Θείῳ.

`16.231`

Μέσῳ ἕρκεϊ. Μέσῃ τῇ σκηνῇ. Λεῖβεν. Ἔσταζεν, ἔσπενδε.

`16.233`

Ζεῦ ἄνα Δωδωναῖε. Ἐν χωρίῳ τῶν Ὑπερβορέων τῇ Δωδώνῃ τιμώμενε. Τίς δέ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος, καὶ ὁ τόπος, ἐξ οὗ αὐτὸν ἐπικαλεῖται οὕτως; Δευκαλίων, μετὰ τὸν ἐπʼ αὐτοῦ γενόμενον κατακλυσμὸν, παραγενόμενος εἰς τὴν Ἤπειρον ἐμαντεύετο ἐν τῇ δρυΐ. Πελειάδος δὲ χρησμὸν αὐτῷ δούσης, κατοικίζει τὸν τόπον, συναθροίσας τοὺς περιλειφθέντας ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ τοῦ Διὸς, καὶ Δωδώνης, μιᾶς τῶν Ὠκεανίδων, Δωδώνην τὴν χώραν προσηγόρευσαν. Ἱστορεῖ Θρασύβουλος. Πελασγικέ. Θεσσαλικέ. Πελασγία γὰρ πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο. ἐξ οὗ καὶ Πελασγὸς, ὡς ὑπὸ Πελασγῶν τιμώμενος, ἐπεὶ Πελασγοὶ κατῴκησαν τὴν Δωδώνην, ἐκβληθέντες ἀπὸ Βοιωτίας παρὰ Αἰολέων ἐξ Ἄρνης τῆς Φθιώτιδος. Ἡ μέν τοι πόλις, Πελασγία.

`16.234`

Μεδέων. Βασιλεύων. Δυσχειμέρου. Τῆς κακὸν χειμῶνα ἐχούσης. Σελλοί. Ἔθνος Ἠπειρωτικὸν τῆς Θεσπρωτίας, κληθὲν ἀπὸ τοῦ παραῤῥέοντος ποταμοῦ Σελλήεντος. Πίνδαρος δὲ Ἑλλοὺς αὐτοὺς κληθῆναι φησὶ, χωρὶς τοῦ πρώτου σ, ἀπὸ Ἑλλοῦ τοῦ Δρυτόμου, ὥς φασι, πρώτου καταδείξαντος τὸ μαντεῖον.

`16.235`

Ὑποφῆται. Ὑπομάντεις, ἱερεῖς. Ὅ ἐστι, χρησμῳδοὶ, θεολόγοι, προφῆται. Ὑποφήτας γὰρ λέγουσι, τοὺς περὶ τὰ χρηστήρια ἀσχολουμένους, καὶ τὰς μαντείας τὰς γιγνομένας ὑπὸ τῶν ἱερέων ἐκφέροντας. Ἀνιπτόποδες, χαμαιεῦναι. Ἤτοι, βάρβαροι, σκληρῶς τε καὶ νομαδικῶς ζῶντες, ταύτην ἔχοντες δίαιταν, ὡς μὴ δὲ ἀπονίζεσθαι τοὺς πόδας, διὰ τὸ μὴ παραδέχεσθαι τὴν ἐκ τοῦ πρώτου βίου μεταβολήν. Ἢ τοῦτο ἔκ τινος ἔθους ἐπὶ τιμῇ τοῦ θεοῦ ποιοῦντες. Ἔνιοι γὰρ καὶ λουτρῶν ἀπέχονται, καὶ τῆς τοιαύτης ἐπιμελείας. Τινὲς δὲ αὐτοὺς διὰ τοῦτο λέγουσιν ἀνιπτόποδας, ὅτι οὐκ ἐξίασιν ἔξω τοῦ ἱεροῦ. διὸ οὔτε ἀπολούεσθαι ἀνάγκην ἔχουσιν. Ἄνδρων δὲ ἐν ἱστορίαις φησὶν, οὕτω κληθῆναι, ἐπεὶ φιλοπόλεμοι ὄντες, οὕτως ἑαυτοὺς ἐσκληραγώγουν. Ἀλέξανδρος δέ φησιν ὁ Πλευρώνιος, ἔθνος εἶναι τοὺς Ἑλλοὺς ἀπόγονον Τυῤῥηνῶν, καὶ διὰ πατρῷον ἔθος, οὕτω τὸν Δία θρησκεύειν. Χαμαιεῦναι. Οἱ ἐπὶ τοῦ ἐδάφους κοιμώμενοι.

`16.239`

Νηῶν ἐν ἀγῶνι. Ἐν τῷ ἀθροίσματι τῶν νηῶν. ἐν τῷ ναυστάθμῳ.

`16.243`

Ἐπίστηται. Ἐπίσταται.

`16.245`

Μῶλον. Τὴν μάχην ἀπὸ τοῦ παρεπομένου.

`16.246`

Ἀπὸ ναῦφι. Ἀπὸ τῶν νηῶν.

`16.247`

Ἀσκηθής. Ἀβλαβὴς, ὑγιής.

`16.248`

Ἀγχεμάχοις. Συστάδην μαχομένοις. πολεμικοῖς.

`16.259`

Σφήκεσσιν ἐοικότες. Σφηξὶν ὅμοιοι. διὰ τὸ θερμὸν αὐτῶν καὶ πληκτικόν. Ἐξεχέοντο. Ἀθρόως ἐξήεσαν.

`16.260`

Εἰνοδίοις. Τοῖς ἐν τῇ ὁδῷ οἰκοῦσιν, ὅ ἐστι, φωλεύουσι· τοῖς τὴν σφηκίαν ἔχουσι παρὰ τὴν ὁδόν. Ἐριδμαίνωσιν. Ἐρεθίζωσιν. Ἔθοντες. Συνεχῶς ἐξ ἔθους παραγιγνόμενοι, καὶ βλάπτοντες.

`16.261`

Κερτομέοντες. Ἐρεθίζοντες.

`16.262`

Νηπίαχοι. Νήπιοι, ἄφρονες.

`16.263`

Παρὰ τίς τε κιών. Τὸ ἑξῆς, παριὼν τίς. Ὁδίτης. Ὁδοιπόρος.

`16.264`

Οἱ δʼ ἄλκιμον ἦτορ ἔχοντες. Ἀκόλουθον ἦν εἰρηκέναι, τῶν δὲ ἄλκιμον.

`16.283`

Αἰπύν. Χαλεπόν.

`16.287`

Πυραίχμην. Πεποίηται τὸ ὄνομα τοῦ στρατηγοῦ, παρὰ τὸ πῦρ καὶ αἰχμὴν φέρειν ἐν τῇ νηΐ.

`16.290`

Ἀμφὶ φόβηθεν. Ἑκατέρωθεν ἔφυγον.

`16.291`

Παίονες. Ἔθνος ὅμορον Θρᾳκῶν.

`16.294`

Ἡμιδαής. Ἡμίκαυστος, ἡμίφλεκτος.

`16.298`

Στεροπηγερέτα. Ἀστραπτικός.

`16.299`

Πρώονες. Αἱ προνενευκυῖαι τῶν ὀρῶν ἐξοχαί.

`16.300`

Νάπαι. Οἱ ὀρεινοὶ καὶ ἀναπεπταμένοι τόποι. οἱ σύμφυτοι. Οὐρανόθεν δʼ ἂρ ὑπεῤῥάγη ἄσπετος αἰθήρ. Αἴφνης διέλαμψεν αἴθριον. Ὁ δὲ λόγος· ξηροῦ δὲ καὶ πυῤῥώδους πνεύματος περὶ τὴν παχύτητα τῶν νεφῶν ῥαγέντος ὑπὸ τὸν οὐρανὸν, ἐξέλαμψεν αἰθήρ. τουτέστιν, ἀστραπὴ ἐγένετο. Διορῶνται οὖν, φησι, καὶ τοῦ αἰθέρος ἀστέρες, νεφέλης ῥαγείσης. Ὑπεῤῥάγη. Διαφανὴς ἐγένετο. Ἄσπετος. Μέγιστος, πολὺς, καὶ ἀσύνοπτος.

`16.302`

Ἐρωή. Νῦν ὁρμή. Ἔστι δὲ ὅτε τὴν ἡσυχίαν καὶ ἀνάπαυσιν δηλοῖ.

`16.304`

Προτροπάδην. Ἐπειγμένως καὶ ὁλοσχερῶς ἐκστρέψαντες τὰ νῶτα.

`16.305`

Ὑπόεικον. Ἐξίσταντο, ὑπεχώρουν.

`16.308`

Στρεφθέντος. Εἰς φυγὴν κλίναντος.

`16.314`

Ἔφθη. Ἔφθασε, προέλαβεν. Ὀρεξάμενος. Νῦν, ἐφικόμενος καὶ πλήξας ἐκ χειρός. Πρυμνὸν σκέλος. Τὸ ἔσχατον μέρος τοῦ σκέλους. Πάχιστος. Παχύς.

`16.315`

Μυιών. Ἡ γαστροκνημία. ἥτις συνέστηκεν ἐκ πολλῶν νεύρων καὶ συνεστραμμένων σαρκῶν.

`16.319`

Αὐτοσχεδά. Ἑτοίμως, παραχρῆμα.

`16.322`

Ὀρεξάμενος. Ἐπὶ τὸ πατάξαι ὁρμήσας.

`16.323`

Πρυμνὸν βραχίονα. Τὸ ἀκρότατον τοῦ βραχίονος.

`16.324`

Δρύψʼ ἀπὸ μυώνων. Ἀπέσυρεν ἀπὸ τῶν μυῶν. Ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξεν. Ἐπέσχισε δὲ τὴν σάρκα ἄχρι τοῦ ὀστοῦ.

`16.327`

Εἰς ἔρεβος. Εἰς τὸ σκότος.

`16.331`

Βλαφθέντα. Ἐμποδισθέντα.

`16.333`

Ὑπεθερμάνθη. Ἐβαπτίσθη.

`16.334`

Πορφύρεος θάνατος. Μέλας, σκοτεινός.

`16.336`

Μέλεον. Ματαίως.

`16.337`

Συνέδραμον. Ἐκ τοῦ σύνεγγυς ἐμαχέσθησαν.

`16.339`

Ἐῤῥαίσθη. Διεφθάρη, ἐκλάσθη.

`16.340`

Ἔδυ. Κατὰ βάθους εἰσῆλθε.

`16.341`

Παρηέρθη. Παρηνέχθη, παρεκρεμάσθη.

`16.347`

Νέρθεν ὑπʼ ἐγκεφάλοιο. Ὑπὸ τὸν ἐγκέφαλον. Κέασσε. Συνέτριψε, περιέσχισε.

`16.350`

Πρῆσεν. Ἐξεφύσησε, μετὰ πνεύματος ἐξέδωκεν.

`16.352`

Ἐπέχραον. Μετὰ βίας ἐπῆλθον. ἐφώρμησαν.

`16.353`

Σίνται. Βλαπτικοί. Ὑπʼ ἐκ μήλων αἱρεύμενοι. Ὑφαιρούμενοι τὰ λιπαρὰ τῶν βοσκημάτων.

`16.357`

Δυσκελάδου. Κακὸν ἦχον ἀποτελοῦντος.

`16.361`

Σκέπτετο. Παρεσκέπτετο, ἐφυλάσσετο. Ῥοῖζον. Ῥύμην, ὁρμὴν, ἦχον.

`16.365`

Αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνει. Ὅτʼ ἂν πνεύματος ἦχον καὶ νέφος παραστήσῃ· ὅτε, φησὶν, ὁ Ζεὺς μετὰ τὴν αἰθρίαν κατάστασιν ἐμβολὴν ἀνέμου διεγείρῃ. Αἰθέρος ἐκ δίης. Πῶς αἰθέρος; τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα συμβέβηκε. Τάχα οὖν συγχεῖται ὁ ἀὴρ πρὸς τὸν αἰθέρα. ὡς κᾀν τῇ Λ· Αἵματι μυδαλέας ἐξ αἰθέρος. καί· Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι, καὶ νεφέλῃσιν. Οὐ γὰρ αἱ νεφέλαι ἐν τῷ αἰθέρι.

`16.368`

Λεῖπε δὲ λαὸν Τρωϊκὸν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. Ἐν σχήματι πέφρακε. ἔδει γὰρ εἰπεῖν, ὃν ἀέκοντα.

`16.374`

Ἐπεὶ ἂρ τμάγεν. Ἐπειδὴ διεσκεδάσθησαν. Ἀέλλη. Νῦν, ἡ κόνις.

`16.375`

Σκίδνατο. Ἀνηκοντίζετο. Τανύοντο. Ἐπιτεταμένως ἔτρεχον.

`16.379`

Ἀνεκυμβαλίαζον. Ἀνεκρότουν, ἀνετρέποντο.

`16.384`

Βέβριθε. Ψόφου ἔγεμεν, ἐβάρει.

`16.385`

Ἤματʼ ὀπωρινῷ. Ἐν τῷ τῆς ὀπώρας καιρῷ.

`16.387`

Σκολιάς. Ἀδίκους. ἀπὸ τοῦ εὐθέως καὶ ὀρθοῦ παρατετραμμένας ἐπὶ τὸ ἄδικον. ὅ ἐστι, στρεβλάς.

`16.388`

Ἐκ δὲ δίκην ἐλάσωσι. Νῦν, τὸ δίκαιον. Θεῶν ὄπιν. Τὴν ἐκ θεῶν ἐπιστροφὴν καὶ φροντίδα.

`16.390`

Κλιτῦς. Φάραγγας, ἢ ὀρῶν ἀποκλίσεις. Ἀποτμήγουσιν. Ἀποτέμνονται, χωρίζουσι. Χαράδραι. Οἱ ὑπὸ τῶν χειμάῤῥων ἐκρησσόμενοι αὐλῶνες. Παρὰ τὸ χαράσσειν, καὶ τραχύνειν τὴν γῆν.

`16.392`

Ἐπὶ κάρ. Ἤτοι, ἄνωθεν ἐκ τοῦ πρὸς αὐτούς. ἢ, ἐπικάρσιαι καὶ πλάγιαι. ἢ ἐπὶ κεφαλὴν, καὶ εἰς τὸ κάταντες. Ἐπὶ κάρ. Τοῦ κάρη ἐστὶν ἀποκοπὴ, οὐ τοῦ κάρα. Οὐ λέγει γὰρ ὁ Ποιητὴς ποτὲ κάρα, ἀλλὰ κάρη. Αὐτὸ δὲ τὸ κάρη, τοῦ κάρηνον ἐστὶν ἀποκοπή. Τὰ γὰρ εἰς η οὐδέτερα, ἢ δυϊκά εἰσιν, ἢ πληθυντικά. Μινύθει. Ἐλαττοῦται, φθείρεται.

`16.394`

Ἐπέκερσεν. Ἀπέτεμεν.

`16.395`

Ἔεργε. Συνήλαυνε. Παλιμπετές. Εἰς τὰ ὀπίσω πεπτωκότας.

`16.398`

Μεταΐσσων. Μεταδιώκων. Ἀπετίννυτο ποινήν. Δίκην εἰσεπράττετο.

`16.403`

Ἀλείς. Συσταλείς. Ἐκ γὰρ πλήγη φρένας. Ἀντὶ τοῦ ἐξεπλάγη.

`16.404`

Ἠΐχθησαν. Ὡρμήθησαν.

`16.405`

Γναθμόν. Σιαγόνα.

`16.407`

Προβλῆτι. Προβεβλημένῳ. ἐκκειμένῳ. Ἱερὸν ἰχθύν. Ἤτοι, μέγαν.

`16.408`

Θύραζε. Ἔξω. Λίνῳ. Τῇ ὁρμιᾷ, ἢ τῷ ἀγκίστρῳ. Ἤνοπι χαλκῷ. Διαυγεῖ χαλκῷ. Λέγει δὲ, τῷ ἀγκίστρῳ.

`16.412`

Κεάσθη. Ἐσχίσθη.

`16.413`

Βριαρῇ. Ἰσχυρᾷ.

`16.414`

Θυμοραϊστής. Ὁ τὴν ψυχὴν διαφθείρων, καὶ ἀπολλύων.

`16.419`

Ἀμιτροχίτωνας. Ἀζώστους, ἢ, μίτρᾳ καὶ θώρακι μὴ χρωμένους.

`16.420`

Δαμέντας. Ἀναιρεθέντας.

`16.421`

Καθαπτόμενος. Ἐπιπλήσσων, ὀνειδίζων.

`16.422`

Πόσε. Ποῦ.

`16.428`

Γαμψώνυχες. Ἐπικαμπεῖς ὄνυχας ἔχοντες.

`16.429`

Κλάζοντε. Φθεγγόμενοι, κράζοντες.

`16.435`

Μέμονε. Διανοεῖται.

`16.441`

Πεπρωμένον. Πέρατος ἠξιωμένον, εἰμαρμένον.

`16.442`

Ἐξαναλῦσαι. Ἐλευθερῶσαι, ἐκλῦσαι.

`16.449`

Κότον. Νῦν φιλονεικίαν. Ἐνήσεις. Ἐμβαλεῖς.

`16.456`

Ταρχύσουσι. Θάψουσι.

`16.459`

Ψιάδας. Ψεκάδας, δρόσους.

`16.461`

Φθίσειν. Ἀπολέσειν.

`16.468`

Ἀΐσθων. Ἀλγῶν. ἐκπνέων.

`16.469`

Μακών. Μυκησάμενος. φθεγξάμενος βαρύ.

`16.470`

Κρίκεν. Ἐψόφηκεν, ἤχησε, ποιὸν ἦχον ἀπετέλεσε.

`16.471`

Παρήορος. Ὁ ἔξω τοῦ ζυγοῦ ἵππος. παράσειρος λεγόμενος.

`16.473`

Τανύηκες. Ἐκτεταμένον, εἰς μῆκος ἔχον τὴν ἀκμήν.

`16.474`

Οὐδʼ ἐμάτησεν. Οὐδὲ ἐματαιοπράγησεν, ἢ ἠμέλησεν.

`16.475`

Ἰθυνθήτην. Ἐπʼ εὐθείας ἔστησαν τεταγμένοι. Ῥυτῆρσι. Χαλινοῖς, ἡνίαις· Παρὰ τὸ ἐρύειν, ὅ ἐστιν, ἕλκειν. Τάνυσθεν. Ἀπευθύνθησαν.

`16.476`

Ἔριδος πέρι. Περὶ τῆς φιλονεικίας.

`16.481`

Ἔρχαται. Συνέρχονται. Ἀδινόν. Πυκνὸν, συνετόν. Ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἀδινὸν κῆρ. Ἔνθα αἱ φρένες εἰσὶ περὶ τὸ φύσει λαμπρὸν καὶ ἡδὺ μέρος τῆς ψυχῆς.

`16.482`

Ἀχερωΐς. Δένδρον, ὃ καλεῖται λεύκη. Ἔνιοι δὲ φηγοῦ εἶδος εἶπον αὐτήν.

`16.483`

Βλωθρή. Εὐαυξὴς, μεγάλη.

`16.484`

Νεήκεσι. Νεωστὶ ἠκονημένοις. Νήϊον. Ναυπηγήσιμον ξύλον.

`16.486`

Βεβρυχώς. Βρυχώμενος, ποιὸν ἦχον ἀποτελῶν, πιλῶν τοὺς ὀδόντας, καὶ συναρμόζων αὐτούς.

`16.489`

Γαμφηλῇσι. Σιαγόσι. γνάθοις.

`16.491`

Μενέαινε. Νῦν, ἐλειποψύχει. Ἀλλαχοῦ δέ φησι· Νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν. ἀντὶ τοῦ, ὀργιζόμεθα. Καί· Μενέαινεν κῦδος ἀρέσθαι. ἀντὶ τοῦ, προεθυμεῖτο. Ὀνόμῃνεν. Ἐξ ὀνόματος ἐκάλεσεν.

`16.494`

Ἐελδέσθω. Ἐπιθυμείσθω.

`16.498`

Κατηφείη. Αἰσχύνη. Ὄνειδος.

`16.499`

Διαμπερές. Διόλου.

`16.500`

Νεῶν ἐν ἀγῶνι. Ἐν τῷ ἀθροίσματι τῶν νηῶν.

`16.501`

Ἔχεο. Ἀντέχου τῆς μάχης, καὶ προΐστασο.

`16.502`

Τέλος θανάτοιο κάλυψε Ὀφθαλμοὺς ῥῖνάς τε. Ὁ δὲ θάνατος αὐτὸν ἔλαβε τούς τε ὀφθαλμοὺς καὶ τὰς ῥῖνας· ἐπεὶ οἱ τελευτῶντες, οὐ βλέπουσιν, οὔτε ἀναπνέουσιν, οὔτε φρένας ἔχουσι.

`16.504`

Προτὶ δὲ φρένες. Προσείχοντο δὲ αὐτῷ αἱ φρένες. Φρένες. Ἀεὶ ὁ Ποιητὴς φρένας καλεῖ τὸ διάφραγμα.

`16.505`

Τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν. Τούτου δὲ κατʼ αὐτὸ τήν τε ψυχὴν καὶ τὴν τοῦ δόρατος αἰχμὴν ἐξείλκυσε.

`16.507`

Λίπον ἅρματʼ ἀνάκτων. Ἔλιπον τὰ ἅρματα τῶν δεσποτῶν.

`16.508`

Φθογγῆς. Φωνῆς. Ἀΐοντι. Ἀκούοντι.

`16.509`

Ὠρίνθη. Συνεχύθη.

`16.510`

Ἐπίεζεν. Ἐξέθλιβε.

`16.515`

Δύνασαι δέ τε πάντοσʼ ἀκούειν Ἀνέρι. Δύναται δὲ πανταχόθεν εὐχὴ εἰς σὲ παραγενέσθαι λυπουμένου ἀνδρός.

`16.516`

Κηδομένῳ. Ἀνιωμένῳ, λυπουμένῳ.

`16.518`

Ὀξείῃς. Δριμείαις, χαλεπαῖς. Ἐλήλαται. Διαπέπαρται.

`16.519`

Τερσῆναι. Ξηρανθῆναι. Βαρύθει. Βαρύνεται.

`16.524`

Κοίμισον. Νῦν, κατάπαυσον.

`16.525`

Κεκλόμενος. Παρακελευόμενος.

`16.534`

Βιβάσθων. Προβαίνων.

`16.542`

Εἴρυτο. Ἔσωζε. Δίκῃσί τε καὶ σθένεϊ ᾧ. Εὐδικίᾳ καὶ δυνάμει ἰδίᾳ.

`16.544`

Πάρστητε. Ἐγγὺς στῆτε. Νεμεσσήθητε. Μεμπτὸν ἡγήσασθε.

`16.545`

Ἀεικίσωσιν. Ὑβρίσωσιν, αἰκίσωνται, τιμωρήσωνται.

`16.548`

Κατακρῆθεν. Κατὰ τῆς κεφαλῆς, κατὰ κρατός.

`16.549`

Ἄσχετον. Ἀκατάσχετον, ἄφοβον. Οὐκ ἐπιεικτόν. Οὐ μέτριον, οὐ φορητόν. Ἕρμα. Ἔρεισμα, φύλαγμα.

`16.550`

Ἔσκεν. Ἦν, ὑπῆρχεν. Ἀλλοδαπός. Ἀλλογενὴς, ξένος.

`16.552`

Λελιημένοι. Συστραφέντες, προθυμηθέντες.

`16.554`

Λάσιον κῆρ. Συνετόν. Λάσιον κῆρ. Συνετὴ ψυχή. Περίφρασις, ὁ τρόπος.

`16.556`

Σφῶϊν. Ὑμῖν.

`16.558`

Ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν. Ἀντὶ τοῦ, διεσάλευσεν, ἐπλήρωσεν εἰσελθών.

`16.563`

Ἐκαρτύναντο. Ἰσχυροποίησαν, ἠσφαλίσαντο.

`16.572`

Βουδείῳ. Βούδειον, πόλις Θεσσαλίας.

`16.574`

Ἐς Πηλῆα. Ἀντὶ τοῦ, πρὸς Πηλέα.

`16.578`

Ἄνδιχα. Διχῶς, εἰς δύο.

`16.583`

Ψῆρας. Ψάρας.

`16.589`

Αἰγανέης. Εἴδους ἀκοντίου, πρὸς αἰγῶν ἄγραν ἐπιτηδείου. Ταναοῖο. Εἰς μῆκος τεταμένης, μακρᾶς.

`16.595`

Ἑλλάδι. Ἑλλὰς, πόλις Θεσσαλίας. ἧς οἱ πολῖται πρῶτοι εἶχον τοῦτο, καλεῖσθαι Ἕλληνες. Ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος καὶ Πύῤῥας. Ὕστερον δὲ πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν Ἕλληνες, ὀνόματι κοινῷ, ὥς φησι Θουκυδίδης ἐν τῇ Α. Πρότερον δὲ ἐκεῖνοι μόνοι Ἕλληνες ἐκαλοῦντο, οἱ δὲ ἄλλοι κατὰ ἔθνη ἕκαστος. ὥσπερ καὶ ὁ Ποιητὴς ἐν τῷ καταλόγῳ λέγει· Μυρμιδόνες δὲ καλοῦντο, καὶ Ἕλληνες, καὶ Ἀχαιοί.

`16.596`

Ὄλβῳ. Εὐδαιμονίᾳ, πλούτῳ.

`16.600`

Κεχάροντο. Ἐχάρησαν.

`16.603`

Κορυστήν. Πολεμιστήν.

`16.609`

Τεύξεσθαι. Ἐπιτυχεῖν. Ὑπασπίδια προβιβῶντος. Ὑπὸ τὴν ἀσπίδα βαίνοντος.

`16.610`

Ἄντα ἰδών. Ἀντικρὺ σκοπήσας.

`16.612`

Ἐνισκίμφθη. Ἐγκατεσχέθη, ἐνεπάγη. Οὐρίαχος. Τὸ ὄπισθεν μέρος τοῦ δόρατος. ὃ καὶ σαυρωτὴρ καλεῖται. Πελεμίχθη. Διεσείσθη, ἐτινάχθη.

`16.613`

Ἄρης. Νῦν, ὁ σίδηρος.

`16.617`

Ὀρχηστήν περ ἐόντα. Εὐκίνητον κατὰ τὸν πόλεμον. ὅ ἐστι, συγκεκροτημένον τὰ πολεμικὰ καλῶς. Ἐπυῤῥίχιζον γὰρ τοῖς ὅπλοις οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν. ὅ ἐστι, σὺν τοῖς ὅπλοις τὴν πυῤῥίχιον καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο. Τρία γὰρ εἴδη ὀρχήσεως· πυῤῥίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ σκορδακισμὸς, αἰσχρός τις ὢν καὶ βεβήλοις ἁρμόδιος.

`16.621`

Σβέσαι μένος. Καθελεῖν τὴν δύναμιν. κτεῖναι.

`16.626`

Ἐνένιπεν. Ἐπέπληξεν, ὠνείδισεν.

`16.628`

Οὔτοι Τρῶες ὀνειδείοις ἐπέεσσι Νεκροῦ χωρήσουσιν. Ἀντὶ τοῦ, οὐδὲ ὀνειδιζόμενοι, οὐδὲ κακολογούμενοι, οἱ Τρῶες ὑπείξουσι τοῦ πολέμου.

`16.630`

Ἐν γὰρ χερσὶ τέλος πολέμου· ἐπέων δʼ ἐνὶ βουλῇ. Ὁ πόλεμος μὲν γὰρ χειρῶν δεῖται πρὸς κατόρθωσιν· βουλὴ δὲ καὶ ἐκκλησία λόγων.

`16.631`

Ὀφέλλειν. Αὔξειν.

`16.633`

Δρυτόμων. Ξυλοτόμων.

`16.635`

Εὐρυοδείης. Μεγαλαμφόδου, πλατείας.

`16.638`

Φράδμων. Διορατικὸς, ὀξὺς, ἢ ἔμπειρος. Ὁ δὲ λόγος· οὐδὲ ὁ πάνυ γνώριμός φησι καὶ συνήθης τῷ Σαρπηδῶνι, ἠδύνατο γνωρίσαι αὐτὸν, διὰ τὸ αἵματι καὶ κόνει πεφῦρθαι.

`16.640`

Εἴλυτο. Ἐκεκάλυπτο.

`16.641`

Ὁμίλεον. Συνεστρέφοντο.

`16.642`

Σταθμῷ. Τῇ τῶν βοσκημάτων στάσει καὶ ἐπαύλει. Βρομέωσι. Ποιὸν ἦχον ἀποτελοῦσι. Γλαγέας. Γάλακτι πεπληρωμένας.

`16.643`

Ὥρῃ ἐν εἰαρινῇ. Ἐν τῇ τοῦ ἔαρος ὥρᾳ. Γλάγος. Γάλα. Δεύει. Βρέχει, ὑγραίνει, ἢ πληροῖ.

`16.646`

Κατʼ αὐτούς. Ἀντὶ τοῦ, ἐπʼ αὐτούς.

`16.652`

Δοάσσατο. Ἔδοξεν, ἐφάνη.

`16.658`

Διὸς ἱρὰ τάλαντα. Τὰ τοῦ Διὸς ζυγὰ, τὰ ἱερὰ τάλαντα.

`16.661`

Ἀγύρει. Τῷ ἀθροίσματι.

`16.681`

Πομποῖσι. Τοῖς παραπέμπουσιν αὐτὸν καὶ παρακομίζουσι. Κραιπνοῖσι. Ταχέσι.

`16.682`

Διδυμάοσι. Διδύμοις.

`16.683`

Ἐν πίονι δήμῳ. Ἐν πολλῷ καὶ εὐδαίμονι ὄχλῳ.

`16.685`

Μετεκίαθεν. Ἀντὶ τοῦ, μετήρχετο. Ἀάσθη. Ἐβλάβη.

`16.697`

Ἐμνώοντο. Μνήμην ἐποιοῦντο.

`16.698`

Ὑψίπυλον. Ὑψηλὴν, μεγάλην.

`16.699`

Περὶ πρὸ γὰρ ἔγχεϊ θῦε. Ὑπὲρ γὰρ τοὺς ἄλλους ἴσχυε. καθʼ ὑπερβολὴν καὶ ἐνθουσιωδῶς ὥρμα. ὅ ἐστιν, ἐμμανῶς ἐμάχετο σὺν τῷ δόρατι.

`16.702`

Ἀγκῶνος. Νῦν, τῆς τοῦ τείχους ἐξοχῆς.

`16.703`

Ἀπεστυφέλιξεν. Ἀπεσείσατο.

`16.708`

Πέρθαι. Πορθηθῆναι. Ἀγερώχων. Ἄγαν ἐντίμων, πολεμικῶν. Σημαίνει δὲ ἀλλαχοῦ τὸ αὐθαδῶν, καὶ ὑβριστῶν.

`16.713`

Δίζεν. Ἀμφέβαλλεν, ἐδίσταζε. Κλόνον. Ταραχὴν, θόρυβον.

`16.714`

Ὁμοκλήσειεν. Ἀπειλήσει, κελεύσει. Ἀλῆναι. Συστραφῆναι.

`16.717`

Μήτρως. Μητρὸς ἀδελφός.

`16.723`

Ἀπερωήσειας. Ἀποχωρήσειας.

`16.724`

Πατρόκλῳ ἔφεπε. Ἐπὶ τῷ Πατρόκλῳ ὅρμα, διώκων αὐτόν.

`16.728`

Πεπληγέμεν. Μαστίζειν.

`16.731`

Ἔα. Συνεχώρει, εἴα. Ἐνάριζεν. Ἀνῄρει, ἐφόνευε.

`16.735`

Μάρμαρον. Λευκὸν λίθον. Ὀκριόεντα. Τραχύν.

`16.736`

Ἐρεισάμενος. Πᾶσαν δύναμιν εἰσενεγκάμενος, καὶ ἐπιπεσών. Οὐ δὲ δὴν ἅζετο φωτός. Οὐδὲ ἐπὶ πολὺν χρόνον ἀπείχετο τοῦ ἀνδρός.

`16.737`

Ἁλίωσε. Μάταιον ἐποίησε. Βέλος. Νῦν φησι τὸν λίθον.

`16.738`

Ἀγακλῆος. Ἄγαν ἐνδόξου.

`16.739`

Μετώπιον. Τὸ τῆς περικεφαλαίας, τὸ κατὰ τοῦ μετώπου κείμενον.

`16.740`

Σύνελε. Συνέτριψεν. Ἔσχεν. Ἐπέσχεν, ἐκώλυσεν.

`16.742`

Ἀρνευτῆρι. Κυβιστητῆρι. Ἀπὸ μεταφορᾶς τῶν ἀρνῶν. οὗτοι γὰρ ἐν τῷ τρέχειν τὴν κεφαλὴν ἐπισείουσιν.

`16.744`

Κερτομέων. Παροξύνων, χλευάζων.

`16.745`

Ἐλαφρός. Εὐκίνητος.

`16.747`

Τήθεα. Εἶδος ὀστρέων. Οἱ δὲ ἁπλῶς, ὄστρεα. Διφῶν. Ζητῶν, ἐρευνῶν.

`16.748`

Δυσπέμφελος. Δυσάρεστος, δυσκίνητος. ἢ, ὡς Ἡσίοδός φησι, δυσχείμερος.

`16.751`

Ἐπὶ Κεβριόνῃ ἥρωϊ. Ἀντὶ τοῦ, ἤλαυνεν ἐπὶ τῷ Κεβριόνῃ.

`16.752`

Οἶμα. Ὅρμημα. Σταθμούς. Νῦν, τὰς ἐπαύλεις. Κεραΐζων. Πορθῶν. Διαφθείρων. ἀφανίζων.

`16.754`

Ἆλσο. Ὥρμησας, ἥλω.

`16.756`

Δηρινθήτην. Ἐμαχέσαντο.

`16.761`

Ἵεντο. Προεθυμοῦντο.

`16.764`

Σύναγον. Συνέβαλλον, συνῆπτον.

`16.765`

Ἐριδαίνετον. Ἐρίζουσι, φιλονεικοῦσι.

`16.766`

Πελεμιζέμεν. Κινεῖν.

`16.767`

Τανύφλοιον. Μακρὸν φλοιὸν ἔχουσαν, εὔϊνον.

`16.768`

Τανυήκεας. Ἐκτεταμένους, μακρούς.

`16.769`

Πάταγος. Ψόφος. Ἀγνυμενάων. Κατασσομένων, κλωμένων.

`16.770`

Θορόντες. Ἐπιπηδῶντες.

`16.775`

Στροφάλιγγι. Συστροφῇ.

`16.776`

Μέγας μεγαλωστί. Μέγας ἐπὶ μέγαν τόπον.

`16.779`

Μετενείσσετο. Μετῆλθε. Βουλυτόνδε. Ἐπὶ τὴν ἑσπέραν. δείλης. καθʼ ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων.

`16.792`

Καταπρηνεῖ. Κατεστραμμένῃ. Στρεφεδίνηθεν. Περιεστράφησαν αὐτοῦ οἱ ὀφθαλμοὶ, οἱονεὶ ἐσκοτώθησαν.

`16.795`

Αὐλῶπις. Τὸ τῆς περικεφαλαίας ἀνάστημα, καὶ αὐτὴ ἡ περικεφαλαία. Μιάνθησαν. Ἐμολύνθησαν. Ἔθειραι. Αἱ κόμαι.

`16.796`

Οὐ θέμις. Οὐ δίκαιον.

`16.803`

Τερμιόεσσα. Ποδήρης, ἡ ὅλον τὸν ἄνθρωπον σκέπουσα. μεγάλη.

`16.808`

Ἡλικίην. Τοὺς ἡλικιώτας. Ἐκέκαστο. Ὑπερεῖχεν, ἐκεκόσμητο.

`16.810`

Βῆσεν ἀφʼ ἵππων. Ἀπέβαλεν, ἀπεβίβασε τῶν ἵππων.

`16.811`

Σὺν ὄχεσφι διδασκόμενος. Ἀντὶ τοῦ ἁρματομαχεῖν ἐπιστάμενος, ἐν πολέμῳ γυμναζόμενος. Διδασκόμενος πολέμοιο. Ἐκμανθάνων τὰ τοῦ πολέμου ἔργα.

`16.820`

Ἀγχίμολον. Σύνεγγυς. σημαίνει δὲ τὸ μετʼ ὀλίγον.

`16.822`

Ἤκαχε. Ἐλύπησεν.

`16.823`

Ἀκάμαντα. Ἰσχυρὸν, μέγαν. Ἐβιήσατο. Κατηγωνίσατο.

`16.825`

Πίδακος ἀμφʼ ὀλίγης. Περὶ μικρᾶς πηγῆς.

`16.827`

Πέφνοντα. Φονεύοντα.

`16.830`

Ἁμήν. Ἡμετέραν.

`16.833`

Τάων δὲ πρόσθʼ Ἕκτορος. Τούτων δὲ προπολεμοῦσιν οἱ τοῦ Ἕκτορος ἵπποι. τοῦτʼ ἔστιν αὐτὸς ὁ Ἕκτωρ ἐπʼ αὐτῶν ὀχούμενος.

`16.834`

Ὀρωρέχαται. Ἐκτείνονται τρέχοντες, ὁρμῶντες.

`16.836`

Ἦμαρ ἀναγκαῖον. Ἀνάγκης ἡμέραν φησὶ τοῦ θανάτου.

`16.839`

Ἱπποκέλευθε. Ἱππικέ.

`16.843`

Ὀλιγοδρανέων. Ὀλίγον ἰσσχύων ἐκ τῶν τοῦ σώματος μελῶν.

`16.850`

Σὺ δέ με τρίτος ἐξεναρίζεις. Ἀντὶ τοῦ, μετὰ πολλοὺς σκυλεύεις. Ἐζήτηται δὲ, πῶς τέσσαρας καταριθμήσας, μοῖραν, Ἀπόλλωνα, Εὔφορβον, Ἕκτορα, ἐπιφέρει· Σὺ δέ με τρίτος ἐξεναρίζεις. ἔστι δὲ λέγειν, ὅτι τὴν μοῖραν οὐκ ἀπηρίθμησεν ὡς κοινὴν πᾶσιν ἀνθρώποις ἐπικειμένην. ἔνιοι δὲ τὸ ἑξῆς, οὕτως ἀποδιδόασι·

  
Ἀλλά με μοῖρʼ ὀλοὴ, καὶ Λητοῦς  
  
ἔκτανεν υἱός. Ἀνδρῶν δʼ Εὔφορβος τρί-  
  
τος, σὺ δέ μʼ ἐξεναρίζεις. ἢ σὺ δέ με  
  
τρίτος ἐξεναρίζεις, ἵνʼ ᾖ πολλοστός.  

`16.856`

Ἐκ ῥεθέων. Ἐκ τῶν μελῶν, ἐκ τοῦ σώματος. Πταμένη. Πτᾶσα, ὑποχωρήσασα. Ἄϊδόσδε βεβήκει. Εἰς τὸν ᾅδην κατῄει.

`16.857`

Πότμον. Μόρον. Γοόωσα. Λυπουμένη, θρηνοῦσα. Λιποῦσʼ. Καταλιποῦσα. Ἀνδροτῆτα. Ἀνδρίαν. Ἥβην. Τὸ σῶμα, τὴν ἡλικίαν.

`16.861`

Φθήη. Φθάσει.

`16.867`

Ἄμβροτοι. Ἀθάνατοι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahp`.
