---
title: "D-Scholia on the Iliad: Book XIV"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, ΙΔʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahn
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-14-vta-ahn"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:24c6d41987ae90cdea3d809b453f733bbd4f829cba06ec69bc44791a4b86c3ab"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book XIV

*Σχόλια εἰς Ἰλιάδα, ΙΔʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahn` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-14-vta-ahn)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`14.1`

Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ, πίνοντά περ, ἔμπης. Σφόδρα συνετὸς εἰσάγεται ὁ Νέστωρ, μὴ νικώμενος ὑπὸ μέθης τὸν λογισμόν. Ἔλαθε. Σημαίνει καὶ τὸ, ἐκ προαιρέσεως μαθόντα παραπέμψασθαι. ὡς τό· Καὶ τότʼ ἐγὼ Κίρκης λαθόμην. Ἰαχή. Ἠχὴ, κραυγή. Ἔμπης. Ὅμως. Σημαίνει δὲ καὶ τὸ ὁμοίως. Ἐζήτηται δὲ, πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει χρόνον, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων τῆς Λάμβδα. Καὶ ῥητέον, ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλʼ Ὅμηρος, κατὰ παρέκτασιν ἀπαγγείλας τὰς πράξεις, βουληθείς τε ἐπὶ τὸν Νέστορα ἐπανελθεῖν, ἀπὸ ταύτης τῆς πράξεως ἤρξατο, ἥνπερ αὐτὸν κατέλιπε ποιοῦντα.

`14.3`

Ὅπως ἔσται. Ἀντὶ τοῦ, ὅπως γενήσεται. Τὸ ἔσται διαφέρει τοῦ γενήσεται. Τὸ μὲν γὰρ ἐπὶ τοῦ ὑπάρχοντος. ὡς· Ἔσται γέρων ὅδε. Τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος· Γενήσεται παῖς.

`14.5`

Αἴθοπα οἶνον. Νῦν ἐρυθρόν.

`14.7`

Λούσῃ ἀπὸ βρότον. Ἀπολούσῃ τὸν μολυσμὸν τοῦ ἀνθρωπείου αἵματος. Αἱματόεντα. Ἡιματωμένον.

`14.8`

Τάχα. Ταχέως. Εἴσομαι. Γνώσομαι, ἢ φανήσομαι. Περιωπήν. Τόπον ὑψηλὸν, ἐξ οὗ περιωπίσασθαι καὶ περιβλέψαι ἐστὶ πάντα.

`14.11`

Ὁ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο. Πιθανῶς ὁ νέος εἰσῆκται, κεχρημένος τῇ χρυσῇ ἀσπίδι. Προείρηκε γὰρ περὶ αὐτῆς ὁ Ποιητής·

  
Ἀλλʼ ἐφομαρτεῖτον, καὶ σπεύδετον, αἴκε  
  
λάβωμεν Ἀσπίδα Νεστορέην, τῆς νῦν  
  
κλέος οὐρανὸν ἥκει, Πᾶσαν χρυσείην ἔ-  
  
μεναι, κανόνας τε, καὶ αὐτήν.  

`14.12`

Ἀκαχμένον. Ἐστομωμένον, ὠξυμμένον.

`14.13`

Ἀεικές. Ἀπεοικὸς, ἀπρεπές.

`14.14`

Ὀρινομένους. Ταρασσομένους. Κλονέοντας. Ταράσσοντας.

`14.15`

Ἐρέριπτο. Κατεβέβλητο, κατήριπτο. Ἔστι δὲ ῥῆμα ἐρίπτω, ὃ σημαίνει τὸ πίπτω· Ἤριπε δʼ ὡς ὅτε τὶς δρῦς, ἢ ἀχερωΐς. Σημαίνει δὲ καὶ τὸ, καταβάλλω, οὗ γίγνεται παθητικὸν, ἐρίπτομαι, ἀντὶ τοῦ καταβάλλομαι. καὶ, ἤριμμαι, παθητικὸς παρακείμενος. καὶ, ἠρίμμην, ὑπερσυντελικός. ἤριπτο· καὶ, Ἀττικὸς ἀναδιπλασιασμὸς, ἐρήριπτο· καὶ, κατὰ συστολὴν ἐρέριπτο.

`14.16`

Πορφύρῃ. Μελαίνει, ταράσσει. Κύματι κωφῷ. Τῷ δίχα ἀνέμου ἐπαιρομένῳ. τῷ ἀψόφῳ, καὶ μηδένα ἦχον ἀποτελοῦντι. μηδέπω γὰρ ἀνέμου εὐκρινοῦς ὄντος, τὸ κῦμα ἠρεμεῖ.

`14.17`

Ὀσσόμενον. Ἤτοι, προσδεχόμενον, ἢ προσημαῖνον. Λιγέων. Σφοδρῶς πνεόντων, ὀξέων. Λαιψηρά. Ταχέα. Κέλευθα. Τὰς θαλασσίους ὁρμάς.

`14.18`

Αὕτως. Νῦν, ἀπράκτως. Προκυλίνδεται. Προσωτέρω κυλίεται. Οὐδʼ ἑτέρωσε. Οὐδʼ ὄπισθεν. Ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ, κυλίνδεται. ὅ ἐστιν, οὐδʼ ὄπισθεν ἀνακάμπτει, τὸ κῦμα.

`14.19`

Κεκριμένον. Ἀφωρισμένον. ἢ στερεὸν καὶ σφοδρόν. Ἐκ Διός. Ἀντὶ τοῦ, ἐκ τῶν νεφελῶν. Οὖρον. Τὸν ὁρμῆς αἴτιον.

`14.20`

Ὥρμαινε. Διενοεῖτο. Δαϊζόμενος κατὰ θυμὸν. Διχῇ μεριζόμενος τῷ σκέμματι τὸν λογισμόν. τουτέστιν, ἐπὶ πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διασκοπούμενος.

`14.21`

Ἴοι. Πορεύοιτο.

`14.23`

Δοάσσατο. Ἔδοξε. Κέρδιον. Κρεῖσσον, ὠφελιμώτερον.

`14.25`

Λάκεν. Ἤχει, ἐψόφει. Ἀτειρής. Ἄτρωτος, οὐ τειρόμενος ὑπὸ Ἄρεος.

`14.27`

Ξύμβληντο. Συνέτυχον.

`14.28`

Πὰρ νηῶν. Ἀντὶ τοῦ, ἀπὸ τῶν νηῶν. Βεβλήατο. Βεβλημένοι ἦσαν.

`14.30`

Πολλόν. Πολύ.

`14.34`

Χαδέειν. Χωρῆσαι. Στείνοντο. Ἐστενοχωροῦντο διὰ τὸ πλῆθος.

`14.35`

Προκρόσσας εἴρυσσαν. Ἄλλην πρὸ ἄλλης παραλλήλως ἀνείλκυσαν κλιμακηδὸν, καὶ ἀνθυπέταξαν αὐτὰς ἀλλήλαις. Κρόσσαι γὰρ καλοῦνται αἱ τειχομάχοι κλίμακες. Πλῆσαν. Ἐπλήρωσαν, ἐγέμισαν.

`14.36`

Ἠϊόνος στόμα. Τὴν ἀρχὴν, τὴν εἰσβολὴν τοῦ αἰγιαλοῦ. Ὅσον συνεέργαθον ἄκραι. Ὅσον ἦν διάστημα, ὃ συνέκλειον καὶ συνεδέσμουν αἱ τοῦ Ἑλλησπόντου ἄκραι τὸ Ῥοίτειον καὶ Σίγειον.

`14.37`

Ὀψείοντες. Ὀπτικῶς ἔχοντες, θέλοντες ἰδεῖν.

`14.38`

Ἐρειδόμενοι. Ἐπερειδόμενοι, σκηριπτόμενοι.

`14.40`

Πτῆξε δὲ θυμόν. Τὸ εὔρωστον καὶ εὔθυμον τῆς ἑκάστου ψυχῆς εἰς δέος ἤγαγε. Γράφεται δὲ καὶ, πῆξε. ἵνʼ ᾖ, ἀκίνητον ἐποίησεν.

`14.53`

Ἑτοῖμα. Εὔληπτα, φανερά. Τετεύχαται. Κατεσκεύασται.

`14.54`

Παρατεκτῄναιτο. Παρατεχνάσαιτο, ἐπινοήσειε.

`14.55`

Κατερήριπε. Κατηνέχθη, κατέπεσεν. Ἐπέπιθμεν. Ἐπεπίθειμεν, ἐπεπιστεύκειμεν.

`14.56`

Ἄῤῥηκτον. Στερεόν. Εἶλαρ. Ἀσφάλεια.

`14.57`

Ἀλίαστον. Ἀδιάλειπτον.

`14.66`

Οὐκ ἔχραισμεν. Οὐκ ἐβοήθησεν.

`14.71`

Ἤιδεα. Ἤιδειν, ἠπιστάμην.

`14.73`

Κυδαίνει. Δοξάζει.

`14.75`

Πρῶται. Ἐν τῇ ἀρχῇ, ἐν τῇ ἄκρᾳ. Εἰρύαται. Εἱλκυσμέναι εἰσίν.

`14.77`

Ὕψι. Ἐφʼ ὕψους. Τὸ ὑγρὸν γὰρ ὑψηλότερον τῆς γῆς. διὸ ἀνάπλους μὲν ἀναγωγή. κατάπλους δὲ, ἡ προσόρμισις.

`14.78`

Νὺξ ἀβρότη. Ἀμβροσία, θεία. Οἱονεὶ ἀβρότη. Ἔστι γὰρ ἱερὰ τῶν θεῶν ἡ νὺξ, ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται, ἢ βρότος, βαρυτόνως· τουτέστι, μολυσμὸς καὶ φόνος, οὐ γίγνεται. Ἢν καὶ τῇ. Ἐὰν ὅλως καὶ διʼ αὐτῆς. Ἐζήτηται δὲ, πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι, λέγων· Νῆας ὅσαι πρῶται. Ῥητέον οὖν, ὅτι, ὁ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ φευξομένους, διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ, παρὰ δύναμιν κατέχων αὐτοὺς ἕνεκα τοῦ καθʼ ἑαυτὸν χρησίμου, αἴτιος γενέσθαι τοῦ πάντας ἀπολέσθαι· τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται, διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν, καὶ ὑπομένειν, καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν, ἕνεκεν τῆς ἐκείνων σωτηρίας.

`14.83`

Ἕρκος ὀδόντων. Περιφραστικῶς, οἱ ὀδόντες. Ἢ τροπικῶς, αὐτὰ τὰ χείλη.

`14.84`

Οὐλόμενε. Ὀλεθριώτατε, ἢ, ὀλέθρου τοῖς Ἕλλησι παρασκευαστικέ. Ἀεικελίου. Εὐκαταφρονήτου. ὅ ἐστιν, εὐτελοῦς, κακοῦ.

`14.85`

Σημαίνειν. Νῦν, ἄρχειν.

`14.86`

Τολυπεύειν. Κατεργάζεσθαι. Μεταφορικῶς. ἰδίως γὰρ τολύπη καλεῖται τὸ κατειργασμένον ἔριον.

`14.87`

Φθιόμεσθα. Φθαρῶμεν, ἀπολούμεθα.

`14.89`

Καλλείψειν. Καταλείψειν. Ὀϊζύομεν. Κακοπαθοῦμεν.

`14.91`

Ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο. Ὃν οὐκ ἂν εἴποι συνετὸς καὶ σώφρων ἀνήρ. Ἀνὰ στόμα γὰρ, ἀντὶ τοῦ, διὰ στόματος.

`14.92`

Ἄρτια βάζειν. Ὑγιῆ καὶ ἁρμόδια λέγειν.

`14.95`

Ὠνοσάμην. Ἐμεμψάμην.

`14.96`

Συνεσταότος. Συνεστῶτος.

`14.98`

Εὐκτά. Εὐχῆς ἄξια.

`14.99`

Ἐπιῤῥέπῃ. Ἐπηρτημένος, καταῤῥεπὴς ᾖ. Ἡ μεταφορὰ ἀπὸ τῶν ζυγοστατουμένων σωμάτων.

`14.100`

Σχήσουσιν. Ὑπομενοῦσιν, ἀνθέξουσιν.

`14.101`

Ἀποπτανέουσιν. Ἤτοι εἰς τὰς ναῦς ἀποβλέψουσιν, ἢ ἀλλαχόσε. ὅ ἐστι, φεύξονται. Ἐρωήσουσιν. Ὑποχωρήσουσιν, ἀμελήσουσι.

`14.102`

Δηλήσεται. Βλάψει.

`14.104`

Καθίκεο. Καθήψω, ἐλύπησας. Ἐνιπῇ. Ἐπιτιμήσει, ἐπιπλήξει.

`14.107`

Εἴη. Ἔστω, φαινέσθω. Μῆτιν. Γνώμην. Ἐνίσποι. Εἴποι, φράσοι.

`14.108`

Παλαιός. Πρεσβύτερος, γέρων. Ἀσμένῳ. Ἑκόντι, χαίροντι.

`14.110`

Ἐγγὺς ἀνήρ. Ἀντὶ τοῦ, ὁ συμβουλεύσων. Ἐζήτηται δὲ, διατί νῦν Διομήδης συμβουλεύει, καὶ οὐ Νέστωρ. Ῥητέον δὲ, ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστὶν ἐπισχετικόν· ἡ δὲ νεότης θαρσαλεώτερον· ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ συμβουλῇ θαυμασθεὶς, νῦν μᾶλλον τεθάῤῥηκε, καὶ προήρπακε τῷ πρεσβυτέρῳ τοὺς λόγους. Ματεύσομεν. Ἤτοι, ματαιοπραγήσομεν. ἢ ἀντὶ τοῦ, ζητήσομεν.

`14.111`

Κότῳ ἀγάσησθε. Μετʼ ὀργῆς μέμψησθε.

`14.112`

Γενεῇφιν. Ἡλικίᾳ.

`14.114`

Ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψεν. Ἀντὶ τοῦ, ὃς ἐν Θήβαις ἐτελεύτησεν ἐν τῷ Θηβαϊκῷ πολέμῳ. χυτὴ γὰρ, ἡ τοῖς τεθνεῶσιν ἐπιχεομένη γῆ.

`14.118`

Ἀρετῇ. Εὐδαιμονίᾳ, ἀνδρίᾳ.

`14.119`

Αὐτόθι μεῖνε. Ἐν τῷ τόπῳ ἔμεινε. Πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη, Πλαγχθείς. ὣς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. Εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε τὴν τοῦ πατρὸς φυγήν. Τυδεὺς γὰρ, ἀνελὼν Λυκοπέα καὶ Ἀλκάθουν ἑαυτοῦ παῖδας, ἔφυγεν. Ἡ δὲ ἀληθεστέρα ἱστορία ἐστὶν αὕτη. Τυδεὺς ὁ Οἰνέως Αἰτωλὸς μὲν ἦν τὸ γένος, ἀνδρειότατος δὲ τῶν κατʼ αὐτὸν γενόμενος. Ἔτι νέος ὢν ἐθεάσατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον. Διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς, καὶ σὺν αὐτοῖς ἀκουσίως ἀδελφόν. Φεύγων δʼ εἰς Ἄργος πρὸς Ἄδραστον, βασιλέα τῆς χώρας, καθαρσίων τε τυγχάνει πρὸς αὐτοῦ, καὶ γαμεῖ τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. Νάσθη. Ἀπῳκίσθη.

`14.120`

Πλαγχθείς. Ἀποπλανηθεὶς, καὶ ἐκπεσὼν τῆς πατρίδος διὰ τὴν φυγήν.

`14.121`

Ἀδρήστοιο θυγατρῶν. Προσληπτέον τὸ, μίαν, τὴν Δηϊπύλην. Διατί νῦν ὁ Διομήδης ἑαυτὸν γενεαλογεῖ; Ῥητέον ὅτι πάνυ ῥητορικῶς. Δεῖ γὰρ ἐν ταῖς συμβουλαῖς προαποδεικνύειν, ὡς εἰσὶν οὐχʼ οἱ τυχόντες, ἀλλὰ τῶν πάνυ ἐνδόξων· ἵνʼ οὕτως τῷ ἀξιώματι πείσωνται.

`14.122`

Ἅλις. Δαψιλῶς, ἱκανῶς.

`14.123`

Πυροφόροι. Σιτοφόροι. Ὄρχατοι. Αἱ ἐπίστιχοι φυτεῖαι, κῆποι.

`14.124`

Πρόβατα. Πάντα τὰ τετράποδα ἐκάλουν οἱ παλαιοὶ πρόβατα, διὰ τὸ πρὸ τῶν ὀπισθίων βάσεων ἑτέρας ἐμπροσθίους ἔχειν. Καθʼ ὃ καὶ Ἡσίοδός φησι· Χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις. Ἔσκεν. Ἦν, ὑπῆρχεν. Ἐκέκαστο. Ἐκεκόσμητο, ἐνίκα.

`14.125`

Τὰ δὲ μέλλετʼ ἀκουέμεν. Ταῦτα εἰκὸς ὑμᾶς ἀκηκοέναι. Ὡς ἐτεόν περ. Ὡς ἀληθές.

`14.126`

Γένος κακόν. Δυσγενῆ. Φάντες. Λογισάμενοι, εἰπόντες.

`14.127`

Πεφασμένον. Νῦν φανερῶς εἰρημένον.

`14.128`

Οὐτάμενοι. Τετρωμένοι. Ἀνάγκῃ. Διὰ τὴν ἀνάγκην.

`14.129`

Ἐχώμεθα. Ἀπεχώμεθα.

`14.130`

Ἐκ βελέων. Ἔξω τῶν βελῶν. Μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται. Μή τις τραυματίας ὑπάρχων, τραῦμα ἕτερον λάβῃ.

`14.131`

Ἐνήσομεν. Παρορμήσομεν, ἐμβαλοῦμεν τοῖς πολεμίοις.

`14.132`

Θυμῷ ἦρα φέροντες. Χαριζόμενοι τῇ ψυχῇ τὴν ἀργίαν.

`14.135`

Ἀλαοσκοπιήν. Μάταιον καὶ τυφλὸν τὸν σκοπόν. Ἀλαὸς γὰρ, ὁ τυφλός. Ἐννοσίγαιος. Κινησίγαιος. Ἔνοσις γὰρ, ἡ κίνησις.

`14.136`

Μετʼ αὐτοὺς ἦλθε. Ἀντὶ τοῦ, πρὸς αὐτοὺς ἦλθεν.

`14.139`

Ὀλοόν. Ὀλέθριον.

`14.140`

Φύζαν. Τὴν μετὰ δέους φυγήν.

`14.141`

Δερκομένου. Ὁρῶντος. Ἔνι. Ἔνεισιν, ὑπάρχουσιν. Οὐδʼ ἠβαιαί. Οὐδὲ ὀλίγαι.

`14.142`

Σιφλώσειε. Τυφλώσειεν. ἐπίψογον ποιήσειε. Σίφλος γὰρ καλεῖται ὁ ψόγος.

`14.145`

Κονίσσουσι. Κόνεως πληρώσουσιν. Ἐκ δὲ τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται. οἱ γὰρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν. Ὄψεαι. Θεάσῃ.

`14.148`

Ἐννεάχιλοι. Ἐννακισχίλιοι. Πῶς δέ φησιν ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ, ὑπὲρ τὴν ἡλικίαν φθέγγεται; Καὶ ῥητέον, ὅτι τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο, τῇ φωνῇ δὲ τὴν τοῦ θεοῦ δύναμιν ἐνεδείκνυτο. Ἐπίαχον. Ἐπεβόησαν.

`14.150`

Ἐκ στήθεσφιν. Ἐκ τῶν στηθῶν.

`14.152`

Ἄλληκτον. Ἄπαυστον.

`14.154`

Στᾶσʼ. Τὸ πλῆρες, στᾶσα. Ἀπὸ ῥίου. Ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ ὄρους.

`14.155`

Ποιπνύοντα. Ἐνεργοῦντα. Γίγνεται δὲ ἐκ τοῦ πονῶ, πονύω, πνύω καὶ ποιπνύω, ἀναδιπλασιασμῷ.

`14.156`

Δαέρα. Ἀνδρὸς ἀδελφόν.

`14.158`

Στυγερός. Κατάπληκτος, μισητός. Ἢ, στυγνοποιός. Τὸ γὰρ κεχαρισμένον αὐτῇ οὐκ ἐποίει.

`14.160`

Ἐξαπάφοιτο. Ἐξαπατήσειεν.

`14.162`

Ἐντύνασαν. Παρασκευασαμένην, κοσμησαμένην.

`14.163`

Ἱμείραιτο. Ἐπιθυμήσειεν, ἐρασθῇ. Παραδραθέειν. Παρακατακλιθῆναι.

`14.164`

Ἧι χροιῇ. Τῷ ἰδίῳ αὐτῆς χρωτί. Λιαρόν. Θερμὸν, ἡδύ. Τοῖς γὰρ καθεύδουσι παρακολουθεῖ θερμαίνεσθαι τὰ ἄκρα.

`14.165`

Πευκαλίμῃσι. Συνεταῖς, πυκναῖς.

`14.167`

Πυκινάς. Ἀσφαλεῖς, πυκνάς. Σταθμοῖσι. Παραστάσι, νῦν. Ἐπῆρσεν. Ἐφήρμοσε.

`14.168`

Κληῗδι κρυπτῇ. Οὕτω καλοῦνται κληῗδες κρυπταί. Ἀνῶγεν. Ἀνέωγεν. Ἡ ἀνάγνωσις προπερισπωμένως.

`14.169`

Ἐπέθηκεν. Ἐνέβαλεν, ἔκλεισεν.

`14.170`

Ἀμβροσίῃ. Θείῳ ἀλείμματι. μύρῳ. Οἱ δὲ, θείῳ λουτρῷ. Ἱμερόεντος. Ἐπεράστου, καλοῦ.

`14.171`

Λύματα. Καθάρσιον. ῥύπον. Κάθῃρεν. Ἐκάθαιρεν.

`14.172`

Ἑδανῷ. Ἡδεῖ. ὅ ἐστιν, εὐώδει, εὐόσμῳ. Τεθυωμένον. Τεθυμιαμένον.

`14.173`

Κινυμένοιο. Σαλευομένου, κινουμένου. Χαλκοβατές. Χαλκῷ βεβηκὸς, στερεόν. ἢ, χαλκοῦν ἔχον οὐδόν.

`14.174`

Ἔμπης. Νῦν, ὁμοίως. Ἵκετο. Ἀφικνεῖτο, ἐφέρετο. Ἀϋτμή. Πνοή.

`14.175`

Ἰδὲ χαίτας. Καὶ τὰς χαίτας, ἤγουν τὰς κόμας.

`14.176`

Πεξαμένη. Κτενισαμένη.

`14.177`

Ἐκ κράατος. Ἐκ τῆς κεφαλῆς.

`14.178`

Ἑανόν. Νῦν, πέπλον. Παρὰ τὸ ἕννυσθαι. Ὅτʼ ἂν δὲ εἴπῃ, ἑανοῦ κασσιτέροιο, τοῦ εὐδιαχύτου λέγει, καὶ ἁπαλοῦ. Ἕσατο. Περιεβάλετο. Ἐνεπορποῦντο γὰρ τοῖς περιβολαίοις.

`14.179`

Ἔξυσεν. Ἀντὶ τοῦ, κατεσκεύασε. Νῦν καὶ, λεπτὸν εἰργάσατο. Ἀσκήσασα. Μετʼ ἐπιμελείας κατασκευάσασα.

`14.180`

Ἐνετῇσι. Περόναις. Ἀπὸ τοῦ ἐνίεσθαι τοῖς ἱματίοις. ὅ ἐστιν, ἐμπορποῦσθαι.

`14.181`

Θυσάνοις. Κροσσοῖς. Παρὰ τὸ θυσεύεσθαι. ὅ ἐστι, κινεῖσθαι.

`14.182`

Ἕρματα. Νῦν, ἐνώτια. Ἐϋτρήτοισι. Καλῶς τετρημένοις, τετρυπημένοις. Λοβοῖσι. Τοῖς ἄκροις τῶν ὠτίων τοῖς ἁπαλοῖς. Παρὰ τὸ λαμβάνειν, καὶ δέχεσθαι.

`14.183`

Τρίγληνα. Πολλῆς θέας ἄξια. Τρίκοκκα. Ἢ, τριπρόσωπα. Γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη. Ἢ, τρίκορα. ἔχοντα τρεῖς κόρας τῆς χάριτος. Ἢ, πολλῶν κοσμίων ἄξια. Γλήνεα γὰρ, τὰ κόσμια. ὡς καὶ ἀλλαχοῦ φησιν· Ὃ γλήνεα πολλὰ κεχάνδει. Μορόεντα. Μετὰ μόρου καὶ κακοπαθείας εἰργασμένα, περὶ ἃ ἐμόρησεν ὁ τεχνίτης, τουτέστιν, ἔκαμε κατασκευάζων αὐτά. Χάρις. Ἀρετὴ, καλλονή.

`14.184`

Κρηδέμνῳ. Κεφαλοδέσμῳ. Νῦν δὲ, καλύπτρᾳ.

`14.185`

Νηγατέῳ. Νεωστὶ γεγονότι. λεπτῷ.

`14.186`

Λιπαροῖσιν. Εὐτραφέσι, λευκοῖς.

`14.194`

Πρέσβα. Ἐντιμοτάτη. Συγκοπὴ τοῦ πρέσβειρα.

`14.195`

Αὔδα. Λέγε. Ὅ, τι φρονέεις. Ὅπερ βούλει.

`14.196`

Τετελεσμένον. Νῦν, δυνατόν.

`14.198`

Ἵμερον. Ἐπιθυμίαν.

`14.199`

Δαμνᾷ. Δαμάζεις.

`14.200`

Εἶμι. Πορεύομαι, ἄπειμι. Πολυφόρβου. Πολυτρόφου. Πείρατα. Πέρατα, τέλη.

`14.201`

Θεῶν γένεσιν. Θεῶν πατέρα. Ἐπεὶ πρῶτον στοιχεῖον τινὲς τῶν φυσικῶν εἶπον τὸ ὕδωρ, καὶ ἐξ αὐτοῦ τὰ λοιπὰ τρία. Ὅθεν ὁ Πίνδαρος ἄριστον εἶπε τὸ ὕδωρ. Τηθὺν δέ φησι τὴν γῆν, οἱονεὶ τιθηνὴν τινὰ οὖσαν καὶ τροφὸν πάντων.

`14.202`

Σφοῖσι. Τοῖς ἑαυτῶν. Ἐῢ τρέφον. Μετʼ ἐπιμελείας ἀνῆγον. Ἀτίταλλον. Ἐπαιδοτρόφουν.

`14.203`

Ῥείης. Τῆς Ῥέας. Εὐρύοπα. Ἤτοι, μεγαλόφθαλμος, ἀπὸ τοῦ πάντα ἐποπτεύειν. Ἢ, μεγαλόφωνος.

`14.204`

Καθεῖσε. Καθίδρυσε.

`14.205`

Καί σφʼ ἄκριτα νείκεα λύσω. Καὶ τὰς πολλὰς αὐτῶν καὶ ἀδιαλύτους φιλονεικίας διαλύσω.

`14.208`

Κείνω. Ἐκείνους. Δυϊκῶς. Παραιπεπιθοῦσα. Παραπείσασα, ἐξαπατήσασα.

`14.209`

Ὁμωθῆναι. Ὁμοιωθῆναι. Οἰκειωθῆναι. εἰς ὁμόνοιαν ἐλθεῖν.

`14.210`

Αἰδοίη. Αἰδοῦς ἀξία, αἰδέσιμος.

`14.212`

  
Οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.  
Οὔτε πρέπον, οὔτε δυνατὸν ἀρνήσασθαι περὶ ὧν ἀξιοῖς. Ἔοικε. Προσήκει, πρέπει.

`14.213`

Ἀγκοίνῃσιν. Ἀγκάλαις. Ἰαύεις. Κοιμᾶσαι.

`14.214`

Κεστὸν ἱμάντα. Ζωστῆρα οὕτω καλούμενον ἀπὸ τοῦ πολυκέντητον αὐτὸν εἶναι ταῖς ῥαφαῖς.

`14.215`

Θελκτήρια. Τὰ θέλγοντα καὶ ἀπατῶντα τοὺς ἀνθρώπους.

`14.216`

Ἔνι. Ἔνεστι, τὸ πλῆρες. Φιλότης. Νῦν φιλία, πρὸς μίξιν ὄρεξις. Ἐν δʼ ὀαριστὺς, Πάρφασις. Ἔνεστι δὲ καὶ ὁμιλία παραινετική.

`14.217`

Ἔκλεψεν. Ἐξέκλεψεν. ἔκρυψε. παρελογίσατο. Πύκα. Νῦν, συνετῶς, φρονίμως.

`14.219`

Τῆ Ἄγε, λάβε. Τεῷ δʼ ἐγκάτθεο κόλπῳ. Κατάκρυψον τῷ ἰδίῳ κόλπῳ, φησὶ, διὰ τὴν πρὸς τὸν Δία ἐπιβουλήν. Ἐγκάτθεο. Ἐγκατάθου.

`14.220`

Τετεύχαται. Ἔγκειται, κατεσκεύασται.

`14.225`

Ῥίον. Ὄρους ἀκρωτήριον. Παρὰ τὸ ῥαΐζειν καὶ καταλήγειν εἰς ὀξύ.

`14.226`

Πιερίην. Χώραν ἐπὶ τὴν Μακεδονίαν. Οἱ δὲ, ὄρος. Μακεδὼν ὁ Διὸς καὶ Αἰθρίας, κατασχὼν τὴν χώραν, οὖσαν τῆς Θρᾴκης, ἀφʼ ἐαυτοῦ προσηγόρευσε. Γήμας δὲ μίαν τῶν ἐγχωρίων, τεκνοῦται δύο παίδας, Πίερον, καὶ Ἄμαθον. ἀφʼ ὧν δύο πόλεις ἐν Μακεδονίᾳ, Πιερία, καὶ Ἀμαθία. Ἡ ἱστορία παρὰ Μαρσίᾳ. Νῦν δὲ Ἡμαθίην καταχρηστικῶς ὅλην τὴν Μακεδονίαν φησί. Πιερίαν δὲ, ὄρος Μακεδονίας, ἱερὸν Μουσῶν.

`14.227`

Σεύατο. Ὥρμησεν. Ἐφʼ ἱπποπόλων. Περὶ ἵππους ἀναστρεφομένων. Νιφόεντα. Χιονιζόμενα, νιφόμενα.

`14.228`

Οὐδὲ χθόνα μάρπτε ποδοῖϊν. Οὐδὲ τοῖς ποσὶν αὐτῆς ἐπέβαινε τῆς γῆς.

`14.229`

Ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσατο. Ἄθως, ὄρος ἐν Θρᾴκῃ μέγα καὶ ὑψηλὸν, ἐξέχον εἰς θάλασσαν, τὸν ἰσθμὸν ἔχον χεῤῥονησώδη, σταδίων δώδεκα. Τοῦτο Ξέρξης ὁ Περσῶν βασιλεὺς, ἀγανακτήσας, ὅτι πρὸς αὐτὸ νῆες αὐτοῦ διεφθάρησαν, διακόψας, βατὸν ἐποίησεν. Ἡ ἱστορία παρὰ Ἡροδότῳ. Ἐξ Ἀθόω. Ἐκ τοῦ Ἄθω. ὅ ἐστιν ὄρος Θρᾴκης ὑψηλόν. Ἐπὶ πόντον ἐβήσατο. Ἀντὶ τοῦ, θαλάσσης ἐπέβη. Κυμαίνοντα. Κύματα ἔχοντα, ταρασσόμενον.

`14.230`

Πόλιν. Ἀντὶ τοῦ, νῆσον. Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος, Ἐνθʼ Ὕπνῳ ξύμβλητο. Διὰ ποίαν δὲ αἰτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ Ὕπνος διατρίβει; Ῥητέον, ὅτι Λήμνου μὲν ἦν δεσπότης Ἥφαιστος· γυνὴ δὲ τούτου, Χάρις. Πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ διέτριβε. Ταύτην δὲ αὐτῷ ἐπαγγέλλεται γυναῖκα δώσειν ἡ Ἥρα. Δύναται δὲ καὶ φυσικώτερον λυθῆναι. Ὅτι οἰνοφόρος ἡ Λῆμνος. καθὼς λέγει· Νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν, οἶνον ἄγουσαι. Τοῖς δὲ πολυποτοῦσι μάλιστα ὁ ὕπνος παρέπεται.

`14.231`

Ξύμβλητο. Ἀπήντησε, συνέτυχε.

`14.232`

Φῦ. Ἐνέφυ, συνέπλεξεν.

`14.235`

Εἰδέω χάριν. Γνώσομαι καὶ προσομολογήσω σοι χάριν.

`14.240`

Θρῆνυν. Ὑποπόδιον. Ἀρσενικῶς. Ἥσει. Ὑποθήσει.

`14.241`

Εἰλαπινάζων. Εὐωχούμενος.

`14.249`

Ἤδη γάρ με καὶ ἄλλο τεή. Ἢ, κατʼ ἄλλο. ἵνʼ ᾖ, ἤδη γάρ με καὶ κατʼ ἄλλο ἐπαίδευσεν ἡ σὴ πρόσταξις. Ἢ, ἄλλοτε ᾗ ἐπίνυσσεν ἐφετμῇ. τουτέστι, τῇ ἰδίᾳ ἐσωφρόνισε καὶ ἐνουθέτησεν ἐντολῇ καὶ ἀπειλῇ.

`14.252`

Ἔλεξα. Κατεκοίμισα.

`14.253`

Ἀμφιχυθείς. Περιχυθείς. Μήσαο. Ἐμηχανήσω, ἐβουλεύσω.

`14.254`

Ὄρσασα. Εἰς ὁρμὴν ἀγαγοῦσα, διεγείρασα. Ἀήτας. Τὰς τῶν ἀνέμων πνοάς.

`14.255`

Κόωνδε. Εἰς τὴν Κῶν νῆσον. Γράφεται δὲ σὺν τῷ ν κατʼ αἰτιατικήν. Ἡρακλῆς, ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν, γενόμενός τε κατὰ τὸ Αἰγαῖον πέλαγος, βουλήσει Ἥρας, σφοδρῷ συνεσχέθη ἀνέμῳ. Κατασυρθείς τε εἰς Κῶν τὴν Μεροπίδα, ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος, βασιλεύοντος αὐτῆς. Βιασάμενος δὲ, καὶ ὡς λῃστὴς ἐπιβὰς, ἀνεῖλε τόν τε Εὐρύπυλον, καὶ τοὺς παῖδας αὐτοῦ. Μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ, Θεσσαλὸν ἐγέννησεν. Ἀπένεικας. Ἀπήνεγκας.

`14.256`

Ἐπεγρόμενος. Ἐπαναστὰς, διϋπνισθείς. Ὁ δʼ ἐπεγρόμενος χαλέπαινε. Ῥιπτάζων. Ἀντιστροφή ἐστιν ἀντὶ τοῦ, χαλεπαίνων ἔῤῥιπτε. Μή ποτε οὖν τις ἀφʼ ἑτέρας ἀρχῆς ἀναγιγνώσκῃ τὸ ῥιπτάζων. Χαλέπαινεν. Ὠργίζετο.

`14.257`

Ῥιπτάζων. Ῥίπτων, συνελαύνων. Ἔξοχα. Μάλιστα.

`14.258`

Καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος. Καὶ ἂν ἰδών με, ἀνιστόρητον καὶ ἀφανῆ ἐποίησε, βαλὼν ἀπὸ τοῦ οὐρανοῦ εἰς θάλασσαν.

`14.259`

Δμήτειρα θεῶν. Ἡ δαμάστρια. ὅ ἐστιν, ἄρχουσα.

`14.260`

Ἱκόμην. Ἱκετεύων παρεγενόμην.

`14.261`

Ἅζετο. Ἐνετρέπετο. Ἀποθύμια. Ἀηδῆ, οὐκ ἀρεστά. Ἀποθύμια ἔρδοι. Ἐχθρὰ πράξοι. Θοῇ. Ἤτοι, ὅτι διὰ τὸν ὕπνον θᾶττον ὡς πρὸς τὴν ἡμέραν παριέναι. Ἢ, θείᾳ.

`14.262`

Ἀμήχανον. Ἄπορον, ἀδύνατον.

`14.264`

Μενοινᾷς. Προθυμῇ, σπουδάζεις.

`14.265`

Ζῆνʼ. Τὸ πλῆρες, Ζῆνα.

`14.267`

Ὁπλοτεράων. Νεωτέρων.

`14.268`

Ὀπυιέμεναι. Γῆμαι.

`14.270`

Χῄρατο. Ἐχάρη.

`14.271`

Ἀάατον. Ἤτοι, ἀβλαβὲς, ἢ, πολυβλαβές.

`14.272`

Χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, Τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην. Τὰ βαρύτατα τῶν στοιχείων ὄμνυσι. καθάπερ ἐν τῇ συνηθείᾳ λέγομεν, Ξηρὸν, καὶ ὑγρόν.

`14.273`

Μαρμαρέην. Λευκήν.

`14.274`

Θεοὶ Κρόνον ἀμφὶς ἐόντες. Οἱ περὶ τὸν Κρόνον θεοί. Λέγει δὲ τοὺς Τιτᾶνας. Οὗτοι δέ εἰσιν Οὐρανοῦ παῖδες, Κρόνος, Κρεῖος, Ὑπερίων, Ἰαπετός. Κοῖος Ὠκεανοῦ, ὅσπερ τε γένεσις πάντεσσι τέτυκται. ἐπεὶ ἐξ ὕδατος αἱ αὐξήσεις ὑπάρχουσι. Πῶς, Ἡσιόδου πάντων πρῶτον εἰπόντος γεγενῆσθαι τὸ Χάος, Ὅμηρός φησιν Ὠκεανόν; Ῥητέον οὖν, ὅτι ἕκαστος μὲν εἴρηκεν ὡς ἐβούλετο. Ὅμηρος δέ φησι φιλοσοφώτερον. Τὸ γὰρ ὕδωρ τῶν πάντων ἡ ζωὴ, καὶ προέχει τῶν τεσσάρων στοιχείων, ὅλα ὄν. Ὅθεν καὶ ὁ Πίνδαρος ἄριστον αὐτό φησιν.

`14.278`

Ὀνόμῃνεν. Ὠνόμασε.

`14.280`

Τελεύτησεν. Ἐπλήρωσεν.

`14.281`

Ἴμβρου. Ἴμβρος, νῆσος Θρᾴκης.

`14.282`

Ἠέρα. Ὁμίχλην, σκότος.

`14.283`

Μητέρα θηρῶν. Μητέρα θηρίων. Θηριοτρόφος γὰρ ἡ Ἴδη, διὰ τὸ πολὺ τῆς ὕλης.

`14.284`

Λεκτόν. Ἀκρωτήριον τῆς Ἴδης, κεκλημένον ἀπὸ τοῦ ἐν αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν. Τρία δὲ τὰ πάντα ἀκρωτήρια τῆς Ἴδης, Λεκτὸν, Γάργαρον, Φαλάκρη. Ἐπὶ χέρσου. Ἐπὶ τῆς γῆς.

`14.287`

Περιμήκετον. Πάνυ ὑψηλήν. Ἣ τότʼ ἐν Ἴδῃ μακροτάτῃ πεφυυῖα. Διὰ τοῦτο τότε ἀνῄρηκε τὸ ψεῦδος, ὥστε μὴ ζητεῖν αὐτήν.

`14.289`

Πεπυκασμένος. Ἐσκεπασμένος. Εἰλατίνοισιν. Ἐλατίναις.

`14.290`

Λιγυρῇ. Ὀξείᾳ.

`14.291`

Χαλκίδα. Χαλκὶς εἶδος ὀρνέου, ἥτις καλεῖται κύμινδις, ἀπὸ τῆς φωνῆς. Κύμινδιν. Ὁ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν. καὶ μέγεθος ὅσον ἱέραξ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης. Παρὰ δέ τισι θηλυκῶς λέγεται. Εὐεπίφορον δὲ εἰς ὕπνον τὸ ὄρνεον. Ἀεὶ δὲ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτει.

`14.294`

Ὥς. Νῦν, εὐθέως. ἢ, τότε. Ἔρος. Ἔρως. Αἰολικῶς. Πυκινάς. Συνετάς.

`14.295`

Οἷον ὅτε πρώτιστον ἐμισγέσθην. Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν, εἷς τῶν γιγάντων, Εὐρυμέδων, βιασάμενος, ἔγκυον ἐποίησεν. ἡ δὲ Προμηθέα ἐγέννησε. Ζεὺς δὲ, ὕστερον γήμας τὴν ἀδελφὴν, καὶ γνοὺς τὰ γενόμενα, τὸν μὲν Εὐρυμέδοντα κατεταρτάρωσε, τὸν δὲ Προμηθέα, προφάσει πυρὸς, δεσμοῖς ἀνήρτησεν. Ἡ ἱστορία παρʼ Εὐφορίωνι.

`14.296`

Εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. Καὶ Ἀπολλόδωρος ἱστορεῖ, κρύφα τὸν Δία τῇ Ἥρᾳ συγκαθευδῆσαι.

`14.298`

Πῆ μεμαυῖα. Ποῦ ὁρμήσασα. Τόδε. Εἰς τοῦτον τὸν τόπον. Ἱκάνεις. Παραγίγνῃ.

`14.307`

Πρυμνωρείῃ. Πρυμνωρείας καλοῦσιν τὰ ἔσχατα καὶ κατώτατα τῶν ὀρῶν.

`14.308`

Τραφερήν τε καὶ ὑγρήν. Γῆν καὶ θάλασσαν.

`14.313`

Κεῖσε. Εἰς ἐκεῖνον τὸν τόπον.

`14.316`

Περιπροχυθείς. Περιπεσὼν, κατασχών. Ἐδάμασσεν. Ὑπέταξεν.

`14.317`

Ἠρασάμην. Ἠράσθην. Ἰξιονίης ἀλόχοιο. Τῆς Ἰξίονος γυναικός. Ἦν δὲ αὕτη θυγάτηρ Ἰονέως. Μετὰ δὲ τὸ φθαρῆναι αὐτὴν ὑπὸ Διὸς, ὕστερον Ἰξίονι ἐζεύχθη.

`14.319`

Οὐδʼ ὅτε περ Δανάης. Δανάη Ἀκρισίου θυγάτηρ, ἣ Διῒ συγκοιμηθεῖσα, Περσέα ἐγέννησε. Χρησαμένῳ γάρ φησι τῷ Ἀκρισίῳ περὶ γενέσεως ἀῤῥένων παίδων, ὁ θεὸς ἔφη, τὸν γενόμενον παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ αὐτὸν κτενεῖν. Δείσας δὲ ὁ Ἀκρίσιος, κατὰ γῆς θάλαμον χαλκοῦν κατασκευάσας, τὴν Δανάην ἐφρούρει. Αὕτη δὲ, ὥς φησι Πίνδαρος, καὶ ἕτεροι τινὲς, ἐφθάρη ὑπὸ τοῦ πατραδέλφου αὐτῆς Προίτου. Ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη. Ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν, καὶ διὰ τῆς ὀροφῆς εἰσδὺς εἰς τὸν Δανάης κόλπον, συνῆλθεν αὐτῇ. Αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον, ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν, εἰς θάλασσαν ἔῤῥιψε. Διασωθέντων δὲ τούτων εἰς Σέριφον τὴν νῆσον, συνέβη ἀνατραφῆναι τὸν παῖδα παρὰ Πολυδεύκῃ, ἢ, ὡς ἔνιοί φασιν, ὑπὸ Δίκτυος τοῦ ἀδελφοῦ Πολυδεύκους. Φυγόντος δὲ ὕστερον Ἀκρισίου, τὴν Ἀργείων βασιλείαν παρέλαβε Περσεύς. Καλλισφύρου. Καλοὺς πόδας ἐχούσης. ἀπὸ μέρους, καλῆς. Ὁ δὲ τρόπος, συνεκδοχή.

`14.320`

Ἀριδείκετον. Μεγάλως εὐπρεπῆ, ἀσπαστόν.

`14.321`

Φοίνικος κούρης. Θυγατρός. Λέγει δὲ τῆς Εὐρώπης. Ἔνιοι δὲ αὐτὴν οὐ Φοίνικος, ἀλλʼ Ἀγήνορος, εἶπον. Τὰ δὲ περὶ αὐτῆς ἀκριβῶς εἴρηται ἐν τῇ Μ ῥαψῳδίᾳ ἐν τοῖς περὶ Σαρπηδόνος. Τηλεκλειτοῖο. Μέχρι πόῤῥω καὶ πολλοῦ ἐνδόξου. ἢ πάνυ ἐνδόξου.

`14.323`

Οὐδʼ ὅτε περ Σεμέλης. Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς, κρύφα συνευνάζετο. Ἡ δὲ ἐξαπατηθεῖσα ὑπὸ Ἥρας, ἐπινεύσαντος αὐτῇ Διὸς, πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ, μὴ δυνάμενος ἀνανεῦσαι, παραγίγνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφʼ ἅρματος, ἀστραπαῖς καὶ βρονταῖς ὁμοῦ, καὶ κεραυνὸν ἵησιν. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλειπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ὁ Ζεὺς ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέῤῥαψε τῷ μηρῷ. Ἡ ἱστορία παρʼ Εὐριπίδῃ ἐν Βάκχαις. Οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ. Ἀλκμήνης, τῆς Ἡλεκτρύονος καὶ Ἀναξοῦς τῆς Ἀλκαίου, ἠράσθη Ἀμφιτρύων. Ὃς ἀνελὼν Ἡλεκτρύονα, βοῶν ἀμφισβητήσεως χάριν, ἐξ Ἄργους ἔφυγεν εἰς Θήβας. σὺν αὐτῷ δὲ καὶ Ἀλκμήνη. Ὑποδεχθέντων δὲ ἀσμένως ὑπὸ τῶν βασιλέων τῶν τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης, τιμῆς ἐτύγχανον μεγίστης. Μὴ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀναιρεθῶσιν· κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων, προσλαβόμενος συμμάχους Βοιωτοὺς, καὶ Λοκροὺς, ἔτι δὲ καὶ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. Ὡς δὲ ἐπιστρέψας ἀπὸ τῆς στρατείας ἦγε τοὺς γάμους ἑαυτοῦ καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθεὶς αὐτῆς ὁ Ζεὺς, καὶ εἰκασθεὶς Ἀμφιτρύωνι, ἐμίγη, καὶ υἱὸν ἐποίησεν. Ὁμοίως δὲ καὶ ὁ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. Ἤδη δὲ ἐκείνης δεκαμηνιαῖον χρόνον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡρακλῆς μὲν ἐκ Διὸς, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος, τῇ αὐτῇ νυκτί. Φασὶ, Δία, συγκοιμώμενον Ἀλκμήνῃ, πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας. Ὅθεν καὶ ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς, τὸν τριέσπερον Ἡρακλέα ἐποίησε.

`14.325`

Χάρμα βροτοῖσι. Χαρὰν τοῖς ἀνθρώποις. διὰ τὸ εὑρεῖν συκῆν καὶ ἄμπελον.

`14.326`

Καλλιπλοκάμοιο. Ἀλληγορικῶς, πλοκάμους, τοὺς στάχυας δεῖ νοεῖν, ὡς καὶ ἱστοροῦσιν αὐτὴν ἐστεμμένην τοῖς στάχυσι.

`14.327`

Λητοῦς. Κοίου θυγατρὸς, ἑνὸς τῶν Τιτάνων. Ἧς δύο παῖδες, Ἀπόλλων, καὶ Ἄρτεμις.

`14.331`

Λιλαίεαι. Ἐπιθυμεῖς, προθυμῇ.

`14.332`

Προπέφανται. Προφανῆς ἐστι, φανερά.

`14.333`

Πῶς κʼ ἔοι. Πῶς ἂν γένοιτο. τί ἂν εἴη.

`14.334`

Ἀθρήσειεν. Ἴδοι. Τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ διαδράκοι.

`14.335`

Πεφράδοι. Φράσειε, δηλώσειεν, εἴποι.

`14.350`

Κείοντες. Κοιμηθησόμενοι. Εὔαδεν. Ἤρεσκεν.

`14.346`

Ἀγκάς. Εἰς τὰς ἀγκάλας. Ἔμαρπτε. Συνελάμβανε.

`14.347`

Τοῖσι δʼ ὑπὸ χθών. Ἐκπεσὼν εἰς φορτικοῦ πράγματος διήγησιν, ἐφʼ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος, διʼ ὧν ἀπέκλεισε τὸ περαιτέρω πολυπραγμονεῖν ἡμᾶς. Ἀνθηρῶς δὲ γράφει τὴν εὐνὴν, καὶ προθεὶς τὸ γένος, ποίην, ἐπιφέρει τὸ εἶδος. Οὐκ εἶπε δὲ ῥόδον, διὰ τὸ ἀκανθῶδες. Νεοθηλέα δὲ, ἐπεὶ τὴν ἄλλην ἐνεμήθη καὶ ἐπάτησε τὰ ζῶα. Κατὰ συλλογισμὸν ἡ ὑπεροχὴ, εἴ γε καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου. Δῖα. Ἡ μεγάλη καὶ θαυμαστή. Φῦεν. Ἀνέφυσεν, ἀνέδωκε. Νεοθηλέα. Νεωστὶ θάλλουσαν, χλωράν. Ποίην. Βοτάνην.

`14.348`

Λωτόν. Λωτὸς, εἶδος χόρτου ἑλείου, διὸ καὶ ἑρσήεντα, ὅ ἐστι, δροσώδη. Κρόκον. Κρόκος, εἶδος ἄνθους. Ὡς καὶ ὁ ὑάκινθος.

`14.349`

Μαλακόν. Ἁπαλόν. Ὑψόσʼ ἔεργε. Εἰς ὕψος ἐβάσταζε. Ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε. Ὃς αὐτοὺς οὐκ εἴα ἐπὶ γῆς θλίβεσθαι, ἀλλʼ ἀνεῖχε, καὶ ἀπεκώλυεν αὐτούς.

`14.350`

Λεξάσθην. Κατεκοιμήθησαν.

`14.351`

Στιλπναί. Στίλβουσαι, λαμπραί. Ἔερσαι. Δρόσοι, σταλαγμοί.

`14.358`

Ὄπαζε. Περιεποίει.

`14.359`

Κῶμα. Τὸ κοίμημα.

`14.360`

Παρήπαφε. Παρηπάτησε. παρέπεισε.

`14.363`

Προθορών. Προαλλόμενος, προπηδήσας.

`14.364`

Ἀργεῖοι, καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην. Μεθίεμεν, παραχωροῦμεν. Ταῦτα δὲ, καὶ τὰ ἑξῆς, κατʼ ἐπερώτησιν ἀναγνωστέον.

`14.365`

Ἄρηται. Καρπώσηται, λάβῃ.

`14.368`

Ποθή. Ἐπιζήτησις, χρεία.

`14.372`

Ἑσσάμενοι. Λαβόντες, καθοπλισάμενοι. Παναίθῃσι. Πάνυ στιλπναῖς, λαμπραῖς.

`14.376`

Μενέχαρμος. Ὑπομονητικὸς ἐν μάχῃ. Ὀλίγον σάκος. Ἀντὶ τοῦ, μικρὰν ἀσπίδα. Ἔστι δὲ ποσότης ἀντὶ πηλικότητος.

`14.377`

Χείρονι. Ἐλάττονι.

`14.379`

Ἐκόσμεον. Διέτασσον.

`14.381`

Οἰχόμενοι δʼ ἐπὶ πάντας. Πάντας ἐπερχόμενοι. Ἄμειβον. Νῦν, ἤλλασσον.

`14.382`

Ἐσθλά. Γενναῖα. Δόσκεν. Ἐδίδου.

`14.383`

Νώροπα. Λαμπρόν.

`14.385`

Τανύηκες. Ἐπὶ μῆκος ἠκονημένον, μακρὰν καὶ παρατεταμένην ἔχον τὴν ἀκμήν.

`14.386`

Ἀστεροπῇ. Ἀστραπῇ. Τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι Ἐν δαῒ λευγαλέῃ. Τῷ δὲ Ποσειδῶνι οὐ δίκαιόν ἐστι μιχθῆναι ἐν τῇ ὀλεθρίᾳ μάχῃ.

`14.387`

Ἰσχάνει. Κατέχει, λαμβάνει. Ἀλλὰ δέος ἰσχάνει ἄνδρας. Πεποίηται γὰρ εἰς φόβον, οὐκ εἰς φόνον.

`14.390`

Κυανοχαῖτα. Μελανόθριξ.

`14.394`

Βοάα. Βοᾷ, ἠχεῖ. Προτὶ χέρσον. Προσρηγνύμενον τῇ γῇ.

`14.395`

Πόντοθεν. Ἐκ τῆς θαλάσσης ὁρμῶν.

`14.396`

Βρόμος. Κυρίως ὁ τοῦ πυρὸς ἦχος. Ὅθεν καὶ Βρόμιος, ἀπὸ τοῦ πυρός. Ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν, ὅτι ἐκ Διὸς καὶ Σεμέλης ἐστὶ, βληθείσης τῷ κεραυνῷ, καὶ ὅτι πυρογεννής ἐστιν.

`14.397`

Ὤρετο. Ὥρμησεν.

`14.399`

Ἠπύει. Βοᾷς ἠχεῖ.

`14.402`

Αἴαντος ἀκόντισεν. Ἀντὶ τοῦ, κατὰ τοῦ Αἴαντος ἔβαλεν.

`14.403`

Πρὸς ἰθύ οἱ. Πρὸς εὐθὺ αὐτοῦ.

`14.404`

Τελαμῶνε. Οἱ ἀναφορεῖς. Τετάσθην. Ἐξετέταντο.

`14.406`

Τώ οἱ ῥυσάσθην τέρενα χρόα. Ἀντὶ τοῦ, οἵτινες τελαμῶνες ἐφύλαξαν αὐτοῦ τὸ σῶμα ἄτρωτον. Χώσατο. Νῦν, ἐλυπήθη.

`14.411`

Ἀείρας. Ἄρας.

`14.413`

Στρόμβον. Ὡς ῥόμβον περιφερῆ. Λέγει δὲ τὸν καλούμενον βέμβηκα. Δίκην οὖν ῥόμβου ἐποίησεν αὐτὸν στρέφεσθαι, σφοδρῶς πλήξας. Ἔσσευε. Κινεῖσθαι ἐποίησε. Περὶ δʼ ἔδραμε. Περιῆλθεν, ἢ πέριξ.

`14.414`

Ἐξερίπῃ. Ἐκπέσῃ.

`14.415`

Πρόῤῥιζος. Μέχρι ῥιζῶν. Θεείου. Θείου. Προσληπτέον δὲ, κεραυνοῦ. Ὀδμή. Ποιότης. πνοή.

`14.416`

Τὸν δʼ οὔπερ ἔχει θράσος ὅσκεν ἴδηται. Πάντες δὲ αὐτὸν καταπλήττονται οἱ ἰδόντες.

`14.419`

Ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη. Ἐπικατεκάμφθη δὲ αὐτῷ ἡ ἀσπίς. ὅ ἐστι, κατηνέχθη.

`14.423`

Αἰχμάς. Ἀκόντια.

`14.424`

Περίβησαν. Ὑπερεμάχησαν.

`14.427`

Οὔτις εὗ ἀκήδησεν. Οὐδεὶς δὲ αὐτοῦ ἠμέλησε, καὶ ἠφροντίστησε.

`14.433`

Πόρον ἷξον. Παρεγένοντο εἰς τὸ διαβατὸν καὶ πορεύσιμον μέρος τοῦ ποταμοῦ.

`14.434`

Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο ζεύς. Ἰδίως τὸν μὲν σωματικὸν Ξάνθον Διὸς γενεαλογεῖ, τὸν δὲ ποταμὸν Ὠκεανοῦ λέγει, Ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα, Καὶ πᾶσαι κρῆναι, καὶ φρείατα μακρὰ νάουσι.

`14.435`

Πέλασαν χθονί. Ἔθεσαν εἰς τὴν γῆν.

`14.436`

Ἀμπνύνθη. Ἔμφρων ἐγένετο, λειποθυμήσας. Ἀνέδρακεν. Ἀνέβλεψεν.

`14.437`

Ἑζόμενος δʼ ἐπὶ γοῦνα. Διαναστὰς ἐπὶ γόνατα. Ἀπέμεσσεν. Ἀπήμεσεν, ἀπέμει.

`14.438`

Πλῆτο. Προσεπελάσθη.

`14.439`

Βέλος. Ἡ ἀπὸ τῆς βολῆς ὀδύνη. Ἢ ὁ βεβλημένος τόπος. Ἐδάμνα. Κατεπόνει.

`14.441`

Θόρον. Ὥρμησαν.

`14.443`

Μετάλμενον. Ἐπιπηδῶντα.

`14.445`

Σατνιόεντος. Σατνίου ποταμοῦ.

`14.447`

Κατὰ λαπάρην. Κατὰ τὴν λαγόνα. Ἀνετράπετο. Εἰς τοὐπίσω ἀνετράπη.

`14.449`

Ἀμύντωρ. Βοηθός.

`14.452`

Ἔσχε. Διῆλθεν. Ἀγοστῷ. Ἀγκάλῃ.

`14.454`

Οὐ μὰν αὖτʼ ὀΐω, μεγαθύμου Πανθοίδαο. Ἑαυτοῦ λέγει.

`14.455`

Πηδῆσαι ἄκοντα. Ἀντὶ τοῦ, πεπηδηκέναι, καὶ ἐξορμηθῆναι. Ἄκοντα. Ἀκόντιον.

`14.456`

Κόμισεν. Ὑποδέξατο. Χροΐ. Τῷ σώματι.

`14.457`

Σκηπτόμενον. Σκηριπτόμενον, ἐρειδόμενον.

`14.463`

Λικριφὶς ἀΐξας. Εἰς πλάγιον ὁρμήσας. ὅ ἐστιν, ἐγκλίνας.

`14.465`

Ἐν συνεοχμῷ. Ἐν τῇ συναφῇ τοῦ ἰνίου, ἐν τῷ συνδέσμῳ. Ἀστράγαλον δὲ νῦν τὸν σπόνδυλον. Εἴρηται κατὰ ἀντίφρασιν· πολύστρεπτος γὰρ ὑπάρχει.

`14.466`

Ἀπὸ δʼ ἄμφω κέρσε τένοντε. Ἀπέτεμε δὲ ἀμφότερα τὰ κατατείνοντα αὐτοῦ νεῦρα.

`14.470`

Φράζεο. Νῦν, ὅρα.

`14.471`

Προθοήνορος ἀντιπεφᾶσθαι. Ἀντὶ τοῦ Προθοήνορος πεφονεῦθαι. Ἀναστροφὴ, ὁ τρόπος. Πεφᾶσθαι. Πεφονεῦθαι.

`14.472`

Εἴδεται. Φαίνεται. Κακῶν ἔξ. Ἀντὶ τοῦ, ἐκ κακῶν.

`14.474`

Ἐῴκει. Ὡμοιοῦτο.

`14.475`

Γιγνώσκων. Εἰδώς.

`14.479`

Ἰόμωροι. Οἱ περὶ τοὺς ἰοὺς, ὅ ἐστι, τὰ βέλη, κακοπαθοῦντες. πολεμικοί. Ἀπειλάων. Καυχήσεων.

`14.480`

Οὔ θην οἴοισιν. Οὐ δὴ μόνοις. Πόνος. Κακοπάθεια. Ὀϊζύς. Ταλαιπωρία.

`14.482`

Δεδμημένος. Ἀνῃρημένος.

`14.483`

Ποινή. Ἀντέκτισις, τιμωρία.

`14.484`

Ἄτιτος. Ἀτιμώρητος.

`14.485`

Γνωτόν. Ἀντὶ τοῦ, ἀδελφόν. Ἄρεως ἀλκτῆρα. Ἀλεξητῆρα τοῦ πολέμου, καὶ βοηθόν. ἢ, ὥς τινες, φόνου τιμωρόν.

`14.490`

Πολυμήλου. Νῦν, πολλὰ πρόβατα ἔχοντος.

`14.491`

Κτῆσιν. Τὰ κτήματα.

`14.493`

Θέμεθλα. Ῥίζας, βάσεις. ἐφʼ ὧν ἥδρασται ὁ ὀφθαλμός.

`14.494`

Γλήνην. Τὴν τοῦ ὀφθαλμοῦ κόρην. Διὰ πρό. Διαμπὰξ, διόλου.

`14.495`

Πετάσσας. Ἁπλώσας.

`14.497`

Αὐχένα. Σπόνδυλον, τράχηλον. Ἔλασσεν. Ἀντὶ τοῦ, ἀπέτεμεν, ἔκοψεν. Ἀπήραξεν. Ἀπέτεμεν, ἀπέκοψε.

`14.498`

Πήληκι. Περικεφαλαίᾳ. Κάρη. Κεφαλήν.

`14.499`

Ὁ δὲ φῆ κώδειαν ἀνασχών. Ἐλλείπει τὸ ὡς. ἵνʼ ᾖ, ὡς κώδειαν ἀνατείνας. Κώδεια δέ ἐστιν ἡ τῆς μήκωνος κεφαλὴ, ὅ ἐστιν εἶδος βοτάνης. Οὕτως οὖν φησιν εἶπε, τὴν κεφαλὴν ἀνατείνας.

`14.500`

Πέφραδε. Σήμανον, δεῖξον. Ὁτὲ δὲ, εἰπέ. Εὐχόμενος. Μεγαληγορῶν, καυχώμενος.

`14.502`

Γοήμεναι. Θρηνῆσαι.

`14.503`

Δάμαρ. Γυνή.

`14.504`

Γανύσσεται. Ἡσθῇ, χαρῇ.

`14.507`

Αἰπύν. Χαλεπόν.

`14.508`

Ἔσπετε. Λέγετε.

`14.509`

Ἀνδράγρια. Ἀνδρῶν ἀγρεύματα, σκῦλα.

`14.510`

Ἤρατο. Ἀπενέγκατο, ἐκτήσατο. Ἔκλινεν. Ἑτεροκλινῆ ἐποίησεν, ἔτρεψε.

`14.512`

Καρτεροθύμων. Ἰσχυρῶν, τῇ ψυχῇ ἀνδρείων.

`14.515`

Ἐνῄρατο. Ἀνῄρησε.

`14.517`

Διάφυσσε. Διέκοψε, διήντλησε.

`14.518`

Δῃώσας. Διακόψας, τρώσας. Ὠτειλήν. Τραῦμα.

`14.519`

Ἔσσυτο. Ὥρμησεν.

`14.521`

Ἐπισπέσθαι. Ἐπακολουθῆσαι.

`14.522`

Τρεσσάντων. Διὰ δέος φυγόντων. Φόβον. Φυγήν. Ὤρσῃ. Ἐμβάλῃ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahn`.
