---
title: "D-Scholia on the Iliad: Book XIII"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, ΙΓʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahm
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-13-vta-ahm"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:43786c1bc6d8de1ab536aa49f2e2d951dbc4618a8af94d7ce8994f4c95bd3eeb"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book XIII

*Σχόλια εἰς Ἰλιάδα, ΙΓʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahm` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-13-vta-ahm)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`13.1`

Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα. Κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατʼ ἐξοχήν. Μετὰ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου, καὶ μετὰ θάνατον, τὴν ἀπὸ θεῶν εὐτύχησε τιμήν. Οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι, πιεζόμενοι κακοῖς, ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. Χρησμὸς δὲ αὐτοῖς ἐδόθη, παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ἀφνείου τῆς Τρωάδος τὰ Ἕκτορος ὀστᾶ διακομισθῶσιν ἐς τὸν παρʼ αὐτοῖς καλούμενον τόπον Διὸς γονάς. Οἱ δὲ τοῦτο ποιήσαντες, καὶ τῶν κακῶν ἀπαλλαγέντες, διὰ τιμῆς ἔσχον Ἕκτορα. Κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ. Ἡ ἱστορία παρʼ Ἀριστοδήμῳ. Ἐπεὶ οὖν. Ἐπειδή. Πέλασσε. Προσεπέλασεν. ἐγγίσαι ἐποίησε.

`13.2`

Παρὰ τῇσι. Παρὰ ταύταις. Πόνον. Τὴν κατὰ τὸν πόλεμον ταλαιπωρίαν. Ὀϊζύν. Ταλαιπωρίαν.

`13.3`

Νωλεμέως. Ἀδιαλείπτως. Πάλιν τρέπε. Τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ· Ὄσσε πάλιν κλίνασα. Οἱ δὲ ἀνὰ μέρος· Μυσίαν καὶ Θρᾴκην ὁρῶν. Ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ. Πάλιν ποίησε γέροντα. Καί· Εἰς τοὐπίσω πάλιν ἐρύσασα. Καί· Ἐναντίον οὐδὲ πάλιν ἐρέει. Ὄσσε φαεινώ. Ὀφθαλμοὺς παρεχομένους τὸ φῶς. ἢ, στιλπνούς.

`13.4`

Ἱπποπόλων. Περὶ ἵππους πολούντων. ἐξ οὗ, πολεμικῶν. Αἶαν. Γῆν.

`13.5`

Ἀγχεμάχων. Τῶν συστάδην καὶ ἐκ τοῦ πλησίον μαχομένων. Ἀγαυῶν. Λαμπρῶν, καὶ ἐνδόξων. Ἢ ὄνομα ἔθνους οὕτω καλουμένων, Ἀγαυῶν. Ἱππημολγῶν. Ἵππους ἀμελγόντων. γαλακτοφάγοι γάρ εἰσιν. ὅθεν καὶ γαλακτοφάγους αὐτοὺς εἶπεν. ἢ, οἱ ἀρκούμενοι γάλακτι καὶ λιτῇ διαίτῃ. Καλῶς εἴρηται δικαιότατοι. ἐπιθυμίᾳ γὰρ πλειόνων, ἐπʼ ἀδικίαν ἄγει. Τοῦτο συνιδὼν καὶ Λυκοῦργος, κοινὴν καὶ οὐ περιττὴν Λακεδαιμονίοις δίαιταν εἰσήνεγκεν.

`13.6`

Ἀβίων. Ἤτοι, βιοῖς μὴ χρωμένων, ὅ ἐστι, τόξοις. Ἢ, τὸ α, κατʼ ἐπίτασιν, ἵνʼ ᾖ, πολυβίων καὶ πολυετῶν. Ἢ, τῶν ἥμερον βίον μὴ ἐγνωκότων. Ἐπιφέρει γὰρ, δικαιοτάτων ἀνθρώπων. Ἢ, μὴ βιαζομένων. Ἔστι δὲ καὶ ἔθνος ἐν Σκυθίᾳ Ἄβιοι, οἱ καὶ Ἁμαξόβιοι, καὶ Νομάδες ὀνομαζόμενοι.

`13.10`

Ἀλαοσκοπιήν. Ματαίαν τὴν κατασκοπήν. ὅ ἐστιν, ἐπιμελῶς ἐσκόπει. Ἀλαὸς γὰρ, ὁ τυφλός.

`13.11`

Θαυμάζων. Θεώμενος, καθορῶν.

`13.12`

Ὑψοῦ ἀπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης. Σάμιοι οἱ ἐν Ἰωνίᾳ, μετὰ διακοσιοστὸν καὶ ἔνατον ἔτος τῶν Τρωϊκῶν, χρησμὸν ἔλαβον παρὰ τοῦ Πυθίου, εἰς τὴν ἐν Τρωάδι Θρᾴκην μετοικῆσαι. ἀφʼ ὧν ἡ Σαμοθρᾴκη προσηγορεύθη. Ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. Σάμου Θρηϊκίης. Τῆς Σαμοθρᾴκης. Τὸ μέν τοι ἐν αὐτῇ ὄρος, Σαώκη καλεῖται.

`13.16`

Ἐνεμέσσα. Ἐμέμφετο.

`13.17`

Παιπαλόεντος. Τραχέος.

`13.18`

Κραιπνά. Κραιπνῶς, ταχέως. Προβιβάς. Ἡρέμα προβαίνων.

`13.20`

Ὀρέξατο. Ἐξέτεινε. διέβη. Τὸ δὲ τέτρατον. Προσληπτέον, ὀρεξάμενος.

`13.21`

Αἰγάς. ἔνθα δέ οἱ κλυτὰ δώματα. Αἰγαὶ, πόλις Ἀχαΐας ἐν Πελοποννήσῳ. Ἔνθα τιμᾶται ὁ Ποσειδῶν. Ἄγεται δὲ καὶ Διονύσῳ ἑορτή. Ἐν ᾗ ἐπειδʼ ἂν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ, καὶ θαυμάσιον ἐπιτελεῖσθαί φασιν ἔργον. Ἄμπελοι γὰρ, ἃς καλοῦσιν ἐφημέρους, ἀνισχούσης ἡμέρας, καρπὸν βλαστάνουσιν· ἄχρι δὲ τῆς ἑσπέρας οἶνον ἄφθονον ἔχουσιν. Ἡ ἱστορία παρὰ Εὐφορίωνι. Ἐζήτηται δὲ, διατί εὐθέως οὐ πορεύεται ὁ Ποσειδῶν εἰς Τροίαν, ἀλλὰ τὸν χρόνον δαπανᾷ, πορευθεὶς εἰς Αἰγάς. Ῥητέον, ὅτι δυεῖν ἕνεκα πραγμάτων μεμηχάνηται ἡ ἀποδημία. πρῶτον μὲν, ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον. δεύτερον δὲ, ἵνα καθοπλισθῇ εἰς τὸν Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κινδυνεύσῃ.

`13.23`

Ὑπʼ ὄχεσφι τιτύσκετο. Ὑπεζεύγνυε τῷ ὀχήματι τοὺς ἵππους.

`13.24`

Ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε. Χρυσῷ κεκοσμημέναις, ἢ καλαῖς. Ἔθειραι δὲ εἴρηνται παρὰ τὸ ἐξ ἔθους εἴρεσθαι, ὅ ἐστι, πλέκεσθαι. Ὠκυπέτα. Ταχέως τρέχοντας.

`13.25`

Ἱμάσθλην. Μάστιγα.

`13.27`

Ἄταλλεν. Ἐν νεότητι κατὰ διάθεσιν ἐγίγνετο. ὅ ἐστιν, ἐσκίρτα, καὶ ἔχαιρεν. Ὑπʼ αὐτῷ. Ἀντὶ τοῦ, διʼ αὐτόν.

`13.28`

Πάντοθεν ἐκ κευθμώνων. Ἐκ τῶν καταδύσεων καὶ φωλεῶν.

`13.29`

Γηθοσύνῃ. Τῇ χαρᾷ.

`13.30`

Διαίνετο. Διάβροχος ἐγίγνετο.

`13.31`

Ἐΰσκαρθμοι. Εὐσκάριστοι. Ὅ ἐστιν, εὐκίνητοι, ταχεῖς. Σκαρθμὸς γὰρ, κατὰ διάλεκτον, ὁ πούς.

`13.32`

Ἔστι δέ τι σπέος εὐρύ. Ἀφώτιστον οἴκημα πλατύ. παρὰ τὴν σβέσιν τοῦ φωτός. Λίμνης. Νῦν θαλάσσης.

`13.33`

Τενέδοιο καὶ Ἴμβρου. Νῆσοι πλησίον Τροίας κείμεναι. Καὶ ἡ μὲν Τένεδος κεῖται μέση τριῶν πελάγων, Αἰγαίου, Ἑλλησπόντου, Μέλανος κόλπου. Διὸ καὶ Τρίοδος ὑπʼ ἐνίων καλεῖται. Ἡ δὲ Ἴμβρος ἐστὶν ἐν τῷ Μέλανι κόλπῳ.

`13.35`

Εἶδαρ. Ἔδεσμα. τροφήν.

`13.36`

Ἔδμεναι. Ἐσθίειν. Πέδας. Δεσμούς. Ἤτοι παρὰ τὸ πιέζειν εἴρηνται, ἢ παρὰ τοὺς πόδας. Ὥσπερ παρὰ τὸν ὀβολὸν, τὸ ἡμιωβόλιον.

`13.37`

Ἀλύτους. Δυσλύτους.

`13.40`

Ἄμοτον. Ἀντὶ, ἀμότως, καὶ ἀπληρώτως.

`13.41`

Ἄβρομοι, αὐίαχοι. Ἀντὶ τοῦ, πολύβρομοι, καὶ πολύηχοι. Ἑκάστοτε θορυβώδεις τοὺς Τρῶας παρίστησιν. Αὐίαχοι. Ἀντὶ τοῦ, ἀνίαχοι. τοῦ γὰρ ν ἐξαιρεθέντος, ὑπεισῆλθε τὸ υ, ὡς καὶ ὅτε τὸ ἀγανθοὶ, ἀγαυοί. Χρύσιππος δὲ ὁ Στωϊκὸς, καὶ Διονύσιος ὁ Θρᾷξ ψιλοῖ τὸ αὐίαχοι, ἵνʼ ᾖ ξηρόφωνοι.

`13.43`

Γαιήοχος, ἐννοσίγαιος. Ἐπίθετα Ποσειδῶνος. Καὶ τὸ μὲν ἓν δηλοῖ, ὁ τὴν γῆν συνέχων. τὸ δὲ ἕτερον, ὁ κινῶν αὐτήν. Καὶ γὰρ, περὶ ἰατρὸν, δύο ἐστὶν ὧν χρὴ προΐστασθαι, καὶ τὰ νοσερὰ διορθοῦσθαι, καὶ τὰ ὑγιεινὰ προφυλάσσειν.

`13.48`

Κρυεροῖο. Φρικτοῦ, φοβεροῦ.

`13.49`

Ἄλλῃ. Ἀλλαχοῦ, κατʼ ἄλλο μέρος.

`13.50`

Ὑπερκατέβησαν. Ὑπερέβησαν.

`13.51`

Ἕξουσιν. Ἐφέξουσι, κωλύσουσιν.

`13.53`

Ἧι ῥʼ ὅγε. Καθʼ ὃ μέρος οὗτος. Ὁ λυσσώδης. Ὁ μεμηνώς.

`13.57`

Ἐρωήσαιτʼ ἀπὸ νηῶν. Ἀποστρέψοιτε καὶ ἀπελάσοιτε τῶν νηῶν.

`13.59`

Σκηπανίῳ. Σκήπτρῳ. Ἀπὸ τοῦ σκηρίπτεσθαι, ὅ ἐστιν, ἐπερείδεσθαι.

`13.60`

Κεκοπώς. Πλήξας.

`13.62`

Ἴρηξ. Ἱέραξ.

`13.63`

Αἰγίλιπος. Ὑψηλῆς. Περιμήκεος. Λίαν μεγάλης, ὑπερμεγέθους. Ἀρθείς. Ἐπαρθεὶς, ἀποπτάς.

`13.64`

Πεδίοιο. Διὰ τοῦ πεδίου. Ὄρνεον ἄλλο. Ἀντὶ τοῦ, ἀλλόφυλον.

`13.66`

Τοῖϊν δέ. Τούτων δέ. Ὀϊλῆος ταχὺς Αἴας. Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ πόλεως Ὀποῦντος, πατρὸς δὲ Ὀϊλέως. Οὗτος, μετὰ τὴν τῆς Ἰλίου πόρθησιν, αἴτιος τοῖς Ἕλλησιν ἀπωλείας ἐγένετο. Κασάνδραν γὰρ τὴν Πριάμου, ἱκέτιν οὖσαν Ἀθηνᾶς, ἐν τῷ τῆς θεᾶς σηκῷ κατήσχυνεν, ὥστε τὴν θεὰν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν τρέψαι. Τοῖς δὲ Ἕλλησιν ὑποστρέφουσι, καὶ κατὰ τὴν Εὔβοιαν γενομένοις, χειμῶνας διήγειρε μεγάλους, ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι. Διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας, ἔλεγε, χωρὶς θεῶν γνώμης, διασωθῆναι. Ποσειδῶν δὲ, ἀγανακτήσας, διέσχισε τὴν πέτραν, καὶ τὸν Αἴαντα τῷ κλύδωνι παρέδωκεν. Ἐκριφέντα δὲ αὐτὸν, κατάδηλον νεκρὸν, Θέτις, ἐλεήσασα, θάπτει. Ἀθηνᾶ δὲ οὐδὲ οὕτως τῆς ὀργῆς ἐπαύσατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. Ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν Αἰτίοις. καὶ παρʼ αὐτῷ τῷ Ποιητῇ ἐν Δ Ὀδυσσείας, παχυμερῶς.

`13.70`

Οἰωνιστής. Οἰωνοσκόπος. Πῶς δέ φησιν ὁ Ποσειδῶν οὐκ ἔλαθε τὸν Αἴαντα; Καὶ ῥητέον, ὅτι φαντασίαν παρέχει τὸ θεῖον ἑαυτοῦ.

`13.71`

Ἴχνια. Ἴχνη, πατήματα.

`13.72`

Ἀρίγνωτοι. Εὐδιάγνωστοι.

`13.75`

Μαιμώωσι. Μετὰ προθυμίας ὁρμῶσιν.

`13.78`

Ὤρορε. Ὥρμηται. Ὑπερβιβασμὸς χρόνου.

`13.79`

Ἔσσυμαι. Ὥρμηκα, ἐσπούδακα.

`13.82`

Χάρμῃ γηθόσυνοι. Χαίροντες τῇ ψυχῇ. Ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὴν μάχην.

`13.84`

Ἀνέψυχον. Ἀνεκτῶντο, ἀνέπαυον.

`13.88`

Δάκρυα λεῖβον. Ἐστέναζον, ἐδάκρυον. Ὑπʼ ὀφρύσι δάκρυα λεῖβον. Οἱ γὰρ ὀφθαλμοὶ καθʼ Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι·

  
Κοίμισόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινώ.  
Διὰ δὲ τούτων, ἐδάκρυον. Ἕτεροι δὲ ἤκουσαν, λεληθότως ἔκλαιον.

`13.90`

Μετεισάμενος. Πρὸς αὐτοὺς ἀφικόμενος, μετελθὼν, ἢ μεταβληθείς.

`13.95`

Αἰδώς. Αἰδέσθητε.

`13.69`

Ἁμάς. Ἡμετέρας.

`13.97`

Λευγαλέοιο. Ὀλεθρίου.

`13.98`

Νῦν δὴ εἴδεται ἦμαρ, ὑπὸ Τρώεσσι δαμῆναι. Νῦν ἀνεφάνη ἡ ἡμέρα ἐν ᾗ ὑπὸ τῶν Τρώων ἀναιρεθήσεσθε. Εἴδεται. Φαίνεται.

`13.100`

Ἔφασκον. Ὑπελάμβανον, ἔλεγον.

`13.102`

Φυζακινῇς. Φευκτικαῖς, δειλαῖς.

`13.103`

Θώων. Πανθηρίων. Ὁ θὼς, ζῶον ἄλκιμον καὶ εὐκίνητον. Ἔνιοι δὲ, παραπλήσιον ὑαίνῃ. Παρδαλίων. Παρδάλεων. Ἤϊα. Βρώματα. Κυρίως δὲ, τὰ ἐν τῇ ὁδῷ ἐπιτήδεια. ἐφόδια. Λύκων τʼ ἤϊα πέλονται. Βρώματα, οὐ τὰ ἐν οἴκῳ δὲ ἐσθιόμενα, ἀλλὰ τὰ ἐν ὁδῷ. Δεῦτε, φίλοι, ἤϊα φερώμεθα, Σιμωνίδης φησί. καὶ τὰ ἄχυρα δὲ ἤϊα λέγεται. Ὡς τό· Ὡς

  
δʼ ἄνεμος ζαὴς, ἠΐων θημῶνα τινάξῃ.  
Τάχα δὲ τὰ φερόμενα, παρὰ τὸ ἰέναι. Γενηθέντος γὰρ ἀνέμου, δεῦρο κἀκεῖσε φέρονται.

`13.104`

Ἠλάσκουσαι. Ἐκκλίνουσαι, πλανώμεναι.

`13.106`

Οὐκ ἐθέλεσκον. Οὐκ ἠδύναντο.

`13.107`

Ἑκάθε. Πόῤῥωθεν.

`13.108`

Κακότητι. Κακίᾳ, δειλίᾳ. Μεθημοσύνῃσι. Ταῖς ἀμελείαις.

`13.115`

Ἀλλʼ ἀκεώμεθα θᾶσσον. Ἀλλʼ ἰασώμεθα διὰ τάχους τὸ γεγονὸς ἁμάρτημα. Ἀκεσταί. Εὐθεράπευτοι, εὐΐατοι. Ὁ δὲ λόγος· αἱ τῶν ἀγαθῶν φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι οὖσαι. Ἢ, θεραπευτικαί εἰσιν.

`13.116`

Οὐ καλά. Οὐ καλῶς.

`13.119`

Λυγρός. Χαλεπὸς, ἄδοξος. Νεμεσσῶμαι. Μέμφομαι. Περὶ κῆρι. Ἐκ ψυχῆς.

`13.125`

Κελευτιόων. Παρακελευόμενος, παρορμῶν. Γαιήοχος. Ἤτοι ὁ ἐπὶ γῆς ὀχούμενος. Ἢ, ὁ χαίρων τοῖς ἅρμασιν. Ἵππιος γὰρ ὁ θεός. Ἢ, ὁ συνέχων καὶ βαστάζων τὴν γῆν. Φασὶ γὰρ, αὐτὴν ἐπὶ ὕδατος ἐστηρίχθαι. Ἐννοσίγαιος δὲ ὁ κινῶν τὴν γῆν. Τῇ τοῦ ὕδατος γὰρ παρὰ χρόνον τινὰ μεταστάσει γίγνεται ὁ σεισμός.

`13.127`

Ὀνόσαιτο. Μέμψαιτο.

`13.128`

Λαοσσόος. Ἡ τοὺς λαοὺς σεύουσα, τουτέστιν, εἰς φυγὴν ἄγουσα, ἢ σώζουσα.

`13.129`

Κρινθέντες. Διαταχθέντες.

`13.130`

Προθελύμνω. Ἐπάλληλοι. πυκνοί. Ἀνδρόμαχος ἐν ἐτυμολογικοῖς φησι, κυρίως λέγεσθαι τὰ ἐπαλλήλους κλάδους ἔχοντα δένδρα, διὰ τὸ θηλυμανεῖν.

`13.132`

Ψαῦον. Ἠρέμα ἥπτοντο.

`13.134`

Ἐπτύσσοντο. Εἰς τὸ αὐτὸ συνήγετο, καὶ ἐκάμπτετο κραδαινόμενα.

`13.136`

Προὔτυψαν. Προέβαλον, προέκρουσαν.

`13.137`

Ὀλοοίτροχος. Λίθος περιφερὴς, στρογγύλος, ὁ ἐν τῷ τρέχειν ὀλοὸς, τουτέστιν, ὀλέθριος, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπίπτον βλάπτει.

`13.138`

Στεφάνης. Περικεφαλαίας. Ἢ ὄρους ἐξοχῆς. Νῦν δὲ, λείας πέτρας.

`13.139`

Ἀσπέτῳ. Πολλῷ. Ἀναιδέος. Τραχείας.

`13.140`

Ὕψι. Ἐφʼ ὕψους. Ἀναθρώσκων. Ἀναβαλλόμενος, ἀναπηδῶν. Πέτεται. Ταχέως φέρεται.

`13.141`

Ἀσφαλέως. Παραμόνως.

`13.142`

Ἰσόπεδον. Ἰσώμαλον τόπον. Ἐσσύμενός περ. Καίπερ ὁρμῇ πολλῇ χρώμενος.

`13.143`

Ἀπείλει. Ἠπείλει, ὑπισχνεῖτο. Ὁτὲ δὲ τὸ καυχᾶται καὶ ἐπιπλήσσει δηλοῖ.

`13.145`

Πυκινῇς φάλαγξι. Ταῖς πυκναῖς τάξεσιν. Ἐνέκυρσεν. Ἐνέτυχεν.

`13.146`

Ἐγχριμφθείς. Ἐνερείσας.

`13.147`

Ἀμφιγύοισιν. Ἑκατέρωθεν ἠκονημένοις, καὶ βλάπτειν δυναμένοις.

`13.149`

Ἤϋσεν δὲ διαπρύσιον. Διὰ παντὸς τοῦ πέρατος ἀκουσθῆναι δυνάμενον. Ἢ, διαπεράσιμον εἰς ἀκοάς. Ἢ, διαπρύσιον διαφανὲς, καὶ σημαντικόν.

`13.150`

Δάρδανοι. Οἱ ἐν Δαρδάνῳ πόλει τῆς Τροίας οἰκοῦντες.

`13.151`

Σχήσουσιν. Ἐφέξουσι, κωλύσουσι.

`13.152`

Πυργηδόν. Δίκην πύργου. ἐν τάξει. Ἔστι δὲ ἐπίῤῥημα παραβολοειδὲς, ὅμοιον τῷ σφαιρηδόν.

`13.158`

Κοῦφα ποσὶ προβιβάς. Ἤτοι, μετέωρα καὶ ὑψηλὰ προβαίνων. Ἢ, ἐπʼ ἄκρων τῶν ποδῶν βαδίζων, οἱονεὶ ἀκροβηματίζων. Ὑπασπίδια προποδίζων. Ὑπὸ τῇ ἀσπίδι ἠρέμα καὶ εὐρύθμως βαίνων. Ἢ, ὑπὸ τὴν ἀσπίδα τοὺς πόδας τιθείς. τουτέστι, περικαλύπτων αὐτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν. Ἐξ οὗ πρόδηλον, ὅτι οὐκ εἶχεν ὁ Δηΐφοβος ἀμφιβρότην ἀσπίδα, οὐδὲ ὅπλα, ἐπεὶ ἂν αὐτὴν ἐκράτει.

`13.159`

Αὐτοῖο τιτύσκετο. Κατʼ αὐτοῦ ἐστοχάζετο.

`13.162`

Καυλῷ. Καυλὸς, τὸ ἄκρον τοῦ δόρατος, τὸ ἐμβαλλόμενον εἰς τὴν ἐπιδορατίδα. Ἐάγη. Κατεάγη, ἐκλάσθη.

`13.165`

Χώσατο δʼ αἰνῶς. Ἐλυπήθη γὰρ κατʼ ἀμφότερα, ἐπί τε τῷ τὴν νίκην ἀφῃρῆσθαι, καὶ ἐπὶ τῷ κεκλάσθαι τὸ δόρυ.

`13.168`

Οἰσόμενος. Κομίσων, οἴσων. Διαφέρει δὲ τὸ οἴσων, καὶ τὸ οἰσόμενος. Οἴσων μὲν γὰρ ἑτέρῳ· Οἶσε θέειον, γρηῢ, κακῶν ἄκος καὶ Οἴσετε δʼ ἄρνα Λευκόν. Οἰσόμενος δὲ ἑαυτῷ.

`13.172`

Πήδασον. Πήδασος, πόλις Καρίας.

`13.178`

Μελίη ὥς. Ὡς μελία. Ἔστι δὲ εἶδος δένδρου.

`13.179`

Κορυφῇ. Ἐξοχῇ. Ἕκαθεν περιφαινομένοιο. Πόῤῥωθεν ὁρωμένου, περιόπτου.

`13.180`

Τέρενα. Τρυφερὰ, ἁπαλὰ, ῥᾳδίως δυνάμενα τείρεσθαι. Ἔτι δὲ, χλωρά. Ἔοικε δὲ ὥσπερ συναλγῶν τῷ δένδρῳ τοιαῦτα εἰρηκέναι.

`13.181`

Βράχε τεύχεα. Ὠνοματοπεποίηκεν. Ἐντεῦθεν δὲ ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων καὶ τὸ βρέχειν ὠνόμασται. Ὁ δὲ λόγος· τὰ περὶ αὐτῶν τεύχεα ἔβραχεν.

`13.186`

Νισσόμενον. Παραγιγνόμενον.

`13.190`

Ὀρέξατο. Ἐξέτεινε.

`13.191`

Χροὸς εἴσατο. Διὰ τοῦ χρωτὸς διῆλθε.

`13.198`

Καρχαροδόντων. Ὀξεῖς καὶ ἐπικαμπεῖς ὀδόντας ἐχόντων.

`13.199`

Ῥωπήϊα. Οἱ τόποι ἐν οἷς ῥῶπες φύονται. Ῥῶπες δὲ πολύφυλλα καὶ ἱμαντώδη φυτὰ δρυῶν.

`13.200`

Ὑψοῦ. Ἐν ὕψει. Γαμφηλῇσι. Γομφοῖς. Σιαγόσι. Παρὰ τὸ κεκάμφθαι.

`13.201`

Κορυστά. Κορυσταί. Ὁπλῖται.

`13.202`

Συλήτην. Ἢ Δώριόν ἐστιν, ἢ παρὰ τὸ συλησάτην.

`13.204`

Σφαιρηδόν. Δίκην σφαίρας. Ἑλιξάμενος. Ἐπιστραφείς.

`13.207`

Υἱωνοῖο. Ἐκγόνου.

`13.212`

Ἰγνύην. Ἀγκύλην. Ἢ, τὸ ὄπισθεν τοῦ γόνατος.

`13.213`

Ἔνεικαν. Ἐκόμισαν.

`13.214`

Μενοίνα. Ἐνεθυμεῖτο.

`13.215`

Ἀντιάαν. Μεταλαμβάνειν, ἐφάπτεσθαι.

`13.216`

Εἰσάμενος. Ὁμοιωθείς.

`13.217`

Πλευρῶνι καὶ Καλυδῶνι. Ἀντὶ τοῦ Πλευρῶνος καὶ Καλυδῶνος. εἰσὶ δὲ πόλεις Αἰτωλίας.

`13.218`

Αἰτωλοῖσιν ἄνασσεν. Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος. Ὃς ἀκούσιον φόνον δράσας, ἔφυγεν εἰς τὴν ἀπʼ αὐτοῦ προσαγορευθεῖσαν Αἰτωλίαν, κἀκεῖ τεκνοῦται Πλευρῶνα. Ἀφʼ οὗ ἡ ἐν Αἰτωλίᾳ πόλις Πλευρὼν ἐκλήθη. Τούτου δὲ γίγνονται δύο παῖδες, Κούρης καὶ Καλυδών. Ἀφʼ ὧν ἄλλαι δύο πόλεις ἐν Αἰτωλίᾳ προσηγορεύθησαν.

`13.219`

Ποῦ τοι ἀπειλαί. Λείπει τὸ εἰσίν. ἔπειτα ἀπὸ ἄλλης διανοίας, Οἴχονται τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν.

`13.222`

Ὅσσον ἔγωγε Γιγνώσκω. Ὅσον ἐγὼ γνωρίζω.

`13.223`

Ἐπιστάμεθα. Δυνάμεθα, ἐμπείρως ἔχομεν.

`13.224`

Ἴσχει. Ἐπέχει. Ἀκήριον. Ἀψυχοποιόν.

`13.225`

Ἀνδύεται. Ἀναδύεται.

`13.226`

Μέλλει. Ἔοικε.

`13.228`

Μενεδήϊος. Ὑπομονητικὸς ἐν τῇ μάχῃ.

`13.233`

Μέλπηθρα. Ἐμπαίγματα, παίγνια. Εἰώθασι γὰρ οἱ κύνες κορεσθέντες τοῖς λειψάνοις ἐμπαίζειν. λέων δὲ τὸ πᾶν ἐσθίει.

`13.236`

Σπεύδειν. Κακοπαθεῖν, ἐνεργεῖν.

`13.237`

Συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν. Ἀντὶ τοῦ, συμφορητή. Τὸ δὲ ὅλον· καὶ ἡ τῶν δειλῶν καὶ ἀνάνδρων καὶ μάλα λυγρῶν δύναμις, εἰς ταὐτὸ συνελθοῦσα, ἀρετὴν γεννᾷ. οὐδεμία πρόφασις λείπει τοῖς ἀνδρείοις, εἴγε καὶ δειλοὶ ἀλλήλοις συνιόντες, ἐνάρετα δρῶσι. καὶ μάλα λυγρῶν ἀνδρῶν συμφερτὴ γίγνεται ἀρετή· πόσῳ μᾶλλον, ὅτε καὶ ἀγαθοῖς ἡμεῖς δυνάμεθα μάχεσθαι;

`13.238`

Νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπιστάμεθα μάχεσθαι. Ἡμεῖς δὲ καὶ ἀνδρείοις δυνάμεθα μάχεσθαι. Ἐπιστάμεθα γὰρ, τὸ δυνάμεθα.

`13.239`

Ἀμπόνον. Ἐπὶ τὸν πόλεμον.

`13.242`

Ἐναλίγκιος. Ὅμοιος.

`13.243`

Αἰγλήεντος. Λαμπροῦ.

`13.244`

Ἀρίζηλοι. Μεγάλως ἔκδηλοι.

`13.247`

Μετὰ γὰρ δόρυ χάλκεον ἤει Οἰσόμενος. Ἀπῄει γὰρ δόρυ κομίσων.

`13.249`

Μηριόνη, Μόλου υἱὲ, πόδας ταχὺ, φίλταθʼ ἑταίρων. Διʼ ἑνὸς στίχου καὶ τῆς συγγενείας ὑπέμνησε, καὶ τὴν τῶν ποδῶν ῥώμην ἐμαρτύρησε, καὶ τὸ ὑπερβάλλον αὐτοῦ τῆς φιλοστοργίας ἐνεδείξατο.

`13.251`

Ἠέ τι βέβληαι. Ἢ τετρῶσαί τι μέρος τοῦ σώματος.

`13.252`

Ἠέ τευ ἀγγελίης μετʼ ἐμʼ ἤλυθες. Ἢ περί τινος ἀγγελείας πρὸς ἐμὲ παραγέγονας.

`13.257`

Τό νυ γάρ. Ἐκεῖνο γὰρ δή.

`13.260`

Δήεις. Εὑρήσεις.

`13.261`

Ἐνώπια. Οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. Ἵνʼ ᾖ, δούρατα παμφανόωντα δηλονότι. Καὶ ἐν τῇ Θ οὕτως· Ἅρματα δʼ ἔκλινεν πρὸς ἐνώπια παμφανόωντα.

`13.262`

Κταμένων. Ἀναιρουμένων. Ἀποαίνυμαι. Ἀφαιροῦμαι.

`13.263`

Ἑκάς. Μακρὰν, πόῤῥω.

`13.265`

Γανόωντες. Λαμπρυνόμενοι, στίλβοντες.

`13.267`

Καί τοι ἐμοί. Καὶ ἐμοὶ δή.

`13.268`

Ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι. Ἀλλʼ οὐκ ἔστι μοι ἐγγὺς ὥστε λαβεῖν.

`13.275`

Τί σε χρὴ ταῦτα λέγεσθαι. Οἷον, οὐ χρή σε περὶ τούτων λέγειν τί.

`13.276`

Εἰ γὰρ δὴ παρὰ νηυσὶ λεγοίμεθα. Τὸ Ἑξῆς· εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα εἰς λόχον, οὐδέ κεν ἔνθα τεὸν μένος. Τὰ δὲ λοιπὰ διαμέσου, πρὸς τὸ, δυσυπομόνητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν. Λεγοίμεθα. Καταριθμοίμεθα.

`13.277`

Διαείδεται. Δείκνυται, φαίνεται.

`13.279`

Τρέπεται. Μετατρέπεται, μεταβάλλεται. Ἄλλυδις ἄλλῃ. Ἀπʼ ἄλλου εἰς ἄλλο κατάστημα.

`13.280`

Ἐρητύεται. Κατέχεται.

`13.281`

Μετοκλάζει. Μετακαθίζει ἐπʼ ἀμφοτέρους πόδας. Ὀκλὰξ γάρ ἐστι τὸ, ἐπὶ γόνυ. Ὅ ἐστιν, ἐγκλίνει τὰ γόνατα, διὰ δειλίαν μετακαθίζων.

`13.282`

Πατάσσει. Κτυπεῖ, ἢ, κινεῖται μείζονι παλμῷ ἀπὸ τοῦ πολλοῦ φόβου.

`13.283`

Κῆρας ὀϊομένῳ. Θάνατον προσδοκῶντι. Πάταγος. Κτύπος.

`13.285`

Ταρβεῖ. Φοβεῖται. Ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν. Ἐπʼ ἂν ἅπαξ καθεσθῇ ἐν τῇ ἐνέδρᾳ τῶν ἀνδρῶν.

`13.286`

Ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ. Εὔχεται δὲ ὁ γενναῖος ἀνὴρ τὴν ταχίστην συμβαλεῖν τοῖς πολεμίοις. Δαῒ λυγρῇ. Τῇ χαλεπῇ μάχῃ.

`13.287`

Οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. Οὐδʼ ἂν ἐνταῦθά τις καταμέμψοιτό σου τὴν δύναμιν καὶ τὴν προθυμίαν.

`13.288`

Βλεῖο. Βληθείης. Πονεύμενος. Ἐνεργῶν, πολεμῶν. Τυπείης. Ἐκ χειρὸς τρωθείης.

`13.290`

Στέρνων. Στηθῶν. Νηδύος. Τῆς γαστρός. Ἀντιάσειεν. Ἀπαντήσοι, ἔλθοι.

`13.291`

Πρόσσω ἱεμένοιο. Ἔμπροσθεν ὁρμῶντος. Μετὰ προμάχων ὀαριστύν. Ἐν τῇ τῶν πρωταγωνιστῶν ὁμιλίᾳ καὶ συναναστροφῇ.

`13.292`

Λεγώμεθα. Διαλεγώμεθα, ὁμιλῶμεν. Νηπύτιοι ὥς. Ὡς νήπιοι, καὶ ἄφρονες.

`13.293`

Ὑπερφιάλως. Ὑπερηφάνως, μεγάλως.

`13.297`

Μέγα πτολέμοιο μεμηλώς. Μεγάλως τοῦ πολέμου ἐπιμέλειαν καὶ φροντίδα ποιούμενος.

`13.298`

Πόλεμόνδε μέτεισιν. Εἰς τὸν πόλεμον παραγίγνεται.

`13.299`

Ἀταρβής. Ἄφοβος.

`13.300`

Ταλάφρονα. Καρτερικὸν καὶ ὑπομονητικὸν φρόνημα ἔχοντα. ἀνδρεῖον.

`13.301`

Ἐφύρους. Ἐπὶ τοὺς Ἐφυραίους πάλαι καλουμένους. νῦν δὲ Κραννωνίους. Ἰστέον δὲ, ὅτι Ἐφύραι εἰσὶ τέσσαρες. μία μὲν ἡ κατὰ Θεσσαλίαν. δευτέρα δὲ ἡ κατὰ τὴν Ἤπειρον. τρίτη δὲ ἡ τῆς Ἤλιδος. καὶ τετάρτη ἡ νῦν καλουμένη Κόρινθος. Νῦν οὖν λέγει τοὺς καλουμένους Κραννωνίους ἐν Θεσσαλίᾳ. Ὡς Ἀπολλόδωρος ἱστορεῖ.

`13.302`

Φλέγυας. Τοὺς ἐν Φωκίδι ἀθέους Γορτυνίους καλουμένους. οἳ ἐνέπρησαν τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. Ἠὲ μετὰ Φλέγυας μεγαλήτορας. Φλέγυες, Γόρτυναν κατοικοῦντες, παρανομώτατον καὶ λῃστρικὸν διῆγον βίον, καὶ κατατρέχοντες τοὺς περιοίκους, χαλεπῶς ἠδίκουν. Θηβαῖοι δὲ, πλησιόχωροι ὄντες, ἐδεδοίκεισαν καὶ μέχρι πολλοῦ, εἰ μὴ Ἀμφίων καὶ Ζῆθος, οἱ Διὸς καὶ Ἀντιόπης, ἐτείχισαν τὰς Θήβας. Εἶχε γὰρ Ἀμφίων λύραν, παρὰ μουσῶν αὐτῷ δεδομένην. διʼ ἧς κατέθελγε καὶ τοὺς λίθους, ὥστε καὶ πρὸς τὴν τειχοδομίαν αὐτομάτως ἐπέρχεσθαι. Τούτων μὲν οὖν ζώντων, οὐδὲν οἱ Φλέγυες τοὺς Θηβαίους ἠδύναντο διαθεῖναι κακόν. Θανόντων δὲ αὐτῶν, ἐπελθόντες, σὺν Εὐρυμάχῳ τῷ βασιλεῖ τὰς Θήβας εἷλον. Πλείονα δὲ τολμῶντες ἀδικήματα, κατὰ Διὸς προαίρεσιν, ὑπὸ Ἀπόλλωνος διεφθάρησαν, ὡς ἱστορεῖ Φερεκύδης.

`13.310`

Δεύεσθαι. Προσδεῖσθαι.

`13.315`

Ἄδην ἐλόωσιν. Εἰς κόρον ἔλωσιν. ὅ ἐστι, πολέμου κορεσθῆναι ποιήσωσιν.

`13.317`

Αἰπύ. Μέγα, φοβερόν. Ἐσσεῖται. Γενήσεται.

`13.320`

Δαλόν. Δαυλὸν, κεκαυμένον ξύλον.

`13.322`

Ἔδοι. Ἐσθίοι. Δημήτερος ἀκτήν. Τὸν σῖτον. ἐπεὶ κατασσόμενος, καὶ ἀλούμενος, ἄρτος γίγνεται.

`13.323`

Χαλκῷ τε ῥηκτός. Σιδηρότρωτος.

`13.324`

Ῥηξήνορι. Ἀνδρείῳ. Παρὰ τὸ ῥέζειν. Χωρήσειε. Παραχωρήσειεν.

`13.325`

Ἔν γʼ αὐτοσταδίῃ. Ἐν τῇ συστάδην μάχῃ.

`13.327`

Εἴδομεν. Ἀντὶ τοῦ, ἴδωμεν. θεασώμεθα. Ἠέ τῳ. Ἢ τινί. Ὀρέξομεν. Παράσχωμεν.

`13.333`

Ὁμόν. Ὅμοιον, ἰσοῤῥεπές.

`13.334`

Λιγέων ἀνέμων. Τῶν κατὰ τὸν ἦχον ὀξέων.

`13.336`

Ἄμυδις. Ὁμόσε, ὁμοῦ, εἰς τὸν αὐτὸν τόπον.

`13.339`

Ἔφριξε δὲ μάχη. Ἐπυκνώθη δὲ ἡ μάχη τῇ τῶν δοράτων ἀνατάσει. Φρίσσειν γὰρ, τὸ, ὀρθοῦσθαι πυκνῶς.

`13.340`

Ταμεσίχροας. Τμητικὰς τοῦ χρωτός. Παρὰ τὸ, ταμῶ, ῥῆμα. οὗ ὁ μέλλων ταμέσω. Ἄμερδεν. Ἐστέρησεν, ἠμαύρου.

`13.344`

Οὐδʼ ἀκάχοιτο. Οὐδὲ λυπηθείη ἄν.

`13.345`

Ἀμφὶς φρονέοντε. Διάφορα καὶ κεχωρισμένα φρονοῦντες. δυϊκῶς.

`13.346`

Τετεύχατον. Ἔτευχον, κατεσκεύαζον.

`13.351`

Ὀρόθυνεν. Εἰς ὁρμὴν ἤγαγε. Μετελθών. Ἐπʼ αὐτοὺς παραγενόμενος.

`13.352`

Ἤχθετο. Ἐβαρεῖτο, ἐλυπεῖτο.

`13.354`

Ἦ μάν. Ὄντως δὴ, ἀληθῶς δή. Ἠδʼ ἴα. Τὸ πλῆρες, ἠδὲ ἴα. ἵνα ᾖ, καὶ μόνη. Πάτρη. Ἐκ τοῦ αὐτοῦ πατρός. γένος, ἡ πατρίς.

`13.356`

Ἀμφαδίην. Φανερῶς.

`13.358`

Τὼ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο Πεῖραρ ἐπαλλάξαντες, ἐπʼ ἀμφοτέροισι τάνυσσαν. Ὁ δὲ Ζεὺς, καὶ ὁ Ποσειδῶν, τὰ πέρατα τῆς μάχης καὶ τοῦ πολέμου τείναντες κατὰ ἀμφοτέρων τῶν στρατῶν, ἔδησαν ἰσχυρῷ δεσμῷ. Ὃς δεσμὸς πολλοῖς αἴτιος ἀπωλείας ἐγένετο. Τέλος γὰρ ἀποτίθεται ἀλληγορικῶς, τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένως, μίαν μὲν Τρώων, μίαν δὲ Ἑλλήνων, κατὰ Ποσειδῶνος καὶ Διὸς γνώμην, τῶν ἐγκαταπεπλεγμένων κτεινομένων ἀπὸ τῶν ἐξοχῶν, τῶν μὴ δυναμένων, μήτε ῥαγῆναι, μήτε λυθῆναι. Ταῦτα οὖν ἀλληγορεῖ εἰς τὸ ἰσόῤῥοπον αὐτῶν τὴν ἰσχὺν συστῆναι, διὰ τὰς τῶν θεῶν βοηθείας.

`13.359`

Πεῖραρ. Πέρας, τέλος. Ἐπαλλάξαντες. Ἐπιπλέξαντες τὰς κῆρας, καὶ οἱονεὶ δήσαντες.

`13.360`

Ἄλυτον. Ἀντὶ τοῦ, δύσλυτον.

`13.361`

Μεσαιπόλιος. Ὁ λεγόμενος σπαρτοπόλιος, ᾧ διεσπαρμέναι εἰσὶν αἱ πολιαί. ὁ μεσήλιξ.

`13.362`

Ἐν φόβον ὦρσεν. Ἐνέβαλλε φυγήν.

`13.363`

Καβησόθεν ἔνδον ἐόντα. Ἀπὸ Καβησοῦ πόλεως ἐνδεδημηκότα. Ἔστι δὲ πόλις Θρᾴκης.

`13.364`

Μετὰ κλέος εἰληλούθει. Ἐπὶ τὴν τοῦ πολέμου δόξαν παρεγεγόνει.

`13.366`

Ἀνάεδνον. Ἄνευ τῶν πρὸ γάμου διδομένων δώρων.

`13.369`

Ὑποσχεσίῃσι πιθήσας. Ταῖς ὑποσχέσεσι πιστεύσας.

`13.371`

Ὕψι βιβάντα. Ὑψηλὰ διαβαίνοντα.

`13.374`

Αἰνίζομαι. Ἐπαινῶ.

`13.381`

Συνώμεθα. Συνθήκην ποιησώμεθα.

`13.382`

Ἀμφὶ γάμῳ. Περὶ γάμου. Ἐεδνωταί. Προικοδόται.

`13.384`

Ἀμύντωρ. Βοηθός.

`13.385`

Πνείοντε κατʼ ὤμων. Καταπνέοντες αὐτοῦ τὸ μετάφρενον.

`13.386`

Ἵετο. Προεθυμεῖτο.

`13.388`

Διὰ πρὸ δὲ χαλκὸν ἔλασσε. Διήλασε δὲ, ὅ ἐστι, διεπέρασε, τὸν σίδηρον.

`13.389`

Ἀχερωΐς. Ἡ λεύκη. παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος ποταμοῦ τῶν καταχθονίων κομισθῆναι αὐτὴν ὑπὸ Ἡρακλέους, στεψαμένου αὐτῇ ἐπὶ τῇ τοῦ Κερβέρου νίκῃ.

`13.390`

Βλωθρή. Μακρά. Παρὰ τὸ βλώσκειν, ὅ ἐστι, βαίνειν. ἐναυξὴς γάρ.

`13.391`

Νεήκεσι. Νεωστὶ ἠκονημένοις.

`13.393`

Βεβρυχώς. Βρυχόμενος, σπώμενος. συντρίβων τοὺς ὀδόντας, ἢ δάκνων. Μεμίμηται δὲ τὸ γιγνόμενον πάθος περὶ τοὺς βιοθανατοῦντας. εἰώθασι γὰρ τοὺς ὀδόντας βρύχειν.

`13.394`

Ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας. Ἐξεπλάγη δὲ, καὶ ἔκφρων ἐγένετο ὁ αὐτοῦ ἡνίοχος.

`13.399`

Εὐεργέος. Ἐπιμελῶς κατεσκευασμένου.

`13.403`

Ἀσίου ἀχνύμενος. Ὑπὲρ Ἀσίου λελυπημένος.

`13.407`

Δινωτήν. Εὖ περιδεδινημένην, καὶ κυκλοτερῆ.

`13.408`

Ἑάλη. Συνεστάλη.

`13.409`

Καρφαλέον. Ξηρόν. Ὅθεν καὶ ὁ καρπὸς, καὶ τὸ κάρφος. Ἐπιθρέξαντος. Ἐπιψαύσαντος, ἢ ἐπελθόντος. Ἄϋσεν. Ἤχησε.

`13.414`

Ἄτιτος. Ἀτιμώρητος.

`13.415`

Πυλάρταο. Τοῦ τὰς πύλας ἰσχυρῶς ἐφαρμόζοντος.

`13.416`

Πομπόν. Σύνοδον.

`13.425`

Ἐρεβεννῇ. Σκοτεινῇ.

`13.429`

Ὤπυιεν. Ἐγεγαμήκει.

`13.431`

Πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο. Πασῶν γὰρ τῶν ὁμηλίκων τῷ κάλλει διέφερε.

`13.435`

Θέλξας. Ἀπατήσας, ἀμαυρώσας.

`13.436`

Οὔτʼ ἀλέασθαι. Οὔτε ἐκκλῖναι καὶ φυγεῖν.

`13.437`

Ὑψιπέτηλον. Ἐφʼ ὕψους τὰ φύλλα ἔχον.

`13.440`

Ἤρκει. Ἀπῆργεν, ἐκώλυεν.

`13.441`

Αὖον. Ξηρὸν, ὀξύ. Ἄϋσεν. Ἐβόησεν. Ἐρεικόμενος. Σχιζόμενος, διακοπτόμενος ὁ χιτών.

`13.442`

Δούπησεν. Ἐψόφησεν, ἀπέθανεν. ἐκ τοῦ παρακολουθοῦντος.

`13.443`

Ἀσπαίρουσα. Κινουμένη, πάλλουσα. Οὐρίαχον. Τὸν σαυρωτῆρα τοῦ δόρατος. τουτέστι, τὸ ὄπισθεν μέρος. ὃ καὶ γρόσφον καὶ στόρθυγκά φασι. Πελέμιξεν. Ἐδόνησε, διέσεισεν.

`13.444`

Ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης. Καθʼ ὃ μέρος ἐκλύεται ἡ τοῦ δόρατος κίνησις.

`13.446`

Ἢ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι Τρεῖς ἑνὸς ἀντιπεφάσθαι; Ἄρα ἀξίως καὶ δεόντως δοκοῦμέν σοι αὐχεῖν, τρεῖς ἀνθʼ ἑνὸς πεφονευκότες;

`13.450`

Ἐπίουρον. Φύλακα. Τῷ τόνῳ δὲ ἀναγνωστέον προπαροξυτόνως, ὡς ἐπίκουρον.

`13.456`

Ἑταρίσσαιτο. Ἑταῖρον καὶ συνεργὸν λάβοι.

`13.458`

Δοάσσατο. Ἔδοξε.

`13.459`

Βῆναι ἐπʼ Αἰνείαν. Τροίας ἁλούσης, Αἰνείας, Ἀγχίσην παραλαβὼν τὸν πατέρα, ἔφυγε. Ναυαγίῳ δὲ περιπεσὼν περὶ τὸν Ἄθω, ἀνῄει σὺν τῷ πατρί. Καὶ Ἀγχίσης μὲν πρὸς τῷ Καλαύρῳ ὄρει, πλησίον Ἀνθέμου ποταμοῦ, τελευτᾷ. Θάψας δὲ αὐτὸν Αἰνείας, ὅπου καὶ νῦν τάφος ἐστὶν Ἀγχίσου λεγόμενος ἐν Πυάνῃ, κατὰ βούλησιν τῆς μητρὸς Ἀφροδίτης, πόλιν ἔκτισε τὴν ἀπʼ αὐτοῦ Αἰνειάδα προσαγορευθεῖσαν. Τελευτήσαντος δὲ τούτου, ὁ ἐξ αὐτῆς γενόμενος παῖς, λάθρα ἐπὶ τὴν πατρῴαν παραγενόμενος, καὶ πόλιν ἀναστήσας, παραλαβών τε τὸν στρατὸν, μετῴκισεν εἰς Ἰταλίαν.

`13.460`

Ἐπεμήνιεν. Ἐπιμόνως ὠργίζετο.

`13.461`

Οὔτι τίεσκεν. Οὐδαμῶς ἐτίμα.

`13.464`

Κῆδος. Συγγένεια. Ὁτὲ δὲ, λύπη.

`13.469`

Μεμηλώς. Ἐπιμέλειαν καὶ φροντίδα ποιούμενος.

`13.470`

Τηλύγετον ὥς. Παῖδα μονογενῆ.

`13.473`

Οἰοπόλῳ. Ἤτοι ἐν ᾧ ὀΐες ἀναστρέφονται, ὅ ἐστι, πρόβατα· πολεῖν γὰρ τὸ, ἀναστρέφεσθαι. Ἢ ἐν ᾧ οἶός τις καὶ μόνος πολεῖται. ἐξ οὗ δηλοῖ, τῷ ἐρήμῳ. Φρίσσει. Ἵστησι.

`13.475`

Θήγει. Ἀκονᾷ.

`13.478`

Ἀσκάλαφον. Ἀσκάλαφος, ὁ λίαν σκληρός. παρὰ τὸ ἀσκαλὲς τῆς ἁφῆς.

`13.484`

Ἥβης ἄνθος. Τὸ ἀκρότατον τῆς ἀκμῆς.

`13.485`

Ὁμηλικίῃ. Ἀντὶ τοῦ, ὁμήλικες.

`13.487`

Ἕνα φρεσὶ θυμὸν ἔχοντες. Ἓν καὶ τὸ αὐτὸ φρονοῦντες.

`13.492`

Κτίλον. Κριόν.

`13.493`

Πιόμενα. Πιούμενα. Ἐκ βοτάνης. Ἀντὶ τοῦ, μετὰ τὴν βοτάνην καὶ νομήν. Γάνυται. Διαχεῖται, χαίρει.

`13.497`

Ξυστοῖσι. Τοῖς ἐξεσμένοι δόρασιν.

`13.501`

Ἴεντο. Προεθυμοῦντο.

`13.507`

Θώρηκος γύαλον. Τὸ κοῖλον τοῦ θώρακος. Διὰ δʼ ἔντερα χαλκὸς Ἤφυσε. Διήντλησε δὲ καὶ διέκοψε τὰ ἔντερα αὐτοῦ τὸ δόρυ.

`13.513`

Μεθʼ ἑόν. Ἐπὶ τὸ ἴδιον.

`13.515`

Τρέσσαι. Διαφυγεῖν μετὰ δέους.

`13.516`

Βάδην ἀπιόντος. Ἠρέμα ἀπερχομένου.

`13.517`

Δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί. Ἐπιμόνως γὰρ αὐτῷ ὠργίζετο.

`13.520`

Ἔσχε. Διέσχε, διῆλθεν.

`13.521`

Οὐδʼ ἄρα πώ τι πέπυστο. Οὐδέ πω ἐμεμαθήκει. Ἐζήτηται δὲ, πῶς, θεὸς ὢν ὁ Ἄρης οὐκ ἤδει περὶ τοῦ υἱοῦ; Ῥητέον οὖν, ὅτι παρὰ τῷ ποιητῇ οἱ θεοὶ, σωματικῶς λαμβανόμενοι, ἀνθρωποειδῶς ἐπίστανται, καὶ ἀθανασίᾳ μόνον διαφέροντες ἀνθρώπων, τοῖς αὐτοῖς ἐνέχονται πάθεσι. Βριήπυος. Μέγα καὶ βαρὺ βοῶν. Παρὰ τὸ ἠπύειν, ὅ ἐστι, φωνεῖν.

`13.524`

Ἐελμένος. Συγκεκλεισμένος.

`13.525`

Ἐεργόμενοι. Εἰργόμενοι, κωλυόμενοι.

`13.527`

Πήληκα. Περικεφαλαίαν, λόφον.

`13.530`

Βόμβησεν. Ἤχησε.

`13.532`

Πρυμνοῖο βραχίονος. Τοῦ ἐσχάτην ἔχοντος ἀπὸ τῆς ἐκφύσεως τὴν ἀρχὴν ἐπὶ τὸν νῶτον.

`13.534`

Περὶ μέσσω χεῖρε τιτήνας. Περὶ τὰ μέσα αὐτοῦ τὰς χεῖρας διατείνας, καὶ συλλαβών.

`13.535`

Δυσηχέος. Κακὸν ἦχον φέροντος.

`13.539`

Νεουτάτου. Νεοτρώτου.

`13.542`

Λαιμόν. Τὸν βρόγχον.

`13.543`

Ἐπὶ δʼ ἀσπὶς ἑάφθη. Ἐπικατήχθη δὲ αὐτῷ ἡ ἀσπίς. ὅ ἐστιν, ἐπικατηνέχθη. Παρὰ τὸ ἕπεσθαι.

`13.544`

Θυμοραϊστής. Ὁ τὴν ψυχὴν φθείρων.

`13.546`

Ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν. Ὅλην δὲ ἀπέτεμε τὴν νωτιαίαν φλέβα. Ἔκερσεν. Ἔτεμεν, ἔκειρεν.

`13.547`

Ἀνὰ νῶτα θέουσα. Κατὰ τὰ νῶτα τεταμένη.

`13.551`

Περισταδόν. Περιϊστάμενοι.

`13.557`

Στρωφᾶτο. Ἀνεστρέφετο.

`13.558`

Σειόμενον. Κινούμενον. Ἐλέλικτο. Εἰλεῖτο. ἐστρέφετο.

`13.559`

Ἤ τευ. Ἢ τινός.

`13.562`

Ἀμενήνωσεν. Ἀσθενῆ γενέσθαι ἐποίησε.

`13.563`

Βιότοιο μεγήρας. Φθονήσας τοῦ βίου. ὅ ἐστι, τῆς ζωῆς.

`13.564`

Σκῶλος. Ἀκάνθης εἶδος, ἣ πυρωθεῖσα εὐτονωτέρα γίγνεται. Πυρίκαυστος. Περικεκαυμένος, ἡμίφλεκτος.

`13.567`

Μετασπόμενος. Ἐπιδιώξας, ἐπακολουθήσας.

`13.568`

Ἔνθα μάλιστα Γίγνετʼ ἄρης ἀλεγεινός. Ὅπου ἀλγεινὴ καὶ δεινὴ γίγνεται ἡ τρῶσις.

`13.570`

Ἑσπόμενος περὶ δουρί. Κατασχεθεὶς, περιπαρεὶς τῷ δόρατι.

`13.572`

Ἰλλάσι. Τοῖς ἐξ ἱμάντων πεπλεγμένοις δεσμοῖς.

`13.573`

Ἤσπαιρεν. Ἐσκάριζεν, ἐκινεῖτο.

`13.577`

Ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. Ἀπέκοψε δὲ τὴν περικεφαλαίαν.

`13.578`

Ἀποπλαγχθεῖσα. Ἀποκρουσθεῖσα.

`13.584`

Ὁμαρτήτην. Ὁμοῦ ἀφῆκαν.

`13.588`

Πτυόφιν. Πτύου. Πτύον δέ ἐστιν, ἐν ᾧ τὰ ἠλοημένα γεννήματα ἀναβάλλουσι, χωρίζοντες τοῦ ἀχύρου. Ὁ δὲ τύπος, παραγωγή.

`13.589`

Θρώσκουσιν. Ἀποπηδῶσιν.

`13.590`

Λιγυρῇ. Ὀξέως πνεούσῃ. αὔρᾳ.

`13.595`

Ἐλήλατο. Ἐνεπάγη.

`13.599`

Ἐϋστρόφῳ οἰὸς ἀώτῳ. Καλῶς περιεστραμμένῳ ἐρίῳ. τουτέστιν, ἐρίᾳ σφενδόνῃ. Οἰὸς γὰρ ἀώτῳ, προβάτου ἄνθει, ὅ ἐστιν, ἐρίῳ.

`13.608`

Ἔσχετο. Ἐπεκώλυσεν.

`13.612`

Ἐλαΐνῳ ἀμφὶ πελέκκῳ. Τῷ τοῦ πελέκεως στειλειῷ. Παρὰ τὸ πεπελεκῆσθαι. Περὶ οὖν τῷ ἐλαΐνῳ στειλῷ φησιν.

`13.613`

Ἅμα δʼ ἀλλήλων ἐφίκοντο. Ὑπὸ τὸ αὐτὸ ἔτυχον ἀλλήλων.

`13.615`

Λόφον. Χαίτην.

`13.616`

Ῥινὸς ὑπὲρ πυμάτης. Τὸν ὑπὲρ τὴν ῥῖνα τόπον, τὸ μέτωπον. Λάκεν. Ἐσχίσθη. Ὀνοματοποιΐα, ὁ τρόπος. Τὼ δέ οἱ ὄσσε Πὰρ ποσὶν αἱματόεντα. Τὸ δὲ ὑγρὸν τὸ κατὰ τοὺς ὀφθαλμοὺς ἐξεῤῥύη αὐτοῦ μετὰ τοῦ αἵματος.

`13.620`

Λείψετε δή. Καταλείψετε δή.

`13.622`

Ἄλλης λώβης. Ἄλλης ὕβρεως. Οὐκ ἐπιδευεῖς. Οὐκ ἐνδεεῖς, ἀλλὰ πλήρεις ἐστέ.

`13.624`

Ἐριβρεμέτεω. Μεγάλως ἠχοῦντος.

`13.625`

Διαφθέρσει. Διαφθερεῖ, ἀπολέσει.

`13.627`

Ἐπεὶ φιλέεσθε. Ὅτι φιλοφροσύνης καὶ ξενίας ἐτύχετε.

`13.630`

Ἀλλά ποθι σχήσεσθε. Ἀλλὰ φεύξεσθε δήπου. Ἀλλὰ πόθι, σύνδεσμος παραπληρωματικός. Τουτέστι, πόῤῥω κρατηθήσεσθε.

`13.631`

Περὶ φρένας ἔμμεναι ἄλλων. Φρονήσει διαφέρειν τῶν λοιπῶν θεῶν.

`13.632`

Σέο δʼ ἐκ τάδε πάντα πέλονται. Ἐκ σοῦ δὲ πάντα ταῦτα γίγνονται.

`13.634`

Ἀτάσθαλον. Ἄδικον.

`13.638`

Ἐξ ἔρον εἷναι. Προέσθαι τὴν ἐπιθυμίαν, κορεσθῆναι.

`13.656`

Ἀμφεπένοντο. Περὶ αὐτὸν ἠσχολοῦντο.

`13.657`

Ἀνέσαντες. Ἀναθέντες, ἀναβιβάσαντες.

`13.658`

Μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων. Μετʼ αὐτῶν δὲ ὁ πατὴρ ἐπορεύετο δάκρυσι καταῤῥεόμενος. Ζητεῖται δὲ, πῶς ἀνωτέρω ἀνῃρημένος ὑπὸ Μενελάου ὁ Πυλαιμένης, τὰ νῦν δύναται ἀκολουθεῖν τῷ παιδὶ, καὶ κλαίειν. Ἔστι δὲ λέγειν, ὅτι δύο Πυλαιμένεις Παφλαγόνων ἡγεμόνας συνίστησιν ὁ Ποιητής. ὡς Αἴαντας δύο, καὶ Εὐρυβάτας δύο κήρυκας, τὸν μὲν Ἀγαμέμνονος, τὸν δὲ Ὀδυσσέως. Ἔνιοι δὲ πιθανῶς μεταγράφουσι· Μετὰ δʼ οὔ σφισι πατὴρ κίε δάκρυα λείβων.

`13.659`

Ποινὴ δʼ οὔτις παιδὸς ἐγίγνετο τεθνειῶτος. Ἐπεὶ οὐχʼ ὁ πατὴρ τιμωρεῖ αὐτῷ, ἀλλʼ ὁ Ἀλέξανδρος, χαλεπήνας ὑπὲρ τοῦ ἀνῃρημένου, Εὐχήνορα τὸν Κορίνθιον ἀναιρεῖ.

`13.664`

Κορινθόθι οἰκία ναίων. Ἐν Κορίνθῳ κατοικῶν, τὴν οἰκίαν ἔχων.

`13.669`

Θωήν. Τὴν ζημίαν. Λέγει δὲ τὸ τῆς στρατείας ἐπιζήμιον.

`13.678`

Πρὸς δὲ σθένει αὐτὸς ἄμυνε. Προσεβοήθησε δὲ καὶ αὐτὸς τῇ δυνάμει αὐτοῦ.

`13.683`

Χθαμαλώτατον. Κοιλότατον.

`13.685`

Ἰάονες. Ἴωνες. Λέγει δὲ τοὺς Ἀθηναίους. ἀπὸ Ἴωνος τῆς Κρεούσης τῆς Ἐρεχθέως καὶ Ξάνθου τοῦ Ἕλληνος. Ἑλκεχίτωνες. Βαθεῖς χιτῶνας ἔχοντες. ἄζωστοι.

`13.686`

Φθῖοι. Οἱ τὴν ὑπὸ Πρωτεσιλάου Φθίαν πόλιν Θεσσαλίας οἰκοῦντες. Οἱ δὲ τὴν ὑπὸ Ἀχιλλέως, Φθιῶται καλοῦνται. Φαιδιμόεντες. Ἐπιφανεῖς καὶ λαμπροὶ ταῖς πράξεσι.

`13.689`

Προλελεγμένοι. Προκατηριθμημένοι.

`13.697`

Ἣν ἔχʼ Ὀϊλεύς. Ἣν ἐγεγαμήκει Ὀϊλεύς.

`13.699`

Πρὸ Φθίων. Πρὸ τῶν Φθίων.

`13.700`

Ναῦφι. Ὑπὲρ τῶν νεῶν.

`13.703`

Βόε οἴνοπε. Ἤτοι μέλανες, ἢ ξανθοί.

`13.704`

Τιταίνετον. Τείνουσιν, ἕλκουσι.

`13.705`

Πρυμνοῖσι κεράεσσι. Τοῖς ἐσχάτοις μέρεσι τῶν κεράτων. τοῖς πρὸς τὴν ἔκφυσιν. Ἀνακηκίει. Ἀναφέρεται.

`13.706`

Ἀμφὶς ἐέργει. Διείργει, χωρίζει.

`13.707`

Ὦλκα. Τὴν αὔλακα. Τέμνει δέ τε τέλσον ἀρούρης. Τέμνεται δὲ εἰς βάθος γῆς. Τέλσον. Τέλος.

`13.710`

Ἐξεδέχοντο. Διεδέχοντο.

`13.713`

Οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ. Οὐ γὰρ ὑπέμενον τὴν συστάδην μάχην.

`13.722`

Συνεκλονέοντο. Συνεταράσσοντο.

`13.723`

Λευγαλέως. Ὀλεθρίως, ἀδόξως.

`13.726`

Παραῤῥητοῖσι. Παραμυθητικοῖς, παραινετικοῖς.

`13.728`

Περιΐδμεναι. Περισσῶς εἰδέναι.

`13.729`

Ἅμα. Νῦν, ἐπίῤῥημα χρόνου δηλωτικόν.

`13.733`

Ἐπαυρίσκονται. Ἐπαπολαύουσιν.

`13.734`

Μάλιστα δέ κʼ αὐτὸς ἀνέγνω. Ἐξαιρέτως δὲ καὶ αὐτὸς ἐγνώρισε τὸ τῆς συνέσεως ἀγαθόν.

`13.736`

Πάντη γάρ σε πέρι στέφανος πολέμοιο δέδῃε. Πανταχόθεν γάρ σε περιεκυκλώσαντο οἱ πολέμιοι.

`13.741`

Ἐπιφρασσαίμεθα. Ἐπινοήσαιμεν.

`13.742`

Πέσωμεν. Ἐμπέσωμεν, εἰσέλθωμεν.

`13.745`

Μὴ τὸ χθιζὸν ἀποτίσωνται Ἀχαιοὶ Χρεῖος. Μή πως τὴν χθεσινὴν ἧτταν ἀποδώσουσιν ἡμῖν οἱ Ἕλληνες, ὥσπερ σταθμῷ δεδανεικότες. Μηδέπω γὰρ νομισμάτων ὑπαρχόντων, σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον, καὶ τὰ παραπλήσια.

`13.746`

Χρεῖος. Δάνειον.

`13.747`

Σχήσεσθαι. Ἀποπαύσασθαι.

`13.748`

Ἅδε. Ἤρεσκεν.

`13.752`

Ἀντιόω. Ἀπαντήσω, μεταλήψομαι.

`13.756`

Ἀγαπήνορα. Ἀγαπῶντα τὴν ἀνδρίαν. πολεμικόν.

`13.761`

Ἀπήμονας. Ἀβλαβεῖς, ἀσινεῖς. Τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας, οὐδʼ ἀνολέθρους. Συλληπτικῶς πέφρακεν, ἀντὶ τοῦ· τοὺς μὲν οὐκ ἀπήμονας, τοὺς τετρωμένους· τοὺς δὲ οὐκ ἀνωλέθρους, τοὺς ἀνῃρημένους.

`13.764`

Βεβλημένοι, οὐτάμενοί τε. Ἀντὶ τοῦ· οἱ μὲν ἀπὸ μήκους βεβλημένοι δόρατι ἢ ἰῷ· οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει, ἤ τινι τοιούτῳ.

`13.767`

Θαρσύνοντα. Παρορμῶντα.

`13.773`

Νῦν τοι σῶς ὄλεθρος. Νῦν οὐδὲν ἐλλείπει σοι πρὸς ἀπώλειαν.

`13.776`

Ἄλλοτε. Ἐν Ἄλλῳ καιρῷ. Ἐρωῆσαι πτολέμοιο Μέλλω. Ἔοικα ἠμεληκέναι τοῦ πολέμου.

`13.777`

Ἀνάλκιδα. Ἀσθενῆ.

`13.782`

Τετυμμένω. Τετρωμένω ἐκ χειρός.

`13.793`

Ἀσκανίης. Ἀσκανία, πόλις Φρυγίας. Ἀμοιβοί. Ἤτοι, ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες συμμαχῆσαι τοῖς Τρωσὶν, ἀντὶ τοῦ τῶν πρότερον συνεργούντων αὐτοῖς πολιτῶν. Διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι, οἱ πρῶτοι κεκμηκότες κατὰ μάχην, ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων, ἀπεπέμποντο, ὡς εἰκὸς, ἐξ ἀμοιβῆς ἀμύνοντες. Ἢ, οἱ ἀμοιβὴν ἀποδιδόντες τῷ Πριάμῳ. Διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξὶν, ἐπιφέρει, ἠοῖ τῇ προτέρῃ. Λέγει γὰρ ἐν τῷ καταλόγῳ·

  
Φόρκυς αὖ Φρύγας ἦγε, καὶ Ἀσκάνιος  
θεοειδής. Ἢ, ἀμοιβοὶ, πεζοί. Διὰ γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίγνεται τῶν πεζῶν ἔφοδος.

`13.794`

Ἠοῖ τῇ προτέρῃ. Τῇ χθὲς ἡμέρᾳ.

`13.796`

Ὑπὸ βροντῆς. Ἀντὶ τοῦ, μετὰ βροντῆς. Πέδονδε. Εἰς τὸ ἔδαφος,

`13.797`

Θεσπεσίῳ ὁμάδῳ. Θείῳ θορύβῳ. Ἁλί. Τῇ θαλάσσῃ.

`13.798`

Παφλάζοντα. Ἠχοῦντα, ἀναζέοντα. Ὀνοματοποιΐα, ὁ τρόπος.

`13.799`

Κυρτά. Ὑψηλά. Φαληριόωντα. Λευκανίζοντα. τουτέστι, λευκαινόμενα ὑπὸ ἀφροῦ. Πρὸ μέν τʼ ἄλλα, αὐτὰρ ἐπʼ ἄλλα. Ἄλλα πρὸ ἄλλων. τουτέστιν, ἐπάλληλα, πυκνά.

`13.804`

Ἐπελήλατο. Ἐπικατεσκεύαστο.

`13.805`

Ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. Περὶ δὲ τοῖς κροτάφοις αὐτοῦ ἐσείετο ἡ περικεφαλαία σφοδρῶς ἐνεργοῦντος.

`13.808`

Οὐ σύγχει. Οὐκ ἐθορύβει, οὐκ ἐτάραττε.

`13.809`

Βιβάσθων. Διαβάς.

`13.810`

Δειδίσσεαι. Εἰς δέος ἄγεις, ἐκφοβεῖς.

`13.811`

Ἀδαήμονες. Ἀμαθεῖς.

`13.812`

Διὸς μάστιγι. Τῇ Διὸς πληγῇ, τῷ κεραυνῷ.

`13.813`

Ἦ θήν. Ὄντως δή. Ἐξαλαπάξειν. Κενώσειν, πορθήσειν.

`13.815`

Φθαίη. Φθάσει.

`13.819`

Ἱρήκων. Ἱεράκων. Ἔστι δὲ εἶδος ἀετῶν.

`13.820`

Κονίοντες. Κονιορτὸν ἐγείροντες.

`13.821`

Δεξιός. Αἴσιος, ἀγαθός.

`13.823`

Θάρσυνος. Τεθαῤῥηκώς.

`13.824`

Ἁμαρτοεπές. Ἁμαρτάνων τοῦ σκοποῦ τῶν λόγων. Βουγάϊε. Μεγάλως ἐπὶ σαυτῷ ἀγλαϊζόμενε καὶ γαυριῶν. Ἢ, βουεργέτα.

`13.829`

Πεφήσεαι. Ἀναιρεθήσῃ, φονευθήσῃ. Ταλάσσῃς. Τλῇς, ὑπομείνῃς.

`13.830`

Λειριόεντα. Εὐανθῆ, τρυφερὸν, ἢ λιπαρόν.

`13.831`

Δάψει. Διακόψει, τρώσει.

`13.837`

Διὸς αὐγάς. Τὰς Διὸς ἀπολάμψεις.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahm`.
