---
title: "D-Scholia on the Iliad: Book XII"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, ΙΒʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahl
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-12-vta-ahl"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:aa4d4441c9a3bbe918dd9d1b233e3ad9580e004b81adedcd442edca6f76993f6"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book XII

*Σχόλια εἰς Ἰλιάδα, ΙΒʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahl` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-12-vta-ahl)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`12.1`

Ὣς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱός. Πάτροκλος, ὁ Μενοιτίου, τρεφόμενος ἐν Ὀποῦντι τῆς Λοκρίδος, περιέπεσεν ἀκουσίῳ πταίσματι. Παῖδα γὰρ ἡλικιώτην Ἀμφιδάμαντος οὐκ ἀσήμου Κλησώνυμον, ἢ, ὥσπερ τινες, Αἰάνην, περὶ ἀστραγάλων ὀργισθεὶς, ἀπέκτεινεν. Ἐπὶ τούτῳ δὲ φυγὼν, εἰς Φθίαν ἀφίκετο, κἀκεῖ, κατὰ συγγένειαν Πηλέως, Ἀχιλλεῖ συνῆν. Φιλίαν δʼ ὑπερβάλλουσαν πρὸς ἀλλήλους φυλάξαντες, ὁμοῦ ἐπὶ Ἴλιον ἐστράτευσαν. Ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.

`12.3`

Ὁμιλαδόν. Ἀθρόοι. οἷον κατὰ πλῆθος καὶ συστροφήν.

`12.4`

Τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν. Ἔπλασε τεῖχος ὁ Ποιητὴς εἰς τιμὴν τοῦ Ἀχιλλέως. κἄπειτα ἀπολλύμενον αὐτὸ εἰσάγει, ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπὸ τῶν μεταγενεστέρων, καὶ τὴν ἀπώλειαν αὐτοῦ εἶπε. Σχήσειν. Ἀνθέξειν, κωλύσειν.

`12.5`

Νεῶν ὕπερ. Ἀντὶ τοῦ, πρὸ τῶν νεῶν, ἢ, ὑπὲρ ἀσφαλείας. Ἀμφὶ δὲ τάφρον Ἤλασαν. Πέριξ δὲ τοῦ τείχους ὤρυξαν τάφρον.

`12.7`

Ληΐδα. Λείαν, λάφυρα.

`12.8`

Ῥύοιτο. Φυλάσσοι. Τέτυκτο. Κατεσκεύαστο.

`12.9`

Τῷ καὶ οὔτοι. Ἀντὶ τοῦ, διὸ οὐδαμῶς. Ἔμπεδον. Ἑδραῖον, βέβαιον.

`12.10`

Ὄφρα μὲν Ἕκτωρ. Καὶ τὰ ἑξῆς. Προαναφωνεῖ ταῦτα, καὶ λεληθότως λέγει τὴν πόρθησιν τῆς Ἰλίου.

`12.12`

Τόφρα. Τηνικαῦτα.

`12.17`

Μητιόωντο. Ἐβουλεύοντο.

`12.18`

Ἀμαλδῦναι. Ἀφανίσαι. Ποταμῶν μένος. Περιφραστικῶς, ποταμούς.

`12.22`

Βοάγρια. Τὰ τῶν βοῶν ἀγρεύματα. τοῦτʼ ἔστι τὰς ἐκ, βυρσῶν κατεσκευασμένας ἀσπίδας.

`12.23`

Ἡμιθέων. Ἡμίθεοι, οἱ ἕνα θεὸν ἔχοντες γονέα, καὶ ἕνα ἄνθρωπον.

`12.24`

Ὁμόσε. Ὁμοῦ, εἰς τὸ αὐτό.

`12.25`

Ἐννῆμαρ δʼ ἐς τεῖχος. Ἐπὶ ἐννέα ἡμέρας. Ἔνιοι δὲ δασέως, καὶ διὰ τοῦ ἑνὸς ν, ἀναγιγνώσκουσιν, ἑνῆμαρ, ἵνʼ ᾖ, μιᾷ ἡμέρᾳ. ὥστε μὴ μειοῦσθαι τὴν τῶν θεῶν δύναμιν, μὴ δυνηθέντων καταστρέψαι λόγῳ, θᾶττον δὲ ὑπὸ τῶν Ἑλλήνων, ἐν μιᾷ ἡμέρᾳ γεγονός. Οἱ δέ φασι τέσσαρας. διὰ τοῦτο ποταμοὺς εἰσάγει, καὶ θεοὺς παρίστησιν, οὐχ ἵνα μόνον ἀφανίσῃ τὸ τεῖχος, ἀλλὰ καὶ τὸν τόπον, διὰ τὸ μηδὲ ἴχνος φανῆναι. Ὗεν. Ἔβρεχε.

`12.26`

Συνεχές. Συνεχῶς, ἐπιμόνως. Ἁλίπλοα. Τῇ θαλάσσῃ ἐπιπλέοντα. Θείη. Ποιήσῃ.

`12.28`

Θεμείλια. Θεμέλια. Ἰὰς ἡ διάλεκτος.

`12.29`

Φιτρῶν. Κορμῶν. Λάων. Λίθων.

`12.30`

Ἀγάῤῥοον. Ἄγαν ῥοώδη. ὅ ἐστι, σφοδρὰ ῥεύματα ἔχοντα.

`12.31`

Ἠϊόνα. Αἰγιαλόν. Οὕτω δὲ καλεῖται ὁ παραθαλάσσιος καὶ ὁδεύσιμος τόπος. παρὰ τὸ ἰέναι.

`12.33`

Κὰρ ῥόον. Κατὰ τὸν ῥοῦν. Ἵεν. Ἀφίεσαν.

`12.35`

Δεδῄει. Ἐξῆπτο, διεγήγερτο.

`12.36`

Κανάχιζεν. Ἤχει. Δούρατα πύργων Βαλλόμενα. Ἤτοι, τὰ δόρατα ἤχει τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ, τὰ ἐνῳκοδομημένα τοῖς πύργοις ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα.

`12.37`

Διὸς μάστιγι. Τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κεκακωμένοι. Μάστιγι δὲ, τῷ κεραυνῷ.

`12.38`

Ἐελμένοι. Συγκεκλεισμένοι. Ἰσχανόωντο. Κατείχοντο. ἐπείθοντο.

`12.42`

Βλεμεαίνων. Ἐπιῤῥωννύμενος.

`12.43`

Πυργηδόν. Πύργου δίκην ἐν τάξει. Ἀρτύναντες. Παρασκευάσαντες, ἑτοιμάσαντες.

`12.44`

Θαμειάς. Συνεχεῖς, πυκνάς.

`12.46`

Ἀγηνορίη. Ἡ ἄγαν προθυμία, ἀνδρεία.

`12.47`

Ταρφέα. Πυκνά.

`12.48`

Ὅππη τʼ ἰθύσῃ. Ὅπου δʼ ἂν ἐνορμήσῃ. Τῇ τʼ εἴκουσι. Κατὰ τοῦτο εἴκουσιν, ὅ ἐστιν, ὑποχωροῦσιν.

`12.49`

Εἱλίσσετο. Ἐστρέφετο.

`12.51`

Χρεμέτιζον. Ἰδιάζουσαν φωνὴν ἀπετέλουν.

`12.52`

Ἀπὸ γὰρ δειδίσσετο. Ἀντὶ τοῦ, εἰς δέος ἦγε καὶ φόβον.

`12.53`

Ὑπερθορέειν. Ὑπερπηδῆσαι.

`12.54`

Ῥηϊδίη. Ῥαδίως, εὐκόλως. Κρημνοί. Αἱ ὄχθαι. Ἐπηρεφέες. Ὑψηλοὶ, μεγάλοι.

`12.56`

Ἠρήρει. Ἐπεπύκνωτο. ἥρμοστο.

`12.57`

Ἀλεωρήν. Φυλακὴν, ἔκκλισιν, ἀποφυγήν.

`12.59`

Μενοίνεον. Προεθυμοῦντο, ἐνήργουν. Εἰ τελέουσιν. Εἰ τελέσουσιν. Ὅ ἐστι, παρέλθοιεν.

`12.60`

Εἶπε. Προσεφθέγξατο.

`12.62`

Ἀφραδέως. Ἀπρονοήτως, ἀπείρως.

`12.66`

Στεῖνος. Στένωμα. Τρώσεσθαι. Ἡττηθήσεσθαι. Τρῶμα γὰρ, ἡ ἧττα.

`12.67`

Ἀλαπάζει. Κενοῖ, πορθεῖ.

`12.70`

Νωνύμνους. Ἀνωνύμους.

`12.71`

Παλίωξις. Πάλιν δίωξις. Οὕτω γὰρ καλεῖται ἡ τῶν διωκόντων φυγή.

`12.72`

Ἐνιπλήξωμεν. Ἐμπέσωμεν.

`12.74`

Ἄψοῤῥον. Εἰς τοὐπίσω ὁρμήσαντα. Ἑλιχθέντων. Ὑποστραφέντων.

`12.76`

Ἐρυκόντων. Ἀντὶ τοῦ, ἐρυκέτωσαν. ὅ ἐστι, κατεχέτωσαν.

`12.77`

Πρυλέες. Πεζοὶ ὁπλῖται.

`12.80`

Ἅδε. Ἤρεσκεν. Ἀπήμων. Ἄλυπος.

`12.82`

Ἠερέθοντο. Ἀπαιωροῦντο, ἐκρέμαντο.

`12.86`

Ἀρτύναντες. Παρασκευάσαντες, τάξαντες.

`12.87`

Πένταχα. Εἰς πέντε τάξεις.

`12.93`

Πάρις. Ὁ Ἀλέξανδρος. Κατὰ γαστρὸς ἔχουσα ἡ Ἑκάβη, ὄναρ ἐθεάσατο, ὅτι ἔτεκε δαλὸν, ἀφʼ οὗ κατεφλέχθη πᾶσα ἡ πόλις. Τὸ οὖν τεχθὲν, οὐ γνώμῃ τῶν μάντεων ἐξετέθη, ἀλλὰ γνώμῃ θεῶν. Ὃ ὑπὸ τοῦ εὑρόντος ἐτράφη βουκόλου. Ἄρκτον γὰρ αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος, ἀνέθρεψεν. Ἐκλήθη οὖν Πάρις, οὐχ ὅτι, ὥς τινές φασι, ἐν πήρᾳ ἐτράφη, ἀλλʼ ὅτι τὸν μόρον παρῆλθεν. Ὕστερον δὲ Ἀλέξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν, ἐβοήθησε, πολέμου ἐπελθόντος.

`12.102`

Πρὸς δʼ ἕλετο. Προσέλαβε δέ.

`12.103`

Εἴσαντο. Ἔδοξαν, κατεφάνησαν. Διακριδόν. Ὥστε διακεκρίσθαι καὶ φανερὸν εἶναι πᾶσιν.

`12.104`

Ἔπρεπε. Διέπρεπεν.

`12.105`

Ἄραρον. Ἠσφαλίσαντο, ἥρμοσαν. Τυκτῇσι βόεσσι. Ταῖς εἰργασμέναις βύρσαις. Λέγει δὲ, ταῖς ἀσπίσιν. Οὐ δέ ποτε δὲ βοῦν ἁπλῶς λέγει τὴν ἀσπίδα, ἀλλὰ μετά τινος. ἐξ οὗ γνωρίζεται βῶν ἀζαλέην.

`12.106`

Λελιημένοι. Παρωρμημένοι, ἔνθερμοι.

`12.107`

Σχήσεσθαι. Σχεθῆναι, κωλυθῆναι.

`12.112`

Πέλασσε. Προσήγγισε, προσῆλθεν.

`12.113`

Ἀλύξας. Διαφυγών.

`12.116`

Δυσώνυμος. Χαλεπή.

`12.117`

Δευκαλίδαο. Δευκαλίωνος παιδός. Γίγνονται δὲ ἐκ Πύῤῥας καὶ Δευκαλίωνος, ὥς φησιν Ἀπολλόδωρος, παῖδες· Ἕλλην μὲν πρῶτος, ὃν ἐκ Διὸς ἔνιοι γεγεννῆσθαι λέγουσι. Δεύτερος δὲ Ἀμφικτύων, ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς. Θυγάτηρ δὲ, Πρωτογένεια.

`12.118`

Εἴσατο. Ὥρμησε. Σημαίνει δὲ τρία. Εἴσατο, ἀντὶ τοῦ, Ὥρμησεν· Εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά. Εἴσατο, ἀντὶ τοῦ, ἐφάνη· Εἴσατο δʼ ὥστε ῥινόν. Εἴσατο, ἔγνω· Εἴσομαι, εἴ κέ μʼ Ὀδυσσεύς.

`12.121`

Ὀχῆα. Τὸν συνεκτικὸν τῆς θύρας μοχλόν.

`12.124`

Ἰθύς. Ἐπʼ εὐθείας. Ἕποντο. Παρεγένοντο.

`12.125`

Κεκληγότες. Κεκραγότες.

`12.128`

Λαπιθάων. Λαπίθαι, ἥρωες Ἀχαιοὶ, ἀπὸ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης νύμφης τὸ γένος ἔχοντες.

`12.132`

Ὑψικάρηνοι. Μακραί.

`12.134`

Διηνεκέεσσιν. Ἐπιμήκεσιν. Ἀραρυῖαι. Ἡρμοσμέναι, βέβαιαι.

`12.136`

Ἐφέβοντο. Ἔφευγον.

`12.137`

Βόας αὔας. Βύρσας ξηρὰς, τοῦτʼ ἔστιν, ἀσπίδας.

`12.138`

Ἔκιον. Ἐπῄεσαν.

`12.141`

Εἵως. Ἕως. πρὶν ἐλθεῖν τοὺς βαρβάρους.

`12.142`

Ἔνδον. Ἔσω τειχῶν.

`12.145`

Ἐκ δὲ τὼ ἀΐξαντε. Ἐξελθόντες δὲ αὐτοί.

`12.147`

Δέχαται. Ἐκδέχονται. Κολοσυρτόν. Παρὰ τὸ τὰ κῶλα ἐπισύρειν. Ἢ τὸν κολῳὸν, ἤγουν τὸν συριγμόν. Ἰόντα. Ἐπερχόμενον.

`12.148`

Δοχμώ τʼ ἀΐσσοντε. Εἰς πλάγιον ὁρμῶντες. Ἄγνυτον. Κατακλῶσιν, κατάσσουσι.

`12.149`

Πρύμνην. Ἐκ ῥιζῶν, ἐσχάτην. Ὑπαὶ δέ. Ὑπὸ δὲ τῶν ὀδόντων. Κόμπος. Ψόφος.

`12.153`

Λαοῖσι καθύπερθε πεποιθότες. Τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαῤῥοῦντες. Καθύπερθεν. Ἔμπροσθεν.

`12.156`

Ἔραζε. Εἰς τὴν γῆν.

`12.157`

Ζαής. Μεγάλως πνέων, βίαιος.

`12.160`

Κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν. Αἱ περικεφαλαῖαι δὲ αὐτῶν ξηρὸν ἦχον ἀπετέλουν. περιήχουν. Αὖον. Ξηρόν.

`12.161`

Μυλάκεσσι. Τραχέσι λίθοις.

`12.163`

Ἀλαστήσας. Δεινοπαθήσας.

`12.164`

Φιλοψευδής. Ψεύστης.

`12.166`

Σχήσειν. Ἐπισχεῖν.

`12.167`

Μέσον αἰόλοι. Ποικίλοι τὰ μέσα τοῦ σώματος. Εἰσὶ γὰρ ἐπτερωμένοι καὶ ξανθοί· ἀφʼ οὗ εὐκίνητοι. ὡς καὶ ἀλλαχοῦ φησι· Αἰόλον ἵππον. Ἄμεινον δὲ ἀκούειν, τοὺς εὐκινήτους.

`12.168`

Οἰκία. Νῦν φωλεούς. Καὶ κοῖλον δόμον τὴν σφηκίαν φησί. Ὁδῷ ἔπι. Ἀντὶ τοῦ, παρὰ τὴν ὁδόν. Παιπαλοέσσῃ. Τῇ πολλὰς ἐκτομὰς ἐχούσῃ, τῇ τραχείᾳ.

`12.170`

Θηρητῆρας. Τοὺς ἐρεθίζοντας.

`12.172`

Χάσσασθαι. Χωρισθῆναι.

`12.177`

Θεσπιδαές. Θεῖον. τὸ ὑπὸ θεῶν ἀναπτόμενον.

`12.179`

Ἀκαχήατο. Ἐλελύπηντο.

`12.183`

Χαλκοπαρῄου. Χαλκᾶς παραγναθίδας ἐχούσης.

`12.184`

Ἔσχεθεν. Ἐπέσχεν, ἐκώλυσε.

`12.189`

Τυχήσας. Ἐπιτυχών.

`12.192`

Αὐτοσχεδίην. Ἐκ τοῦ πλησίον, ἐκ χειρός.

`12.194`

Ἐπασσυτέρους. Ἐπʼ ἀλλήλους.

`12.201`

Ὑψιπέτης. Εἰς ὕψος πετόμενος. Τῷ δὲ τόνῳ ἀναγνωστέον, ὡς νεφεληγερέτης. Ὑψιπετὴς δὲ, ἀπὸ ὕψους πεπτωκώς. Ἐέργων. Ἀφορίζων, ὥστε φαίνεσθαι μέσον αὐτῶν. Ἐπʼ ἀριστερὰ λαὸν ἐέργων. Ὑποχωρῆσαι συμφέρον προσημαίνων. Ἀριστερὰ γὰρ σημεῖα τὰ ἀπαίσια· δεξιὰ δὲ τὰ συμφέροντα. Ζητεῖται δὲ, πῶς ὁ Ζεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρῶας, σημεῖον αὐτοῖς κωλυτικὸν ἀποπέμπει. Φησὶ γάρ· Ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσι. Καὶ ῥητέον, ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν, ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλλήνων. Οὐ γὰρ κατὰ προαίρεσιν αὐτοὺς ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι.

`12.202`

Φοινήεντα. Φονευτικόν. ἢ πυῤῥόν.

`12.204`

Κόψεν. Ἔδακεν, ἔπληξεν. Ἔχοντα. Κρατοῦντα.

`12.205`

Ἰδνωθείς. Συνειλήσας ἑαυτόν. καμφθείς. Ἀπὸ ἕθεν. Ἀπὸ ἑαυτοῦ.

`12.207`

Κλάγξας. Βοήσας.

`12.208`

Αἰόλον ὄφιν. Τὸν ποικίλον καὶ πολύστικτον. Πέπονθε δὲ ἐπὶ τέλους ὁ στίχος, ἔχων τὸν ἐκ δύο βραχειῶν πυῤῥίχιον. καὶ καλεῖται μείουρος.

`12.212`

Ἐσθλὰ φραζομένῳ. Τὰ ἀγαθὰ συμβουλεύοντι.

`12.213`

Δῆμον. Νῦν, τὸν δημότην. Παρέξ. Ἔξω τοῦ δέοντος δημηγορεῖν.

`12.214`

Ἀέξειν. Αὔξειν.

`12.216`

Μὴ ἴομεν. Μὴ ἀπέλθωμεν.

`12.224`

Ῥηξόμεθα. Διαῤῥήξωμεν.

`12.225`

Οὐ κόσμῳ. Οὐ κατὰ τὸ δέον. Αὐτὰ κέλευθα. Τὰς αὐτὰς ὁδούς.

`12.228`

Ὑποκρίναιτο. Ἀντὶ τοῦ, ἀποκρίναιτο ἐξηγούμενος τὸ σημεῖον. Θεοπρόπος. Ὁ ἐκ θείας ἐπιπνοίας μαντευόμενος. ὁ χρησμῳδός. Νῦν δὲ, οἰωνιστής.

`12.229`

Εἰδείη τεράων. Ἐπιστήμων εἴη παρατηρήσεως σημείων.

`12.231`

Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις. Ἡρακλέους πορθήσαντος Ἴλιον, Πρίαμος ὁ Λαομέδοντος, παραλαβὼν τὴν βασιλείαν, ἔπεμψεν εἰς Δελφοὺς, μαντευσόμενος περὶ τῶν ἐνεστώτων. Οἱ δὲ πορευθέντες, χρησμόν τε λαμβάνουσι, καὶ Πάνθουν, ἕνα τῶν Δελφῶν, ἄγουσι, ὅπως κατὰ τὸ συνεχὲς μαντεύηται Πριάμῳ. Γήμας δὲ οὗτος θυγατέρα Κλυτίου Προνόμην, Πολυδάμαντα γεννᾷ, τήν τε μαντικὴν ἀναδιδάσκει. λέγεται δὲ, μιᾷ νυκτὶ τοῦτόν τε καὶ τὸν Ἕκτορα γεννηθῆναι.

`12.233`

Ἀπὸ σπουδῆς. Ἀπὸ κρίσεως.

`12.234`

Ἐξ ἄρα ὤλεσαν. Ἐξώλεσαν δή.

`12.237`

Τανυπτερύγεσσι. Ἐπιμήκεις πτέρυγας ἔχουσι.

`12.239`

Εἴτʼ ἐπὶ δέξιʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε. Δεξιὰ, τὰ ἀνατολικὰ καλεῖ· ἀριστερὰ δὲ, τὰ δυτικά. Πρὸς ἠῶ. Πρὸς ἀνατολήν.

`12.240`

Ποτὶ ζόφον. Πρὸς δυσμάς.

`12.247`

Μενεδήϊος. Μένων τοὺς πολεμίους ἐν τῇ μάχῃ. πολεμικός.

`12.249`

Παρφάμενος. Παραλογισάμενος, πείσας.

`12.250`

Δαμείς. Πληγείς.

`12.255`

Θέλγεν. Ἠπάτα. ἔβλαπτε.

`12.257`

Πειρήτιζον. Διάπειραν ἐποιοῦντο.

`12.258`

Κρόσσας. Τὰς ὑποκρόσους κλίμακας. Πύργων ἔρυον. Ἀντὶ τοῦ, ἐπὶ τοὺς πύργους εἷλκον, παρετίθεσαν. Ἔρειπον. Κατέβαλλον, κατέστρεφον. Ἐπάλξεις. Τοὺς προμαχῶνας τῶν τειχῶν.

`12.259`

Στήλας. Ὀρθοὺς λίθους. Παρὰ τὸ ἵστασθαι. Λέγει δὲ τοὺς θεμελιαίους. ὅθεν καὶ προβλῆτας αὐτούς φησι, παρὰ τὸ προβεβλῆσθαι. Ἐμόχλευον. Διὰ μοχλῶν ἐκίνουν.

`12.260`

Ἔχματα. Ἐρείσματα.

`12.261`

Αὖ ἔρυον. Ἐξέβαλλον.

`12.265`

Κελευτιόωντο. Παρεκελεύοντο.

`12.266`

Φοιτήτην. Ἐμμανῶς ἐπήρχοντο.

`12.267`

Στερεοῖς. Ἐπιτεταμένοις, σκληροῖς.

`12.269`

Μεσήεις. Μέσος κατὰ δύναμιν.

`12.273`

Τετράφθω. Τραπέσθω. Ὁμοκλητῆρος. Τοῦ ἐγκελευομένου. τοῦ ἀπειλοῦντος.

`12.274`

Πρόσω ἴεσθε. Εἰς τοὔμπροσθεν ἔρχεσθε καὶ ὁρμᾶτε.

`12.276`

Δίεσθαι. Διῶξαι.

`12.277`

Προβοῶντε. Ἔμπροσθεν τῶν λοιπῶν βοῶντες ἢ προμαχόμενοι. Βοὴ γὰρ ἡ μάχη, ἀπὸ τοῦ παρακολουθοῦντος.

`12.279`

Ὤρετο. Ὥρμησε. προεθυμήθη.

`12.280`

Πιφαυσκόμενος. Φανεροποιῶν, ἐμφανιζόμενος. Τὰ ἃ κῆλα. Τὰ αὐτοῦ σημεῖα καὶ βέλη, ἃ ἐπιπέμπει κατὰ χόλον. Βέλος δὲ νῦν εἴρηκε τὸν χειμῶνα.

`12.282`

Πρώονας. Προβολὰς ὀρῶν, ἐξοχάς.

`12.283`

Λωτεῦντα. Ἀνθοῦντα. Πίονα ἔργα. Νῦν, γεώργια.

`12.285`

Προσπλάζον. Προσερχόμενον. προσρηγνύμενον. Ἐρύκεται. Ἀντὶ τοῦ, ἐρύκει, κατέχει.

`12.286`

Εἰλύαται. Κεκάλυπται. Ἐπιβρίσῃ. Ἐπιβαρήσῃ, πολὺς καὶ μέγας ἐπέλθῃ. Διὸς ὄμβρος. Ἡ χιὼν, νῦν.

`12.287`

Πωτῶντο. Ἐπέτοντο, ἐφέροντο. Λίθοι θαμειαί. Πυκναὶ λίθοι. Θηλυκῶς δέ φησιν.

`12.293`

Ἕλιξιν. Μέλασιν. Ἢ, εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ.

`12.295`

Ἐξήλατον. Ἐξ ἐλασμάτων κατασκευασθεῖσαν. ἐξάπτυχον.

`12.296`

Ἤλασε. Κατεσκεύασεν. Ἔντοσθεν. Ἔσωθεν. Βοείας. Βύρσας. Ἔντοσθε δὲ βοείας ῥάψε θαμειὰς χρυσείοις ῥάβδοισιν. Ἐπεὶ τῶν πτυχῶν, αἱ μὲν ἐκ χαλκοῦ ὑπῆρχον, αἱ δὲ ἐκ βύρσης, διατοῦτο ἔῤῥαψεν αὐτὰς ταῖς ῥάβδοις.

`12.297`

Ῥάβδοισι. Τοῖς κανόσιν, οἷς εἴχοντο αἱ ἀσπίδες. Περὶ κύκλον. Ὥστε ἐκ τῆς ῥαφῆς κύκλον ἀποτελεῖσθαι.

`12.300`

Κέλεται. Ἀναγκάζει.

`12.301`

Πειρήσοντα. Πεῖραν ληψόμενον. Πυκινὸν δόμον. Ἀσφαλῇ. Λέγει δὲ τὴν ἔπαυλιν.

`12.302`

Παρʼ αὐτόφι. Παρʼ αὐτοῖς. Βώτορας. Βοσκήτορας, βουκόλους.

`12.303`

Δούρεσσι. Δόρασιν. Ἀπὸ ὀνομαστικῆς τῆς δόρυ, ἡ γενικὴ δόρυος καὶ δουρός· ἀπὸ δὲ τοῦ δόρατος, καὶ δόρασι, πληθυντικῶς.

`12.304`

Ἀπείρητος. Ἄνευ ἐπιβολῆς. Ἄπειρος. Μέμονε. Προεθυμεῖτο. Δίεσθαι. Διωχθῆναι.

`12.311`

Ἕδρῃ. Προεδρίᾳ, τιμῇ.

`12.314`

Φυταλιῆς. Ἀμπελοφύτου γῆς.

`12.316`

Καυστειρῆς. Ἐμπύρου, θερμῆς. Διὰ τὸ θερμὸν τῶν ἀγωνιζομένων.

`12.317`

Πύκα θωρηκτάων. Ἐπιμελῶς τεθωρακισμένων. πολεμικῶν.

`12.320`

Ἔξαιτον. Ἐξαίρετον.

`12.325`

Στέλλοιμι. Παρασκευάζοιμι, πέμποιμι.

`12.328`

Ἠέ τῳ. Ἢ τινί. Κῦδος. Δόξαν, τιμήν. Ὀρέξομεν. Περιποιήσωμεν, παράσχωμεν.

`12.333`

Πάπτῃνε. Περιεβλέψατο.

`12.334`

Ἀρήν. Βλάβην. Ὀξυτόνως. Ἀμύναι. Ἀμύνῃ. Ἀποστρέψῃ.

`12.335`

Ἀκορήτω. Ἀπλήστους.

`12.337`

Οὔπως οἱ ἔην. Οὐδέπω ἦν αὐτῷ δυνατόν. Βώσαντι γεγωνεῖν. Βοήσαντι ἀκουσθῆναι.

`12.339`

Ἱπποκόμων. Ἐχουσῶν κόμας ἐξ ἱππείων τριχῶν.

`12.340`

Ἐπῴχατο. Ἐπικεκλιμέναι ἦσαν.

`12.342`

Θοώτην. Ὄνομα κύριον.

`12.346`

Ἔβρισαν. Ἐπεβάρησαν.

`12.347`

Ζαχρηεῖς. Ἄγαν βίαιοι, καὶ μεγάλοι. Τελέθουσι. Διατελοῦσιν.

`12.353`

Εἶθαρ. Εὐθέως.

`12.356`

Ἀντιάσητον. Ἀπαντήσητε, μετάσχητε.

`12.368`

Ἀντιόω. Ἀπαντήσω, μετάσχω.

`12.371`

Ἦιε. Ἀπῄει, ἀπήρχετο. Ὄπατρος. Ὁμόπατρος.

`12.374`

Ἐπειγομένοισιν. Ἐσπουδασμένοις.

`12.375`

Ἐρεμνῇ. Σκοτεινῇ.

`12.380`

Μαρμάρῳ ὀκριόεντι. Λίθῳ τραχεῖ.

`12.381`

Ὑπέρτατος. Ἀνώτατος.

`12.382`

Ἡβῶν. Ἀκμάζων.

`12.384`

Σὺν δʼ ὀστέʼ ἄραξε. Συνέτριψε δὲ τὰ ὀστᾶ αὐτοῦ. τὸ σῶμα, συνεκδοχικῶς.

`12.385`

Ἄμυδις. Ὁμοῦ. Ἀρνευτῆρι. Κυβιστῇ, ἢ δύτῃ. Καὶ οὗτοι γὰρ ἐπὶ κεφαλὴν ἑαυτοὺς ῥίπτουσι. Παρὰ τοὺς ἄρνας. οὗτοι γὰρ κυβιστῶσιν, ὥσπερ τὸν ἀέρα κυρίττοντες. Τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται.

`12.388`

Ἐπεσσύμενον. Ἐφορμῶντα.

`12.389`

Ἧ ῥʼ ἴδε γυμνωθέντα βραχίονα. Καθʼ ὃ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον.

`12.390`

Ἆλτο. Καθήλατο.

`12.391`

Ἀθρήσειε. Θεάσοιτο. Εὐχετόῳτο. Καυχῷτο.

`12.395`

Ἑσπόμενος. Ἀκολουθήσας.

`12.397`

Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλών. Εὐρώπην τὴν Φοίνικος Ζεὺς θεασάμενος ἔν τινι λειμῶνι μετὰ νυμφῶν ἄνθη ἀναλέγουσαν, ἠράσθη, καὶ κατελθὼν, ἤλλαξεν αὑτὸν εἰς ταῦρον, ὅστις, ἀπὸ τοῦ στόματος κρόκον πνέων, τὴν Εὐρώπην, ἀπατήσας, ἐβάστασε. καὶ διαπορθμεύσας εἰς Κρήτην, ἐμίγη. Εἶθʼ οὕτως συνῴκισεν αὐτὴν Ἁστερίωνι τῷ Κρητῶν βασιλεῖ. Γενομένη δὲ ἔγκυος ἐκείνη, τρεῖς παῖδας ἐγέννησε· Μίνωα, Σαρπηδόνα, καὶ Ῥαδάμανθυν. Ἱστορεῖ Ἡσίοδος καὶ Βακχυλίδης.

`12.398`

Διαμπερές. Διηνεκῶς.

`12.400`

Ὁμαρτήσαντε. Ὁμοῦ καὶ ὑπὸ τὸν αὐτὸν καιρὸν ἀφιέντες τὰ δόρατα, καὶ ἐπιτυχόντες.

`12.405`

Στυφέλιξεν. Ἀπετίναξεν.

`12.407`

Ἀρέσθαι. Ἀπενέγκασθαι, κτήσασθαι.

`12.408`

Ἑλιξάμενος. Ἐπιστραφείς.

`12.409`

Τί δʼ ἄρʼ. Τί δή. Θούριδος. Ὀξυκινήτου, ταχείας.

`12.410`

Ἀργαλέον. Χαλεπὸν, ἀδύνατον.

`12.412`

Ἐφομαρτεῖτον. Ἀκολουθεῖτε.

`12.414`

Μᾶλλον. Ἢ τὸ πρότερον. Ἐπέβρισαν. Βαρεῖς ἐπῆλθον τοῖς Ἀχαιοῖς.

`12.415`

Ἐκαρτύναντο. Ἰσχυροποίησαν, γενναίως συνετάξαντο.

`12.420`

Ἂψ ὤσασθαι. Εἰς τοὐπίσω ἀπώσασθαι. Πέλασθε. Προσεπελάσθησαν, προσῆλθον.

`12.421`

Ἀμφʼ οὔροισι. Περὶ ὅρων γῆς. Δηριάασθον. Φιλονεικοῦσιν.

`12.422`

Ἐπιξύνῳ. Ἐπικοίνῳ καὶ ὁμόρῳ χωρίῳ.

`12.423`

Περὶ ἴσης. Περὶ τοῦ ἴσου.

`12.424`

Διέεργον. Διεχώριζον, διΐστων.

`12.425`

Δῄουν. Διέκοπτον.

`12.426`

Λαισήϊα. Μικρὰ ἀσπιδίσκια. Οἱ δὲ, ὅπλου εἶδος ἐπαιρομένου καὶ κούφου.

`12.431`

Ἐῤῥάδαται. Ἐῤῥαμμένοι ἦσαν.

`12.432`

Φόβον. Πανταχοῦ ὁ Ποιητὴς τὴν φυγὴν φόβον φησί.

`12.433`

Τάλαντα. Παρὰ τὸ ταλαὸν καὶ ὑπομονητικὸν τοῦ βάρους. Χερνῆτις. Ἡ ἀπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα. ὅ ἐστι, μισθοῦ ἄλλοις ἐργαζομένη. Ἀληθής. Δικαία, καὶ ἀκριβής.

`12.434`

Ἀμφίς. Ἑκατέρωθεν.

`12.435`

Ἰσάζουσα. Ἐξισοῦσα. Ἀεικέα. Τὸν εὐτελῆ καὶ οἰκτρόν. Ἄρηται. Κτήσηται, λάβῃ.

`12.436`

Ἐπὶ ἶσα μάχη τέτατο. Ἰσόῤῥοπος καὶ ὁμοία ἦν ἡ μάχη αὐτοῖς.

`12.437`

Ὑπέρτερον. Μέγα.

`12.438`

Ἐσήλατο. Ἐὰν μὲν δασέως, εἰσῆλθεν. Ἐὰν δὲ ψιλῶς, ἐσάλευσεν.

`12.441`

Ἐνίετε. Ἐμβάλλετε.

`12.444`

Κροσσάων. Ὑποτρόχων κλιμάκων πρὸς τειχομαχίαν ἐπιτηδείων.

`12.446`

Πρυμνός. Παχὺς κατὰ τὸ ἔσχατον μέρος. Παχύς. Ἑτεροβαρής.

`12.448`

Ἀπʼ οὔδεος ὀχλίσειαν. Ἀποκινήσειαν τοῦ ἐδάφους.

`12.449`

Πάλλεν. Ἀνέπαλλεν, ἐκίνει.

`12.452`

Ὀλίγον ἄχθος. Ὡς κοῦφον βάρος. Ἐπείγει. Βαρεῖ.

`12.453`

Σανίδων. Τῶν θυρῶν. Ἀείρας. Ἐπάρας, βαστάσας.

`12.455`

Δικλίδας. Διθύρους. Ὀχῆες. Οἱ μοχλοί. Ἀπὸ τοῦ συνέχειν τὰς θύρας.

`12.456`

Εἶχον. Κατεῖχον. Ἐπημοιβοί. Ἐπʼ ἀμοιβῆς ἀλλήλοις ἐπικείμενοι. εἷς ἐφʼ ἕνα. Κληΐς. Κλείς. Ἐπαρήρει. Ἐφήρμοστο, ἐπέκειτο.

`12.457`

Ἐρεισάμενος. Μετὰ πολλῆς δυνάμεως ἐπερεισθείς.

`12.458`

Εὖ διαβάς. Ἰσχυρῶς στάς. Ἀφαυρότατον. Ἀντὶ τοῦ, ἄφαυρον καὶ ἀσθενές. Ἔστι δὲ ὑπερθετικὸν ἀντὶ τοῦ ἀπολύτου.

`12.459`

Θαιρούς. Τοὺς στρόφιγγας.

`12.460`

Βριθοσύνῃ. Τῷ βάρει.

`12.461`

Ἐσχεθέτην. Ἐπέσχον. Διέτμαγον. Διεσχίσθησαν, διεχωρίσθησαν.

`12.462`

Λᾶος ὑπαὶ ῥιπῆς. Ὑπὸ τῆς τοῦ λίθου φορᾶς. Ἔσθορεν. Εἰσεπήδησε.

`12.463`

Νυκτὶ θοῇ. Ἤτοι, τῇ ταχέως ἐπιλαμβανούσῃ τὴν γῆν. Ἢ, ἐπεὶ δοκεῖ ταχέως παριέναι, ὡς πρὸς τὴν ἡμέραν, κοιμωμένων ἡμῶν. Ὑπώπια. Τὴν πρόσοψιν. Ἀπὸ μέρους τὸ ὅλον.

`12.464`

Τὸν ἕεστο. Ὃν ἠμφίεστο.

`12.467`

Ἑλιξάμενος. Ἐπιστραφείς.

`12.469`

Ὑπέρβασαν. Ὑπερέβησαν.

`12.470`

Ἐσέχυντο. Εἰσεχύθησαν, εἰσῆλθον. Τροπικῶς, ἀπὸ τῶν ὑδάτων. Ἐφόβηθεν. Εἰς φυγὴν ἐτράπησαν.

`12.471`

Ἀλίαστος. Ἀμετάτρεπτος, ἄπαυστος. Ἐτύχθη. Ἐγένετο.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahl`.
