---
title: "D-Scholia on the Iliad: Book X"
title_greek: "Σχόλια εἰς Ἰλιάδα, Ιʹ"
author: Scholia on the Iliad and Odyssey
eul_wid: vta-ahj
eul_aid: vta
canonical: "https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-10-vta-ahj"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:b9d991f0a15173d3c5fa867f206a0daa2bd845fff0fefedf7cc0dffdaa68e4d3"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# D-Scholia on the Iliad: Book X

*Σχόλια εἰς Ἰλιάδα, Ιʹ*

**Author:** Scholia on the Iliad and Odyssey

**eul_wid:** `vta-ahj` · [HTML page](https://eulogikon.org/works/homer-comm-d-scholia-iliad-book-10-vta-ahj)

## Text

Part of [D-Scholia on the Iliad](/works/homer-comm-d-scholia-iliad-vta-ah)

`10.1`

Παναχαιῶν. Πάντων τῶν Ἑλλήνων.

`10.2`

Παννύχιοι. Νῦν τὸ, παννύχιοι, οὐ σημαίνει τὸ διʼ ὅλης νυκτὸς, ἀλλὰ, τὸ πλεῖστον μέρος τῆς νυκτός. Μαλακῷ. Προσηνεῖ, ἡδεῖ. Δεδμημένοι. Κατεχόμενοι.

`10.4`

Ἔχε. Κατεῖχεν. Ὁρμαίνοντα. Ἐν νῷ ἔχοντα, βουλευόμενον.

`10.6`

Τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον. Τῷ, πολὺν, ἐπήνεγκε τὸ ἀθέσφατον, αὐξήσεως χάριν. Ἔνιοι δὲ, στίζοντες μετὰ τὸν ὄμβρον, ἀπὸ ἄλλης ἀρχῆς ἀναγινώσκουσιν, ἵνʼ ᾖ πολλὴν χάλαζαν.

`10.7`

Ἐπάλυνεν. Ἐλεύκανεν. ὡς παλὴ καταπασθεῖσα. Οὕτως γὰρ ὀξυτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου.

`10.8`

Ποθί. Δή. Πτολέμοιο μέγα στόμα. Ἤτοι μεταφορικῶς, τὴν ἀρχὴν τοῦ πολέμου. Ἢ περιφραστικῶς, ὅλον αὐτόν. διότι πάντων δαπανητικός. Πευκεδανοῖο. Πικροῦ, ὀλεθρίου. Ἀπὸ τῆς πεύκης ἡ μεταφορά. Καὶ γὰρ ἡ πεύκη κοπεῖσα, οὐκ ἀνίησι βλαστούς. καὶ τὸ δάκρυον αὐτῆς πικρότερόν ἐστιν ἢ πίσσα.

`10.9`

Πυκινά. Πυκνῶς, συνεχῶς.

`10.10`

Νειόθεν. Ἐκ βάθους. κάτωθεν. Κραδίης. Ψυχῆς.

`10.11`

Ἀθρήσειεν. Ἀπίδοι.

`10.12`

Θαύμαζε πυρὰ πολλά. Πῶς φησιν ὁ Ἀγαμέμνων, ἐντὸς τοῦ τείχους ὑπάρχων, ἐθαύμαζε τὰ πυρὰ, τὴν ἀρχὴν μὴ δὲ βλέπων αὐτὰ διὰ τοῦ τείχους; Καὶ ῥητέον, ὅτι ὡς βασιλεὺς ὑψηλὴν εἶχε σκηνὴν, ἵνʼ εὐχερῶς δύνηται πάντα θεωρεῖν.

`10.13`

Αὐλῶν συρίγγων τʼ ἐνοπήν. Ἦχον. Προσληπτέον, τὸ, ἀκούων. Ἐσημειώσατο δὲ διὰ τοῦ ἤχου, ὅτι παρὰ τοῖς βαρβάροις ἐγιγνώσκετο τὰ ὄργανα ταῦτα. Ὅμαδόν τʼ ἀνθρώπων. Καὶ ἐνταῦθα σκώπτει τὸ θορυβῶδες τῶν βαρβάρων.

`10.15`

Προθελύμνους. Ἐπʼ ἀλλήλους. Ἢ, προῤῥίζους. Θέλυμνα δὲ κυρίως, οἱ θεμέλιοι.

`10.16`

Ὑψόθʼ ἐόντι Διΐ. Λείπει τὸ, ἀποδυρόμενος. Κυδάλιμον. Συνετὸν, ἔνδοξον.

`10.18`

Νέστορʼ ἐπὶ πρῶτον. Πρῶτον ἐπὶ τὸν Νέστορα.

`10.19`

Συμμῆτιν. Συμβουλήν. Ἀμύμονα. Ἀγαθήν. Τεκτῄναιτο. Συγκατασκευάσοι, ὑπόθοιτο.

`10.20`

Ἀλεξίκακος. Ἀποτρεπτικὸς τῶν κακῶν.

`10.22`

Πέδιλα. Τὰ ὑποδήματα. Παρὰ τὸ, τοῖς ποσὶν εἱλεῖσθαι.

`10.23`

Δαφοινόν. Ἀντὶ τοῦ, δαφοινοῦ. φονευτικοῦ. Κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸ ζῶον. ὡς ἐπὶ ζῶντα γὰρ τὸν λέοντα τὴν ἀναφορὰν ἔχει τὸ ἐπίθετον. Ἑέσσατο. Περιέθετο. ἠμφιέσατο.

`10.24`

Αἴθωνος. Τοῦ θερμοῦ καὶ διαπύρου τὴν φύσιν. Ποδηνεκές. Μέχρι ποδῶν διῆκον. μέγα.

`10.26`

Ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανεν. Ὁ ὕπνος ἐν τοῖς βλεφάροις κατελάμβανε.

`10.27`

Τοὶ δὴ ἕθεν εἵνεκα. Οἵτινες ἕνεκα αὐτοῦ ἦλθον. Πουλὺν ἐφʼ ὑγρήν. Ἐπὶ πολλὴν θάλασσαν. Ἀττικῶς.

`10.28`

Ὁρμαίνοντες. Ἐνθυμούμενοι, ὁρμὴν ἔχοντες.

`10.30`

Στεφάνην. Περικεφαλαίαν.

`10.31`

Παχείῃ. Ἰσχυρᾷ.

`10.33`

Δήμῳ. Τῷ ἀθροίσματι τῶν Ἑλλήνων.

`10.34`

Ἀμφʼ ὤμοισι τιθήμενον. Περὶ τοῖς ὤμοις θέμενον.

`10.35`

Νηῒ παρὰ πρύμνῃ. Παρὰ τῇ τῆς νεὼς πρύμνῃ. Ἀσπάσιος. Εὐκταῖος, ἡδύς.

`10.37`

Ἠθεῖε. Ἠθικὴ προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον.

`10.38`

Ἐπίσκοπον. Κατάσκοπον.

`10.39`

Δείδω. Δέδοικα, φοβοῦμαι.

`10.40`

Σκοπιαζέμεν. Σκοπεῖν.

`10.41`

Νύκτα διʼ ἀμβροσίην. Ἀνὰ τὴν νύκτα, ἐν ᾗ οἱ βροτοὶ οὐ προΐασιν. Ὅθεν καὶ ἀβρότη ἡ νύξ. Θρασυκάρδιος. Εὔτολμος.

`10.43`

χρεὼ βουλῆς ἐμὲ καὶ σέ. Χρεία συμβουλῆς ἐμοὶ καὶ σοί. Ἔστι δὲ σολοικισμὸς παρὰ τὰς πτώσεις. ἀντὶ τοῦ, ἐμοὶ καὶ σοί.

`10.44`

Κερδαλέης. Συνετῆς, ὠφελίμου, ἢ πανούργου. Παρὰ τὴν κερδὼ, ἤγουν τὴν ἀλώπεκα. Ἐρύσσεται. Ῥύσεται, φυλάξει.

`10.45`

Ἐπεὶ Διὸς ἐτράπετο φρήν. Ἐπεὶ ὁ Ζεὺς μετετέθη τῇ γνώμῃ, καὶ τοῖς Τρωσὶ βοηθεῖ, πλέον δὲ ταῖς τοῦ Ἕκτορος ἐθεραπεύθη θυσίαις.

`10.47`

Αὐδήσαντος. Εἰπόντος.

`10.48`

Μέρμερα. Μερίμνης ἄξια, χαλεπά. Ἐν ἤματι. Ἐν μιᾷ ἡμέρᾳ. Μητίσασθαι. Ἐργάσασθαι νῦν.

`10.50`

Οὔτε θεᾶς υἱός. Προσληπτέον, τὸ, ὤν.

`10.52`

Δηθά τε καὶ δολιχόν. Ἐπὶ πολὺν καὶ μακρὸν χρόνον. Μήσατο. Εἰργάσατο.

`10.54`

Ῥίμφα. Ταχέως. Ἐπὶ νῆας. Ἐπὶ τὰς ἐκείνων ναῦς.

`10.55`

Ὀτρυνέω. Διὰ παρακλήσεως παρορμῶ.

`10.56`

Ἱερὸν τέλος. Ἤτοι μέγα, ἢ ἀπηλλαγμένον τῶν λοιπῶν ἔργων. Τέλος δὲ καὶ τὸ τάγμα. Σημαίνει πολλὰ ἡ λέξις. ποτὲ μὲν γὰρ τὸ τάγμα, ὡς ἐνταῦθα. ποτὲ δὲ τὸ τοῦ συμπεπληρωμένου πράγματος ἢ ἔργου τέλος. ποτὲ δὲ τὴν ἐκ τῶν ἐπεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον. ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα, ὡς ἔνεστιν εὑρεῖν παρά τε Θουκυδίδῃ, καὶ Ξενοφῶντι. ποτὲ δὲ τὸ δαπάνημα.

`10.57`

Πυθοίατο. Πεισθεῖεν. Τοῖο γάρ. Τούτου γάρ.

`10.58`

Σημαίνει. Προστάσσει, ἄρχει.

`10.59`

Ἐπετράπομεν. Ἐπετρέψαμεν. ἐξουσίαν δεδώκαμεν.

`10.62`

Δεδεγμένος. Περιμένων.

`10.63`

Μετά σʼ αὖτις. Ἐπὶ σὲ πάλιν εὐθέως ἔλθω. Ἐπὴν εὖ τοῖς ἐπιτείλω. Ἐπειδʼ ἂν αὐτοῖς καλῶς προστάξω.

`10.65`

Ἀβροτάξομεν. Διαμαρτήσομεν, ἀλλήλων ἀποτύχομεν. ὃ τινὲς διαμφοδίσαι φασίν.

`10.67`

Ἧι κεν ἴησθα. Ἐὰν πορευθῇς. Ἐγρήγορθαι. Ἐγρηγορέναι. Ἄνωχθι. Κέλευε.

`10.68`

Πατρόθεν ἐκ γενεῆς. Ἐκ πατρῴου γένους. ἢ, ἀπὸ προγόνων.

`10.69`

Μὴ δὲ μεγαλίζεο θυμῷ. Μὴ δὲ ἐπαίρου τῇ διανοίᾳ διʼ ὑπερηφανίαν.

`10.70`

Πονεώμεθα. Κακοπαθῶμεν, ἐνεργῶμεν.

`10.71`

Ἐπιγεινομένοισι. Γεννωμένοις. Ἵει. Ἔπεμπε. Κακότητα. Κακοπάθειαν, δυστυχίαν, βλάβην.

`10.75`

Ἔντεα. Ὅπλα. Παρὰ τὸ, ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα.

`10.79`

Ἐπεὶ οὔ μιν ἐπέτρεπε γήραϊ λυγρῷ. Ἐπεὶ ἡ πολλὴ αὐτοῦ προθυμία οὐδὲ τῷ γήρᾳ ἄνεσιν ἐδίδου. τοῦτʼ ἔστιν, οὐδὲ ὑπὸ τοῦ γήρως ἐνικᾶτο.

`10.81`

Ἐξερεείνετο. Ἀνηρώτα.

`10.83`

Ὀρφναίην. Σκοτεινήν.

`10.84`

Οὐρήων. Ἡμιόνων. νῦν δὲ, φυλάκων.

`10.89`

Ζεὺς ἐνέηκε πόνοισι διαμπερές. Ὁ Ζεὺς τῇ κακοπαθείᾳ ἐνέβαλε μέχρι τέλους. Εἰσόκʼ ἀϋτμή. Ἕως οὗ ἡ πνοὴ, ὅ ἐστιν, ἡ ζωὴ, καὶ τὰ γόνατά μου ἰσχύῃ, καὶ ἔῤῥωται.

`10.91`

Πλάζομαι. Οὐδὲ ἑστηκὼς διανοοῦμαι. πλανῶμαι κατὰ τὴν γνώμην. Οἱονεὶ, ἀπορῶ ὅπως χρήσομαι τοῖς παροῦσι πράγμασιν.

`10.92`

Ἱζάνει. Ἐμπίπτει.

`10.94`

Ἀλαλύκτημαι. Τεθορύβημαι, ἠπόρημαι.

`10.95`

Ἐκθρώσκει. Ἐξάλλεται, ἐκπηδᾷ.

`10.96`

Δραίνεις. Ἐπινοεῖς, δρᾶσαι δύνασαι.

`10.97`

Καταβείομεν. Κατέλθωμεν.

`10.98`

Καμάτῳ ἀδηκότες. Ὑπὸ τοῦ κόπου ἀηδῶς διακείμενοι, ὀκνήσαντες. Ἠδὲ καὶ ὕπνῳ. Καὶ τῇ ἀγρυπνίᾳ.

`10.99`

Ἐπιπάγχυ λάθωνται. Παντελῶς ληθαργήσουσι.

`10.100`

Δυσμενέες. Πολέμιοι. Σχεδὸν εἵαται. Πλησίον κάθηνται, ἐγγύς εἰσι. Οὐδέ τι ἴδμεν, Μήπως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. Τοῦτο προσκαίρως εἴρηκεν ὁ Ἀγαμέμνων ἕνεκα τοῦ ἐκπλῆξαι τὸν Νέστορα, ἐπεί τοι οὐκ ἦν ἔθος αὐτοῖς νυκτὸς πολεμεῖν.

`10.101`

Μενοινήσωσι. Προθυμηθῶσιν.

`10.104`

Οὔθην. Οὐδαμῶς.

`10.105`

Ἐέλπεται. Ἐλπίζει.

`10.106`

Μοχθήσειν. Ταλαιπωρήσειν, κακοπαθήσειν.

`10.108`

Ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους. Πρὸς δὲ καὶ τοὺς ἄλλους ἐγείρωμεν.

`10.109`

Δουρικλυτόν. Ἔνδοξον περὶ τῷ δόρατι.

`10.110`

Αἴαντα ταχύν. Τὸν Ὀϊλέως. Καὶ γὰρ ἐν ἄλλοις φησί·

  
Πλείστους δʼ ἄνδρας εἷλεν Ὀϊλῆος ταχὺς  
Αἴας. Φυλέος υἱόν. Τὸν Μέγητα. Τὸ ος μικρὸν, διὰ τὸ μέτρον.

`10.111`

Μετοιχόμενος. Ἐπʼ αὐτοὺ ἐπελθών.

`10.112`

Ἀντίθεόν τʼ Αἴαντα. Τὸν Τελαμῶνος.

`10.113`

Ἑκαστάτω. Ποῤῥωτάτω.

`10.115`

Νεικέσω. Κακολογήσω. Οὐδʼ ἐπικεύσω. Καὶ οὐκ ἀποκρύψω.

`10.116`

Ὡς εὕδει. Ὅτι καθεύδει. Ἐπέτρεψεν. Ἐπίστευσε. Πονέεσθαι. Κάμνειν.

`10.117`

Ὄφελεν. Ὤφειλεν. ἔπρεπεν.

`10.118`

Οὐκέτʼ ἀνεκτός. Ἀνυπομόνητος.

`10.120`

Ἄλλοτε. Ἐν ἄλλῳ καιρῷ. Αἰτιάασθαι. Μέμφεσθαι.

`10.121`

Μεθίει. Ἀμελεῖ.

`10.122`

Ὄκνῳ. Ῥαθυμίᾳ, φόβῳ. Ὄκνῳ εἴκων. Ὀκνῶν. Οὔτʼ ἀφραδίῃσι νόοιο. Οὔτε ἀσθενείᾳ λογισμοῦ, ὅ ἐστιν, οὔτε ἀσύνετός ἐστιν.

`10.124`

Ἐμέο. Ἐμοῦ. Ἐπέγρετο. Ἐπηγέρθη, διΰπνισε.

`10.125`

Καλήμεναι. Καλεῖν. Μεταλλᾷς. Ἐπιζητεῖς.

`10.127`

Ἵνα γάρ σφιν. Ἐκεῖ γὰρ αὐτοῖς. Ἐπέφραδον. Εἶπον.

`10.133`

Περονήσατο. Πόρπῃ συνέλαβεν, ἐνεπορπώσατο. Φοινικόεσσαν. Πυῤῥὰν τῷ χρώματι.

`10.134`

Διπλῆν, ἐκταδίην. Τὴν μεγάλην. ὥστε καὶ διπλῇ αὐτῇ χρώμενον ἔχειν ἐκτεταμένην. Οὔλη. Τρυφερὰ, ἢ ἁπαλή. Ἐπενήνοθεν. Ἐπήνθεν, ἐπέκειτο. Λάχνη. Ἡ δασύτης, ἡ κροκύς.

`10.135`

Ἄλκιμον. Ἰσχυρὸν, εὔτονον, ἢ πρὸς τὸ ἀλέξασθαι πεποιημένον.

`10.137`

Πρῶτον ἔπειτʼ Ὀδυσῆα. Πρῶτον μεταταῦτα τὸν Ὀδυσσέα.

`10.139`

Περὶ φρένας ἤλυθʼ ἰωή. Οἱονεὶ ᾔσθετο τῆς φωνῆς. ἤκουσεν.

`10.140`

Ἐκ δʼ ἦλθε κλισίης. Ἔξωθεν ἦλθε τῆς σκηνῆς.

`10.141`

Ἀλᾶσθε. Πλανᾶσθε.

`10.142`

Ὅ τι δὴ χρειὼ τόσον ἵκει. Ὅ τι τοσαύτη χρεία κατέλαβεν. Ἵκει. Καταλαμβάνει.

`10.145`

Βεβίηκε. Βεβίασται, συγκροτεῖ.

`10.149`

Μετʼ αὐτούς. Σὺν αὐτοῖς.

`10.150`

Ἐκίχανον. Κατελάμβανον.

`10.152`

Ὑπὸ κρασίν. Ὑπὸ ταῖς κεφαλαῖς.

`10.153`

Ὄρθʼ ἐπὶ σαυρωτῆρος. Ὀρθὰ ἐπὶ τοῦ κρόσφου. Οὕτω γὰρ καλεῖται τὸ ἀντικείμενον τῆς ἐπιδορατίδος σιδήριον. Ἐλήλατο. Ἐπεπήγει, ἵστατο εἰς τὴν γῆν.

`10.155`

Ὑπαὶ δʼ ἔστρωτο. Ὑπέστρωτο δέ. Ῥινόν. Βύρσαν. Ἀγραύλοιο. Τοῦ ἐν ἀγρῷ αὐλιζομένου.

`10.156`

Ὑπὸ κράτεσφιν. Ὑπὸ τῇ κεφαλῇ. Τετάνυστο. Ὑπέκειτο.

`10.158`

Λὰξ ποδὶ κινήσας. Εὐτόνως τῷ μεγάλῳ δακτύλῳ τοῦ ποδὸς τοῦ κοίλου μέρους ἁψάμενος τοῦ Διομήδους ποδός· ὡς δῆλον ἐκ τῶν ἐπιφερομένων, Ὄτρυνέ τε, νείκεσέ τʼ ἄντην.

`10.159`

Ὕπνον ἀωτεῖς. Ἀπανθίζῃ τὸν ὕπνον. Ἐκ δὲ τούτου, καθεύδεις.

`10.160`

Οὐκ ἀΐεις. Οὐκ αἰσθάνῃ, οὐκ ἀκούεις. Ἐπὶ θρωσμῷ πεδίοιο. Τόπος ἐστὶν ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃ ὀνομαστικῶς καλεῖται Θρωσμός. ὡς καὶ ἕτερος Καλλικολώνη· ᾧ στρατοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴποτε τῆς πόλεως ἔξω τάσσοιντο.

`10.161`

Ὀλίγος χῶρος. Μικρὸν διάστημα. Ἐρύκει. Διείργει, κωλύει.

`10.164`

Σχέτλιος. Δεινὸς, ἢ σχετλιασμοῦ ἄξιος. ἀγνώμων. καρτερικώτατος.

`10.167`

Ἀμήχανος. Ἀπροσμηχάνητος. πρὸς ὃν μηχανὴν οὐκ ἔστιν εὑρεῖν. Ἢ, ἀκοπίαστος, καὶ πρὸς πάντας οὐχ ἕτοιμος.

`10.169`

Κατὰ μοῖραν. Κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέπον.

`10.173`

Ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. Ἀντὶ τοῦ, τὰ πράγματα ἡμῶν τριχὸς ἤρτηται. ὅ ἐστιν, ἐν ἐσχάτῳ κινδύνῳ ἐστὶ, καὶ ἐπὶ ὀξύτητος κινδύνου. Μεταφορά.

`10.174`

Βιῶναι. Σωθῆναι, ζῆσαι.

`10.182`

Ἐγρηγορτί. Ἐγρηγόρως.

`10.183`

Δυσωρήσονται. Δυσφυλακτήσουσι, κακὴν φυλακὴν καὶ νύκτα διαγάγωσι.

`10.184`

Θηρός. Λέοντος. Ἀκούσαντες. Αἰσθόμενοι. Λείπει, φωνῆς. Κρατερόφρονος. Ἰσχυροῦ, τολμηροῦ.

`10.188`

Νύκτα. Ἀντὶ τοῦ, διὰ νυκτός. Φυλασσομένοισιν. Ἀντὶ τοῦ, φυλασσόντων.

`10.189`

Τέτραπτο. Τετραμμένοι ἦσαν, καὶ ἀπέβλεπον εἰς τὸ πεδίον. Ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. Ὅπως ἂν ἐπιόντων τῶν Τρώων ἀκούσειαν.

`10.195`

Ὅσοι κεκλήατο βουλῇ. Ὅσοι κεκλημένοι ἦσαν εἰς τὸ συμβούλιον.

`10.197`

Ἤϊσαν. Ἐπορεύοντο, ἤρχοντο. Συμμητιάασθαι. Κοινῇ γνώμῃ σκέψασθαι.

`10.198`

Τάφρον δʼ ἐκδιαβάντες. Διὰ τῶν προθέσεων δηλοῖ τὸ δυσδιάβατον τοῦ ὀρύγματος. Διατί δέ φησιν, οἱ ἡγεμόνες, τὴν τάφρον διαβάντες, βουλεύονται; Φαμὲν, ὅτι τοῦτο ποιοῦσιν εἰς παραμυθίαν τῶν κατασκόπων, ἵνα προθυμότεροι γένωνται, ἐγγὺς αὐτῶν ὄντων. Ἑδριόωντο. Ἐκαθέζοντο.

`10.202`

Πίφαυσκον. Ἐνεφάνιζον, ἔλεγον.

`10.204`

Πεπίθοιτο. Πεισθείῃ. Ἑῷ αὐτοῦ. Τῷ ἰδίῳ θυμῷ. Ὅμηρος δὲ οὐδέποτε σύνθετον ἀντωνυμίαν παραλαμβάνει.

`10.205`

Τολμήεντι. Καρτερικῷ.

`10.206`

Ἐσχατόωντα. Ἔσχατον, ὑπολειπόμενον, πεπλανημένον, καὶ περὶ τὰ ἔσχατα μέρη διατρίβοντα.

`10.207`

Φῆμιν. Κληδόνα. Πύθοιτο. Ἀκούσοι, μάθοι. Εἴ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο. Εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν ἑαυτοῖς. Οἷον, Λακεδαιμονίων βουλευομένων, ποῖον χωρίον ἐπιτειχίσωσι τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμπειν εἰς Ἀθήνας κατασκόπους. οἵτινες παραγενόμενοι, ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων διαλεγομένων, ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν, οἱ πολέμιοι. καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν.

`10.208`

Ἅσσα. Ἅτινα δή. Μεμάασιν. Προτεθύμηνται.

`10.209`

Αὖθι. Αὐτόθι. Ἀπόπροθεν. Πόῤῥωθεν.

`10.212`

Ἀσκηθής. Ἀβλαβὴς, ὑγιής. Ἐπουράνιον. Ἕως οὐρανοῦ ἐξικνούμενον.

`10.213`

Πάντας ἐπʼ ἀνθρώπους. Διὰ πάντων τῶν ἀνθρώπων. Δόσις. Δωρεά.

`10.214`

Ἐπικρατέουσιν. Ἄρχουσιν.

`10.216`

Ὑπόῤῥηνον. Ὕπαρνον, ἔγκυον. Ῥῆνες γὰρ, οἱ ἄρνες. Τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον. Ἧς οὐδὲν κτῆμα ὅμοιον διὰ τὴν πρᾶξιν. Διατί μέλαινα καὶ ὑπόῤῥηνα τὰ πρόβατα ἐπαγγέλλεται; Καὶ ῥητέον, ὅτι μέλαινα μὲν, ἐπεὶ νυκτὸς ἐπορεύοντο. ὑπόῤῥηνα δὲ, συμβόλῳ τινὶ αἰσίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται.

`10.217`

Δαίτῃσιν. Εὐωχίαις. Εἰλαπίνῃσιν. Ἑορταῖς, ὅτε κατὰ ἴλας πίνωσιν. Εἴρηται δὲ παρὰ τὸ, ἔλασσον ἅζεσθαι τοὺς εὐωχοῦντας, ὅ ἐστι, ταράσσεσθαι.

`10.220`

Ἀγήνωρ. Ἄγαν ἀνδρεῖος.

`10.223`

Θαλπωρή. Ἡδονὴ, θάλψις. Θαρσαλεώτερον. Εὐθαρσέστερον, τολμηρότερον.

`10.224`

Ξύν τε δύʼ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησε. Συνερχομένων γὰρ δύο ὁμοῦ, καὶ κοινῶς, ὁ ἕτερος πρὸ τοῦ ἑτέρου ἐπενόησέ τι κοινωφελὲς καὶ συμφέρον.

`10.225`

Κέρδος. Ὠφέλειαν.

`10.226`

Βράσσων. Βραδύτερος, ἐλάσσων. Ἢ, ταρασσόμενος καὶ ἀκαταστατῶν. Μεταφορικῶς.

`10.230`

Δουρικλητός. Ἔνδοξος πάνυ ἐν τῷ δόρατι.

`10.235`

Αἱρήσεαι ὅν κʼ ἐθέλησθα. Ἑταῖρον καὶ συνεργὸν ἐπίλεξαι, ὃν ἂν ἐθέλῃς.

`10.238`

Ὀπάσσεαι. Πρὸς τὸ συνεργεῖν ἀκόλουθον προσλαβοῦ. Αἰδοῖ εἴκων. Νικώμενος ὑπὸ τῆς αἰδοῦς.

`10.239`

Γενεὴν ὁρόων. Ἀντὶ τοῦ, εἰς τὴν εὐγένειαν ἀφορῶν. Βασιλεύτερος. Βασιλικώτερος.

`10.240`

Ἔδδεισεν. Ἐφοβήθη.

`10.242`

Αὐτὸν ἑλέσθαι. Εἰ θέλετε ἐπιλέξασθαι ἐμέ.

`10.243`

Πῶς ἄν. Πῶς δή.

`10.244`

Πρόφρων. Πρόθυμος, ἢ προορατικός.

`10.246`

Τούτου γʼ ἑσπομένοιο, καὶ ἐκ πυρὸς αἰθομένοιο. Ἀντὶ τοῦ, αἴθοντος, ὅ ἐστι, καίοντος. Ἐκ τοῦ φανεροῦ.

`10.249`

Μήτʼ ἄρʼ. Μήτε δή. Αἴνεε. Ἐπαίνει. Νείκει. Κακολόγει, ψέγε. Μήτʼ ἄρ με μάλʼ αἴνεε, μήτε τι νείκει. Δῆλός ἐστιν ὁ Ποιητὴς, ἀρχὴν τοῦ ἀποφθέγματος τῷ σοφῷ Πιττακῷ δεδωκὼς, εἰπόντι τὸ, Μηδὲν ἄγαν. Ἄλλο γὰρ οὐδὲν δηλοῖ τὸ τοῦ Ποιητοῦ, ἢ τοῦτο. Ζητεῖται δὲ πῶς Ὀδυσσεὺς νῦν ἐπαινούμενος ἄχθεται, παρὰ δὲ τοῖς Φαίαξι φίλαυχός ἐστι. Ῥητέον δὲ, ὅτι ἐνταῦθα μὲν παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶσις. παρὰ δὲ τοῖς Φαίαξιν οὐδαμῶς ἀρνεῖται, ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ.

`10.251`

Ἄνεται. Ἀνύεται, τελειοῦται.

`10.252`

Ἄστρα δὲ δὴ προβέβηκε· παρῴχηκε δὲ πλέων νὺξ Τῶν δύο μοιράων. Κατὰ τὸ ἔτυμον, οἷον ἄστατα. Ὅθεν καὶ ἀστὴρ κέκληται, παρὰ τὸ μὴ στηρίζεσθαι. Ὁ δὲ λόγος· Παρελήλυθε δὲ ἡ τῶν δύο μοιρῶν πλείων νύξ. Ἢ ἐν ὑπερβατῷ· ἄστρα δὲ δὴ προβέβηκε τῶν δύο μοιράων, παρῴχηκεν δὲ πλέων νύξ. τριτάτη δʼ ἔτι μοῖρα λέλειπται. Δηλονότι τὸ τρίτον μέρος ὅλον. Ὡς γὰρ πρὸς τὸ ὑπολειπόμενον τῆς τρίτης μοίρας, φησὶ, τὸ πλέων. Ἔνιοι δὲ γράφουσι, πλέη. ἀντὶ τοῦ, πλήρης τῶν δύο μοιρῶν παρῴχηκε. τριφύλακτον γὰρ θέλει εἶναι τὴν νύκτα. Ζητεῖται δὲ, τί τὸ προβέβηκε δηλοῖ, καὶ, ποῖα τὰ ἄστρα, ἐξ ὧν στοχάζεται τὴν ὥραν Ὀδυσσεύς. Τὸ γὰρ τῆς ἄρκτου τοὺς ἀστέρας ἀκούειν, ἁμάρτημα, οὐκ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλʼ ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων, τῆς ὥρας τεκμηριουμένης, καὶ νοουμένης. Ἔνιοι μὲν οὖν Πληϊάδας φασὶ, καὶ Ὑάδας, καὶ τὸν Ὠρίωνα, καὶ τὸ, προβεβηκέναι, τὴν ἀνατολὴν ἑώαν ποιεῖσθαι. Ἕτεροι δὲ τὸν Ἕσπερον καὶ τὸν Κύνα, καὶ τὸ, προβεβηκέναι, ἑώαν ποιεῖσθαι τὴν δύσιν. Ἄμεινον δὲ, λέγειν, ὅτι ἐκ τοῦ κύκλου τοῦ ζωδιακοῦ τὴν ὥραν κατέμαθε. Τούτου γὰρ εἰς δώδεκα διῃρημένου, ἓξ μὲν εὐθέως καταδύοντος ἡλίου βλέπεται. νυκτὸς δὲ προβαινούσης, τὰ λοιπὰ, οὐ τὰ αὐτὰ μὲν ὁρώμενα, τὸν δὲ ἀριθμὸν τὸν ἓξ φυλάττοντα. Ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐν ᾧ ὁ ἥλιος ἔδυ, τὴν ὥραν στοχάζεται ὁ Ὀδυσσεύς. Ἢ ἁπλῶς φησι, πάντα τὰ ἄστρα συγκαταδυόμενα τῷ ἡλίῳ, καὶ συνανατέλλοντα κατὰ τὸ δεύτερον. Τὸ δὲ, προβέβηκε, δηλοῖ, προκεχώρηκεν εἰς δύσιν. Ὥσπερ καὶ ἡμεῖς, λέγοντες, τὸ πολὺ προῆλθε τῆς ἡμέρας, τὸ εἰς δύσιν προελθεῖν λέγομεν. Εἰ δέ τις ἐπιζητεῖ, πῶς οὐκ ὠνόμασε τὰ ἄστρα, ἴστω, ὅτι τῷ ἐπειγομένῳ ἐπὶ ἔργον οὐχʼ ἥρμοζεν ἀδολεσχεῖν. Φαίνεται δὲ ἐκ τούτων Ὅμηρος καὶ σφαιροειδῆ τὸν κόσμον εἰδώς. Οὐ γὰρ οἷόν τε, τὰ μὲν δύνειν, τὰ δὲ ἀνατέλλειν, μὴ οὐχὶ ὑπὸ γῆν τοῦ ἡλίου φερομένου, καὶ ὑπὲρ γῆν ἀνίσχοντος. Εἰδὼς δὲ καὶ ἡμερῶν καὶ νυκτῶν μέγεθος, καὶ ἡλίου κίνησιν οἶδεν ἀκριβῶς, ὅτι κατὰ τὰς τούτου δύσεις καὶ ἀνατολὰς, καὶ ἡ νὺξ ὁρίζεται, καὶ ἡ ἡμέρα κατὰ τὴν ἡμέραν. Παρῴχηκε δὲ πλέω νὺξ Τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται. Ὥσπερ τὴν ἡμέραν εἰς τρία μέρη διεῖλεν, ἐν οἷς, φησιν, Ἔσσεται ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ· οὕτως καὶ τὴν νύκτα εἰς τρία διεῖλεν. Εἰ δὲ τριμερὴς ἔσται ἡ νὺξ, καὶ πλεῖον τῶν δύο μοιρῶν παρῆλθε, πῶς δύναται ὅλη ἡ τρίτη λείπεσθαι; Ἀλλὰ λέγομεν, ὅτι τετελεσμένων τῶν δύο, λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν, ὡς παρῆλθε τὸ πλεῖον, ἡ νὺξ οὖσα μοιρῶν δύο. πλεῖον γὰρ μέρος εἰσὶ τῆς ὅλης νυκτὸς αἱ δύο, εἴγε τὰ δύο τοῦ ἑνὸς πλείονα. Ἢ κἀκεῖνο ῥητέον, ὡς, τὸ μέρος ὁμοίως ἐξήνεγκε τῷ ὅλῳ, τὴν τρίτην λείπεσθαι εἰπὼν, οὐ λειπομένην ὅλην· ὁμοίως τῷ, Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα. καὶ, Πᾶν δʼ ἦμαρ μάρναντο ἐπὶ Σκαιῇσι πύλῃσιν. Οὔτε γὰρ ἅμα ἕω ἀρξάμενοι ἔπινον, καὶ βραχὺς ἦν ὁ ἀναλωθεὶς χρόνος εἰς τὴν μάχην τὴν περὶ ταῖς πύλαις. Κἀκεῖνο ὅμοιον· Περιπλομένου δʼ ἐνιαυτοῦ Τέξεις ἀγλαὰ τέκνα. Εἰς γὰρ ἀποκύησιν οὐ πληροῦται ὅλον ἔτος, ἀλλὰ διακόσιαι καὶ ἑβδομήκοντα καὶ τρεῖς ἡμέραι. Καὶ ἡμεῖς ἐν τῷ συνήθει περὶ τοῦ τὸν δολιχὸν τρέχοντος, ἀρξαμένου τὸ τελευταῖον στάδιον τρέχειν, στάδιον αὐτῷ περιλείπεσθαι φαμέν. Καὶ περὶ τοῦ τὸν ἔσχατον μῆνα ἄρχοντος, ὅτι τῆς ἀρχῆς αὐτῷ περιλείπεται μείς. Ἢ, ὅτι αὐτῶν τῶν δύο τὸ πλεῖον μέρος ἀναλῶσθαι λέγεται. ὥς τε καὶ τῆς δευτέρας εἶναί τι, καὶ τὴν τρίτην ὅλην καταλείπεσθαι. Τὸ δὲ, πλείων, δύναται μὲν ὡς πληθυντικὸν οὐδέτερον παρειλῆφθαι· τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν παρηλλάχθαι. Ἢ, πλείονα παρὰ τὰς μοίρας τὰς δύο, ὥς που καὶ Θουκυδίδης λέγει· Ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω χρώμενοι συνῆλθον. Δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι, πτῶσιν αἰτιατικὴν προβάλλον· ἡ νὺξ παρῆλθεν εἰς πλείονα μοῖραν τῶν μοιρῶν τῶν δύο.

`10.254`

Δεινοῖσι. Δέος ἐμποιοῦσι, φοβεροῖς.

`10.256`

Ἄμφηκες. Ἀμφοτέρωθεν ἠκονημένον. Τὸ δʼ ἑόν. Τὸ δὲ ἴδιον αὐτοῦ.

`10.258`

Ταυρείην. Δερματίνην. Ἄφαλόν τε, καὶ ἄλοφον. Οὔτε λόφον, οὔτε προμετωπίδιον ἔχουσαν. Καταῖτυξ. Εἶδος περικεφαλαίας. Ἀπὸ τοῦ κάτω τετύχθαι, καὶ μὴ ἔχειν λόφον, ἀλλὰ κοίλην εἶναι.

`10.259`

Κέκληται. Καλεῖται, λέγεται. Ῥύεται δὲ κάρη. Σώζει δὲ τὰς κεφαλὰς τῶν νέων.

`10.262`

Ῥινοῦ ποιητήν. Ἐκ δέρματος γεγονυῖαν, ἐσχοινοῤῥαφημένην.

`10.264`

Ἀργιόδοντος. Λευκοὺς ὀδόντας ἔχοντος. Θαμέες. Πυκνοί. Ἐπάλληλοι.

`10.265`

Πῖλος. Τὸ πεπιλημένον ἔριον. Ἀρήρει. Ἐνέκειτο.

`10.266`

Ἐλεῶνος. Ἐλεὼν, πόλις Βοιωτίας. Ὀρμενίδαο. Ὀρμένου παιδός.

`10.267`

Ἐξέλετο. Ὡς ἐξαίρετον ἔλαβεν. ὑφείλετο. Πυκινόν. Πυκνόν. ἰσχυρόν. Ἀντιτορήσας. Ἀντὶ τοῦ, διατρήσας. τοιχωρυχήσας, διορύξας.

`10.268`

Σκάνδειαν δʼ ἄρα δῶκεν. Ἀντὶ τοῦ, Ἐν Σκανδείᾳ δὲ αὐτὴν ἔδωκε τῷ Ἀμφιδάμαντι. Ἡ δὲ Σκάνδεια, πόλις Κυθήρων. Κύθηρα δὲ, νῆσος τῆς Λακεδαίμονος. Κυθηρίῳ. Τῷ ἀπὸ Κυθήρων.

`10.271`

Πύκασε κάρη. Ἐσκέπασε τὴν κεφαλὴν ἁρμόσασα.

`10.273`

Κατʼ αὐτόθι. Κατʼ αὐτοῦ.

`10.274`

Ἐρωδιόν. Ἐρωδιὸς, εἶδος ὀρνέου. Διατί φησιν, οὐκ εἶπε τὴν γλαῦκα, οὖσαν ἱερὰν τῆς Ἀθηνᾶς; Λυτέον οὖν τὸ ἄπορον καιρῷ, καὶ τόπῳ. διατρίβει γὰρ τὸ ὄρνεον περὶ τοὺς ἑλώδεις τόπους, καὶ θηρευτικὸν τὸ ζῶον.

`10.276`

Ὀρφναίην. Σκοτεινήν. Κλάγξαντος. Φωνήσαντος, φθεγξαμένου.

`10.277`

Τῷ ὄρνιθι. Ἐπὶ τῷ ὄρνιθι, ἐπὶ τῷ οἰωνῷ.

`10.280`

Κινύμενος. Κινούμενος, ἐπὶ πρᾶξιν ὁρμῶν.

`10.281`

Δός. Πάρασχε, ποίησον. Ἐϋκλείας. Εὐκλεεῖς, ἐνδόξους.

`10.282`

Μέγα ἔργον. Μεγάλην πρᾶξιν. Ἀρίσταρχος δέ φησι, τὸ φονεῦσαι Ἕκτορα.

`10.285`

Σπεῖο. Ἕπου, συνακολούθησον.

`10.286`

Πρὸ Ἀχαιῶν. Πρὸ τῶν λοιπῶν Ἑλλήνων. ἢ ὑπέρ.

`10.287`

Ἀσωπῷ. Ἀσωπὸς, ποταμὸς Βοιωτείας, πλησίον Θηβῶν.

`10.288`

Αὐτὰρ ὁ μειλίχιον. Ὁ δὲ Τυδεύς, φησι, προσηνῆ καὶ πρᾷον λόγον ἔφερε τοῖς Θηβαίοις. ἀπῄει γὰρ προκηρυκευσόμενος περὶ διαλύσεων καὶ εἰρήνης.

`10.289`

Ἂψ ἀπιών. Ἀνερχόμενος, ἐπιστρέφων. Μήσατο. Ἐβουλεύσατο, διεπράξατο.

`10.290`

Πρόφρασσα. Πρόφρων, πρόθυμος. ἢ, ἡ πειρῶσα προφράζεσθαι τὸ μέλλον.

`10.292`

Ῥέξω. Ἱερουργήσω, θύσω. Ἦνιν. Ἐνιαυσιαίαν, νέαν. Ἔνος γὰρ, ὁ ἐνιαυτός.

`10.293`

Ἀδμήτην. Ἀδάμαστον, νέαν, ἄζευκτον.

`10.294`

Περιχεύας. Περιχέας, περιθείς.

`10.298`

Ἂμ φόνον, ἂν νέκυας. Διὰ τοῦ φόνου, καὶ τῶν νεκρῶν. Διά τʼ ἔντεα, καὶ μέλαν αἷμα. Διὰ τῶν ἐντέων, ἤγουν τῶν ὅπλων, καὶ μέλανος αἵματος.

`10.299`

Οὐδὲ μέν. Οὐ μὴν δέ.

`10.300`

Ἄμυδις. Ὁμοῦ, εἰς τὸ αὐτό.

`10.304`

Ἄρκιος. Αὐτάρκης, ἱκανός.

`10.305`

Ἐριαύχενας. Μεγαλοτραχήλους, στολίους, ἀπὸ μέρους. Τὸ ἐρι γὰρ μόριον ἐπὶ τοῦ μεγάλου τίθεται. ὡς καὶ τὸ ζα. Καὶ ἐνταῦθα δὲ τὸ ἀσύνετον τοῦ Ἕκτορος φαίνεται, ὑπισχνουμένου τοὺς τοῦ Ἀχιλλέως ἵππους, οὓς οὐκ ἦν ἐπʼ αὐτῷ λαβεῖν.

`10.311`

Φύξιν βουλεύουσι. Περὶ φυγῆς σκέπτονται.

`10.312`

Φυλασσέμεναι. Φυλάσσειν. Ἀδδηκότες. Τεταλαιπωρηκότες. ἢ, ἀηδῶς διακείμενοι. φυλάσσοντες.

`10.314`

Ἦν δέ τις ἐν Τρώεσσι Δόλων. Διατί κήρυκα πλούσιον εἴρηκε τὸν Δόλωνα; Κήρυκα μὲν οὖν, εἰς τὸ εὐχερῶς ὑπακούειν. Πλούσιον δὲ, εἰς τὸ δυνηθῆναι ἑαυτὸν λυτρώσασθαι. Ποδώκην δὲ, ἐπʼ ἐλπίδι τοῦ φυγεῖν τοὺς διώκοντας.

`10.316`

Εἶδος μὲν ἔην κακός. Ἀηδὴς ἦν τῷ προσώπῳ. Ἀλλὰ ποδώκης. Ἀλλʼ ὀξύς.

`10.317`

Μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. Ἀντὶ τοῦ, μόνος ἦν ἄῤῥην.

`10.322`

Ἦ μέν. Ἦ μήν. ὄντως δή.

`10.324`

Σκοπός. Κατάσκοπος. Οὐδʼ ἀπὸ δόξης. Οὐδʼ ἀπὸ δοκήσεως, καὶ εἰκασμοῦ.

`10.325`

Τόφρα γάρ. Ἕως τούτου γάρ. Διαμπερές. Μέχρι τέλους.

`10.326`

Μέλλουσιν. Ἐοίκασιν.

`10.329`

Ἴστω. Γιγνωσκέτω, μάρτυς ἔστω.

`10.330`

Μὴ μὲν τοῖς. Ἀντὶ τοῦ, οὐκ ἂν τούτοις. Ἐποχήσεται. Ἐπιβῇ τῶν ὀχημάτων.

`10.331`

Ἀγλαϊεῖσθαι. Καλλωπισθῆναι.

`10.332`

Ἐπίορκον ἀπώμοσεν. Ἐπιώρκησεν. Ὀρόθυνε. Προέτρεψε, παρώρμησε.

`10.334`

Πολιοῖο λύκοιο. Λευκοῦ, τεφρώδους. διὰ τὴν τῆς χροιᾶς ἰδιότητα. Καὶ γὰρ Πελίαν φασὶν ἔνθεν ὠνομάσθαι. Τυρὼ γὰρ ἡ Σαλμωνέως, γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος, παρὰ τοῖς Ἐνιπέως τοῦ ποταμοῦ ῥείθροις κατέλειπε. Τὸν μὲν οὖν ἕνα κύων, ἀφαιρεθέντων αὐτῆς τῶν τέκνων, παρέχουσα θηλὴν, ἔτρεφε. τὸν δὲ ἕτερον ἵππος κατὰ τὸ μέτωπον ἐπάτησεν. Ἐπελθόντες οὖν οἱ ἱπποφορβοὶ, ἀνελόμενοί τε τὰ παιδία, ἔτρεφον, καὶ ὠνόμασαν, τὸν μὲν, ἐπεὶ ἐκ συνδρομῆς αἵματος ἐπελιώθη, Πελίαν· τὸν δὲ ἕτερον, ἐπεὶ κύων κατηλέησε, Νηλέα.

`10.335`

Κρατὶ δʼ ἐπὶ κτιδέην. Ἀπὸ τοῦ κ ἡ ἀρχή. Ἐπεὶ ἐν ἑτέροις καὶ, ἰκτιδέην. Τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ ι λέγεται παρὰ τῷ Ποιητῇ. Ἴκτις γάρ ἐστιν. ὡς Νίκανδρος· Ἴκτιδος ἤϋτʼ ὄρνισι. Τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατὰ ἔκτασιν, οὔτε κατὰ συστολὴν λέγεσθαι. Οὐ γὰρ ἐκτείνεται ὡς κρηπῖδος, ψηφῖδος Ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβὴν οὔτε συστέλλεται. Ἀρκεῖ γὰρ τὸ τίς. Κτιδέην. Ἐξ ἴκτιδος δέρματος πεποιημένην. Ἴκτις δὲ ζῶον ὀρνιθοφάγον, καὶ πανοῦργον, μεῖζον γαλῆς, καὶ δασύτερον, ἄλλως δὲ παραπλήσιον. Οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον.

`10.338`

Κάλλιφʼ. Κατέλιπεν.

`10.339`

Φράσσατο. Εἶδεν, ἐνόησε. Κατάχρησις, ὁ τρόπος.

`10.345`

Τυτθόν. Μικρόν. Κυρίως δὲ ἡ λέξις τίθεται ἐπὶ τῶν βρεφῶν, οἱονεὶ τίτθιον.

`10.346`

Παραφθαίησι. Παραδράμοι, φθάσοι τῇ ταχυτῆτι τῶν ποδῶν.

`10.347`

Προτιειλεῖν. Συνελαύνειν, συνδιώκειν.

`10.348`

Ἀλύξῃ. Ἐκκλίνῃ, ἐκφύγῃ.

`10.349`

Πάρεξ ὁδοῦ. Ἔξω τῆς ὁδοῦ.

`10.350`

Κλινθήτην. Κατεκλίθησαν, ἐκρύβησαν. Ἀφραδίῃσιν. Ἀβουλίαις, ἀνοίαις.

`10.351`

Ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσον τʼ ἐπίουρα πέλονται Ἡμιόνων. Ὁπότʼ ἄν, φησι, τηλικοῦτον αὐτῶν διειστήκει, ὅσον γίγνεται διάστημα ἡμιόνων ἐν ἐπιστροφῇ ἀρουρῶν. Οἱ γὰρ ἀροῦντες τοῖς μὲν ἰσχυροτέροις ζεύγεσι μεγάλας ποιοῦσι τὰς ἁμαξικὰς, φθάνουσι δὲ ὡς ὀξύτεροι αἱ ἡμίονοι τοὺς βόας ἐν ἀρότρῳ. Ἐπίουρα. Ὅρια, ὁρμήματα. Ἀρίσταρχος οὕτως ἐξηγήσατο. Ὅσον, φησὶν, ὑφʼ ἓν καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους ἡμιόνων, καὶ ζεύγους ἄλλου βοῶν, φθάσωσι καὶ προλάβωσι τοὺς βοῦς αἱ ἡμίονοι, — ταχύτεραι γάρ εἰσι τῶν βοῶν, — τοσοῦτόν, φησι, ἐάσαντες διάστημα παρελθεῖν τὸν Δόλωνα, μεταστραφέντες ἐδίωξαν.

`10.352`

Προφερέστεραι. Ταχύτεραι, κρείσσονες ἐν τῷ ἀροτριᾷν.

`10.353`

Νειοῖο. Διὰ νειοῦ. Νειὸς δέ ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ. Πηκτὸν ἄροτρον. Τὸ τὸν γύην προσπεπηγότα ἔχοντα. Αὐτόγυον δὲ, τὸ ἐξ αὐτοῦ μονόξυλον. Καὶ Ἡσίοδός φησι·

  
Δοιὰ δὲ θέσθαι ἄροτρα πονησάμενος κατὰ  
οἶκον· Αὐτόγυον, καὶ πηκτόν.

`10.355`

Ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους Ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. Στικτέον μετὰ τὸ ἐκ Τρώων. Ἔστι γὰρ ὁ λόγος· Ἤλπιζε γὰρ ὁ Δόλων, ἑταίρους αὐτῷ ἐκ Τρώων ὑπάρχειν, ὡς, κελεύσαντος τοῦ Ἕκτορος, εἰς τοὐπίσω αὐτὸν ἀποστρέψαι. Ἀποστρέψοντας γὰρ, ὀπίσω καλέσοντας.

`10.357`

Δουρηνεκές. Δόρατος βολὴν, δόρατος μῆκος.

`10.358`

Δηΐους. Πολεμίους. Λαιψηρά. Ταχέα. Ἐνώμα. Ἐκίνει πρὸς φυγήν.

`10.359`

Φευγέμεναι. Φεύγειν.

`10.360`

Καρχαρόδοντε. Ἐπικαμπεῖς ὀδόντας ἔχοντες, ἢ τραχεῖς. Καρχαρὸν γὰρ, τὸ τραχύ. Εἰδότε θήρης. Ἔμπειροι θηρατικῆς.

`10.361`

Κεμάδα. Νεωγνὸν ἔλαφον, ἢ δορκάδα. Ἐπείγετον. Θορυβοῦσι διώκοντες.

`10.364`

Ἀποτμήξαντε. Ἀποταμόντες, χωρίσαντες. Λαοῦ ἀποτμήξαντε, διώκετον. Τοῦ Τρωϊκοῦ ὄχλου χωρίσαντες, αὐτὸν ἐδίωκον. Τρία δὲ ῥήματά εἰσι παρὰ τῷ Ποιητῇ, τὸ τοῦ παρῳχημένου δυϊκὸν τρίτον εἰς ον λῆγον ἔχοντα παραλόγως. Τοῦτο, καὶ τό· Ἀνδράσιν ἡρώεσσι τετεύχατον. Καὶ τό· Ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον. Οὐκ ἔστι μέν τοι Ἀττικῆς δυϊκῆς σημασίας. Ἀναθεώρησιν γὰρ ἔχει πληθυντικήν. Τὸ γὰρ διώκετον, ἀντὶ τοῦ ἐδίωκον κεῖται. Καὶ τὸ, Ἀνδράσιν ἡρώεσσι τετεύχατον, ἀντὶ τοῦ, ἔτευχον. Καὶ τὸ λαφύσσετον, ἀντὶ τοῦ, ἐλάφυσσον. Ἐμμενές. Ἀδιαλείπτως, ἐπιμόνως.

`10.368`

Φθαίῃ. Φθάσειε.

`10.369`

Δουρὶ δʼ ἐπαΐσσων. Σὺν τῷ δόρατι ἐφορμῶν. ὅ ἐστιν, ἐπισείων αὐτῷ τὸ δόρυ πρὸς κατάπληξιν.

`10.371`

Ἀλύξειν. Διαφεύξεσθαι. Αἰπὺν ὄλεθρον. Μέγαν. ἐξ οὗ, δεινόν.

`10.375`

Βαμβαίνων. Τρέμων. Ὀνοματοποιΐα, ὁ τρόπος. Ἢ, ἀσαφῆ φωνὴν προϊέμενος ἀπὸ τοῦ φόβου. Ἄραβος. Ἦχος τῶν ὀδόντων. Διὰ στόμα. Κατὰ τὸ στόμα. Ἐνήλλακται δὲ ἡ πτῶσις. ἵνʼ ᾖ, διὰ στόματος.

`10.376`

Ὑπαὶ δείους. Ὑπὸ δέους, ὑπὸ φόβου.

`10.377`

Ἁψάσθην. Ἐλάβοντο.

`10.378`

Ζωγρεῖτε. Ζῶντά με φυλάττετε. Ἐμὲ λύσομαι. Ἀντὶ τοῦ, ἐμʼ αὐτὸν λυτρώσομαι.

`10.379`

Πολύκμητος. Ὁ πολλὰ κάμνων. Ἢ, διʼ οὗ πολλὰ κατασκευάζεται.

`10.381`

Πεπύθοιτο. Ἀκούσοι.

`10.383`

Καταθύμιος. Κατὰ τὴν ψυχὴν, κατὰ τὸν νοῦν.

`10.394`

Θοήν. Τὴν ταχέως ἐπιλαμβάνουσαν τὴν γῆν.

`10.401`

Ἐπεμαίετο. Ἐπεζήτει, ἐπεθύμει.

`10.402`

Ἀλεγεινοί. Ἀλγεῖν παρέχοντες, ἢ, πρὸς τὸ κτήσασθαι ἀδύνατοι.

`10.403`

Ὀχέεσθαι. Ἐποχηθῆναι, ἐπιβῆναι.

`10.408`

Πῶς δʼ αἱ τῶν ἄλλων Τρώων. Πῶς δʼ αἱ τῶν λοιπῶν Τρώων.

`10.409`

Ἅσσα τε. Ἅτινα δή.

`10.410`

Αὖθι. Αὐτόθι, αὐτοῦ.

`10.415`

Βουλὰς βουλεύει. Τὸ σχῆμα, παρονομασία. Σήματι. Τάφῳ. Ἴλλου. Ὁ δὲ Ἴλλος Τρωὸς παῖς. ἀφʼ οὗ Ἴλιος ἐκλήθη.

`10.416`

Φλοίσβου. Ἤχου, θορύβου. Φυλακὰς δʼ, ἃς εἴρεαι, ἥρως. Περὶ δὲ τῶν φυλακῶν, ὧν ἐρωτᾷς με, ὦ γενναιότατε.

`10.417`

Κεκριμένη. Ἐπιλελεγμένη.

`10.418`

Ἐσχάραι. Πυραί. Δηλοῖ δὲ ἡ λέξις καὶ τὴν ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμόν. ὡς παρʼ Εὐριπίδῃ ἐν Ἡρακλεῖ. καὶ τὴν κυρίως λεγομένην ἐσχάραν, τὴν μὴ ἔχουσαν ὕψη, ἀλλʼ ἐπὶ γῆς οὖσαν, ἢ κοίλην. ὅθεν καὶ τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάραι παρʼ ἰατροῖς.

`10.419`

Ἐγρηγόρθασιν. Ἐγρηγοροῦσιν. Φυλασσέμεναι. Φυλάσσειν.

`10.421`

Ἐπιτραπέουσιν. Ἐπιτρέπουσιν, ἐγχειρίζουσιν.

`10.422`

Εἵαται. Εἰσίν.

`10.425`

Ἢ ἀπάνευθεν. Ἢ ἄποθεν, καὶ χωρίς. Δίειπέ μοι. Ἀκριβῶς διασάφησον, εἰπέ. Δαείω. Μάθω.

`10.428`

Πρὸς μὲν ἁλός. Τῷ πρὸς τὴν θάλασσαν μέρει. Προσληπτέον δὲ τὸ, ἔλαχον διατελεῖν. Παίονες. Ἔθνος Θρᾳκικόν. Τινὲς δέ φασι, τοὺς νῦν καλουμένους Παννονίους. ἕτεροι δὲ, Μακεδόνας. Ἀγκυλότοξοι. Ἐπικαμπῆ τόξα ἔχοντες.

`10.429`

Λέλεγες. Ἔθνος Καρικόν. Λέγει δὲ τοὺς ἐν Πηγάσῳ πόλει Καρίας οἰκοῦντας. Καύκωνες. Ἔθνος Παφλαγωνίας. οἱ δὲ, Σκυθίας, οἱ δὲ, τοὺς λεγομένους Καυνίους εἶπον. Πελασγοί. Οἱ τὸ παράλιον μέρος τῆς Καρίας ἔχοντες. Ἄμεινον δὲ, λέγειν αὐτοὺς γένος τι πολυπλανὲς, οἰκῆσαν ἐν τῇ Ἀσίᾳ καὶ Εὐρώπῃ, νῦν δὲ τῆς Τρωάδος πλησίον, ἔνθα αἱ Τράλλεις.

`10.430`

Πρὸς Θύμβρης. Πρὸς τὸ Θυμβραῖον πεδίον. Θύμβρα γὰρ τόπος ἐστὶ τῆς Τροίας, ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ἱερὸν ἐπιφανές. Ἔλαχον. Κλήρῳ ἔλαβον. Ἀγέρωχοι. Αὐθάδεις, θρασεῖς. Ἔστι δὲ, ὅτε δηλοῖ ἡ λέξις καὶ τοὺς ἄγαν ἀνδρείους καὶ ἐντίμους. παρὰ τὸ ἄγαν αὐτοὺς ἐπὶ τοῦ γέρως ὀχεῖσθαι.

`10.431`

Μῄονες. Λυδοί.

`10.432`

Διεξερέεσθε. Ἐρωτᾶτε.

`10.434`

Νεήλυδες. Νεωστὶ ἐληλυθότες.

`10.435`

Ἐν δέ σφι Ῥῆσος βασιλεύς. Ῥῆσος γένει μὲν ἦν Θρὰξ, υἱὸς δὲ Στρυμόνος τοῦ αὐτόθι ποταμοῦ, καὶ Εὐτέρπης, μιᾶς τῶν Μουσῶν. Διάφορος δὲ τῶν καθʼ αὑτὸν γενόμενος ἐν πολεμικοῖς ἔργοις, ἐπῆλθε τοῖς Ἕλλησιν, ὅπως Τρωσὶ συμμαχήσῃ. Καὶ μίαν ἡμέραν συμβαλὼν, πολλοὺς τῶν Ἑλλήνων ἀπέκτεινε. Δείσασα δὲ Ἥρα περὶ τῶν Ἑλλήνων, Ἀθηνᾶν ἐπὶ τὴν τούτου διαφθορὰν πέμπει. Κατελθοῦσα δὲ ἡ θεὸς, Ὀδυσσέα καὶ Διομήδην ἐπὶ τὴν κατοσκοπὴν ἐποίησε προελθεῖν. Ἐπιστάντες δὲ ἐκεῖνοι κοιμωμένῳ Ῥήσῳ, αὐτόν τε καὶ ἑταίρους αὐτοῦ κτείνουσι, ὡς ἱστορεῖ Πίνδαρος. Ἔνιοι δὲ λέγουσι, νυκτὸς παραγεγονέναι τὸν Ῥῆσον εἰς τὴν Τροίαν. Καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος τῆς χώρας, φονευθῆναι. Χρησμὸς γὰρ ἐδέδοτο αὐτῷ, φασιν, ὅτι, εἰ αὐτὸς γεύσεται τοῦ ὕδατος, καὶ οἱ ἵπποι αὐτοῦ τοῦ Σκαμάνδρου πίωσι, καὶ τῆς αὐτόθι νομῆς, ἀκαταμάχητος ἔσται εἰς τὸ παντελές. Ἐν δέ σφι Ῥῆσος βασιλεύς. Ὅσοι ἐκ Μουσῶν τίκτονται· Ὀρφεὺς ἐκ Καλλιόπης, ἢ Κλειοῦς· Λῖνος Τερψιχόρης, ἢ, ὥς τινες, Εὐτέρπης· Ῥῆσος Τερψιχόρης καὶ αὐτὸς, ἢ Εὐτέρπης· Θαλείας Παλαίφατος· Ἐρατοῦς Θάμυρις ὁ Θρᾷξ· Μελπομένης καὶ Ἀχελώου Σειρῆνες· Πολυμνείας Τριπτόλεμος.

`10.437`

Λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι. Τοῦτο καλεῖται ὑπερβολή. ὁ γὰρ νοῦς· λευκότεροι μὲν χιόνος τῇ χροιᾷ, τῷ δὲ τάχει ἶσοι τοῖς ἀνέμοις. Ἰστέον δὲ, ὅτι ἐμείωσε τὴν ὑπερβολὴν ἐκ τοῦ μὴ εἰπεῖν, αὐτοὺς καὶ τῶν ἀνέμων ταχυτέρους. Λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι. Δύο ὑπερβολὰς ἐπέθηκεν ἐντέχνως. τὴν μὲν ἐξ ὑπερθέσεως· τὴν δὲ ἐξ ὁμοιώσεως. καὶ ἐφʼ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον. Χιόνος μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. Καλῶς οὖν τῷ μὲν ἀδυνάτῳ εἴκασε, τοῦ δὲ δυνατοῦ μεῖζον ἀπέφηνεν. Ἐπαινετὸν δὲ, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν, Λευκοτέρους χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοίους — καὶ ὣς γὰρ ἐπέτρεπε τὸ μέτρον — μετεμόρφωσε τὸν λόγον, θαυμαστικῶς ἀναφωνήσας τὸν ἔπαινον αὐτῶν.

`10.439`

Πελώρια. Οὐ κατὰ τὸ μέγεθος, νῦν, μεγάλα, ἀλλὰ κατὰ τὸ κάλλος τεράστια.

`10.442`

Νηυσὶ πελάσσετον. Ἐπὶ τὰς ναῦς ἀγάγετε.

`10.443`

Νηλέϊ. Ἀνηλεεῖ, σφοδρῷ.

`10.444`

Πειρηθῆτον. Πεῖραν λάβητε.

`10.448`

Ἀμάς. Εἰς τὰς ἡμετέρας.

`10.449`

Ἀπολύσομεν. Λύτρα λαβόντες ἀποπέμψομεν. Ἠὲ μεθῶμεν. Ἢ ἐάσομεν ἄνευ δώρων.

`10.450`

Εἶσθα. Ἥξεις, παραγενήσῃ, ἐλεύσῃ.

`10.451`

Διοπτεύσων. Κατασκοπεύσων.

`10.452`

Ἐμῇς ὑπὸ χερσίν. Ὑπὸ τῶν ἐμῶν χειρῶν.

`10.456`

Ἀπέκερσεν. Ἀπέκοψεν, ἀπέτεμε. Τένοντε. Τοὺς αὐχένας λέγει.

`10.457`

Φθεγγομένου. Τὸ στόμα εἰς τὸ φθέγξασθαι κινοῦντος. Προὔλαβεν οὖν ἡ φωνὴ τὴν πληγήν.

`10.459`

Λυκέην. Λύκου δοράν. Παλίντονα. Εἰς τοὐπίσω ἑλκόμενα. Καὶ δόρυ μακρόν. Ὃ ἀνωτέρω ἄκοντα εἶπε.

`10.460`

Ληΐτιδι. Λαφυραγωγῷ, πολεμικῇ.

`10.462`

Τοῖσδεσσιν. Ἐν τούτοις.

`10.463`

Ἐπιβωσόμεθα. Ἐπὶ βοήθειαν καλεσόμεθα. Γράφεται δὲ καὶ, ἐπιδωσόμεθα. ἵνʼ ᾖ, δώροις τιμήσομεν.

`10.466`

Ἀνὰ μυρίκην. Μυρίκη, θαμνῶδες φυτόν. Δέελον. Εὔγνωστον, εὔδηλον.

`10.467`

Συμμάρψας. Συλλαβὼν, κλάσας. Δόνακας. Καλάμους. Ἀπὸ τοῦ δονεῖσθαι. Ἐριθηλέας. Ἄγαν θάλλοντας, εὐθαλεῖς.

`10.470`

Ἷξον. Παρεγένοντο.

`10.473`

Τριστοιχεί. Ἐπὶ τρεῖς στίχας καὶ τάξεις. Δίζυγες. Δύο ἵπποι ὑπὸ ζυγὸν ἀγόμενοι.

`10.475`

Ἐξ ἐπιδιφριάδος πυμάτης. Ἐκ τοῦ ἐσχάτου μέρους τοῦ ἁρματείου δίφρου τῆς περιφερείας. ὃ καὶ ἄντυξ καὶ ἐπιδιφριὰς καλεῖται.

`10.476`

Προπάροιθεν ἰδών. Πρότερος ἰδών.

`10.478`

Πίφαυσκε. Προεσήμαινεν, ἔλεγε.

`10.479`

Πρόφερε. Φανερὸν ποίει.

`10.480`

Μέλεον. Μελαίως. ματαίως, ἢ μάταιον.

`10.481`

Ἔναιρε. Φόνευε.

`10.483`

Ἐπιστροφάδην. Ἐνεργῶς, εὐτόνως. ἢ, ἄλλοτε εἰς ἄλλον ἐπιστρεφόμενος. σπουδαίως. Στόνος. Στεναγμός. Ἀεικής. Χαλεπός.

`10.484`

Ἄορι θεινομένων. Τῷ ξίφει πληττομένων. Ἐρυθαίνετο. Ἐρυθρὰ ἐγίγνετο, ἐφοινίσσετο.

`10.485`

Ἀσημάντοισιν. Ἀφυλάκτοις, ἀφροντίστοις, μὴ ἔχουσι ποιμένα.

`10.486`

Ἐνορούσῃ. Ἐπιπηδήσῃ, ἐφορμήσῃ.

`10.487`

Ἐπῴχετο. Ἐπήρχετο.

`10.490`

Ἐξερύσασκε. Μεθεῖλκε.

`10.492`

Τρομεοίατο. Φοβοῖντο.

`10.493`

Ἀήθεσσον. Ἀσυνήθεις ἦσαν.

`10.496`

Κακὸν γὰρ ὄναρ. Κακὸς ὄνειρος. Ὁ Διομήδης ἐπέστη αὐτῷ, ὅτι νυκτὸς καθεύδοντα αὐτὸν ἀνεῖλεν.

`10.497`

Οἰνείδαο πάϊς. Ὁ Διομήδης, Οἰνέως ἔκγονος. Τυδεὺς γὰρ Οἰνέως ἦν υἱός. Μῆτιν. Βουλήν.

`10.498`

Τλήμων. Καρτερικός.

`10.499`

Σὺν δʼ ἤειρε. Συνέδησε δέ.

`10.500`

Ἐπιπλήσσων. Πλήσσων, ἐλαύνων. Μάστιγα φαεινήν. Ἤτοι στιλπνήν. ἢ, τὴν φανερῶς κειμένην.

`10.502`

Ῥοίζησεν. Ἀνάρθρως ἐφώνησεν. ὃ ἡμεῖς συρίζειν λέγομεν. Πιφαύσκων. Φανεροποιῶν, σημαίνων.

`10.503`

Κύντατον. Χαλεπώτατον, δεινότατον.

`10.509`

Νόστου. Τῆς ἀνακομιδῆς.

`10.510`

Πεφοβημένος. Φεύγων μετὰ φόβου.

`10.511`

Θεὸς ἄλλος. Ὁ ἡμῖν ἐναντίος.

`10.513`

Κόψεν. Ἔπληξεν.

`10.514`

Ἐπέτοντο. Ἔτρεχον. Καθʼ ὑπερβολήν.

`10.515`

Ἀλαοσκοπίην. Μάταιον σκοπόν. Ὅ ἐστιν, Οὐκ ἔλαθεν αὐτόν.

`10.516`

Ἕπουσαν. Ἤτοι, ἑπομένην αὐτῷ, συνεργοῦσαν.

`10.520`

Ἔρημον. Ἠρημωμένον, μονήρη.

`10.521`

Ἀσπαίροντας. Ψυχοραγοῦντας. Φονῇσι. Τοῖς τόποις ἐν οἷς ἔκειντο οἱ νεκροί.

`10.522`

Ὀνόμῃνεν. Ἐξ ὀνόματος ἐκάλεσε.

`10.523`

Κυδοιμός. Ταραχὴ, θόρυβος.

`10.524`

Ἄμυδις. Ὁμοῦ καὶ εἰς τὸν αὐτὸν τόπον τρεχόντων. Θηεῦντο. Μετὰ θαύματος ἐθεώρουν.

`10.526`

Σκοπόν. Κατάσκοπον.

`10.527`

Ἔρυξε. Κατέσχε.

`10.528`

Χαμᾶζε θορών. Χαμαὶ ἁλλόμενος. Ἔναρα βροτόεντα. Περιεκτικῶς, τὰ τόξα καὶ τὸ δόρυ. Κυρίως δὲ ἔναρα λέγονται, ὅσα ἤραρε καὶ συνήρμοσται, θώραξ, κυνέη, καὶ κνημῖδες.

`10.532`

Πρῶτος κτύπον ἄϊε. Πρῶτος τοῦ ψόφου τῶν ποδῶν τῶν ἵππων ᾔσθετο ἀγωνιῶν, διὰ τὸ αὐτὸν εἰσηγητὴν γεγονέναι τῆς κατασκοπῆς. Ὡς οὖν γνώμην δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας, οὐ μόνον ἠγωνία περὶ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ συνεπεδήμει αὐτοῖς.

`10.534`

Ἔτυμον. Ἀληθές. Ψεύσομαι, ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. Κἄν τε ψεύδεσθαί, φησιν, ἔνι, κἄν τε ἀληθεύειν με, ὁπωσοῦν ἀπαγγελῶ καὶ λέξω, διὰ τὸ προθυμεῖσθαί με.

`10.535`

Ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. Ἀντὶ τοῦ, ἵππων ψόφου ἀκούω.

`10.537`

Ἐλασαίατο. Ἀπηλακότες εἶεν.

`10.544`

Πολύαινε. Ὑπὸ πολλῶν ἐπαινούμενε. ἢ, πολλοῦ αἴνου ἄξιε.

`10.545`

Τούσδʼ ἵππους λάβετον. Τούτους τοὺς ἵππους ἐλάβετε.

`10.546`

Ἤ τις σφῶε πόρεν. Ἢ τίς ὑμῖν αὐτοὺς παρέσχεν. Ἀντιβολήσας. Ἀπαντήσας, περιτυχών.

`10.547`

Αἰνῶς. Λίαν πάνυ. Ἀκτίνεσσιν. Ἀκτῖσιν.

`10.548`

Ἐπιμίσγομαι. Ἐν τῇ μάχῃ σύνειμι.

`10.551`

Ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα. Ἀλλὰ ὑπολαμβάνω ὑμῖν τινὰ τῶν θεῶν αὐτοὺς δεδωκέναι.

`10.556`

Ἠέ περ οἵδε. Ἢ ὡς οὗτοι οἱ ἵπποι.

`10.558`

Νεήλυδες. Νεωστὶ παραγενόμενοι. Ἐρεείνεις. Ἐρωτᾷς.

`10.560`

Πὰρ δέ. Παρʼ αὐτὸν δέ. Ἑταίρους δυοκαίδεκα. Πῶς δέ φησιν ιδ. Φονεύσας τρισκαιδέκατον λέγει Δόλωνα. Ῥητέον οὖν, ὅτι Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατʼ ἐξοχήν. Ἔθει οὖν κεχώρισται κατὰ τὸν ἀριθμὸν ὁ Ῥῆσος, ὡς ἐπὶ τοῦ· Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε.

`10.562`

Διοπτῆρα. Κατάσκοπον.

`10.563`

Ἀγαυοί. Νῦν ἐν εἰρωνείας μέρει κεῖται. Οὐ γὰρ ἐπαινεῖν πρέπει τοὺς πολεμίους.

`10.565`

Καγχαλόων. Χαίρων.

`10.568`

Ἱππείῃ. Τῇ τῶν ἵππων.

`10.570`

Νηῒ ἐνὶ πρύμνῃ. Ἀντὶ τοῦ, ἐν νεὼς πρύμνῃ.

`10.571`

Ὄφρʼ ἱρόν. Περὶ θυσίας σαφῶς λέγει, περὶ ἧς ἐσιώπησεν. Ἱρόν. Ἰερεῖον, σφάγιον.

`10.573`

Ἀμφί τε μηρούς. Καὶ ἀμφοτέρους τοὺς μηρούς.

`10.574`

Σφίν. Ἀντὶ τοῦ, σφέων, ὅ ἐστιν, αὐτῶν.

`10.575`

Ἀνέψυχθεν. Ἀνεκτήσαντο.

`10.576`

Ἀσαμίνθους. Πυέλους, σκάφας. Παρὰ τὴν ἄσιν, τὸν ῥύπον, μινύθειν. ὅ ἐστιν, ἐλαττοῦν, καὶ μειοῦν. Ἐϋξέστας. Καλῶς ἐξεσμένας.

`10.577`

Λίπα. Λιπαρῶς, ἢ εὐέκτως.

`10.578`

Ἐφιζανέτην. Παρεκάθηντο.

`10.579`

Πλείου. Γέμοντος. Ἀφυσσάμενοι. Ἀπαντλήσαντες, ἀρυσάμενοι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vta-ahj`.
