---
title: On Seven-Month Birth
title_greek: Περὶ Ἑπταμηνίας
author: Hippocrates and the Hippocratic Corpus
eul_wid: bww-ar
eul_aid: bww
canonical: "https://eulogikon.org/works/hippocrates-seven-month-birth-bww-ar"
period: Classical
dialect: Ionic
domain: Medicine
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Seven-Month Birth

*Περὶ Ἑπταμηνίας*

**Author:** Hippocrates and the Hippocratic Corpus

**eul_wid:** `bww-ar` · [HTML page](https://eulogikon.org/works/hippocrates-seven-month-birth-bww-ar)

## Text

### 124

ΠΕΡΙ ΕΠΤΑΜΗΝΟΥ Περὶ δὲ ἑπταμήνων ὁ λόγος ὑφ’ ὅτευ φησὶ γίνεσθαι. ἐγὼ μὲν οὐ περιτέτευχά πω τῷδε τῷ πρήγματι ὀφθαλμοῖσιν, ἀκ〈ρ〉οήσει δὲ μοῦνον. ὅκως δή μοι φαίνεται δηλώσω. πολλαὶ φύσιός εἰσι παρατροπαὶ καὶ παραφοραὶ ἐν ζῴοισί τε καὶ ἐν φυτοῖσι καὶ ἐν τῷ ἀιδίῳ αἰῶνι. καὶ ἤδη που τὸ θῆλυ καὶ ἄρρεν ἐρυσμώθη καὶ πολύχειρα καὶ πολυόφθαλμα καὶ πολύωτα καὶ παντοίους ῥυσμοὺς παλιμπηγεῖς ἔχοντα[ς] ὥς τινα θαυμαστὴν παρατροπὴν φύσιος. πάντα γὰρ κατ’ ἴδιά ἐστι καιρὸς 〈ὁ〉 κραίνων καὶ σύγκρισις. κατὰ γὰρ τὴν ἀρχαίην γέννησιν, ὁκότε ἔκτιστο πάντα, 〈τὰ〉 ζῷα ἐρυσμοῦτο, καὶ νῦν γνῶθι διὰ ταῦτα κατὰ νόμους ῥυσμοῦσθαι. ἐμοί γ’ οὖν δοκέει ὡς κατὰ ἄνθρωπον ὁρ[γ]ιζομένῳ περὶ τὰ ἑπτάμηνα τοῖσιν εἴδεσι γίγνεσθαι καθάπερ 〈ὁρῶμεν〉 κατὰ τὸ περιέχον καὶ κατὰ τὴν γῆν προώρους καρποὺς ῥυσμοῦσθαι, ὅκωσπερ ἐν Αἰγύπτῳ πάντα πρόωρα γίνεται, πολλά τε καὶ διὰ παντὸς ὥρου διὰ πολυφιλίην τῆς γῆς καὶ τὴν θέρμην τῆς περιοκωχήσιος. ὡσαύτως οὖν καὶ περὶ τὰ σκήνεα φιλέει | γίνεσθαι τὰ ἑπτάμηνα. καὶ ὅταν ἡ ἔχουσα ἐς κύησιν εὖ ἥκῃ εἰς ὑποδοχὴν τὴν ὑπὸ τοῦ ἄρρενος καὶ τὸ ἄρρεν ὠργημένον ᾖ καλῶς πρὸς τὸ καταβάλλειν γένεσιν ῥυθμοῦ, τότε δὴ σκῆνος συγκρίνεται καὶ τελεόμενον γίνεται. συμφορὴ γὰρ ἀνάγκῃ κρατερῇ μὴν κατέχεται τελεωθῆναι ὥσπερ τὸ τελεόμενον κατὰ τὸν ῥυθμόν, ἄλλως τε οὐκ ἀνυστόν· οὔτε γάρ κως τὸν ῥυσμὸν ὑπερβάλλοντα δεῖ εἶναι οὔτ’ αὖ[τα] πάλιν ἐλλιπέα, ἀλλ’ εἶναι μέσον ῥυσμὸν ἐν πρήγματι μεγάλῳ. εἰ μὲν οὖν μέλλει ἐς ἀνθρώπου[ς] ῥυσμοὺς ἐσαφίξεσθαί τι[ς], ἀεί οἱ παρεῖναι δεῖ ἃ κατ’ ἄνθρωπον ἐπιτήδεια. καὶ προηβῶσι καὶ προγηρῶσί τινες ὅκως καὶ οἱ προϋγιανθέντες κατὰ νόμον, οἷα ῥυσμὸς κα[τα]τήκει καὶ ἐς τὰ ἐπιτήδεια ὀστέων τε καὶ ἰνέων καὶ φλεβῶν καὶ νεύρων καὶ σπλάγχνων καὶ νηδύος καὶ τῶν λοιπῶν καὶ ἐς συντελείην. ἀλλὰ ἴσως ἐρέουσί τινες διὰ τί ὀκτάμηνα οὐ ζῇ, οὐ μὴν οὐδὲ τρίμηνα, φλέδονες ἐόντες καὶ νήπιοι· ἅττα γὰρ τὸν αἰῶνα οὕτω μεμοίρηται, καὶ φιλέει κατὰ τὰ ὅμοια ῥυσμοῦσθαι καὶ συγκρίνεσθαι ὅκωσπερ καὶ τῶν ἐς οὖδας ἐσσπειρομένων ἢ φυτευομένων τὰ μὲν 〈ἐν〉 πλείοσιν ἡμέρῃσι, τὰ δὲ ἐν ἐλαχίστῃσιν, οὐ κατὰ χρόνον—χρόνος γὰρ ἕπεται κατὰ ἡλίου περίοδον καὶ σελήνης ὁριζόμενος—. οὐδὲ μὲν γὰρ καὶ ἑνδεκάμηνον καὶ δωδεκάμηνον κατὰ τὸν τούτων λόγον ἔστ’ ὃ ἂν ζῇ παιδίον, οὔτ’ οὐδὲν ὑπὲρ τὸ ἱκνεύ|μενον γίγνεται καταρρυθμιζόμενον, ἀλλὰ ἑκάστου ῥυσμὸς ὁ κραίνων κατὰ νόμον· πάντα γὰρ ἡ μηχάνευσις 〈μηχανᾶται〉 ἐπί τε τοὺς ὀφθαλμοὺς ἢ τὰ ὦτα ἢ τὴν ῥῖνα ἢ τὸ στόμα, ἐν τοῖσι ῥυσμοῖς συνεχομένη, ἢ κατὰ τὰς ἄλλας συγκρίσιας. ὅκωσπερ νῦν ἀίδριες ἐόντες κατὰ πάσας τὰς ῥυθμῶν προλήμψιας 〈...〉 [ταῦτα οὖν πρότερον ἐννοούμενος ...]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: bww-ar`.
