---
title: On Anatomy
title_greek: Περὶ ἀνατομῆς
author: Hippocrates and the Hippocratic Corpus
eul_wid: bww-bo
eul_aid: bww
canonical: "https://eulogikon.org/works/hippocrates-anatomy-bww-bo"
period: Classical
dialect: Ionic
domain: Medicine
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Anatomy

*Περὶ ἀνατομῆς*

**Author:** Hippocrates and the Hippocratic Corpus

**eul_wid:** `bww-bo` · [HTML page](https://eulogikon.org/works/hippocrates-anatomy-bww-bo)

## Text

## Ἀρτηρίη ἐξ ἑκατέρου φαρυγγέθρου τὴν ἔκφυσιν ποιευμένη ἐς ἄκρον πνεύμονος τελευτᾷ, κρίκοις ξυγκειμένη ὁμορυσμοῖς, τῶν περιηγέων ἁπτομένη κατ’ ἐπίπεδον ἀλλήλων.

### 1

Αὐτὸς δὲ ὁ πνεύμων συνεξαναπληροῖ τὴν χέλυν, τετραμμένος ἐς τὰ ἀριστερὰ, πέντε ὑπερκορυφώσιας ἔχων, ἃς δὴ καλέουσι λοβοὺς, τεφρίνης χροιῆς τυχὼν, στίγμασιν ὀφρυόεσι κεκεντημένος, φύσει ἐὼν τενθρηνιώδης. Μέσῳ δ’ αὐτέῳ ἡ καρδίη ἐγκαθίδρυται, στρογγυλωτέρη καθεστεῶσα πάντων ζώων. Ἀπὸ δὲ τῆς καρδίης ἐς ἧπαρ βρογχίη πολλὴ καθήκει, καὶ μετὰ βρογχίης φλὲψ μεγάλη καλευμένη, δι’ ἧς οὖλον τὸ σκῆνος τρέφεται. Τὸ δὲ ἧπαρ ὁμορυσμίην μὲν ἔχει τοῖς ἄλλοις ἅπασιν, αἱμοῤῥωδέστερον δέ ἐστι τῶν ἄλλων, ὑπερκορυφώσιας ἔχον δύο, ἃς καλέουσι πύλας, ἐν δεξιοῖς τόποις κειμένας· ἀπὸ δὲ τουτέου σκαλήνη φλὲψ ἐπὶ τὰ κάτω νεφρῶν ἀποτείνουσα. Νεφροὶ δὲ ὁμοιορυσμοὶ, τὴν χροιὴν δὲ ἐναλίγκιοι μήλοισιν· ἀπὸ δὲ τουτέων ὀχετοὶ σκαληνοειδέες ἄκρην κορυφὴν κύστιος κεῖνται. Κύστις δὲ νευρώδης οὔλη καὶ μεγάλη· ἕκαθεν δὲ κύστιος μετοχὴ, εἰς ὃ πέφυκε. Καὶ τὰ μὲν ἓξ ἀνὰ μέσον ἐντὸς φύσις ἐκοσμήθη. Οἰσοφάγος δὲ ἀπὸ γλώσσης τὴν ἀρχὴν ποιεύμενος ἐς κοιλίην τελευτᾷ, ὃν δὴ καὶ ἐπὶ σηπτικῆς κοιλίης στόμαχον καλέουσιν. Πρὸς δὲ ἀκάνθης ὄπισθεν ἥπατος φρένες πεφύκασιν. Ἐκ δὲ πλευρῆς νόθης, λέγω δὲ ἀριστερῆς, σπλὴν ἀρξάμενος ἐκτέταται ὁμοιορυσμὸς ἴχνει ποδός. Κοιλίη δὲ ἥπατι παρακειμένη κατ’ εὐώνυμον μέρος οὐλομελής ἐστι νευρώδης. Ἀπὸ δὲ κοιλίης πέφυκεν ἔντερον ὁμοιορυσμὸν, μικρὸν, πηχέων οὐκ ἔλασσον δώδεκα, ἑλικηδὸν ἐν κόλποις ἐνειλούμενον, ὃ καλέουσιν ἔνιοι κῶλον, δι’ οὗ ἡ παραφορὰ τῆς τροφῆς γίνεται. Ἀπὸ δὲ κώλου πέφυκεν ἀρχὸς λοίσθιος, σάρκα περιπληθέα ἔχων, ἐς ἄκρον δακτυλίου τελευτῶν. Τὰ δὲ ἄλλα ἡ φύσις διετάξατο.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: bww-bo`.
