---
title: "Declamations and Orations: Oration 66"
title_greek: "Μελέται καὶ Λόγοι, Εἴς τινας δόξαντας ἀφηνιάζειν τῶν Φοιτητῶν"
author: Himerius the Sophist
eul_wid: siy-cq
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-66-siy-cq"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:0f7fa1bc6afda2a9f6790f736e0a94070ecc036cc4af830af8ef4343feda8859"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 66

*Μελέται καὶ Λόγοι, Εἴς τινας δόξαντας ἀφηνιάζειν τῶν Φοιτητῶν*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-cq` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-66-siy-cq)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`66`

Εἴς τινας δόξαντας ἀφηνιάζειν τῶν φοιτητῶν.

Πάλιν μύθῳ πρὸς τὸν παρόντα χρησόμεθα· πάλιν ἐλθεῖν μοι συνέριθον παρακαλέσω τὸν Αἴσωπον. λόγον δὲ ὑμῖν οὐ Λιβυκόν τινα, ἢ Αἰγύπτιον, ἀλλʼ ἐκ μέσων τῶν πάνυ Φρυγῶν, ὅπου καὶ τὸ πρῶτον ὁ μῦθος ἐγένετο, ἐν αὐτοῖς εὑρὼν τοῖς Αἰσωπείοις ἀθύρμασιν, ἐθέλω καὶ πρὸς ὑμᾶς διηγήσασθαι. ὁ Ἀπόλλων ἐπειδὰν εἰς μέλος ἁρμόσῃ τὴν λύραν—ἁρμόζει δὲ οἶμαι ἀεί, ἅτε οὐδὲν ἄλλο τι ὢν ὅτι μὴ λύρα καὶ λόγος—, περιίστανται μὲν αὐτὸν πανταχόθεν αἱ Μοῦσαι, καὶ χορὸς τῇ λύρᾳ γίνονται· ἀτὰρ δὴ καὶ ἄλλος ὅμιλος θεατὴς μελῳδίας ἔρχεται, Δρυάδες τινὲς καὶ Ἁμαδρυάδες νύμφαι, ὄρειοι δαίμονες, καὶ οὐκ οἶδα εἰ πάμπαν ἀτάσθαλοι. αἱ δὲ ὅταν μὲν ἅμα ταῖς Μούσαις χορεύειν βούλωνται, θεαί τε εἶναι δοκοῦσι καὶ ὡσπερεὶ Μοῦσαι νομίζονται· ἐπειδὰν δέ τι πρὸς τὴν ἀκοὴν ἄγροικόν τε καὶ πονηρὸν σκίρτημα κατὰ τῆς λύρας σκιρτήσωσιν, ἀγανακτεῖ μὲν ὁ Ἀπόλλων—τί δὲ οὐ μέλλει; ἐπειδὰν ἀμουσοτάτου χοροῦ πηδῶντος αἰσθάνηται, —οὐ μὴν εὐθὺς ἐπὶ βέλη καὶ φαρέτραν ἔρχεται· οὐ γὰρ οἷα περὶ αὐτοῦ λέγειν ἐν Ἰλιάδι τετόλμηκεν Ὅμηρος, τοιαῦτα καὶ Αἴσωπος μυθολογεῖ κατὰ τοῦ Ἀπόλλωνος. Ὅμηρος μὲν γὰρ δημαγωγεῖν ἐθέλων τὸ θέατρον, πολλάκις καὶ θεῶν καταψεύδεται· διόπερ ἔγωγε τοιούτους εἶναι ἑκὼν οὐ πείσομαι, ἀλλά μοι συγγνώμην ἔχειν Ὁμηρίδας αἰτήσομαι, εἰ τοιαῦτα περὶ θεῶν καὶ αὐτὸς οὐ δήπου προσίεμαι. ποῦ γὰρ ἂν ἔγωγε ταῦτα πιστεύσαιμι, ὅτι θεὸς ὢν Ἀπόλλων καὶ μουσηγέτης, ἀεὶ θυμοῦται τοσοῦτον, ὁπόσον Ὅμηρος βούλεται, ἢ εἰς νύκτα ἀμείβει τὰ πρόσωπα, ἢ διὰ τοῦτο βελῶν ἅπτεται, ἵνα ὑπήκοον πλήξῃ καὶ Ἕλληνα; ταῦτα μὲν οὖν παραιτησώμεθα Ὁμηρίδας καὶ εἴ τις ἄλλος ποιητὴς τοιοῦτος ᾖ κατὰ θεῶν εὐχερῶς ἐθέλων ψεύδεσθαι, Αἰσώπῳ δὲ μᾶλλον πιστεύσωμεν. παρακαλεῖ γὰρ καὶ θεοὺς αὐτοὺς ἐπὶ τὸν μῦθον ὁ Αἴσωπος καὶ εἰς οὐρανοὺς αὐτοὺς ἀναβιβάζει τὸν ἔλεγχον· οὐ μὴν ἴσα ποιηταῖς ὁ Φρὺξ ἐθέλει κατὰ θεῶν θρασύνεσθαι, ἀλλὰ καίπερ μύθων ποιητὴς ὤν, ὅσον αἰνίξασθαί τι σοφόν, περὶ θεῶν λέγει καὶ φθέγγεται. τί οὖν ἐκεῖνος, ἀτακτοῦντος χοροῦ ἐν γραφῇ; ποιεῖ τὸν Ἀπόλλωνα μεθαρμόζοντα ἐκ προσηνοῦς εἰς τραχὺ μέλος τὴν λύραν, καὶ οὐ δακτύλοις, πλήκτρῳ δὲ τὰς χορδὰς πλήττοντα· καὶ συναγανακτεῖ μὲν αὐτῷ πρὸς Νυμφῶν ἀδικουμένῳ κατʼ Αἴσωπον ὄρη καὶ νάπαι καὶ ποταμοὶ καὶ ὄρνιθες, ἤδη δὲ καὶ ὁ Ἑλικὼν αὐτὸς ὑπὸ τοῦ πάθους μεταβληθεὶς εἰς ἄνθρωπον, φωνήν τε ἀφίησι καὶ κατὰ Νυμφῶν ῥήτωρ γίνεται. καὶ μὴ τολμηρὸν τὸ τοῦ μύθου νομίζωμεν· οὐ γὰρ δήπου αὐτὸς μὲν ὁ Ἑλικὼν ἐκ ποιμένων οἶδε ποιητὰς ἐργάζεσθαι —καὶ τοῦτο πάντως Ἡσιόδῳ πιστεύομεν—, ἡμᾶς δὲ τῷ Φρυγὶ νεμεσᾶν ἄξιον, ὅτι λαλοῦν ὄρος τι μεμίμηται. τί δὲ δὴ ὁ Ἑλικὼν πρὸς τὰς Νύμφας ἐν τῷ μύθῳ φθέγγεται; «Ποῖ φέρεσθε, ὦ Νύμφαι; τίς οὗτος ὑμᾶς πονηρὸς οἶστρος ἐξέμηνε; τί δὲ ἀφεῖσαι τὸν Ἑλικῶνα, τὸ τῶν Μουσῶν ἐργαστήριον, ἐπὶ τὸν Κιθαιρῶνα σπεύδετε; συμφοραὶ ἐκεῖ καὶ πάθη καὶ τραγῳδίας πηγὴ τὰ Κιθαιρῶνος ἐγκώμια. ἐγὼ ποιητὰς ἐκ ποιμένων, ὁ δὲ ἄφρονας ἐκ σωφρονούντων ἐργάζεται· ἐκεῖ μήτηρ κατὰ παιδὸς μαίνεται, καὶ πολεμεῖ τὸ γένος τῷ γένει· ἐνταῦθα Μουσῶν γοναὶ καὶ Μνημοσύνης κῆποι καὶ αἱ τῶν γεννηθέντων τροφαί. Ἀπόλλωνι μὲν οὖν συγχορευταὶ καὶ ξυμπαίστριαι νῦν τε εἰσὶ καὶ ἀεὶ πάντως μελῳδοῦντι παρέπονται· τὸ δὲ ὑμέτερον πάθος δέδοικα, μὴ σκηνῆς τι μέρος καὶ σκυθρωπῆς ὑμῖν προοίμιον τραγῳδίας γένηται. ἀλλὰ τί ταῦτα; φθάνουσι δήπου τάχα τῆς ἐμῆς δημηγορίας τὸ πέρας αἱ Νύμφαι· ἡ μὲν ἐκεῖ που πρὸς τὸν θεὸν τῶν Νυμφῶν, ἡ δὲ μέλλει, ἡ δὲ ὅσον οὔπω τῷ χορῷ τούτῳ προσπείσεται. δειναὶ γὰρ αἱ τῆς Ἀπόλλωνος λύρας ἴυγγες καὶ πάντα κεστὸν Ἀφροδίτης παριοῦσαι ταῖς χάρισι». ταῦτα ὁ Ἑλικὼν παρὰ Αἰσώπῳ δημηγορεῖ. εἰ δέ τι φέρει πρὸς τὸν παρόντα ὁ μῦθος, ὑμέτερον ἂν εἴη στοχάζεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-cq`.
