---
title: "Declamations and Orations: Oration 63 (Discourse among Companions after Returning from His Homeland)"
title_greek: "Μελέται καὶ Λόγοι, Διάλεξις ἐν τοῖς Ἑταίροις μετὰ τὴν ἀπὸ τῆς Πατρίδος Ἐπάνοδον"
author: Himerius the Sophist
eul_wid: siy-cn
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-63-siy-cn"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:628f3b5310dc6b93809cad633f5192a6980ff8f937916b65c8d9c904d723cbd9"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 63 (Discourse among Companions after Returning from His Homeland)

*Μελέται καὶ Λόγοι, Διάλεξις ἐν τοῖς Ἑταίροις μετὰ τὴν ἀπὸ τῆς Πατρίδος Ἐπάνοδον*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-cn` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-63-siy-cn)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`63`

Διάλεξις ἐν τοῖς ἑταίροις μετὰ τὴν ἀπὸ τῆς πατρίδος ἐπάνοδον.

Οἴκοι πρῶτον ταῖς Μούσαις θύσωμεν—λόγοι δὲ ἄρα θυσία Μουσῶν—, καὶ ἀπὸ τῆς ἔνδον ἑστίας τῶν ἱερῶν ἀπαρξώμεθα· Ἀττικὸς γὰρ καὶ οὗτος ὁ νόμος, πρὸ τῶν ἔξω μυστηρίων ταῖς ἔνδον θυσίαις ἀρέσκειν τοὺς κρείττονας. εἰθίσμεθα ἄρα καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ἐκ μικροτέρας ἀρχῆς πρὸς τὴν τῶν μειζόνων τόλμαν σπεύδειν. οὐδεὶς ἐπὶ μέγα πέλαγος πλωτὴρ ἄγεται, πρὶν ἔσω λιμένων ἀνακινῆσαι τὸ σκάφος· ἐπειδὰν δὲ στεγούσης τῆς νεὼς ὁ ναυτίλος τὴν ὀλίγην αἴσθηται θάλασσαν, τότε ἤδη θαρρῶν κατὰ τῆς πολλῆς ἀφίησι φέρεσθαι. καὶ μὲν δὴ καὶ ἀθλητὴς γενναῖος κἂν Ὀλυμπίων νικητής τις ᾖ, κἂν τὸ μέγα κήρυγμα παρʼ Ἠλείων δεξάμενος, ἐπειδὰν χρόνῳ σχολάζουσαν τὴν ἑαυτοῦ ῥώμην αἴσθηται, οὐ πρότερον ἐπὶ τὸ στάδιον ἔρχεται, πρὶν ταῖς παλαίστραις ἐναποδύσασθαι. οἶδα δʼ ἐγὼ καὶ τοὺς ἀμφὶ μουσικὴν σπουδάζοντας οὐκ εὐθὺς ἐπὶ τὰ πάνδημα θέατρα σπεύδοντας, πρὶν οἴκοι τύχωσι τὴν χεῖρα γυμνάσαντες. καὶ οὔτε αὐλητὴς ἐπιτολμᾷ τῇ σκηνῇ, εἰ μὴ παρʼ ἑαυτῷ πρῶτον τῶν αὐλητικῶν ὀργάνων ἀπάρξηται· οὔτε κιθαρῳδὸς εἰς μέσον ἔρχεται, πρὶν καὶ σχολῇ διαψήλῃ τὴν λύραν. ὁρῶμεν δὲ ἄρα καὶ τοὺς μουσικοὺς ἐκείνους ὄρνιθας, ὅτι ἐπειδὰν τοῦτον τὸν τρόπον γυμνάσῃ τὰ μέλη, μετάρσιον ἤδη καὶ ἐπὶ τῶν ὑψηλῶν δένδρων τὴν μουσικὴν ἐργάζεται. οὕτω καὶ τέττιξ τὰ μέλη φθέγγεται, οὕτω καὶ κύκνος εὐτρεπίζει τὸ πτερὸν πρὸς τοὺς ὕμνους Ἀπόλλωνος. οὔτε ἡνίοχος εὐθὺς ὑφʼ ἅρμα τὸν πῶλον ζεύγνυσιν, ἂν διὰ μακροῦ πρὸς ἀγωνίαν τὸν ἵππον ἄγῃ δραμούμενον, ἀλλʼ ἔξω τῆς ζεύγλης ἀφεὶς τὰ πρῶτα τῶν τρόχων γυμνάζεσθαι, οὕτως ἔποχος κατὰ τῶν ἀντιπάλων ἰθύνει τὸν πῶλον. ἐθέλω δὲ ὑμῖν περὶ αὐτοῦ τούτου καὶ λόγον τινὰ διηγήσασθαι. Αἰθίοπες οἱ πρὸς ἥλιον ἀνίσχοντα νομάδες τέ εἰσι καὶ τοξόται, καὶ τοῦτο μὲν ὁ βίος ἐκ τόξων τῷ γένει—θήρα γὰρ αὐτοῖς ἡ τροφή—, τοῦτο δὲ ὁ πόλεμος ἐκ τῆς αὐτῆς σκευῆς τοιοῦτός τις· ἐπὶ γὰρ τῶν ἐλεφάντων ἄνω καθάπερ ἵπποις ὀχούμενοι, καὶ τοὺς πολεμίους ἐκεῖθεν βάλλουσιν. ἐπὶ τούτους δὴ τοὺς Αἰθίοπας, τὴν πολλὴν παρεξιὼν γῆν, Ἀλέξανδρος ἔρχεται· πυθόμενος δὲ καὶ μαθὼν ὅστις Αἰθιόπων εἴη τοξεύειν ἄριστος, προσκαλεῖται τὸν ἄνδρα καὶ δεικνύναι τὴν τέχνην ἐκέλευσεν. ὁ δὲ μικρὸν ἐπισχὼν καὶ ἠρέμα σύννους γενόμενος, προσδεῖν ἔφη μελέτης αὐτῷ· τυχεῖν γὰρ μιᾶς ἡμέρας πόρρω τοῦ τοξεύειν γενόμενος. οὗτος ὁ τοῦ Αἰθίοπος λόγος. ἐμοὶ δὲ δοκεῖ καὶ Ὅμηρος τοῦτο αὐτὸ διὰ τῶν ἐπῶν ἐθέλειν αἰνίξασθαι. οὐκ εὐθὺς ὁπλίζει κατʼ Ἀντινόου τὸν Ἰθακήσιον, ὃς ἦν τῶν μνηστήρων ἀτάσθαλος, ἄρτι τῆς θαλάσσης ἐκβάντα καὶ τῆς Φαιάκων ὁλκάδος, ἀλλὰ μελέτην αὐτῷ τοὺς πελέκεις προθείς, ἐπειδὴ τούτων ἐποίει τυγχάνοντα, οὕτως ἤδη παράγει καὶ κατʼ ἐκείνου τὸ μέγα τόξον κυκλώσαντα. φέρε οὖν καὶ ἡμεῖς, ὦ παῖδες, ἐπειδὴ χρόνιοι τῶν λόγων ἁπτόμεθα, πρὶν ἐπὶ τῆς δημοσίας αὐτοὺς ἀποδῦσαι σκηνῆς, εἴσω τῶν ἡμετέρων σηκῶν παράγοντες γυμνάζωμεν· εἰ καὶ τὰ μάλιστα τολμηροί τινες ὄντες καὶ κατὰ πάντα ὑψαύχενες, ἀκμῆτές τε εἶναι καὶ ἀνθηροὶ τὴν φύσιν βούλονται, κατὰ τὸν ἀρχηγέτην αὐτῶν τὸν θεόν, ὃν ἡβῶντα ἀεὶ καὶ νέον ποιηταὶ γραφεῖς τε καὶ πλάσται δεικνύουσιν, οὐ κομμωτικῆς τινος εἶναι τῆς τέχνης ὑπισχνουμένης, ἀλλʼ ὁποῖον αὐτὸν ὁ πατὴρ ἐκ τῆς θεᾶς ἐγέννησε, τοιοῦτον ἀεὶ αὐτὸν φαινόμενον ποιούσης. οὐ μὴν ἀλλʼ ἐπειδήπερ ἔθος ἐν ταῖς μελέταις κατείληφε πρὸ τῶν ἀγώνων γυμνάζεσθαι, ταῦτα μὲν ἔνδον παρʼ αὐτοῖς ἀθύρωμεν, τοὺς δὲ ἀγῶνας αὐτοὺς τῷ μεγάλῳ θεάτρῳ τηρήσωμεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-cn`.
