---
title: "Declamations and Orations: Oration 61"
title_greek: "Μελέται καὶ Λόγοι, Εἰς τοὺς Ἑταίρους"
author: Himerius the Sophist
eul_wid: siy-cl
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-61-siy-cl"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:ddf0355279f09b7d51d9cfa509021550c2356e67273576212444e7c5be8495b1"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 61

*Μελέται καὶ Λόγοι, Εἰς τοὺς Ἑταίρους*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-cl` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-61-siy-cl)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`61`

Εἰς τοὺς ἑταίρους.

Τὴν ὥραν τῶν λόγων λόγῳ κοσμήσωμεν, ἵνα καθάπερ ὑπό τινι λύρᾳ τῶν Μουσῶν μέλει τὰς Ἑρμοῦ θύρας ἀνοίξωμεν. οὐ γὰρ δὴ θάλαμον μὲν αὐλὸς πετάννυσι καὶ προπομπεύουσι τῶν ἀγωνοθετούντων αἱ σάλπιγγες καὶ ποίμνης μέλη τὰ νόμια, ἀρχὴ δὲ λόγων οὐ καλέσει τοὺς λόγους. καίτοι ἔγωγε καὶ τῶν ἄλλων δημιουργῶν πολλάκις ᾔσθημαι, οὐχ ὅσοι μουσικοὶ μόνον, ἀλλὰ καὶ ὅσοι τούτων χειρώνακτες, παραδείγματα ἄττα τοῖς ἐπὶ τῇ παρʼ ἑαυτοῖς τέχνῃ φοιτῶσι προδιαπλάττοντας, ὅπως ἂν ῥᾷον οἱ νέοι τὰς τέχνας ταύτῃ μανθάνοιεν. πίναξ μὲν ἄρτι εὐτρεπὴς τῷ ζωγράφῳ καὶ πρὸς σκιαγραφίαν ἕτοιμος· τῷ δὲ πλαστικῷ κηροὶ καὶ μικρὰ ἄττα ἀγάλματα τῆς τέχνης ταύτης προοίμια. διδάσκει δὲ καὶ αὐλητὴς τὸν αὐλητικὸν αὐτὸς προεμπνέων τῷ καλάμῳ τὸ μέλος πρότερος, καὶ ὁ κιθαρῳδὸς τὸν κιθαριστικὸν αὐτὸς προπλήττων τῶν μανθανόντων τὴν φόρμιγγα. συνεφάπτεται δὲ καὶ παῖς τοῦ πηδαλίου τῷ γέροντι, καὶ Ἰνδῷ τοξότῃ τοῦ βέλους ὁ μανθάνων τὴν τέχνην ἔφηβος. αἱ δὲ ὄρνιθες οὐκ, ἐπειδὰν ἐξαγάγωσι τῆς καλιᾶς τὰ νεόττια, ὑφαπλώσασαι τὰς πτέρυγας, οὕτω τολμᾶν τὴν πτῆσιν ἀναδιδάσκουσιν; οὕτω δὴ καὶ λόγων διδάσκαλος ποιεῖ, ἵνα καθάπερ οἱ τοὺς νεῖν ἀδυνάτους ταῖς ἑαυτῶν χερσὶν ἀνέχοντες ποιοῦσι νεῖν, οὕτω καὶ οὗτος κουφίζων τὰς ψυχὰς τῶν νέων τολμᾶν διδάσκῃ τὰ ῥήματα. ἡμῖν δὲ οὐδὲ ἀπὸ καιροῦ τὰ τῶνδε τῶν λόγων. δύο γὰρ ἐν ἡμετέροις ξένοι, ὁ μὲν ἡλικιώτης πάλαι τῶν λόγων, νυνὶ δὲ θεωρὸς καὶ ἀγωνοθέτης, ... ἣν ὁ σχίζων μέσος Ἑλλήσποντος Ἀσίαν ὁρίζει καὶ Εὐρώπην τοῖς κύμασιν· ὁ δὲ νέος ἔτι καὶ ἔπηλυς γεύσασθαι τελετῆς τῆς ἡμετέρας βουλόμενος. φέρʼ οὖν αὐτῷ καὶ ἐπιχώριον διέλθωμεν τὸ διήγημα. Πάμφυλοι πρὸ Κίμωνος ἀκριβῶς οὐκ ἦσαν Ἕλληνες, ἀλλʼ ἐμήδιζον ἔτι καὶ Ξέρξῃ καὶ Πέρσαις εἵποντο· ἐπεὶ δὲ Κίμων διπλοῖς τροπαίοις τὴν Παμφυλίαν κατέστρεψεν, ὁ μὲν Εὐρυμέδων ὑπὲρ τὸν Νεῖλον ἐν λόγοις ᾄδεται, ἀττικίζουσι δὲ Πάμφυλοι, καὶ τοὔνομα τῆς πόλεως καὶ παρʼ ἐκείνοις ἀνακηρύττεται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-cl`.
