---
title: "Declamations and Orations: Oration 6 (Polemarchic Declamation)"
title_greek: "Μελέται καὶ Λόγοι, Πολεμαρχικός"
author: Himerius the Sophist
eul_wid: siy-ai
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-6-siy-ai"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:e2ea34686be883dda6b00fb6fc87b5c762de1af54bde6814807c22dc1738785d"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 6 (Polemarchic Declamation)

*Μελέται καὶ Λόγοι, Πολεμαρχικός*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-ai` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-6-siy-ai)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`6`

Πολεμαρχικός.

Οὐ τοῖς ψέγουσι τὸν νόμον τῶν ἐπὶ τοῦ μνήματος ἐγνωκότων λέγειν, ἀλλὰ τοῖς ἐπαινοῦσι συνθήσομαι. καὶ γὰρ ἄτοπον τὴν τοῦ λέγειν ἐξουσίαν παρʼ αὐτοῦ λαβόντας, κατʼ αὐτοῦ τῇ παρὰ τοῦ λέγειν ἐξουσίᾳ χρῆσθαι. πολλῶν τοίνυν ἐπαινεῖσθαι ὁ νόμος ἄξιος, πρῶτον μὲν ὅτι περ Ἀττικὸς καὶ ἀκριβῶς μόνης τῆς πόλεως—χοαὶ μὲν καὶ αἱ λοιπαὶ τῶν κατοιχομένων τιμαὶ διὰ τὸ κοινῇ πᾶσι παρὰ πάντων νομίζεσθαι, οὐδετέρους ἐμφανίζουσιν, οὔτε τοὺς διδόντας τὴν χάριν, οὔθʼ οἷς προσάγονται· ὁ δὲ παρὰ τοῦ λόγου κόσμος ἐξαίρετον ἔχων τιμήν, καὶ τῶν δεδωκότων τὴν γνώμην καὶ τὴν ἀρετὴν τῶν λαμβανόντων συνίστησιν· —ἔπειθʼ ὅτι καὶ πλεῖον τοῖς ζῶσιν ἢ τοῖς τελευτήσασι προξενεῖ κέρδος τὰ δρώμενα. τὸν γὰρ ἐκ τοῦ θανάτου φόβον ὁ νομοθέτης τῇ παρὰ τοῦ λόγου τιμῇ παραμυθούμενος, ἄοκνον πᾶσι τὴν τόλμαν τὴν ὑπὲρ τῶν κινδύνων καθίστησι, μᾶλλον δὲ καὶ πλέον αἱρεῖσθαι τὸν ἐν πολέμοις θάνατον τοῦ κοινῇ πᾶσι συμβαίνοντος. ὅταν γὰρ ἕκαστος οἶμαι λογίζηται, ὅτι λυθέντι μὲν ὑπὸ τῆς φύσεως ἓν καὶ τοῦ βίου τέλος καὶ τῆς μνήμης ἐστὶν ὁ θάνατος, τελευτήσαντι δὲ σὺν ἀρετῇ τῷ σώματι μὲν ἐξιέναι τοῦ βίου, τῇ δόξῃ δὲ μένειν λείπεται, πῶς οὐχ ἑτοιμότερος τὸ τελευτᾶν τοῦ ζῆν ἀφανῶς ἀνταλλάττεσθαι; τῷ μὲν οὖν ἐπαινεῖν βουλομένῳ τὸν νόμον καὶ ταῦτʼ ἔνεστι λέγειν, καὶ τούτων ἔτι σεμνότερα. ἡμῖν δʼ ἐπʼ αὐτὸν ἤδη βαδιστέον τὸν τῶν τῇδε κειμένων ἔπαινον. ἡ δὲ τῶν ἐγκωμίων ἀρχὴ τῷ μὲν δοκεῖν κοινὴ πρὸς ἅπαντας, τὸ δʼ ἀληθές, τῶν ἀνδρῶν τούτων ἐξαίρετος. οἱ μὲν γὰρ τοὺς ἄλλους ἐπαινεῖν σπουδάζοντες, ἵνα τὸ γένος ὑμνήσωσιν, εἰς προγόνων τινὰς εὐφημίας τὴν τοῦ λέγειν φύσιν ἀναβιβάζουσιν, ἢ τὴν γῆν ὅθεν οἱ πρόγονοι τῶν ἐπαινουμένων ἐγένοντο· πάντες γὰρ ἐπιεικῶς οἱ πρόγονοι τῶν πανταχοῦ θαυμαζομένων ἐπήλυδες. οὐ μὴν καὶ κατὰ τούτων ὁ νόμος οὗτος νενίκηκεν· ἀλλʼ ὁμοῦ τε Ἀθηναίους εἴρηκας, καὶ μετὰ τῆς ἐπωνυμίας δηλοῖς τοὺς αὐτόχθονας. ἄρτι οὖν οὐχ ἕτερον μὲν τῶν προγόνων, ἕτερον δὲ τῶν παίδων ἢ τῶν ἐγγόνων ἐγκώμιον, ἀλλʼ ὥσπερ ἄλλο τι σύμβολον, ἐν πᾶσι ταὐτὸν τῆς εὐγενείας ὑπάρχει γνώρισμα, κοινὴν καὶ τὴν εὐφροσύνην ἅπασι τὴν τῆς εὐφημίας ἐργάζεται. ἂν ἐπαινέσῃς τὴν Λακεδαίμονα, Θηβαῖοι ποιοῦσι τὴν εὐφημίαν ἀμφίβολον, τῆς γενέσεως τῆς Ἡρακλέους μεταποιούμενοι· ἂν Θήβας σεμνύνῃς τῷ λόγῳ, Κάδμος ἐκεῖ καὶ Φοινίκων πλάνη καὶ τὰ τῶν ἐπαίνων ἀλλότρια· ἂν γενεαλογήσῃς Ἀργείων τὴν πόλιν, θαυμάσεις Αἰγυπτίους πλέον, ἀφʼ ὧν τοὺς ἀρχηγέτας ἐπάγονται. τῇ πόλει δὲ καθαρὸν ἁπανταχόθεν τὸ τῆς εὐγενείας ἐγκώμιον, ὅτι μηδὲ πρὸ Ἀθηνῶν ἑτέρα πόλις ἢ ἄνθρωποι, ἀλλʼ ὁμοῦ τὸ συναμφότερον ἡ φύσις ἔδειξεν, ἐπὶ μὲν γῆς πόλιν Ἀθηνᾶς, ἐν δὲ τοῖς ἄλλοις ζῴοις τὸν ἄνθρωπον. τοιγαροῦν ὅσα ἐν ἀνθρώποις κάλλιστα καὶ φύσει καὶ νόμοις ἐξεύρηται, τούτων ἁπάντων δικαίως ἂν ἡγεμὼν ἡ πόλις ἡμῶν ἐπιφημίζοιτο. ἅτε γὰρ ὁμιλήσασα πρώτη θεοῖς, εἰκότως καὶ πρώτη τὰ παρʼ ἐκείνοις εἰς τοὺς ἀνθρώπους ἐξήγγειλεν. ἄρχεται δὲ τῶν δωρεῶν ἀπὸ πρώτων τῶν ἀναγκαίων, ποιησαμένη τούτων τὴν εὕρεσιν, ἐπεὶ καὶ πάντως ἂν ἄτοπον ἦν, πρὶν ἡμερῶσαι ταῖς τροφαῖς τὸ γένος ὑπὸ διαίτης θηριώδους πρότερον πρὸς ἀλλόκοτον βίου φύσιν ὑποφερόμενον, τέχνας καὶ νόμους καὶ τελετὰς καὶ τὰ λοιπὰ διδάσκειν, ἀφʼ ὧν ὁ βίος κεκόσμηται. ὅθεν οὖν ἐχρῆν τοὺς εὐεργέτας τοῦ γένους τὴν ἀρχὴν λαμβάνειν, ἐντεῦθεν δὴ λαμβάνουσιν. ἐπλανᾶτο Δημήτηρ κατὰ τῆς ὑφʼ ἡλίῳ πάσης, ὡς λόγος, τὴν ἁρπαγὴν τῆς Κόρης μεταδιώκουσα· γῆν δὲ ἐπελθοῦσα πᾶσαν καὶ θάλασσαν, ὡς κατʼ Ἐλευσῖνα γίγνεται, τῆς τε πλάνης ἔστη, καὶ τὴν ζητουμένην κομίζεται· μισθοὺς δὲ ἀμφοτέρων εἰσφέρουσα, τοῖς τὴν πλάνην τῆς θεοῦ τῶν ἡμετέρων λύσασι καρποὺς χαρίζεται καὶ μυστήρια, ὧν τοῖς μὲν τὴν τροφήν, τοῖς δὲ τὴν γνώμην ἡμέρωσεν. ἡ μὲν δὴ πρώτη καὶ μεγίστη χάρις εἰς πάντας ἀνθρώπους τῆς ἡμετέρας πόλεως ἐντεῦθεν τὴν ἀρχὴν εἴληφεν. τὰ δʼ ἐφεξῆς, πῶς; δόμους οὐκ ᾔδεισαν ἄνθρωποι· τούτων ἡ πόλις διδάσκαλος. τέχνας καὶ νόμους οὐδεὶς ἐνόμιζε· παρὰ Ἀθηναίων τῷ γένει τὸ συναμφότερον. οὔπω πανηγύρεις ἠθροίζοντο, καὶ συνήγαγεν ἡ πόλις πρώτη, καὶ πάσας συναγαγεῖν ἐπέταξεν. ἄοπλος ἦν ὁ βίος· ὅπλα τῶν κινδυνευόντων προὐβάλετο. ἵππων χρῆσιν οὐκ ἠπίστατο· μερίζει πρώτη πρὸς ἄθλους καὶ πολέμου χρείαν τὴν ἵππων γένεσιν. τούτοις δὴ πᾶσι τήν τε πόλιν καὶ τὴν χώραν κοσμήσαντες, ἐπέραστοι γίγνονται καὶ θεοῖς. ἐρῶσι μὲν οὖν τῆς χώρας ἅπαντες, Ἀθηνᾷ δὲ καὶ Ποσειδῶνι παραχωροῦσι τὴν ἅμιλλαν. οἱ δὲ ὅπλα μὲν κατʼ ἀλλήλων οὐκ ἤραντο· οὐ γὰρ δὴ θέμις ὑπὲρ τοιούτων παιδικῶν αἰγίδα κινεῖν ἢ τρίαιναν· ἄμφω δὲ τὴν δίκην πιστεύουσι τοῖς αὐτοῖς, ἐρωμένους τε ἅμα καὶ δικαστὰς τῶν ἀμφισβητουμένων ἑλόμενοι. κριθείσης δὲ τῆς ἁμίλλης θαλλῷ τε ἐλαίας καὶ κύματι, τῷ θαλλῷ τὴν ψῆφον τίθενται· τῷ θαλλῷ δὲ ὅταν εἴπω, τῇ θεῷ λέγω· Ἀθηνᾶς γὰρ οἶμαι τὸ γνώρισμα. παυθείσης δὲ οὕτω τῆς κρίσεως, ἡ μὲν θεὸς τὴν δίκην λαμβάνει παρὰ τῆς πόλεως, παρὰ τῆς θεοῦ δὲ ἡ πόλις τοὔνομα. θαυμάσαντες δὲ ἅπαξ οἱ θεοὶ τὸ παρὰ τῇ πόλει δίκαιον, τὸ λοιπὸν ἀντʼ οὐρανοῦ τοῖς παρʼ ἡμῖν δικαστηρίοις ἐκέχρηντο· καὶ τοῦτο μὲν Ἄρει δικάζουσι φόνου γραφὴν ὑπὸ Ποσειδῶνος ἐφʼ Ἁλιρροθίῳ φεύγοντι. τοῦτο δὲ Ὀρέστην τῆς συμφορᾶς ἀπαλλάττουσι, κοινωνοῖς πρὸς ἑκατέραν τῶν ψήφων τοῖς τῶνδε προγόνοις χρησάμενοι. ἀλλὰ γὰρ οὐχ ὅ τι τις τοιοῦτον εἴπῃ, χαλεπὸν εὑρεῖν, ἀλλʼ ὅπως μὴ τούτοις ἑπόμενος πόρρω τῶν πράξεων γένηται, ἃς τοῦτο μὲν ὑπὲρ τῆς πόλεως οἱ τῶν τῇδε κειμένων πρόγονοι, τοῦτο δὲ ὑπὲρ τῆς ὅλης Ἑλλάδος ἤραντο, παῖδες πατέρας μιμούμενοι, καὶ διὰ πάσης ἡλικίας τε ὁμοῦ καὶ διαδοχῆς τοῦ γένους τὴν εὐψυχίαν καταβιβάζοντες. διόπερ ἐπὶ ταύτας ἤδη πορεύσομαι. ἄξιον δὲ ἴσως πρότερον τῶν τροπαίων τὴν φιλανθρωπίαν θαυμάσαι τῆς πόλεως, καὶ ὡς προὔστη παντὸς τοῦ γένους, δεχομένη μὲν τοὺς δυστυχοῦντας, οἳ παρʼ ἑτέρων ἠλαύνοντο, εἰς δὲ τὴν ὑπερορίαν πάλιν ἐκπέμπουσα τοὺς ἤδη τύχης ἐφιεμένους ἀμείνονος. ἄπορον δὲ κἀνταῦθα πάλιν, ποτέρων τις μνημονεύσαι πρότερον, ἢ ποίας διεξέλθοι πρώτας πράξεις τῆς πόλεως, καὶ πότερον τὰ τῇ γῇ κατορθώματα μᾶλλον ἢ τὰ διὰ θαλάττης, ἢ πόθεν τοῦ λόγου ἄρξεται. μικροῖς ὅροις τὸ πάλαι τὸ τῶν Ἑλλήνων γένος ἀφώριστο· λῃσταὶ τὰς Κυκλάδας ἐνέμοντο, ἄβατος ἦν ἡ πρὸς ἑσπέραν τῆς Πελοποννήσου θάλαττα, Θρᾷκες κατʼ αὐτὴν ἐφήδρευον, ἠπείλουν Ἀμαζόνες ἑτέρωθεν. Ἴωνες πρὸ τούτων ... κατέφευγον, Ἡρακλεῖδαι πρὸ Ἰώνων τὴν Εὐρυσθέως βίαν ἀπεδίδρασκον, Θηβαῖοι κατὰ τῆς φύσεως ὕβριζον πάντας ἀνθρώπους ἀρνούμενοι, Δωριεῖς μετὰ μικρὸν κατὰ τῆς πόλεως σὺν Εὐβοεῦσι καὶ Βοιωτοῖς ἐθρασύνοντο. τοσούτου δὴ νέφους πραγμάτων ἄλλοτε κατʼ ἄλλους χρόνους, μικροῦ καθʼ ἑκάστην ἡμέραν, τῇδε προσπίπτοντος, ἄξιον ἰδεῖν τίνες ἐν ἅπασιν οἱ τούτων ἐγένοντο πρόγονοι. τὰς μὲν δὴ νήσους ἡμέρωσάν τε καὶ ᾤκισαν, καὶ τὸ λῃστρικὸν ἐξεκάθηραν· Ἴωνας δὲ εἰς τὴν ἀντιπέραν πέμψαντες ἤπειρον, τοῦ Ἀττικοῦ γένους πᾶσαν ὅσην Αἰγαῖος προσκλύζει χώραν ἐπλήρωσαν· Ἡρακλείδας δὲ ὑποδεξάμενοι τὸν μὲν ὑβρίζοντα τῆς παρανομίας ἔπαυσαν, αὐτοὺς δέ, τὴν τύχην ἀμείψαντες, βασιλέας ἀντὶ φυγάδων Πελοποννήσου πάσης εἰργάσαντο· Θρᾳκῶν δὲ καὶ Ἀμαζόνων, τῶν μὲν τῆς πόλεως, τῶν δὲ καὶ αὐτῆς καταθρασυνομένων τῆς φύσεως, καὶ τοσούτῳ πλέον ἐπηρμένων οἷς ἐθρασύνοντο, ὥστε καὶ πᾶν εἴκειν ὅτῳ προστύχοιεν, καθʼ οὓς ἐπῆλθον ἑκάτεροι χρόνους συμμίξαντες τοὺς μὲν τῆς χώρας, τὰς δὲ τῆς ἀνθρωπίνης φύσεως ἀπήλλαξαν· ὥστε μὴ τῷ γένει τὸ λοιπὸν τὴν Ἀμαζόνων φύσιν, ἀλλὰ τῷ τάφῳ γνωρίζεσθαι. ἐτάφησαν δὲ ἄρα διὰ τοῦτο καὶ οἱ πεσόντες Ἀργείων ὑπὸ τῷ τείχει, τῆς πόλεως φόβῳ, ἀλλʼ οὐχὶ τιμῇ τῆς φύσεως, δοῦναι βιασθέντων Θηβαίων τῷ κοινῷ τῆς ὁσίας νόμῳ τὰ σώματα. θαυμαστοὶ μὲν δὴ καὶ οὗτοι σύμπαντες· ἀλλʼ ἴσως δὴ τὸ τῶν χρόνων πρεσβύτερον εἰς τὸ μυθῶδες τοὺς περὶ αὐτῶν λόγους ἐκβιαζόμενον, ἀμφίβολον ποιεῖ τὸ πολὺ θαῦμα τῶν πράξεων. τοὺς δὲ τρεῖς πολέμους, καὶ τούτους Ἑλληνικούς, ἐπὶ μιᾶς ῥοπῆς ἀναστείλαντας τίς οὐκ ἂν ᾄδοι τῷ λόγῳ; τίς δʼ ἂν οὐ παραλιπὼν αἰσχύνοιτο; τίνες δὲ ἦσαν οὗτοι; ἐκίνησε φθόνος ποτὲ κατὰ τῆς πόλεως Δωρικὸν ὁμοῦ καὶ Βοιώτιον, καὶ προσέτι Χαλκιδέων τῶν ἀπʼ Εὐβοίας ἐκ τρίτου πόλεμον. πῶς οὖν ἅπασι τούτοις ἡ πόλις ἀντέστη; ἔπιπτον Βοιωτοί, Δωριεῖς ἠγάπων σῳζόμενοι, Χαλκιδεῖς ἅπαντες ἤγοντο· τρία δὲ εἱστήκει τρόπαια. τῶν δὲ τροπαίων τὸ τάχος ἐστὶ λαμπρότερον· τὸ γὰρ κατʼ Εὐβοίας καὶ Βοιωτῶν μιᾶς ἦν ἡμέρας τὸ συναμφότερον. ἀλλὰ γὰρ ἔοικα, πᾶσι τὸ μέρος ἀποδιδόναι τῆς εὐφημίας βουλόμενος τοῖς ἄνω χρόνοις ὑπὲρ τῆς πατρίδος καὶ παντὸς τοῦ γένους κατὰ τὰς μάχας πρωτεύσασιν, οὔτε τούτοις τὴν ἀξίαν τηρεῖν τῷ τὸ μέγεθος τῶν πράξεων ἐν τῷ τῶν λόγων τάχει συγκρύπτεσθαι, καὶ μήπω τούτων προσάπτεσθαι, ὧν ἡ τῶν ἀκροωμένων προσδοκία ζητοῦσα πάλαι τὸν ἔπαινον, ἀσχάλλειν ἔοικεν ὅτι μήπω τῆς ἐπιθυμίας ἐμπίμπλαται. οὐκοῦν ἐπὶ ταῦτα ἤδη ἰτέον τῷ λόγῳ· τὸ δʼ ἐξ ἀνάγκης ἀπολείπεσθαι μέλλειν τῶν πράξεων, ὅτι κοινὸν ἁπάντων, οὐδενὸς ἂν εἴη δίκαιον ἔγκλημα. Πέρσαι οὖν κλῆρον ἕνα τὴν ὑφʼ ἡλίῳ πᾶσαν δεῖξαι τοῖς ὅπλοις βουλόμενοι, μικρῷ μέρει τῷ πρὸς ἑσπέραν πληρῶσαι τὴν ἐπιθυμίαν ἀπείργοντο. τοῦτο βασιλεὺς Δαρεῖος ἐζήτει Πέρσαις χαρίσασθαι, ἵνα τοσαύτην ἔχῃ βασιλεὺς γῆν, ὁπόσην ἥλιος ἔπεισι. ζητῶν δὲ πρόφασιν τῆς ἐπιθυμίας εὐπρόσωπον, κατὰ μὲν τῶν ἄλλων οὐχ εὕρισκεν, ὅτι μηδὲ ἦσαν πρὸ τῆς πόλεως οἱ κατὰ Μήδων θαρρήσαντες· οὐ γὰρ ἐκ Λακεδαίμονος ἦσαν οἱ πλεύσαντες περὶ Ἰωνίαν στόλοι, οὐδὲ Κορινθίους ἐλύπει γένος Ἀττικὸν Πέρσαις δουλεύειν ἐπὶ τῆς Ἀσίας ἀναγκαζόμενον, ἀλλʼ ἑκάστῳ κέρδος ἦν οὐ τὸ ῥύσασθαι τοὺς δουλεύοντας, ἀλλὰ κερδᾶναι τὰ παραπλήσια. μόνης δέ, ὡς ἔοικεν, ἦσαν οἱ προαγῶνες οὗτοι τῆς πόλεως. τοῦ γὰρ Ἰωνικοῦ γένους ἀναρπασθῆναι κινδυνεύοντος, ὅτι δὴ τῆς μητροπόλεως ἐφρόνησαν ἄξια, τῆς ἐλευθερίας ἀνεμιμνήσκετο. καὶ παρὰ μὲν τῆς Σπάρτης οὐδὲν ἀπήντα φιλάνθρωπον, καὶ ταῦτα παρὰ πρώτοις τὴν ἱκετηρίαν θεμένων, οἵπερ ἡγοῦντο τῆς πράξεως. μόνοι δὲ Ἑλλήνων οἱ τῇδε κείμενοι καὶ τὴν φύσιν ἐγνώρισαν, καὶ τὴν ἱκετηρίαν ἐδέξαντο, καὶ πῦρ ἐπὶ Σάρδεις κομίζοντες ἔδειξαν τότε τοῖς Πέρσαις, ὅτι τινὲς ἀνθρώπων εἰσὶν ὑπὲρ ἐλευθερίας ἔτι μαχόμενοι. αὕτη μὲν δῆθεν ἐγένετο τῆς Περσῶν στρατείας ἡ πρόφασις. καὶ τὰ τῆς παρασκευῆς τὸ μὲν δοκεῖν ἐπὶ τὴν πόλιν ἐνέσκηπτε μόνην, τῶν ἄλλων μόνην θαρρήσασαν κατὰ τῶν πραγμάτων τῶν βασιλέως θρασύνεσθαι, τὸ δὲ ἀληθὲς κατὰ τῆς Ἑλλάδος ὅλης· οὐ γὰρ ἦν ἄδηλον, ὡς ὁμοῦ γε τότʼ ἤρκει ἔχειν τὴν πόλιν, καὶ τὸ γένος ὅλον μετὰ τῆς πόλεως. δόξαν δὲ ἅπαξ στρατεύσασθαι, πᾶν μικρὸν ἐδόκει πρὸς τὴν ἐγχείρησιν. ἀνέστη μὲν γὰρ μικροῦ καὶ αὐτὸς Δαρεῖος ἐπὶ τὸν πόλεμον, καὶ τάχʼ ἂν καὶ αὐτὸς ἐπέβη τοῦ στόλου, εἰ μὴ προσέκειντο καὶ Ἐρετριεῖς τοῖς ἀδικήμασι. νῦν δὲ τῶν μὲν εὐλαβηθεὶς τὴν τόλμαν, τῶν δὲ αἰσχυνθεὶς τὸν πόλεμον, αὐτὸς οἴκοι μένειν ἐβουλεύσατο· τοῖς μέντοι σατράπαις ἐπίστευσε τὸν πόλεμον, τοσαύτην δοὺς ἄγειν στρατιὰν ἐπὶ τοὺς Ἕλληνας, ὅσηνπερ ἂν εἰ καὶ αὐτὸς βασιλεὺς ἐστράτευσε. μέγα δὲ ἐκεῖνο τοῦ πλήθους τοῦ πεμφθέντος τεκμήριον· ἀμφίβολος τοῖς ἀφηγουμένοις τῶν στρατευσαμένων ἀριθμὸς ἔτι καὶ νῦν καταλείπεται. καὶ οὔπω τοῦτο παράδοξον, εἰ τὸ τῆς φήμης παράδοξον καὶ ἀμφίβολον τὴν ἀκριβῆ γνῶσιν τοῦ πλήθους τῶν ἐπελθόντων ἀφῄρηται, ὅπου καὶ τὸ τῶν πεσόντων πλῆθος τὴν ἀριθμοῦ φύσιν ἐξέφυγεν. οὔκουν ἐξ ἐκείνου θύων ὁ δῆμος τὴν ἰσάριθμον οὖσαν θυσίαν τοῖς ἀνῃρημένοις τῇ θεῷ τὸ χρέος ἐξέτισε, ἀλλʼ ἔτι χρήστης ὑπάρχει, καὶ μετὰ τοσαύτην χιμάρων θυσίαν τοῦ πλείονος αὐτὸν λείποντος. τοσούτῳ δὲ πλήθει στρατεύοντες οὐδὲ τὰ τῆς νίκης εἶχον ἀμφίβολα, ἀλλʼ ὥσπερ ἄλλο τι τῶν ἀγωγίμων τρόπαιόν τε καὶ πέδας ἐφέροντο, ὡς τὰ μὲν ἀμαχεὶ στήσοντες, τοῖς δὲ ἀκωλύτως κατὰ τῶν ἁλόντων χρησόμενοι. τρυφῶν μὲν οὖν πρὸ τῶν ὅπλων βασιλεὺς Δαρεῖος κατὰ τῆς πόλεως, μᾶλλον δὲ καὶ πρὸ Δαρείου Δᾶτις ... κατʼ Ἐρετρίας καὶ Νάξου τὰ παραπλήσια. ὡς γὰρ ἀφεθεὶς ἀπʼ Ἰωνίας ὁ στόλος, καὶ πάλιν ἀποκρύψας πλήθει νεῶν τὸ φαινόμενον, περὶ τὰς νήσους τὰς κατʼ Αἰγαῖον ἐσχίζετο, τὴν μὲν Ναξίων πόλιν πρὸς τὴν θάλατταν εὐθὺς μερίζεται, τῇ μὲν ἀφεὶς μετὰ τῆς ἐπωνυμίας αὐτό που τοὔδαφος, τὸ δὲ γένος εἰς τὰς τριήρεις ἐνθέμενος· τὸν δὲ Ἐρετριέων δῆμον ὅπλων μὲν οὐκ ἠξίωσαν, ἐλάττω Περσικοῦ πολέμου τὴν τύχην αὐτῶν νομίσαντες, χειρὶ δὲ χεῖρα πάντες ἀλλήλων συνέχοντες, σαγηνείας εἰκόνα τὴν Ἐρετριέων ἔδειξαν πόρθησιν. ἐπειδὴ δὲ καὶ Μαραθῶνος ἥψαντο, τὰ μὲν ἐλπίδων ἠφάνιστο, ἐγνώρισαν δὲ καλῶς διὰ τῆς πείρας μαθόντες, ὅσον τὸ μέσον Ἐρετριέων καὶ τῆς ἡμετέρας πόλεως. οὔπω μὲν γὰρ ἔφθησαν τὴν ἀπόβασιν τῶν βαρβάρων πυθόμενοι, καὶ τὸν ἐνόπλιον ἔθεον· οὔπω δὲ τοῖς ἀποβᾶσι συνέμισγον, καὶ παραυτίκα ἐτρέποντο. ἐφόνευον ἄλλους ἐν ἄλλοις τοῖς εἴδεσι τῶν φόνων, τοὺς μὲν τάχει φθάνοντες, τοὺς δὲ τῷ φόβῳ χειρούμενοι, καὶ τοὺς μὲν ἐπὶ τῆς ᾐόνος φονεύοντες, τοὺς δὲ καθιππαζομένους ἔτι τὴν ἤπειρον, τοὺς δὲ τοῖς πλοίοις ἐμπίπτοντας. ἐμάχοντο δὲ οὐχ οἱ ζῶντες μόνον, ἀλλὰ καὶ ὧν προαφῄρητο τὸν βίον ἡ μάχη· καὶ διπλοῦς περιειστήκει τοὺς ἄνδρας πόλεμος, ὁ μὲν πρὸς Πέρσας, ὁ δὲ καὶ πρὸς αὐτὴν ὑπὲρ ἀνδραγαθίας τὴν φύσιν. τῇ μὲν γὰρ ἀντεῖχον, ἵνα μὴ Πέρσαις ὀφθῶσι πίπτοντες, τῇ δὲ καὶ ἀποθανόντες ἐμάχοντο, ἵνα φυγόντων οὕτω τῇ φύσει παραχωρήσωσιν· ὁ μὲν γὰρ τὴν Ἀσίαν ὅλην ἐπιφερομένην δεξάμενος καὶ ζῶν ἐμάχετο, καὶ τελευτήσας οὐκ ἔπεσεν, ἀλλʼ εἱστήκει καὶ μετὰ θάνατον ὥσπερ διώκων οἶμαι Πέρσας καὶ μόνῳ τῷ σχήματι. τότε τις καὶ κατὰ τριήρους ὅλης ναυτικὸς στρατιώτης ἐτόλμησεν· ἐπιδραμὼν γὰρ τοῖς φεύγουσιν εἰς τὴν θάλασσαν, Φοινίσσης νεὼς λαμβάνεται, κρείττονα δεξιὰν ἔχειν τριήρους ὅλης οἰόμενος. δείσαντες δὲ ὑπὲρ τῆς τριήρους οἱ βάρβαροι, μὴ δεξιᾶς Ἀττικῆς γένηται λάφυρον, πελέκει τὴν χεῖρα μερίζουσιν· ὁ δὲ πληγεὶς ἔκειτο τῆς μὲν χειρὸς ἀφαιρεθείς, τῆς δὲ τριήρους ἐχόμενος. ὢ πρῶτοι τὴν Περσῶν τύχην ἐλέγξαντες· ὢ κρείττους τῆς ἀνθρωπίνης φύσεως νίκας νικήσαντες· ὢ μετὰ διηγημάτων πεσόντες, ἃ μήτε πρὸ ὑμῶν μήτε μεθʼ ὑμᾶς ὁ χρόνος ἤνεγκεν· ὢ σεμνότερον τροπαίου τάφον κτησάμενοι· ὢ τὸ Μαραθῶνος ὄνομα τοῖς ἡλίου δρόμοις συναποτείνοντες· ὢ πρῶτοι τὰς ἀκλήτους συμμαχίας τῶν θεῶν εὐτυχήσαντες· Μαραθὼν μὲν ἔχει τὰ σώματα, τὰς δὲ ψυχὰς οἱ συστρατιῶται θεοί, γῆ δὲ τὸ κλέος καὶ θάλαττα. Δαρείῳ μὲν οὖν καὶ τῆς τύχης καὶ τῆς ἐπιθυμίας πέρας Μαραθὼν γίγνεται· ἐκδέχεται δὲ Ξέρξης παρὰ Δαρείου τὸ συναμφότερον, καὶ τὴν Μήδων ἀρχὴν καὶ τὸν πόλεμον, ὃν μετὰ τὸ κλέος ὤδινεν ἐκεῖνο κατὰ τῆς πόλεως· μᾶλλον δὲ τὸ μῖσος πλέον τότε κατʼ Ἀθηναίων Ξέρξῃ, ἢ πάλαι παρὰ Δαρείῳ πρότερον. τὸν μὲν γὰρ Σάρδεις ἐλύπουν· τὸν δὲ καὶ Μαραθὼν πρὸς Σάρδεσι. θυμουμένου δὲ Ξέρξου κατὰ τῆς πόλεως, οὐδὲν τῶν πάντων ἡσύχαζεν, ἀλλὰ πᾶν αὐτῷ συνεκινεῖτο καὶ συνεσείετο, καθάπερ Ποσειδῶνος αὐτοῦ τινάσσοντος γῆν ὁμοῦ πᾶσαν καὶ θάλασσαν. ἀνέστη μὲν Ξέρξης ἐπὶ τοὺς Ἕλληνας, ὥσπερ τρυφήσων κατὰ τῆς πόλεως μᾶλλον ἢ πολεμήσων τοῖς Ἕλλησιν· οὐδὲν δὲ τῶν ἁπάντων ἡσύχαζε Ξέρξου στρατεύοντος, οὐ πόλις, οὐκ ἔθνος, οὐ πεδίον, οὐκ ὄρος, οὐ ποταμός, οὐ κόλπος, οὐκ ἤπειρός τις, οὐ θάλασσα· ἀλλʼ αἱ μὲν πόλεις ἐσείοντο, ἔθνος δὲ ἅπαν ἠλέγχετο, πεδίον δὲ οὐδὲν ἦν ὅ τι μὴ στρατευομένων ἐκρύπτετο, ὄρος δὲ ... ποταμὸς δὲ οὐδεὶς ἐπλήρου τὴν χρείαν πίνουσι, κόλπος δὲ ἅπας τὸν στόλον ἔπεμπε· γῆ δὲ καὶ θάλαττα τὴν ἀλλήλων φύσιν ἠλλάττοντο· τοῖς μὲν γὰρ πορθμοῖς ἐπετίθει τὴν ἤπειρον, τὰς δὲ Φοινίσσας διὰ μέσων τῶν ἰσθμῶν ἔπεμπεν. ὤφθη τότε πάσης ἐλπίδος κρείττονα θαύματα, ἵππος καθʼ Ἑλλησπόντου Μηδικὴ καὶ διʼ Ἄθω μέσου στόλος τριήρων πεμπόμενος. ἀπείχετο δὲ Ξέρξης οὐδὲ οὐρανοῦ τοῖς τολμήμασιν, ἀλλὰ μετῄει καὶ μετεπήδα τοῖς θαύμασιν ἀπὸ θαλάσσης ἐπʼ ἤπειρον, ἀπὸ γῆς ἐπʼ ἀέρα, ἐκεῖθεν καὶ ἐπὶ τὸν ἥλιον. τοῦ μὲν γὰρ τοξεύων τὸ φῶς ἀπέκρυπτε· τῆς δὲ πλέων τὴν φύσιν ἤμειβε, τῆς δὲ πεζεύων τὴν χρείαν ἤλεγχε. καὶ σιωπῶ πελάγη μὲν ὑπὸ τριήρων κρυπτόμενα, στρατόπεδα τῆς ἀριθμοῦ φύσεως κρείττονα, ἔθνη δὲ δείπνων δαπάνης ἥττονα, βασιλέα δὲ πανταχοῦ μὲν ὄντα τῷ φόβῳ, οὗ δὲ γῆς εἴη διὰ τὸ πλῆθος λανθάνοντα. τοσούτου τοίνυν θορύβου γῆς διὰ πάσης ἠχήσαντος καὶ κρινομένων ἐπὶ τῆς Ἑλλάδος τῶν ὅλων, οἱ μὲν ἄλλοι σύμπαντες τοσοῦτον ἔτι τὰ δεινὰ κερδαίνειν ᾤοντο, ὅσον ἀπεῖναι Πέρσας τῶν πόλεων. καὶ μάλʼ εἰκότως· ὅπου γὰρ ἐδούλευον μὲν Θηβαῖοι, Θετταλοὶ δὲ ἐμήδιζον, Κερκυραῖοι δὲ ἐφήδρευον, Ἀργεῖοι δὲ ἐπρεσβεύοντο, Δελφοὶ δὲ ἠπόρουν, ἠπείλει δὲ Γέλων καὶ πρὸ Γέλωνος ἐκ μέσων τριπόδων ὁ Πύθιος, τίς ἐλπὶς ὅλως χρηστή, τίς δὲ προσδοκία σωτηρίας τοῖς ἀντᾶραι Πέρσαις διανοουμένοις ἐφαίνετο; οὐ μὴν καὶ ἡ πόλις εἶξε βασιλεῖ τὰ πάντα σείοντι, οὐδὲ φόβῳ τῆς φήμης αἰσχρόν τι πρὸ τῆς πείρας ἐβούλευσεν, ἀλλʼ ἀπὸ τῆς πρεσβείας πρώτης κρείττων βασιλέως ἐγίγνετο. ὁ μὲν τὰ τῆς δουλείας ἀπῄτει σύμβολα, οἱ δὲ τὰ τῆς ἐλευθερίας ἀντέπεμπον· ἦν γὰρ θάνατος ἡ τῆς πρεσβείας ἀντίδοσις. ὁ μὲν τὴν γῆν μετεσκεύαζεν, οἱ δὲ τῆς γῆς μετανίσταντο· ὁ μὲν ἐζεύγνυε τὸν Ἑλλησπόντου πόρον, οἱ δὲ πόλιν ἐποίουν τὴν θάλατταν· ὁ μὲν χιλίας τριήρεις ἔπεμπεν, οἱ δὲ τριακοσίαις μόναις πρὸς ὅλην τὴν Ἀσίαν ἤγοντο. ἐφόβει δὲ αὐτοὺς οὐδὲν τῶν ἁπάντων, οὐδὲ ἐποίει τῆς ἀρετῆς ἐπιλανθάνεσθαι, οὐ Λακεδαιμόνιοι πίπτοντες καὶ τοσοῦτον συντελοῦντες τοῖς Ἕλλησιν, ὅσον ἀνδρείως ὑπὲρ θανάτου βουλεύσασθαι, οὐ πάντες ἄνθρωποι μετὰ τῶν βαρβάρων στρατεύοντες, οὐ μαστιζόμενα κύματα καὶ κολαζόμενα πνεύματα, καὶ τρυφῶν βάρβαρος κατὰ τῆς φύσεως· ἀλλʼ ἀνήγοντο μὲν μετʼ Ἀρτεμίσιον, ἐπαιάνιζον δὲ ἑκατέρωθι τὰ νικητήρια, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις, τῇ δὲ ἀρετῇ πανταχοῦ τοὺς ὁμοφύλους ἐλέγχοντες. ὢ τίνας μὲν ἐπωνυμίας ἀξίας τῶν ἔργων, τίνας δὲ καὶ κλήσεις ἐξεύροι τις; ὢ πάσης φύσεως ἀνθρωπίνης προκινδυνεύσαντες· ὢ μείζονα Ξέρξου τολμήσαντες· ὢ ψυχὰς στοιχείων βεβαιοτέρας ἐπιδειξάμενοι· ὢ τοῖς Περσῶν τοξεύμασιν οὐ καλυφθέντες τὸ φρόνημα· ὢ δύο τροπαίοις δεκαετῆ στόλον ἐλέγξαντες· ὑμεῖς τὸν ἐπὶ πᾶσαν ἰόντα γῆν τε καὶ θάλατταν ἀγαπητῶς κλέψαι τὴν σωτηρίαν κατηναγκάσατε. ὢ πυθοχρήστους μάχας νικήσαντες· ὢ θείαν τὴν Σαλαμῖνα ταῖς ὑμετέραις ἀρεταῖς ἀνακηρύξαντες· ὢ μόνοι δείξαντες ἀνθρώποις ἅπασιν, ὅτι πᾶσα χεὶρ ὑπʼ ἀρετῆς ἐλέγχεται· ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσομαι. πῶς μὲν ἐπαινέσω τὴν Πλάταιαν; πῶς δὲ διεξέλθω τὰ κατὰ Μυκάλην τρόπαια; πῶς Σηστόν; πῶς Ἠιόνα; πῶς τὸ Βυζάντιον; πῶς τὴν παράλιον ἅπασαν; ἣν ὥσπερ ἄγος καθήραντες οὗτοι σὺν ὅπλοις ἐπῄεσαν, πανταχόθεν ἐκκόπτοντες τὰ τῆς βαρβαρικῆς δυνάμεως λείψανα. ἀλλὰ κἂν ταῦτα σιγῇ παρέλθωμεν, κἂν τῆς εἰρήνης τῆς πρὸς βασιλέα γεγενημένης μνημονεύσομεν, ἣ παντὸς τροπαίου σεμνοτέραν ἔτι τὴν πόλιν ἐργάζεται. καὶ μάλα εἰκότως· αἱ μὲν γὰρ καὶ τύχης ἔργον πολλάκις, τὸ δὲ ἑκόντα συγχωρῆσαι βασιλέα τῇ πόλει ἵππου μὲν δρόμον ἡμέρας ἀφέξειν θαλάττης ἄνω, εἴσω δὲ Χελιδονέων καὶ Κυανέων μὴ πέμψειν ὁλκάδα, πῶς οὐ καθαρὰν πανταχόθεν τῇ πόλει προξενεῖ τὴν εὔκλειαν; τῶν δὲ τοῖς βαρβαρικοῖς ὁμοῦ πρὸς Λακεδαιμονίους καὶ Βοιωτοὺς πεπραγμένων τῇ πόλει τίς ἂν παριὼν τὸν ἔπαινον, εἶτʼ οὐκ ἀδικεῖν ἂν τὴν πόλιν δόξειε, τοσαύτης δόξης παραιρούμενος; οὐχ οἵδε μὲν εἰσὶν οἱ κατὰ ταὐτὸν Αἴγιναν πολιορκοῦντες, καὶ τοῖς βαρβάροις μαχόμενοι, καὶ Πελοπόννησον περιπλέοντες; οὐχ οἵδε οἱ νικήσαντες Λακεδαιμονίους ἐν Τανάγρᾳ, Βοιωτοὺς δὲ ἐν Βοιωτίᾳ, Κορινθίους δὲ πρὸς αὐτοῖς τοῖς ὅροις τῆς χώρας, τοῦτο μὲν ὑπὲρ τοῦ τροπαίου, τοῦτο δὲ καὶ ὑπὲρ Μεγαρέων ἀντάραντες; τὰς δὲ μετὰ ταῦτα μάχας ποῦ θήσομεν, ὅτε Λακεδαιμόνιοι τὴν πόλιν τὴν ἡμετέραν ἀγνωμονήσαντες τῆς ἀγνωμοσύνης δίκας ὑπισχνοῦντο δώσειν, ὅπως φανεῖεν πάντως ἡττώμενοι; ἔχει μὲν γὰρ ἡ Ἀττικὴ κατὰ Λακεδαιμονίων τρόπαιον· ἔχει δὲ καὶ Σφακτηρία κατὰ τῆς Σπάρτης νίκης γνωρίσματα. Κρισαῖον δὲ κόλπον, καὶ Κορινθίων σωφρονισμόν, καὶ καρτερίας ἐπὶ τῆς ἑσπέρας καὶ καθʼ Ἑλλήσποντον, μυρία τρόπαια καὶ ναυμαχίας καὶ πεζομαχίας, καὶ ὡς πρὸς ἅπασαν μὲν τυραννίδα, πρὸς ἅπασαν δὲ δυναστείαν ἀντέστησαν, ἄλλοτε κατʼ ἄλλους χρόνους ὑπὲρ τοῦ γένους μυρίους ἀγῶνας ἀναδεξάμενοι, οὔτʼ ἐμοὶ διεξελθεῖν ῥᾴδιον, οὔτε εἴ τις πρότερον ἐπικεχείρηκε. διόπερ οἶμαι δεῖν, ὥσπερ οἱ τοὺς ἐν τοῖς σταδίοις νικηφόρους ἀνακηρύττοντες, ἓν καὶ ταὐτὸν συνθεῖναι γνώρισμα, εἶθʼ οὕτω ταύτῃ καὶ πρὸς τὸν νόμον ἀφοσιώσασθαι. ὢ πᾶσαν μὲν γῆν καὶ θάλατταν, ὅση μὲν βατή, τροπαίων, ὅση δὲ ἄβατος, δόξης καὶ κλέους πληρώσαντες· ὢ μόνοι ταῖς μεγάλαις πράξεσι φύσιν καὶ χρόνον καὶ φθόνον νικήσαντες· ὢ τὴν οἰκουμένην ἅπασαν οὐ στήλαις ἀλλὰ τροπαίοις μετρήσαντες· ὢ πρὸς ἅπαντας μὲν ἀνθρώπους ἀγωνισάμενοι, πάντας δὲ ἐπαινέτας καὶ μάρτυρας τῆς ἀρετῆς τοὺς ἀγωνιστὰς κτησάμενοι· διʼ ὑμᾶς ἀγήρων ἀεὶ καὶ ἀθάνατον τὸ τῶν Ἀθηναίων ὄνομα, καὶ οὔτε Βαβυλὼν οὔτε Νίνος οὔτε τις ἄλλη εὐδαίμων πόλις ἢ χώρα ἢ δόξης ἢ χρόνου τοσοῦτον ἤχησεν, ὅσον ἡ πόλις ἐξ ἧς γεγόνατε. ὢ πρόγονοι τροπαίων, ὢ τῶν πάντων κατορθωμάτων διδάσκαλοι· ὢ πάντας ἐπαίνους, πάσας δὲ γλώττας νικήσαντες· ὢ μὴ κατοκνήσαντες δόξης ἐπὶ πλεῖον ἐλθεῖν τῆς ἀκινδύνου, ἧς νῦν κληρονόμοι τυγχάνετε, εὐδόκιμοι φανέντες οὐ τροπαίοις μόνον, ἀλλὰ καὶ τοῖς κατʼ εἰρήνην ἔργοις.

εἴρηται κἀμοὶ τῆς μὲν ὑποθέσεως ἴσως ἔλαττον, τῶν δὲ πολλῶν οὐκ ἐλάττονα. λείπεται δὲ εὐφήμῳ βοῇ προσηχήσαντας πανδημεὶ πάντας τῷ μνήματι, οὕτω τῆς τιμῆς ἀπαλλάττεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-ai`.
