---
title: "Declamations and Orations: Oration 46 (To the Conspirators and to the Proconsul Basilius)"
title_greek: "Μελέται καὶ Λόγοι, Εἰς τοὺς ἐπιβουλεύοντας καὶ εἰς τὸν Ἀνθύπατον Βασίλειον"
author: Himerius the Sophist
eul_wid: siy-bw
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-46-siy-bw"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:a828c813779f0796d14c66978a0aab4afb1f48767f59b23efab151cb8ddbbc31"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 46 (To the Conspirators and to the Proconsul Basilius)

*Μελέται καὶ Λόγοι, Εἰς τοὺς ἐπιβουλεύοντας καὶ εἰς τὸν Ἀνθύπατον Βασίλειον*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-bw` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-46-siy-bw)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`46`

Εἰς τοὺς ἐπιβουλεύοντας καὶ εἰς τὸν ἀνθύπατον Βασίλειον.

Τίς ἄρα σὲ καὶ τῶν ἡμετέρων, ὦ φίλε, λόγων ἔρως κατέσχηκε; τίς ἐρριμμένην τε καὶ ἄτιμον μοῦσαν οἷον δή τι μέγα καὶ πάγκαλον τῶν σῶν εἴσω παράγειν ὤτων ἀνέπεισεν; ἢ οὐκ ᾔσθησαι, πρὸς Μουσῶν αὐτῶν; ταύτας γὰρ ἴσως ἐπιβοᾶσθαί μοι λείπεται, ἐλευθέρας τε θεὰς καὶ εὐδαίμονας· οὐ γὰρ δήπου καὶ εἰς ἐκείνας τὸ πολέμιον καθʼ ἡμῶν ἀφῖκται κήρυγμα· φιλοῦσι τοὺς Ἀπόλλωνός τε καὶ Ἑρμοῦ προστάτας καὶ μετὰ τούτων ἀθύρουσιν· ἐπίταγμα γὰρ φθονερόν τε καὶ ἄγριον ἀνθρώπων μὲν ἴσως, καὶ οὐδὲ αὐτῶν πάνυ γενναίων, κρατεῖ· θείου γε μὴν χοροῦ πόρρω πάμπαν ἐλαύνεται. ἆρʼ οὖν ἔγνως, ὦ φίλε—φίλον γὰρ σέ τε καὶ Μούσας καλῶ—, ὡς ἀτεχνῶς δή τινι πολιορκίᾳ μακρᾷ καὶ τοὐμὸν προσέοικε πρᾶγμα; ἐμοὶ γὰρ πολεμεῖ μὲν ἅπας λεώς, ὁ μὲν ἑκών, ὁ δὲ καὶ πρὸς ἑτέρων σύνθημα· ἔγκλημα δὲ τοῦ πολέμου τούτου ἐγὼ μὲν οἶδα οὐδέν· φασὶ δὲ λεγόντων ἀκούειν, ὅτι ἄρα Μούσαις χορεύειν βούλομαι. Λειβήθριοι μὲν οὖν Παγγαίου πρόσοικοι Ὀρφέα τὸν Καλλιόπης τὸν Θρᾴκιον, πρὶν μὲν δημοσιεύειν εἰς αὐτοὺς τὴν ᾠδήν, ἣν ἤδη παρὰ τῆς μητρὸς τῆς Μούσης μαθὼν ἦν, ἐθαύμαζόν τε καὶ συνήδοντο· ἐπειδὴ δὲ τῆς λύρας ἥψατο καὶ προσῇσέ τι μέλος ἔνθεον, φθόνῳ νικηθέντες οἱ δείλαιοι, γυναικείαν ὕβριν ἐπʼ αὐτόν τε καὶ τὰ μέλη τῆς ᾠδῆς τολμήσαντες γυναῖκες ὕστερον ὑπὸ τῶν μύθων ἐγένοντο. φασὶ δὲ καὶ Αἴσωπον τὸν λογοποιὸν τὸν Φρύγα, οὗ μὴ ὅτι τοὺς λόγους τινές, ἀλλʼ ἤδη καὶ αὐτὸ τὸ πρόσωπον καὶ τὴν φωνὴν γέλωτα καὶ χλεύην ἥγηντο, γενέσθαι μὲν πάνσοφον καὶ διὰ τοῦτο ἱερὸν τοῦ Ἀπόλλωνος· Δελφοὺς δέ, καὶ ταῦτα παροικοῦντας μαντικῷ τῷ θεῷ, οὕτως ἀγνοῆσαι τὸν ἄνδρα, ὥστε ψῆφον ἄδικον ἐπʼ αὐτῷ κομίσαντας ῥῖψαι κατὰ σκοπέλων καὶ ἀφανίσαι τὸν Αἴσωπον. ἀλλʼ οὔτε ἡ μήτηρ ἠμέλει μετὰ τὴν λύραν Ὀρφέως, οὔτε τοῦ Φρυγὸς ὁ Ἀπόλλων· ἀλλὰ Λειβήθριοι μὲν ἀντὶ τῆς Ὀρφέως λύρας, ἣν ἀτιμάζειν εἵλοντο, μανίαν τε καὶ ἀμουσίαν καὶ σιωπὴν ἠλλάξαντο· καὶ φεύγει μὲν ἐκείνους τὸ μέλος, εἰς δὲ τὴν ἐρημίαν ἔρχεται καὶ πείθει δρῦς τε καὶ πέτρας καὶ ἀγρονόμους ὄρνιθας καὶ μικρόν τι ποιμένων σύστημα, οἷς μᾶλλον ἔχαιρεν ὀλίγα φθεγγομένοις Ὀρφεύς, ἢ τῇ Λειβηθρίων φωνῇ, ὅτι μουσικοί τινες ὄντες καὶ ἡσυχῆ τοῦ μέλους ἀκούοντες λιγυρὸν ἀντεφθέγγοντο καὶ αὐτοὶ τῇ φόρμιγγι. Δελφοὶ δὲ τῆς εἰς Αἴσωπον ὕβρεως ἔδοσαν δίκας αὐτῷ τῷ πατρίῳ θεῷ. ἀλλὰ ταῦτα λογίοις θεοῖς ἔμελέ τε καὶ μελήσει· τὰ δὲ σὰ νῦν δέον καὶ αὐτῷ τῷ Μουσηγέτῃ εἰκάζεσθαι, οἷον αὐτὸν καὶ Σαπφὼ καὶ Πίνδαρος ἐν ᾠδῇ κόμῃ τε χρυσῇ καὶ λύρᾳ κοσμήσαντες, κύκνοις ἔποχον εἰς Ἑλικῶνα πέμπουσι, Μούσαις Χάρισί τε ὁμοῦ συγχορεύσοντα· ἢ οἷον τὸν Βακχειώτην—οὕτω γὰρ αὐτὸν ἡ λύρα καλεῖ, τὸν Διόνυσον λέγουσα—ἦρος ἄρτι τὸ πρῶτον ἐκλάμψαντος, ἄνθεσί τʼ ἠρινοῖσι καὶ κισσοῦ κορύμβοις Μούσαις κάτοχοι ποιηταὶ στέψαντες, νῦν μὲν ἐπʼ ἄκρας κορυφὰς Καυκάσου καὶ Λυδίας τέμπη, νῦν δʼ ἐπὶ Παρνασσοῦ σκοπέλους καὶ Δελφίδα πέτραν ἄγουσι, πηδῶντά τε αὐτὸν καὶ ταῖς Βάκχαις ἐνδιδόντα τὸν εὔϊον· ὅτε καὶ τὴν γῆν λόγος, οἷον αἰσθανομένην τῆς ἐπιδημίας αὐτοῦ, ῥεῖν μὲν μέλι καὶ γάλα καὶ ποταμούς τινας αὐτοῦ τοῦ νέκταρος Σατύροις τε καὶ Βάκχαις ἀρύεσθαι, καὶ μειδιᾶν μὲν ὁμοῦ ἡδύ τι καὶ χρυσαυγές, πορφύρειν δὲ ὅλην τοῖς ἄνθεσιν, ὅπως ἂν ἔχοι σκιρτᾶν τε καὶ ἀθύρειν ἐπʼ αὐτῶν ὁ θεός· ἐμοὶ γὰρ καὶ τοῦτο τῷ θεῷ δοκεῖ εἰκότως ἐργάζεσθαι. ἆρα ποθεῖς καὶ τοὺς ἡμετέρους λόγους ἰδεῖν; ἆρʼ ἥκει μοι παρὰ σοῦ τὸ σύνθημα; ναὶ πείθομαι, καὶ τὸν ἀγῶνα θαρρῆσαι διὰ τοῦτο τοὺς λόγους ἔπεισα καὶ τεκεῖν καὶ δεῖξαι τοῖς ἄλλοις τὰ κυήματα καὶ ἐναφεῖναι τοῖς σοῖς σηκοῖς ἐναυλίζεσθαι ὥσπερ τοὺς ὄρνις τοὺς ἱεροὺς τῶν θεῶν ἐν τοῖς ἄλσεσι. τὸ γοῦν μεῖζον ἠπείλησαν—κατερῶ γὰρ ἐμαυτοῦ πρὸς σέ—, ὅτι μόνον ἁφθέντες καὶ ἀποδοῦναι τολμήσαντες ἐφʼ ἑαυτούς τε καὶ τὸν πατέρα σε τρώσουσιν. ἰδοὺ θαρροῦσι καὶ ἐγείρονται καὶ πλέκουσιν ἐπὶ σοὶ τὸν κεστὸν καὶ κινοῦσι τὰ θέλγητρα· ἀλλὰ καὶ χορεύουσιν ἤδη καὶ σοί τι καὶ μέλος διʼ ἐμοῦ προσᾴδουσιν. ὦ θείας κεφαλῆς παῖ· ὦ πατρὸς ὑπάτου βλάστημα· ὦ σκῆπτρον ἀρετῆς πατρῴας δεξάμενε, οὐ μεῖον ἤδη, ἢ οἷον δίδωσιν Ὅμηρος τῷ τῶν Ἀχαιῶν βασιλεῖ, ἐκ Διὸς ἄνωθεν τὸ σχῆμα φέρων εἰς Ἀγαμέμνονα. ἀστὴρ οἶμαι σύ τις ἑσπέριος, ἀστέρων πάντων ὁ κάλλιστος· Σαπφοῦς τοῦτο δὴ τὸ ἐς Ἕσπερον ᾆσμα. Πηλέα μὲν οὖν λόγος τὸν Θεσσαλόν, ἐπειδὴ γηραιὸς ἦν ἤδη καὶ πρὸς τοὺς πολέμους διʼ ἡλικίαν οὐκ εὔκολος, τοῖς ὅπλοις κοσμήσαντα τοῖς ἑαυτοῦ τὸν Ἀχιλλέα τὸν παῖδα, ἔτι νέον ὄντα καὶ ὑπηνήτην, ἐπὶ τὸ Ἴλιον πέμψαι στατηγὸν τοῖς Ἕλλησιν, οὐκ ἐκ παρθενῶνος καὶ Λυκομήδους—μὴ γὰρ δὴ τοῖς μύθοις πιστεύωμεν—, ἀλλʼ ἐκ Πηλίου καὶ Χείρωνος. ὅθεν καὶ παρὰ τοὺς πολέμους αὐτοὺς λύραν ἐκίνει καὶ ᾖδε ταῦτα δὴ τὰ τοῦ Κενταύρου διδάγματα. ἐκεῖνος μὲν ὅπλα ἔχων χρυσᾶ Τρῶας ἐφόβει καὶ διέσῳζεν Ἕλληνας· σὺ δὲ ἡμῖν οὐχ ὅπλα χρυσᾶ, δίκην δέ τινα χρυσῆν καὶ θέμιν, ταύτας δὴ τὰς τοῦ πατρὸς τῶν θεῶν παρέδρους λαβὼν ἥκεις εἰς Ἕλληνας, αἳ καὶ τεχθέντα σε κόλποις ἐδέξαντο καὶ ἐκ σπαργάνων ἐτιθηνήσαντο, οὐ κηρίοις μελιττῶν τισίν, ἀλλʼ εὐνομίᾳ καὶ λόγοις, οἷς ψυχῆς φύσις τρέφεται καὶ ἄρδεται, καὶ πρῶτον ἤγαγον παρὰ τὴν Διός, ἁβρυνόμεναι οἷον ἔρνος ἑαυτῶν ἄγουσι τῇ θεῷ. ποιητοῦ δʼ ἦν ἄρα καὶ Φήμῃ δοῦναι πτερὰ καὶ πέμψαι ταύτην ἐπὶ τὴν ἑσπέραν μετάρσιον δόξης ἄγγελον τῷ πατρὶ τῆς σῆς καὶ τῶν ὅσα ἐπὶ σοὶ Ἕλληνες φθέγγονται, καὶ στῆσαι μὲν κύκνων ἀμφὶ τὴν Φήμην χορόν, σὲ δὲ ποιῆσαι τὴν ᾠδὴν τοῖς ὄρνισιν. ἀλλὰ ταῦτα μὲν ... πεζὸν νόμον προσᾴδω τε νῦν καὶ αὖθις ἴσως προσᾴσομαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-bw`.
