---
title: "Declamations and Orations: Oration 45 (Talk on a Companion's Recovery of Health)"
title_greek: "Μελέται καὶ Λόγοι, Λαλιὰ εἰς τὸ ὑγιαίνειν τὸν Ἑταῖρον"
author: Himerius the Sophist
eul_wid: siy-bv
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-45-siy-bv"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:68766f936033160f2935b5a81b4ba685f084221dffa55ee7432080d56cb00dd7"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 45 (Talk on a Companion's Recovery of Health)

*Μελέται καὶ Λόγοι, Λαλιὰ εἰς τὸ ὑγιαίνειν τὸν Ἑταῖρον*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-bv` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-45-siy-bv)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`45`

Λαλιὰ εἰς τὸ ὑγιαίνειν τὸν ἑταῖρον.

Ἀνοίγει ποτὲ καὶ θέατρα φωνῆς χελιδὼν μετὰ χειμῶνα καὶ κρύος, καὶ τῆς εὐγλωττίας τὸ μέλος οὐκ ἀποκρύπτεται, ὅταν ἁβρὸν ἔαρ ἀνθῆσαν πάλιν αἰσθάνηται· ᾄδουσι δʼ ἐν δρυμοῖς καὶ τέττιγες, ὅταν ὁ μὴν παραδράμῃ ὁ τοῦ βλαστάνειν ἀντίπαλος· ἤκουσα δʼ ἐγὼ παρὰ παισὶ ποιητῶν φυλλοχόον τοῦτον καλούμενον. οὐκοῦν οὐκ ἀπεικὸς καὶ ἡμᾶς τάξιν πληρῶσαι τὴν πρέπουσαν καὶ μετὰ τὴν νόσον τοὺς ἔρωτας αὖθις διὰ μέλους ἀσπάσασθαι. οἵαν γὰρ ἡμέραν ἐφανταζόμην τὴν πρώην, ὅτε καταβολὴ πυρετοῦ κλονεῖν ἐδόκει τὰ σύμπαντα· μετεῖχον γάρ, ὦ φίλοι, τοῦ πάθους καὶ πρὸς τὴν νόσον ἐμεριζόμην τῷ πόθῳ, καὶ μὴ καμόντος τοῦ σώματος τὴν ψυχὴν ἤλγουν δεινότερον· εἰ καὶ οὐκ ἔχω τῇ γνώμῃ μέμψασθαι· τῆς γὰρ κεφαλῆς ὀδυνωμένης ἐξαίφνης πάντα τὰ ἀρρωστήματα συμβαίνειν ἔφη καὶ Δημοσθένης. οὕτω καὶ κυβερνήτου νοσοῦντος, ὅλον συμπάσχει τὸ σκάφος· καὶ χορὸς ἀβάκχευτος μένει, τοῦ χοροστάτου κειμένου. οὐκοῦν εἰκότως ἀμβλύτερον ἑώρων τότε τὸν ἥλιον· Νεῖλος δʼ ἐδόκει μοι κατηφής, καίπερ πλημμυρῶν τοῖς ῥεύμασι· μικροῦ δὲ ἀντηλλαξάμην τὸν Κιμμερίων βίον ἀφώτιστον. ἀλλὰ νῦν ἐξεῖμεν τὸν φθόνον, πανήγυρις δὲ τὰ λοιπὰ διαδέχεται. ἐθέλω δὲ ὑμῖν, ὦ φίλοι, διήγημά τι πρὸς τὸ συμβὰν αἰνίξασθαι. ἦν νέος ἔτι Διόνυσος, καὶ κατὰ τοῦ θεοῦ τὸ τῶν Τελχίνων γένος ἐφύετο· ηὐξάνετο Βάκχος, καὶ Τιτᾶνες πάντες διερρήγνυντο φθόνῳ· τέλος δὲ μὴ στέγειν δυνάμενοι, διασπάσαι τοῦτον ἠθέλησαν, τέχνας δʼ ἐμελέτων καὶ φάρμακα καὶ κέντρα διαβολῆς καὶ φύσεως μαγγανεύματα. ἐμίσουν δʼ, ὡς οἶμαι, τὸν Σειληνὸν καὶ τὸν Σάτυρον, καὶ γόητας τούτους ἐφθέγξαντο, ὅτι τῷ Βάκχῳ ἠρέσκοντο. τί οὖν ἐπὶ τούτοις; Διόνυσος ἔκειτο μὲν οἶμαι βληθεὶς καὶ τὴν πληγὴν καιρίαν ἐστέναζεν· ἄμπελος δʼ ἦν κατηφής, καὶ σκυθρωπὸς οἶνος, καὶ βότρυς ὥσπερ δακρύων, καὶ Βάκχος οὐκέτι σφυρὸν εἰς τὴν κίνησιν εἶχεν εὐάρμοστον. ἀλλʼ οὐ διὰ τέλους τὸ δάκρυον, οὐδὲ πολεμίων τὸ τρόπαιον. ὁ γὰρ Ζεὺς ἐποπτεύων ἑώρα πάντα, καὶ τὸν Διόνυσον ἐγείρας, ὡς λόγος, Τιτᾶνας ἐποίει παρὰ τῶν μύθων ἐλαύνεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-bv`.
