---
title: "Declamations and Orations: Oration 38 (Talk for the Proconsul Cerbonius)"
title_greek: "Μελέται καὶ Λόγοι, Λαλιὰ εἰς τὸν Ἀνθύπατον Κερβώνιον"
author: Himerius the Sophist
eul_wid: siy-bo
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-38-siy-bo"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:c151974f84c6f7306fa3b29b3ebb88b076799a5a4668343d898468fa8e051305"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 38 (Talk for the Proconsul Cerbonius)

*Μελέται καὶ Λόγοι, Λαλιὰ εἰς τὸν Ἀνθύπατον Κερβώνιον*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-bo` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-38-siy-bo)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`38`

Λαλιὰ εἰς τὸν ἀνθύπατον Κερβώνιον.

Ἰδοὺ δὴ τὰ νῦν, ὁ γενναῖος, τῇ νέᾳ σου πόλει ταύτῃ καὶ μουσικὴ συνεγείρεται, ὠδίνουσα μὲν καὶ πρόσθεν φανῆναι τοῖς Ἕλλησιν —οὐδὲν γὰρ οἶμαι καλὸν ἐθέλει κρύπτεσθαι—, «ἕκατι δὲ σοῦ», ἔφη τις ἤδη τῶν πρὸς λύραν ᾀσάντων, ἐπὶ σοὶ τὴν ὠδῖνα τηρήσασα, ἵνα δὴ τελεσφόρον αὐτὴν ἐπιδείξῃ καὶ ὥριον. Δῆλον μὲν δὴ λόγος τὴν νῆσον ταύτην τὴν γείτονα, πρὶν μὲν ἀνθρώποις φανῆναι τὸν θεὸν τὸν Ἀπόλλωνα, ὕφαλον τέως ὑπὸ τῷ πελάγει κρύπτεσθαι φερομένην τε καὶ σαλεύουσαν· φανέντος δὲ ἤδη τοῦ θεοῦ καὶ φήναντος ἀναδραμεῖν μὲν ἄνω κάτωθεν εὐθὺς ἐκ βυθῶν, στῆναι δʼ ἐν μέσοις τοῖς κύμασι καὶ μηκέτι εἶναι πλωτήν. φέρε οὖν, ἐπειδὴ καὶ ἡμᾶς, ὦ παῖδες, ὥσπερ τις θεός, ὅδε ὁ ἀνὴρ φαίνει, οἵους ποιηταὶ πολλάκις εἰς ἀνθρώπων εἴδη μορφάς τε ποικίλας ἀμείβοντες, πόλεις τε εἰς μέσας καὶ δήμους ἄγουσιν, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφέποντας, οἵαν Ὅμηρος μὲν Ἀθηνᾶν, Διόνυσον δὲ Ἀνακρέων Εὐριπίδης τʼ ἔδειξαν· ἐπειδὴ οὖν, ὡς ἐγὼ πείθομαι ποιητικός τις οὐκ ὤν, φίλος δὲ θείου ποιητῶν χοροῦ, ταύτῃ καὶ ὅδε φανεὶς κελεύει μὲν ἡμᾶς τὴν πρόσθεν σιγὴν ἀτιμάσαντας καὶ τὰς ἐν σκότει τῶν λόγων καθείρξεις, δημοσιεύειν τε αὐτοὺς καὶ παράγειν εἰς μέσον Ἕλλησι—μέλλουσι δὲ οἱ λόγοι ὥσπερ θείῳ τινὶ πεισθέντες νεύματι Μουσῶν σταδίοις ἐναποδύεσθαι—, ὥσπερ τι μέλος προνόμιον πρὸ τῆς ἀγωνίας αὐτῆς Ἀττικὸν ὑμῖν ἀποτείνω διήγημα. ἦν χρόνος, ὅτε Ἀθηναῖοι μάλιστα ἀνθρώπων ἁπάντων τοὺς σοφιστὰς ἠσπάζοντο καὶ πάντα αὐτοῖς ἦσαν οἱ σοφισταὶ καὶ τὰ τούτων πράγματα. ταύτῃ τοι καὶ ἀνιστάμενοι πανταχόθεν οἱ ταύτην τὴν τέχνην ἐπιτηδεύοντες, ξυνεῖναί τʼ ἐνταῦθα τοῖς νέοις καὶ διατρίβειν ἐσπούδαζον· ἐθαύμαζόν τε ἄλλοι ἄλλους, οἱ μὲν Γοργίαν τὸν Λεοντῖνον, οἱ δὲ τὸν Κεῖον Πρόδικον· ἦσαν δέ τινες, οἳ καὶ παρʼ Ἱππίαν τὸν Ἠλεῖον φοιτᾶν ἠξίουν, ὡς δὴ πολύτροπόν τινα καὶ πολυειδῆ τὴν σοφίαν ἐπιδεικνύμενον. ἀκούω τότε καὶ Σωκράτην γενέσθαι, ἄνδρα σοφίας τε ἀληθοῦς καὶ λόγων ἐραστὴν ἀμήχανον, οὐ τῶν ὅσοι πρὸς δήμους τε καὶ πλήθη πεποίηνται, ἀλλʼ ὅσοι νέων ψυχὰς ἁπαλὰς ἐμβατεύοντες, ὥριον ἀπʼ αὐτῶν καὶ ἄρτιον ποιοῦσι βλαστάνειν καρπόν. τῶν δὲ νέων ὀλίγοι τινὲς ἐντυχόντες ποτὲ διαλεγομένῳ Σωκράτει, θαυμάσαντές τε τὸν ἄνδρα δεξιὸν περὶ λόγους καὶ μαθήματα, παρὰ μὲν τοὺς σοφιστὰς βαδίζειν οὐκέτι ἐδοκίμαζον, συνόντες δὲ αὐτῷ Σωκράτει φιλοσοφεῖν τε καὶ διαλέγεσθαι. ἐπεὶ οὖν ἀνεγυμνώθη τὸ τοιοῦτον τοῖς σοφισταῖς, εἰ μὲν ἐν ὀργῇ καὶ αὐτοὶ τὸν Σωκράτην πεποίηντο, οὐκ ἔχω λέγειν· οὐ γάρ μοι φίλον ἀνδρῶν πανσόφων κατηγορεῖν τανῦν· Καλλικλεῖς γοῦν τινες καὶ Θρασύμαχοι τῶν ἀμφὶ Γοργίαν ἄνθρωποι λοιδορεῖσθαί τε αὐτῷ καὶ σκώπτειν ἐπεχείρουν θαμά, οἱ μὲν εἰς τὸ πρόσωπον παίζοντες, ὡς σιμός τε εἴη καὶ τὴν ὄψιν οὐκ εὔχαρις—ἀγνοοῦντες οἱ δείλαιοι, ὅτι καλὸς εἶναι τἄνδοθεν τοῖς θεοῖς Σωκράτης ηὔχετο—, οἱ δὲ ἄλλην τινὰ λώβην τε καὶ λοιδορίαν προσάπτοντες, ὡς δὴ τούτῳ τῷ τρόπῳ τοῦ συνεῖναι τοῖς νέοις αὐτὸν ἀποτρέψοντες. καὶ δῆτα μικροῦ καὶ πρὸς ἔργον ἂν αὐτοῖς ὑπῆρχε τὸ σόφισμα, εἰ μὴ τῶν τις γνωρίμων Σωκράτους ἔτυχεν εἰς Δελφοὺς παρὰ τὸν θεὸν ἀφικόμενος, ἠρώτα δὲ ὅστις εἴη τῶν ἐφʼ ἑαυτοῦ σοφός· τοῦ θεοῦ δὲ τοῦτο εἰς Σωκράτην ἀπορρίψαντος τοὔνομα ἐξ αὐτῶν τριπόδων ἀψευδεῖ τε καὶ ὀρθίῳ φωνῇ—ᾔδει γὰρ οἶμαι τοῦτο ἀκριβῶς, μάντις ὢν ὁ θεὸς καὶ ἀδελφὸς τῶν Μουσῶν, ὅστις τε ὀρθὴν σοφίαν, ὅστις τε νόθον ἔχει ταύτην καὶ κίβδηλον—, ἦλθε μὲν εἰς πάντας τὸ ἔπος Ἕλληνας, ἀνεθάρσησε δὲ ὁ Σωκράτης, καὶ δημοσιεύειν τοὺς λόγους ἤρχετο, Καλλικλεῖ δὲ πλέον ἦν οὐδέν. τουτὶ μὲν ὑμῖν, ὦ παῖδες, τὸ Ἀττικὸν διήγημα. ὑμεῖς δέ, ὦ λόγοι, τουτονὶ τὸν γενναῖον τί ποτε δράσετε; ὃς κρυπτομένους ὑμᾶς καὶ ἀφανεῖς ὄντας Ἕλλησιν εἰς φῶς τε καὶ μέσον ἤγαγε. σιωπᾶν τε γὰρ ὑμῖν οὐ θέμις, φθεγγομένους δὲ ἀναγκαῖον ἐλέγχεσθαι, τὴν ἀξίαν αὐτῷ μὴ σῴζοντας· ᾗ νῦν μὲν ὥσπερ τινὶ θεῷ παιᾶνα ἢ βραχύ τι συνθέντες μέλος προσᾴδειν αὐτὸν ἐθελήσομεν, αὖθις δέ, εἰ θεὸς διδοίη, καὶ τελείοις τὴν χάριν τοῖς ἱεροῖς ἐκτίσομεν. ὦ Δίκης ὄμμα καὶ Θέμιδος· ὦ Μουσῶν καὶ Ἑρμοῦ προφῆτα· ὦ καὶ αὐτῆς Ἀθηνᾶς θρέμμα τὸ κάλλιστον, ᾗ καὶ αὐτὸς ἐκτίνεις τὰ τροφεῖα καλῶς· σὲ μὲν καὶ ὀρθόπολιν ὀνομάζειν οὐδʼ ἂν αὐτὸς ἡμῖν νεμεσήσειε Πίνδαρος, οὐδʼ ἂν ὁ Σικελιώτης ἐκεῖνος, ᾧ τοῦτο τὸ ὄνομα ἐχαρίσατο ὁ λυρῳδὸς ὁ Βοιώτιος. διὰ σὲ πολλὰ μὲν ἥδε καταδῦσα πάλιν ἀνηβᾷ τε καὶ ἐγείρεται, δάκρυά τε ἀφεῖσα καὶ θρήνους, κωμάζειν τε καὶ χορεύειν ἄρχεται, ὥσπερ ἄρτι τῆς γῆς ἀνείσης αὐτήν· νύμφαι δὲ Ναΐδες—ποιητὴς ἄν τις εἶπεν εὔτολμος—ἄλση καταλιποῦσαι δρόμοις Ἀττικοῖς ἐναθύρουσι, καὶ πάντα μὲν ὥσπερ ἐν ἠρινῷ λειμῶνι λάμπει καὶ τέθηλεν· ἀγέλαι δὲ νέων, σκιρτῶσαι πρόσθεν ἀτάσθαλα, νῦν ὥσπερ τινὸς Ὀρφέως ἢ Ἀμφίονος κινηθείσης κιθάρας ἥσυχα μὲν νέμονται, ἥσυχα δὲ καὶ σηκοῖς ἐναυλίζονται. νῦν δὲ πᾶσα μὲν ἐπὶ σοὶ κινεῖται Σειρήν, πᾶσα δὲ σὲ βάρβιτός τε καὶ λύρα φθέγγεται, δῆμοι δὲ ᾄδουσι καὶ πόλεις τὰ σά. νῦν ἄπεισι θεωρὶς ὁλκὰς εἰς Δῆλον, Ἀττικὸν ἄγουσα τῷ θεῷ χορὸν καὶ οἷον καὶ Θησέα λόγος στῆσαι μετὰ Κρήτην Ἀπόλλωνι· ὁ δὲ δὴ ὕμνος ἔστω τῷ χορῷ, τόνδε ἄρχειν ἐπὶ πλεῖστον Ἑλλήνων.

ταυτί σοι παρʼ ἡμῶν, ὦ φίλη θεοῖς κεφαλή, προσῇσται τὰ νῦν, εἰ δὲ νεύοι τὴν χάριν ὁ Δήλιος, καὶ τέλειον ἐκτίσω τὸ χρέος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-bo`.
