---
title: "Declamations and Orations: Oration 36 (Farewell Oration for Flavianus)"
title_greek: "Μελέται καὶ Λόγοι, Εἰς Φλαβιανὸν Προπεμπτικός"
author: Himerius the Sophist
eul_wid: siy-bm
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-36-siy-bm"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:0ad1004ac97c6a7e27383d4080febc92b487efbbfde6d4dd581d58643daa0420"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 36 (Farewell Oration for Flavianus)

*Μελέται καὶ Λόγοι, Εἰς Φλαβιανὸν Προπεμπτικός*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-bm` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-36-siy-bm)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`36`

Εἰς Φλαβιανὸν προπεμπτικός.

Κρείττονά με λύραν, ὦ φίλε, κάμνοντα, ἵνα σὲ μετὰ Λιβύην ἀσπάσωμαι, φεύγων ἐξαίφνης εἰς στυγνὸν μέλος ἀπέρριψας. οὔπω τὸ ἔαρ ὤφθη, καὶ χειμὼν Ἑλλησπόντιος προσβαλὼν τὴν ψυχὴν πήγνυσιν· οὔπω τὸν ἥλιον εἴδομεν, καὶ τὰς ἀκτῖνας ἑτέρωσε κλίνων ἀπειλεῖ νύκτα ποιήσειν τοῖς Ἕλλησι. πρὶν μειδιᾶσαι στυγνάζομεν, πρὶν ἐπιδήμια θῦσαι θεοῖς ἐνοδίοις εὐχόμεθα ...

Λόγους δὲ χειρὸς ἀτολμοτέρους ἐλέγχεσθαι, ὀκνοῦντας ποιεῖν ἃ κηρός τε ἐθέλει καὶ σίδηρος ...

Διέπλει γὰρ ἀεὶ τὸ κλέος ἀπὸ Λιβύης εἰς Ἕλληνας ...

Τὴν μὲν Αὔραν ἐποίει καὶ τεθρυμμένην καὶ παίζουσαν, οἵας τὰς Λυδὰς ποιοῦσι ζωγράφοι κατὰ πινάκων τέχνῃ μεθύσαντες ...

Μικρὸν οὖν ἀναβιβάσαντες ἐκ μέσου τὸν λόγον, εἶτα ῥυῆναι κατὰ Λιβύης ἐάσομεν ...

Νικᾷ δὲ οὐδεὶς ὅτι τὰ πάντα θαυμάζεται ...

Ἀλλʼ ὁ λόγος γὰρ ἀκολουθήσας τῷ πόθῳ, ὥσπερ τινὶ βιαίῳ ῥεύματι, μικροῦ πρὸς ἑτέραν ὁδὸν μετωχετεύθη φερόμενος. ἐπανακτέον οὖν ἐπὶ Λιβύην τὸν λόγον ...

Φασὶ γὰρ αὐτοὺς ἐπʼ ἀλλήλους ἔρωτα μανῆναι δαιμόνιον ...

Φύσις δὲ ἐκ πρώτης βαλβίδος τὸ θεῖον γένος ὑποσημαίνουσα, λόγοι δὲ παντοίας παιδείας, οἱ μὲν ἔξωθεν, οἱ δὲ ἔνδον. ἀφʼ ὧν ἠλέγχθη Περικλῆς εἰς πειθὼ δεύτερος, ἠλέγχθη δὲ Θεμιστοκλῆς εἰς γνώμης τάχος ἀμβλύτερος, καὶ Πλάτων εἰς φύσιν, καὶ Σόλων εἰς νόμους ...· καὶ πάντες ἴσασιν ὅτι οἷς ἕκαστος ὡς μόνοις, πᾶσιν οὗτος ἀγάλλεται ...

«Τί δράσω; τί δὲ βουλεύσομαι; ὕπαρχον πέμψω Ῥωμαίοις; χλιδῶν δὲ δῆμος σεμνὸν οὐκ οἶδεν ἡνίοχον ...».

Δυσχεραίνει μοι τάχα Καρχηδών, πόλις ἐπὶ Λιβύῃ διʼ ἀρετήν ποτε κατὰ Ῥώμης φρονήσασα, πόλις Ἰταλίαν ὅλην τοῖς ἑαυτῆς κάλλεσι βόσκουσα, πόλις παρὰ τοσοῦτον οὐ πρώτη, παρʼ ὅσον Ῥώμην αἰσχύνεται. κινδυνεύει μοι πόλις μεγάλη, καὶ ἤπειρος ὅλη πονηροῖς κυβερνᾶται τοῖς οἴαξι ...

Πάντες ἁπλῶς Ἕλληνες ἀπὸ περάτων εἰς πέρατα, οὓς ὁρίζουσι Πύλαι καὶ πρὸς ἑσπέραν κόλπος Ἰόνιος, κοινοῖς θεάτροις πρός με τὴν χάριν μαρτύρονται ...

«Πέμψωμεν αὐτὸν τὸν μέγαν τῆς δίκης ἡνίοχον». ἔγνω ταῦτα βασιλεὺς καὶ χρυσαῖ παραχρῆμα δέλτοι τὴν γνώμην ἔφθανον ...

Ἐνταῦθα τοῦ λόγου γενόμενος

  
τί πρῶτον, τί ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;  
κινοῦνται μὲν γὰρ πανταχόθεν αἱ πράξεις, ἴσα δὲ πάντα, καὶ τὸ μὴ λέγειν καὶ τὸ λέγειν ὁμοίως ἄπορον, ὅτι τὸ μὲν πλήθει, τὸ δὲ μεγέθει κωλύεται. λεκτέον οὖν οὐχ ὅσα ἔνεστιν, ἀλλʼ ὅσα ἔξεστιν ...

Ὁρῶντες δὲ αὐτὸν κατὰ τοῦ χειμῶνος ὡς κατὰ γαλήνης τὸν στόλον πέμποντα, καὶ κατὰ κυμάτων ὡς κατὰ λιμένων ἀθύροντα, οἱ μὲν ὡς δριμὺν ἐραστὴν ἐπόθουν, οἱ δὲ ἔφριττον ὡς πᾶσι φόβοις ἀήττητον ...

Κρείττονα πομπὴν τῆς Ἡφαίστου ἐπόμπευον. ἀντήχει δὲ δῆμος κύμασι, καὶ ῥοθίῳ κρότος ἐκ πόλεως, καὶ ψόφον θαλάσσης βοὴ Καρχηδόνος ἐξέπληττε ...

Συγγνώμην δὲ ἅπας ἐχέτω καὶ γέρων καὶ νέος, εἰ ἔπη φθέγγομαι· οἶδε γάρ, οἶδεν ἔρως καὶ λόγον ποιεῖν αὐτόνομον ...

Οὗτος νόσον ἐνόσησε τῆς μὲν ἑαυτοῦ τύχης μείζονα, τῆς δὲ πονηρίας οὐχ ἥττονα. καὶ μὴ θαυμάσῃ τις, εἰ ταῦτα ἐκεῖνος κατὰ τοιοῦδε ἀνδρὸς ἐνόσησεν. ἄνωθεν κατὰ τῶν ἀρίστων ἀρχόντων τοῖς ἐλάττοσι μῶμος ἐμφύεται. ἐσυκοφάντει Περικλέα Κλέων, ἔφυγε Νικίας Ὑπέρβολον, Δημάδης δʼ ἔκρινε Δημοσθένην, Κλεοφῶν Ἀλκιβιάδην ἐγράφετο, ἀνὴρ ἐλοιδόρει Θεμιστοκλέα Σερίφιος· τῷ γὰρ ὑπερβάλλοντι τῆς τύχης φθονοῦντες, τὸ ἐλαττούμενον τῆς ἀξίας ἀνισοῦν θράσει βιάζονται ...

Ἔνθα δὴ καὶ μάλιστα ἔδειξεν ὅσον τὸ μέσον ἀρετῆς τε καὶ πανούργου τρόπου καθέστηκεν ...

Πεφύκασι γὰρ αἱ διʼ εὐμαρείας χάριτες, κἂν ὦσι μέγισται, τῷ ῥᾴστῳ μικραὶ νομίζεσθαι ...

Ἀλέξανδρος μὲν δὴ μετὰ τοὺς μεγάλους ἄθλους ἐγεῖραι τὴν πόλιν ἐπʼ Αἰγύπτῳ βουλόμενος κρηπίδι μόνῃ τὴν ἐπιθυμίαν ἐπλήρωσεν ...

Τίνες δὲ πόλεις τῶν Φλαβιανοῦ κατορθωμάτων ἀπείρατοι; ...

Πομπὴν πανημέριον ὑπὸ πυρὶ καὶ λαμπάσι διὰ Καρχηδόνος ἐπόμπευσεν ...

Τίνα δή ποτε λύρας ἄτοπον ἦχον ἐξεύρωμεν ἐμβατήριον ὁμοῦ καὶ ἐκβατήριον; ...

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-bm`.
