---
title: "Declamations and Orations: Oration 31 (Farewell Oration for Ampelius)"
title_greek: "Μελέται καὶ Λόγοι, Εἰς Ἀμπέλιον Προπεμπτικός"
author: Himerius the Sophist
eul_wid: siy-bh
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-31-siy-bh"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:188794ff53681d38be14dc14d6547d6e99eae71203cc9d5349321a998a419bc4"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 31 (Farewell Oration for Ampelius)

*Μελέται καὶ Λόγοι, Εἰς Ἀμπέλιον Προπεμπτικός*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-bh` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-31-siy-bh)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`31`

Εἰς Ἀμπέλιον προπεμπτικός.

Ἤμελλον ἄρα, ὦ παῖδες, ἤμελλον μόνος εὑρήσειν Ἑλλήνων τῆς τοῦδε φυγῆς τὰ θήρατρα· χθὲς δρασμὸν ἠπείλει καὶ ἅρματα, τήμερον ὤφθη τοῖς ἐμοῖς δικτύοις ἁλώσιμος ...

Ἐπεὶ καὶ Σιμωνίδης ὁ Κεῖος Ἱέρωνα πέμπων ἐκ Σικελίας ἐπʼ ἄλλης γῆς ἥπτετο μὲν λύρας, ἥπτετο δὲ δάκρυα μείξας τοῖς κρούμασιν, Ἰάσονα δὲ τὸν Θετταλὸν μετὰ τὴν χρυσῆν δοράν, ἣν ἆθλον ἤγαγεν Ἕλλησι, κοιμίσας ὄφιν ἀκοίμητον, λύοντα τῆς ἱερᾶς τριήρους τὸν στόλον Φιλάμμων ὁ παῖς Ἀπόλλωνος ἐπινίκιον μέλος συνθεὶς ἐν μέσοις προσῇσε τοῖς ἥρωσιν ...

Οὐ γὰρ δὴ τοῖς μὲν Ὀλυμπιᾶσι ἀναδησαμένοις τὸν στέφανον αὐλὸς ἐπηχήσει μέλει σεμνύνων τὰ στέμματα, τοὺς δὲ τὸ μέγα τῆς δόξης στάδιον ἀπταίστῳ γνώμῃ περάσαντας οὐκοῦν Ἀθηναῖοι λόγοι προπέμψουσιν; ...

Καὶ μὴν ἄλλαι μὲν παρʼ ἄλλοις τοῖς ἀριστεῦσι τιμαί· δημὸς ἐν Σπάρτῃ, ἐν Θήβαις ἔφηβος, γῆ παρʼ Ἀργείοις, ἐν Σικυῶνι γραφή, ἐσθὴς ἐν Μήδοις, παρὰ Συβαρίταις ἡ τράπεζα, Ἀττικοῖς δὲ τιμῆς τὸ κεφάλαιον, ἐλεγεῖον ἢ λόγος ἢ ποίημα, ἀρχαῖα δῶρα καὶ ἀκριβῶς ἀήττητα, καὶ χρόνου νίκην ἐλέγχοντα ...

Γενέσθαι μὲν καὶ Ἀλέξανδρον λόγος ταῖς πάλαι τέχναις ἀγώνισμα, ὥστε δὴ καὶ νειμάμενοι τὴν μορφὴν αὐτοῦ Λύσιππος καὶ Ἀπελλῆς, ὁ μὲν φαρμάκοις, ὁ δὲ χαλκῷ τὴν φύσιν τοῦ βασιλέως ἡρμένευσαν. ἐπεὶ δὲ ὁ λόγος ὑπερβὰς τὸ σῶμα ψυχῆς ὁμιλεῖ κάλλει καὶ χάρισιν, εἴη ἂν καὶ οὗτος ἀψευδὴς ζωγράφος ...

... μὴ τὸν πρῳράτην ἐπιστήμονα πάσῃ ναυτιλίᾳ κτησάμενος· τὸ μὲν γὰρ ἄπειρον ἐπὶ τῆς χρείας ταράττεται, τὸ δὲ μελετῆσαν θαρρεῖ τὴν τέχνην ἣν ἔμαθεν ...

Ἐκ πυλῶν εἰς νύσσαν ἴσον τὸν δρόμον ἰθύνατε ...

Πρᾶος εἶ; κοινὸν καὶ τοῦτο πλεονέκτημα. κακίαν μισεῖς; κακίᾳ συνεπεστράτευσεν. ἀδίκων δώρων ἐξέκλινας ψαῦσιν; ἀπέκλεισε καὶ οὗτος τὰς τῆς ψυχῆς πύλας ὑβριστῇ χρυσῷ καὶ δικαιοσύνην ἐλέγχοντι· ἔγνω γὰρ ὡς οὐ δικαιοσύνη σὺν ὀλίγοις ψόγος, ἀλλὰ σὺν ἀδικίᾳ πλοῦτος ἐχθρὸς ἀρετῆς καὶ τοῦ θαυμάζεσθαι ...

Αὕτη δὴ πρώτη τῶν ἐγκωμίων ἀρχή, ὅτι καὶ ἀρχὴ τῶν πράξεων. τὸ δὲ μετὰ τοῦτο, τί μὲν εἴποι τις, τί δὲ φυλάξαιτο; καὶ γὰρ τὸ λέγειν ἄπορον, καὶ τὸ μὴ λέγειν ἀχάριστον. ὥσπερ γὰρ οἱ τὰ κάλλη τῶν ἀγαλμάτων θεώμενοι ἔχονται μὲν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πρώτου προσπίπτοντος, μεταβιβάζοντες δὲ ἄλλοτε ἐπʼ ἄλλο τὴν θέαν, ἀποροῦσιν ὅ τι πρῶτον θεάσωνται· μᾶλλον δέ—τί γάρ μοι δεῖ παλαιᾶς εἰκόνος; —ὥσπερ οἵ τι τῶν νέων δημιουργημάτων θεώμενοι, προσβλέπειν μὲν ἅπασιν ἀθρόως ὑπὸ τοῦ περικεχυμένου τῷ παντὶ κάλλους βιάζονται, ἐν μέρει δὲ ἄλλου ἄλλοθεν δημαγωγοῦντος τὸν πόθον, σχίζονται τὴν θέαν τῷ θαύματι· οὕτω καὶ αἱ σαὶ πράξεις πᾶσαι πανταχόθεν προσπίπτουσαι ἱστορίαν ἄλλην ζητοῦσιν, ἀλλʼ οὐ τὸν παρόντα τῶν λόγων νόμον ἀνέχονται ...

Τὰς πράξεις εἴπῃ τις, ἢ τὰς δίκας; τὴν ἐν μέρει σπουδήν, ἢ τὰς ὑπὲρ τῶν ὅλων φροντίδας; πενίας πρόνοιαν, ἢ τὸν σὺν πραότητι τῶν δυναστευόντων σωφρονισμόν; ...

Ἀλλὰ διὰ σὲ καὶ Σπάρτη τρυφᾷ, ῥυπῶντα πλόκαμον εἰς εὐανθῆ κόμην ἀμείψασα. τὸν δὲ ἄπειρον τῶν οἰκοδομημάτων ὄχλον τίς ἂν κατʼ ἀξίαν δηλώσειε; Περικλεῖ μὲν Προπύλαια πρὸς φιλοτιμίαν ἤρκει καὶ Παρθενών, καὶ οἶκος Δαρείῳ βασίλειος, καὶ ἄμπελος Ἀρταξέρξῃ χρυσῆ, Θεοδώρου Σαμίου ποίημα, ἄχρηστον ἔργον τρυφῶντος Μήδου κατὰ τῆς φύσεως· σὺ δʼ ἐκ Πυλῶν ἀρξάμενος ἄχρι καὶ Πελοποννήσου μυχοῦ πάντα τὸν ἐν μέσῳ τόπον πόλεις ἀπέφηνας ...

Στενωπός τις ἦν Κολλυτὸς οὕτω καλούμενος ἐν τῷ μεσαιτάτῳ τῆς πόλεως, δήμου μὲν ἔχων ἐπώνυμον, ἀγορᾶς δὲ χρείᾳ τιμώμενος. κατὰ δὴ κλέος τὸ πάλαι ἔρχεται καὶ οὗτος ἐπὶ τὸν τόπον, ὑπὸ τῆς φήμης δημαγωγούμενος· ἰδὼν δέ, τὴν μὲν φύσιν ἠγάσθη τοῦ τόπου, τῇ κατασκευῇ δὲ ᾐσχύνθη πλέον ὑπὲρ τῆς πόλεως· οὐ μὴν ἀφῆκε πλέον ἐρυθριᾶσαι τὴν πόλιν ἐπὶ τῷ πράγματι ...

Βασιλεῦσι τίμιος, τυράννοις εὐλαβής, δήμοις προσηνής, σοφοῖς αἰδέσιμος, γέρουσιν ἥδιστος, πάσαις τύχαις ὁμοῦ καὶ ἡλικίαις ἐράσμιος ...

Πρωτέα μὲν τὸν σοφιστὴν τὸν Αἰγύπτιον εἰς πολλὰς ἰδέας ἀμείβων ὁ λόγος, εἶθʼ οὕτω ποιεῖ πρὸς τῶν λοχώντων ἡττώμενον ...

Καθάπερ φησὶ καὶ Ἀχιλλέα ἡ ποίησις, οὐκ ὄντων ὅπλων, ἐκ μόνης βοῆς νίκην ἐργάσασθαι ...

Τὸ μὲν γὰρ ἐν μέσῳ λανθάνει πολλάκις, τὸ δὲ αὖ σπάνιον ἀεὶ τὸν θεατὴν ἐρανίζεται, ἁβρύνουσι δὲ καὶ τέχναι ποικίλαι τὸ δαίδαλμα, αἱ μὲν παριόντα τὸν θεατήν, αἱ δὲ ἀγοράζοντα δεξιούμεναι ...

Ἡ μὲν στοὰν φέρει, ἡ δὲ κολυμβήθραις ἐντρυφᾷ· τὴν μὲν ἁβρύνει λουτρόν, τὴν δὲ βασιλέως οἶκος ἐπώνυμος, ἄλλη δὲ ἄλλο τι φέρει, πᾶσαι δὲ πάντως τοῖς σοῖς καλοῖς ἐναβρύνονται ...

Σὺ καὶ τοὺς μύθους πιστοὺς ἀπέδειξας, ὅτι στένει καὶ λίθος ἐρῶν καὶ λείβει δάκρυα, ὥσπερ ἐραστὴς τῆς ἐρωμένης κλεπτόμενος· ὡς ἐγὼ δέδοικα μή τι καὶ πάθος ὁ περὶ σὲ πόθος ἐργάσηται, καί τινες τὴν φύσιν ἀμείψαντες εἶτα ξένον μῦθον γεννήσωσιν ἄνθος ἢ δένδρον γενόμενοι ...

Ἄτοπον εἶναι ἡγούμενος πλαστικὴν μὲν καὶ τὰς ἀδελφὰς πλαστικῇ τέχνας τοσοῦτον κατὰ θεῶν αὐθαδίζεσθαι ...

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-bh`.
