---
title: "Declamations and Orations: Oration 16 (Improvised Declamation on the Dispute in the Lecture Course)"
title_greek: "Μελέται καὶ Λόγοι, Σχέδιος ἐπὶ τῇ κατὰ τὴν Διατριβὴν Στάσει"
author: Himerius the Sophist
eul_wid: siy-as
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-16-siy-as"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:4a0f5ce60b44c654e4779889a40786796762d79984e2b6278b4b821101e61237"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 16 (Improvised Declamation on the Dispute in the Lecture Course)

*Μελέται καὶ Λόγοι, Σχέδιος ἐπὶ τῇ κατὰ τὴν Διατριβὴν Στάσει*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-as` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-16-siy-as)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`16`

Σχέδιος ἐπὶ τῇ κατὰ τὴν διατριβὴν στάσει.

Ἆρά τι καὶ ἐν τοῖς ἡμετέροις λόγοις ἐστίν, ὦ φίλοι, φάρμακον ἔριν κοιμίσαι δυνάμενον, καί τι βούλεται τοιοῦτον καὶ ἡ παρʼ ἡμῖν τέχνη νεανιεύεσθαι, ὁποῖον Ὅμηρος διὰ τοῦ κρατῆρος τοῦ τῆς Ἑλένης αἰνίττεται, ὃν ἡ τοῦ Διὸς παῖς τοῖς ξένοις ἵστησιν ἐν Μενελάου δακρύουσιν; ἢ καὶ τὸ τῆς Ἑλένης φάρμακον οὐ πόα τις ἦν, οὐδέ τις Αἰγυπτία τέχνη νηπενθὲς πόμα σκευάζουσα, ἀλλά τις λόγος ἡδὺς καὶ πάνσοφος, φαρμάκου δίκην σβέσαι δυνάμενος θυμὸν ἐκ μέσης καρδίας ζέοντα; ἀπάγει δὲ εἰς Αἴγυπτον τὸν μῦθον ἡ ποίησις, ἵνα τὴν μητέρα τῶν σοφῶν λόγων αἰνίξηται ...

Ἐφρόνει ποτὲ βασιλεὺς μικρότερον· οὐκ εἴα τοῦτο Τιμόθεος, ἀλλὰ καὶ εἰς οὐρανὸν αὐτὸν ἀνῆγε τὴν γνώμην τοῦ βασιλέως τοῖς μέλεσι. θυμὸς ἐπέζει τοῦ μετρίου πλέον· ἀφῄρει παρὼν ἐκεῖνος τὸ πλεονάζον τοῖς κρούσμασιν. ἄθυμος ἦν· μειδιῶντα εὐθὺς ἐδείκνυ. ἡδοναῖς ἐνεδίδου· εἶδες ἂν εὐθὺς σεμνὸν μετὰ τὴν μουσικὴν Ἀλέξανδρον. καὶ τὸ σύμπαν εἰπεῖν, τοιοῦτον ἐξῆν ὁρᾶν ἐκεῖνον, ὁποῖον αὐτὸν ἐποίει διὰ τῶν αὐλημάτων Τιμόθεος ...

Πραΰνει Ζέφυρος ταῖς αὔραις τὰ κύματα· Ἀττικὸς δὲ ῥήτωρ καὶ λόγος Ἕλλην οὐ λύσει στάσιν, εἰ μόνον φθέγξαιτο; ...

Ὅ τε Ξενοφῶν ἐστρατεύετο· καὶ γὰρ καὶ δόρυ μετὰ Σωκράτην Ξενοφῶν ἤνεγκε ...

Τὸ γὰρ εὐφυές, εὐάρμοστον ...

Ἁβρὸς ἦν Ἀλκιβιάδης, ὁπηνίκα παρʼ Ἀθηναίοις εἶχε τὴν δίαιταν· σεμνὸς ἦν ἐν Λακεδαίμονι· τὰ Περσῶν ἐς τρυφὴν μόνος ἐξήλεγχεν· εἰ δέ ποτε ἔδει καὶ λόγους φροντίσαι καὶ τὰ φιλοσοφίας γυμνάσασθαι, Λύκειον ἅπαντα καὶ Ἀκαδημίαν ταῖς ἑαυτοῦ συνουσίαις εἰργάζετο ...

Οἱ κάμνοντες τὴν ἱστορίαν τὴν ἀμφὶ τούτους ...

Ἡμεῖς τοσοῦτο πόρρω σοφίας ἑστήξομεν ...

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-as`.
