---
title: "Declamations and Orations: Oration 12 (Farewell Oration for Flavianus)"
title_greek: "Μελέται καὶ Λόγοι, Εἰς Φλαβιανὸν Προπεμπτήριος"
author: Himerius the Sophist
eul_wid: siy-ao
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-12-siy-ao"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:009799bd1c3293048a4b2ace262e1a740a2796722d142bbb4cc18c8f86a4e58c"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 12 (Farewell Oration for Flavianus)

*Μελέται καὶ Λόγοι, Εἰς Φλαβιανὸν Προπεμπτήριος*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-ao` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-12-siy-ao)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`12`

Εἰς Φλαβιανὸν προπεμπτήριος.

Ὁ τοῦ Διὸς παῖς Ἀλέξανδρος—συνάπτει γὰρ αὐτὸν οὐρανῷ καὶ Διὶ τὸ πολὺ κλέος καθʼ Ἕλληνας—ὅτε πληρώσας τῆς ἑαυτοῦ δόξης τὴν Εὐρώπην ἅπασαν ἐπὶ τὴν Ἀσίαν ἐστέλλετο, συνάψαι τὰς ἠπείρους τῷ καθʼ ἑαυτὸν ἐθέλων θαύματι, τὸν Τιμοθέου παρακαλέσας αὐλόν—οὕτω γὰρ ἤχει μέγα καὶ τοσούτου βασιλέως ἄξιον—ὑπὸ τοῖς ἐκείνου μέλεσιν ἔλυε τοῦ στόλου τὰ πείσματα ...

Φέρε δὴ γράψω τῷ λόγῳ τὸν πίνακα· ἔχει γὰρ οἶμαι πρὸς μίμησιν οἰκεῖα καὶ λόγος φάρμακα. ναῦς ἦν κατὰ τῆς γραφῆς καὶ θάλαττα· ἡ δὲ θάλαττα οἶμαι Αἰγαῖος ἦν· αἱ γὰρ πολλαὶ νῆσοι αἱ κατʼ ἄλλο καὶ ἄλλο μέρος τῆς θαλάττης σχιζόμεναι, Αἰγαῖος ὑπὲρ αὐτῶν ἐδείκνυτο εἶναι ἡ θάλαττα, γέγραπτο δὲ οὐκ ἀπηνής τε καὶ ἄγριος, οὐδὲ εἰς αὐτὰς ἐγείρων νεφέλας τὰ κύματα οἷα τὰ πολλὰ Αἰγαῖος κατὰ τῶν ἐκεῖ πλωτήρων θρασύνεται, ἀλλʼ ἐστόρεστο μὲν εἰς γαλήνην τὰ κύματα, τὸ δὲ ὕδωρ ὅλον ἐπόρφυρε πρὸς αὐταῖς ᾐόσιν, εἰς γλαυκὸν ἄνθος ἠρέμα μεθισταμένου τοῦ κύματος ...

Πρῶτοι γὰρ Φρύγες αἰτίαν ἔχουσιν αὐλῷ τε ἐμπνεῦσαι καὶ ταῖς τελεταῖς ἀναμῖξαι τὰ κύμβαλα ...

Τὸ δὲ ἐπὶ θάτερα τῆς νεὼς μέρος εἰς πρῴραν ἤδη θλιβόμενον χρυσοῦν τῇ ὕλῃ πεποίητο· ἔνθα καὶ θαυμάσαι τῆς τέχνης ἄξιον. τὸ γὰρ περὶ τὴν πρῴραν τῆς θαλάττης ὕδωρ σχιζόμενον, ταῖς τοῦ χρυσοῦ βολαῖς ἐπαυγάζον, εἰς ὅμοιον ἄνθος ἀμείβειν ἐδόκει τὴν θάλασσαν ...

Οὐκοῦν δότε μοι τὴν Ζεύξιδος τέχνην, τὰ Παρρασίου σοφίσματα ...

Δελφοὶ δὲ ἄρα, ἱερὰ πόλις Ἀπόλλωνος, λατρεύουσι μὲν ἀεὶ τῷ θεῷ καὶ περιχορεύουσι μετὰ παιάνων τὸν τρίποδα ...

Καὶ μὴν καὶ Ἠλεῖοι δακρύουσι τὸν ποταμὸν τὸν Πισαῖον ἐπὶ τὴν Σικελικὴν κρήνην προπέμποντες· ὥσπερ οἶμαι τοῦτο φοβούμενοι, μὴ μελετῶν τὴν ἀποδημίαν ὁ ποταμὸς ἄλλοις ἀνθρώποις χαρίσηται τὰ νάματα ...

Τάχα δέ σοι καὶ ἀηδόνες καὶ κύκνοι καὶ πάντα τὰ μέλη συναποπτήσεται. αἱ μὲν γὰρ ἡμέτεραι Μοῦσαι καὶ σκάφη ἤδη τολμῶσι πήγνυσθαι, καὶ ἀπειλοῦσι φυγὴν καὶ θάλατταν, κἂν ἀγριαίνῃ τοῖς κύμασι ...

Ῥίψας ἐκ τῶν χειρῶν τὴν λύραν, σιωπὴν τῶν μελῶν καταψηφίζεται ...

Ναῦς ἐν ὅρμοις στρατηγίς, ἱστίον ὑψηλόν, μετάρσιον, οἷον καὶ λαμπραῖς αὔραις καὶ πελαγίοις πετάννυσθαι ...

Μικροὶ μὲν εἰς χάριν Ἑσπερίδων λειμῶνες, μικραὶ δὲ εἰς μέγεθος πυραμίδες Αἰγύπτιαι, καὶ εἴ τι Περσῶν καὶ Ἀσσυρίων χεῖρες πονήσασαι θαῦμα ἀφῆκαν τοῖς ὕστερον ...

Ἀλλʼ ἐπὶ τὰς φίλας Ἀθήνας ὁ στόλος, αἵ σε τοῖς πόθοις οὕτως ἐξέκαυσαν, ὡς καὶ ἐπʼ αὐτῆς περιφέρειν γλώττης τὸν ἔρωτα ...

Τί δὲ ὀκνεῖς τὴν ἀπόκρισιν, τοῦ κοινοῦ πάντων ἀγάλματος μετασκηνοῦν παρʼ ἑτέρους μέλλοντος;

Κιμμερίους μὲν δή, δῆμον ἑσπέριον, ἀφείλετο μῦθος τὸν ἥλιον· εἶτα φοβηθεὶς τὸν ἔλεγχον, ἀμφιβόλοις ῥήμασι κρύψαι τὴν φήμην ἐσπούδασεν. ἡμᾶς δὲ οὐδεὶς ποιητὴς ψεύδεσθαι δόξειε, μετὰ τὴν σὴν ἀποδημίαν ἀφελέσθαι θέλων τὸν ἥλιον ...

Ὦ φίλη πατρίς, νῦν σε ὄντως ἀδικήσας αἰσθάνομαι, τοὺς σοὺς ὑπεριδὼν ἔρωτας, ἐραστῇ θέλων ἀπίστῳ πάντα χαρίσασθαι ...

Ἀλλὰ μικροῦ τῷ νόμῳ τῷ περὶ τούτων ἑπόμενος, εἰς ἀκοσμίαν τὸν λόγον ἔτρεψα, καίτοι μοι τῶν θεῶν πληρούντων τὸν πόθον. πάλιν γὰρ σκῆπτρα, πάλιν τῆς δίκης οἱ θρόνοι ...

Τοῦτον Ἐφύρα μὲν ἤνεγκε, πόλις οὐ μόνον καλλωπιζομένη μύθοις πρὸς τὸ θαυμάζεσθαι, οἷα τῶν Ἑλληνίδων αἱ πλείονες, ἀλλʼ ὀφθαλμῷ κριτῇ τὴν εὐδαιμονίαν προβάλλουσα ...

Οὕτω καὶ τὸ τούτου γένος μυρίοις μὲν λόγοις, μυρίοις δὲ ἔργοις καὶ παραπλησίοις ἀγάλλεται ...

Μνηστέον ἤδη καὶ αὐτοῦ τοῦ γένους, οὔτι παντός· κάμοι γὰρ ἂν οἶμαι καὶ ἱστορία τοσοῦτον πλῆθος φροντίζουσα ...

Οἱ ἀπʼ ἐκείνων τῶν γάμων ἀποβλαστήσαντες εἰκώ τινα τῆς ἐκείνου σοφίας τοῖς τῆς ψυχῆς ἔφερον ἀγάλμασι ...

Προσκλύζων κόλπος Ἰόνιος λεαίνει τὴν θῖνα τῷ κύματι. κατὰ δὴ ταύτης τῆς ᾐόνος χορὸς Νηρηΐδων ἐχόρευε, λευκαὶ πᾶσαι, γάλα αὐτό, οἷον ἂν ἐκεῖνο γένοιτο τέχναις ποιμένων ἱστάμενον, γλαυκαὶ τὸ ὄμμα, κομῶσαι τῷ βρύῳ, ἔτι λευκὸν τὸν ἐκ τῆς θαλάττης ἀφρὸν ἐξ ἄκρων πλοκάμων στάζουσαι ...

Ἡ δὲ ἀντερᾷ τοῦ νυμφίου καὶ δώρῳ πιστοῦται τὸν γάμον· ἀναδίδωσι γὰρ ἐκ μέσης θαλάττης πηγήν· ἡ δέ, ὥσπερ ἐπισταμένη τοῦ χάριν ὑπὸ τῆς νύμφης ἐγένετο, κλέπτει μὲν τοῖς ἄλλοις πλωτῆρσι τὰ νάματα, μόνοις δὲ τηρεῖ τοῖς ἐκ τῆς νύμφης τὴν πότιμον φιλοτησίαν ἀρύσασθαι. ὅπερ καὶ κατὰ τῆς Ἀρεθούσης ἀνύμνηται ...

Εὐμαθὴς ἔστω ψυχή, ταχεῖα σύνεσιν, μνήμῃ συμφυής, ἕτοιμος πρὸς λόγους, δεινὴ μὲν κρύπτειν, κρείττων λανθάνειν—σοφώτερον δὲ τοῦτο καὶ ἅμα θεοῖς προσφιλέστερον— δεινοτέρα δὲ φωρᾶσαι τὸν ἐντυχόντα, κρείττων ἡδονῆς, ἥττων φιλίας ... ἄκρος σοφίαν, δεινὸς εἰπεῖν, ἀνάλωτος φιλίᾳ, γενναῖος ἐν φόβοις, ὑψηλὸς ἰδιώτης, ἄρχων ἐπιεικής· τὸν μὲν ἰδιώτην ἀποσεμνύνων φρονήματι, λόγῳ δὲ πραΰνων τὸ τῆς ἐξουσίας αὐθέκαστον. ἀλλὰ μὴν καὶ τὴν τύχην ἴδοις ἂν ὥσπερ ἐξ οὐρίας τὸν τοῦδε βίον συμπαραπέμπουσαν ...

Πρεσβύτης τις ἦν, σεμνὸς ἰδεῖν, ἀρχαῖος τὸν βίον, τὸν λόγον ὅμοιος· σοφὸς εἰπεῖν, ἀμείνων ἀκοῦσαι, τὰ πάντα γενναῖος. πλήρης δὲ ὢν ἤδη τοῦ κλέους καὶ πᾶσαν εἰς ἑαυτὸν ἐπιστρέφων τὴν Ἑλλάδα, διαβαίνει καὶ εἰς βασιλέα τῷ θαύματι, πρὶν ὑπηνήτης γενέσθαι, πρὶν καθερπύσαι τὸν πρῶτον ἴουλον ...

Ποιητοῦ δὲ ἄρα ἦν ἐνταῦθα τοῦ λόγου ῥόδοις μὲν ἀναπλέξαι τὸν στέφανον, ἄγειν δὲ ἐξ Ἑλικῶνος τὰς Μούσας ... περὶ τὴν πόλιν ἐκείνην, ἣν ἀπὸ Γαδείρων Εὐρώπη λήγουσα πορθμῷ θαλάσσης πρὸς τὴν Ἀσίαν μερίζεται ...

Ἤλασεν οὗτος καὶ κατʼ Ἴστρου, καὶ ποταμὸν οὐκ ἔδεισε βάρβαρον κρυστάλλῳ πεδία μιμούμενον ...

Ἐπεὶ δὲ θεὸς πρὸς πᾶσαν αὐτὸν ἀρετὴν ἀκριβῶσαι βουλόμενος καὶ ἀπʼ ἐναντίας ποτὲ τὸ πνεῦμα τῆς τύχης ἔστησεν, ἵνʼ οἷος ἦν, τοιοῦτος τὴν γνώμην καὶ ἐν τρικυμίαις πραγμάτων καὶ χειμῶνι βίου δειχθείη τοῖς τε πᾶσι καὶ κατʼ αὐτὸ τὸ μέρος εὐδοκιμήσῃ, τίς ἐνταῦθα ποιητὴς ἢ λόγων συνθέτης φωνὴν ἀξίαν τοῖς ὑπὸ τούτου κατειργασμένοις συμβάλλοιτο; ...

Οὐδὲ Σικελικήν τινα Σκύλλαν καὶ Χάρυβδιν, ἀνδρῶν δὲ ἀτασθάλων ὑπὲρ τὸν ἄγριον ἐκεῖνον τὸν Σικελικὸν ποιμένα, τὸν Κύκλωπα, μυρίας ἐπʼ αὐτὸν κινηθείσας φάλαγγας οὐκ ἀγχεμάχοις ὅπλοις, οὐδὲ ξυστοῖς τε καὶ δόρασιν, ἀλλὰ φρονήσει καὶ λόγῳ κατὰ γῆς ἁπάσης ἐστόρεσεν ...

Ὁ δὲ δὴ τῶν Τελχίνων τε ἡγεμὼν καὶ κορυφαῖος καλούμενος, πληγὴν καιρίαν δεξάμενος, στένει δακρύων τὸν πόλεμον ...

Ἀσία πᾶσα, οὐχ ἣν νῦν οὕτω προσαγορεύομεν, τὴν τῆς ὅλης ἐπωνυμίαν ἠπείρου τῷ μέρει μόνῳ τιθέμενοι, ἄρχεται μὲν ἀπʼ Ἰνδῶν ἄνω, πρὸς μὲν ἕω καὶ ἄρκτον Ἐρυθρῷ κόλπῳ καὶ Φάσιδι, πρὸς δὲ μεσημβρίαν καὶ ἀπιόντα ἥλιον Αἰγύπτῳ τε καὶ τῷ Ἰονίῳ πελάγει πρὸς τὰς ἄλλας ἠπείρους ἀποσχιζομένη καὶ λήγουσα· παρατείνει δὲ αὐτὴν ἐκ Προποντίδος εἰς Παμφυλίαν πλευρὰ παρήκουσα, ἣν Αἰγαῖος προσκλύζει σύμπασαν, ἐκ μιᾶς καὶ αὐτὸς ἀρχῆς τῇ πλευρᾷ ταύτῃ τικτόμενος ... οἵ τε ἐνοικοῦντες τὰς πόλεις ἄνθρωποι οὐ τῷ τέττιγι καὶ τῷ χιτῶνι τοὺς προπάτορας, ἀλλʼ ἀρετῇ καὶ σοφίᾳ καθαρῶς δήπου δεικνύουσιν, ὅθεν οἶμαι καὶ τὸ ἀρχαῖον ἐγένοντο ...

Ὁ γὰρ δὴ Μέλης οὗτος—οὐ γὰρ δὴ θέμις σιωπῇ παρελθεῖν γλῶσσαν τοσαύτην γεννήσαντα—ἀνίσχει μὲν ἐκ προαστείων τῆς Σμύρνης, τίκτουσι δʼ αὐτὸν μυρίαι πηγαὶ καὶ πλησίον ἀλλήλων βλαστάνουσαι· ἀφʼ ὧν πλημμύρων ὁ ποταμὸς πελαγίζει τε εὐθὺς ἐκ πηγῶν, ἔκπλωτος καὶ ὁλκάσι καὶ κώπῃ γίνεται. παραμείψας δὲ τὰς ἑκατέρωθεν ὄχθας κυπαρίττῳ κομώσας καὶ δόνακι, τῇ πλησίον θαλάττῃ κοινοῦται τὸ ῥεῦμα, εἰ ῥεῦμα θέμις ἐκεῖνο καλεῖν· οὐ γὰρ ἠχοῦντος ἀκούσῃ, οὐδὲ δόξειεν ἄν σοι τὸ ὕδωρ φέρεσθαι, ἀλλʼ ὥσπερ τις ἐραστὴς παιδικῶν συνουσίαν κλέψαι βουλόμενος, λάθρᾳ τῇ θαλάττῃ κιρνᾶται, λεαίνων τὸ κῦμα τῷ ῥεύματι ...

Νῦν γὰρ ποιητικῶς ἐθέλων καλέσαι τὸν ἄνεμον, εἶτα οὐκ ἔχων ποιητικὴν ἀφεῖναι φωνήν, ἐκ τῆς Κείας μούσης προσειπεῖν ἐθέλω τὸν ἄνεμον ...

Ἁπαλὸς δʼ ὑπὲρ κυμάτων χεόμενος πορφυρᾶ σχίζει περὶ τὴν πρῴραν τὰ κύματα ... οὐ γὰρ ἀτασθάλους μαστεύων ἔρωτας τὴν σὴν πλεῦσαι σπουδάζει θάλασσαν, ἀλλὰ τελέσαι θέλων πάντας τοὺς Ἴωνας τὰ σεμνὰ σωφροσύνης μυστήρια ...

Ῥοδίους μὴν δὴ λόγος ὑσθῆναι χρυσῷ, χρυσῆν ἐπʼ αὐτοὺς τοῦ Διὸς νεφέλην ῥήξαντος· τὴν δʼ ὑμετέραν τύχην, ἣν διὰ τοῦδε καρπώσασθε, οὐ μῦθος ἐρεῖ τις ἀμφίβολος, ἀλλʼ ἐν ὀφθαλμοῖς ἔσται τὰ θαύματα ...

Ἤμελλεν ἄρα τὸ καλὸν ἔαρ οὐκ ἀηδόνας ἄξειν ἡμῖν, οὐδέ τινας κύκνους ἢ τέττιγας, ἀλλʼ αὐτὸν τὸν ταῖς χρυσαῖς ἀκτῖσι καταυγάζειν μέλλοντα τὴν Ἰωνίαν ἥλιον ...

Πρὸ δὲ τῶν ἄλλων ἁπάντων ὁ τῶν ἐμῶν πώλων ἔξαρχος πῶλος ἱερὸς καὶ ἀγέρωχος, οἵους Ἡλίῳ θεῷ Νισαῖοι πώλους πωλεύουσι· τοῦτον ἐγὼ τὸν πῶλον ψαλίοις κοσμήσας Μουσῶν, καὶ ταῖς Χαρίτων μίτραις ὅλον ποιήσας ἀνάδετον, ὥσπερ τινὶ θεῷ τῆς ἐμῆς ἀγέλης ἀπαρχὰς φέρων ἀνέθηκα ...

Γλαυκοὶ δὲ ἀστέρες ἀνίσχοιεν, φαιδρῷ φωτὶ τὴν ἀναγωγὴν καταυγάζοντες ...

Οἱ δέ μου λόγοι καὶ προλαβεῖν μικροῦ τὸ μέλλον ὠδίνουσι, καὶ τοῖς ἐκβατηρίοις μέλεσι τὴν ᾠδὴν τὴν ἐπιβατήριον συνάψαι σπεύδουσιν, ἐν νῷ λαμβάνοντες, τίνες οἶμαι τότε γενήσονται, ὅταν ἐπανελθόντα προσβλέψαντες αὐτῷ πάλιν τὰ Μουσῶν χορεύειν μέλλωσιν ...

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-ao`.
